In Aristotelis Ethica Nicomachea I Commentaria
- Scientific editors
- Gustav Heylbut
- Edition reference
- Eustrati et Michaelis et Anonyma in Aristotelis Ethica Nichomachea · Berlin · Reimer · 1892
- CTS identifier
urn:cts:greekLit:tlg4031.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
EUSTRATII ET MICHAELIS ET ANONYMA IN ETHICA NICOMACHEA COMMENTARIA
τῆς φιλοσοφίας εἰς δύο διαιρουμένης, λέγω δὲ τὸ θεωρητικόν τε καὶ πρακτικόν, περὶ ἄμφω ὁ Ἀριστοτέλης ἐσπούδασεν, ὥστε πραγματείας ἐπ’ ἀμφοῖν ἐκθέσθαι τὰς τῶν μετιόντων τεχνούσας καὶ ἐ-ιισ-rιuούσα-́ ψυχὰς κατὰ τὸ ἁρμόδιον ἑκάστῳ ὑποκειμένῳ. τοῦ γοῦν θεωρητικοῦ αὖθις καθ’ ὑποδιαίρεσιν εἰς τρία διαιρουμένου, εἰς τὸ φυσικὸν θεολογικόν τε καὶ μαθηματικόν, ὁ νῦν ἡμῖν ἐνεστηκὼς ἐν τῇ σκέψει λόγος περὶ οὐδενός ἐστι τούτων ἀλλὰ περί τινος τῶν ὑπὸ τὸ πρακτικόν. διαιρουμένου γὰρ καὶ τούτου εἰς τρία, εἰς τὸ ἠθικὸν εἰς τὸ οἰκονομικὸν καὶ εἰς τὸ πολιτικόν, περὶ τοῦ ἠθικοῦ τι συντάξαι σκοπὸν ἐθέμεθα. τὴν πρὸς Νικόμαχόν τινα γενομένην τοῦ’ Αριστοτέλους πραγματείαν προθέμενοι, καί τινα πρὸς αὐτὴν εἰπεῖν ἐθελήσαντες, τινὸς τῶν μάλιστα λόγου ἀξίων ἡμᾶς πρὸς τοὖργον ἀνερεθίσαντος καί τινα ἐκθέσθαι σαφήνειαν τοῦ πρώτου τῶν ’ Αριστοτέλους Ἠθικῶν Νικομαχείων ἐντειλαμένου, ὃν οὐκ ἦν παραιτεῖσθαι <διὰ τὸ ἐν πολλοῖς αὐτὸν ἀναγκαίοις εὑρεῖν ἡμᾶς εὖ ἐργασάμενον· ἀθετεῖν δὲ τὸν οὕτω πρὸς ἡμᾶς διακείμενον καὶ παραιτεῖσθαι) τι τῶν δυνατῶν ἐπιτάττοντα ἄγνωμον ἅμα καὶ ἀφ̔ ιλόσ‘)ὁ̣ον. εἰ γὰρ τοὺς εὐεργέτας ἀξιοῦντας παραιτη- σόμεθα, πότε προῖκά τισιν ὠφελείας αἴτιοι φανησόμεθα, ἢ καὶ ἀγνῶτάς τινας ὀνήσομεν, τῆς θείας ἐντολῆς καὶ τοῖς βλάπτουσιν ἀπαιτούσης ἑτοίμους πρὸς ὄνησιν γίνεσθαι, ἵν’ οὕτως εἴη καθ’ αὑτὸ τὸ φιλάνθρωπον κατορθού- κατορθούμενον, ἅτε καὶ πρὸς τὸν αἴτιον φέρον μίμησιν, ὃ καὶ τῆς ἀληθοῦς φιλοσο- φίας οἰκειότατον μάλιστα. πρῶτον τοίνυν ῥητέον, τί διενήνοχεν ἀλλήλων τὰ τρία εἴδη τοὐ πρακτικοῦ, ἔπειτα τί ἐστιν ἕκαστον τούτων, καὶ τρίτον τίς ἡ ἐκ τούτων ἑκάστου τοῖς ἀνθρώποις ἐπιγινομένη ὠφέλεια, ἵνα τήν τε γνῶσιν αὐτῶν ἔχωμεν καὶ προθυμότεροι γινώμεθα πρὸς τὸ ταῦτα μετέρ- χεσθαι. διαφέρουσι τοιγαροῦν ἀλλήλων τὸ ἠθικὸν τὸ οἰκονομικὸν καὶ τὸ 3 δἑ Β : δὴ a 4 ἄμφω Β : ἄμφ’ ω ταῦτα a 5 μετιόντων Β : μετιόντων ἀνθρώπων a 7 φυσικὸν Β: φυσιολογικὸν a 8 ὁ νῦν Β: ὅδε νῦν a 1’) ὃν Β: ὃ a διὰ - πα- ραιτεῖσθι (17) a: om. Β 16 εὖ ἡμᾶς a 22 ἅτε B: om. a Comment. Arist. XX Eustratius in Ethica. πολιτικὸν πρῶτον μὲν κατὰ τὰ ὑποκείμενα, ὅτι τοῦ μὲν καθ’ ἕνα ἄνθρωπον 1r ἡ βελτίωσις, ὥστε καλόν τε καὶ ἀγαθὸν γενέσθαι τοῖς ἐν τῇ ἠθικῇ πραγματείᾳ παραδιδομένοις ἑπόμενον, φρονίμως τε ζῶντα καὶ τὸν οἰκεῖον λόγον ἔχοντα θυμοῦ καὶ ἐπιθυμίας ἐπικρατῆ, μέτρον τε ἐπιτιθέντα τῶν ὁρμῶν αὐτοῖς καὶ μηδαμοῦ συγχωροῦντα τούτοις ὡς ἔτυχε φέρεσθαι, ἵν’ ἐν τοιαύτῃ τις ἕξει καθίσταιτο, ὡς ὅπερ ἄν πράξαι ἕτοιμος εἶναι λόγον ἀποδιδόναι ὀρθόν, καθ’ ὃν αὐτῷ τὸ πεπραγμένον τετέλεσται, κἀν μηδεὶς εἴη ὁ τὸν λόγον ζητῶν, αὐτὸν πρὸς ἑαυτὸν ἀπευθύνεσθαι, ἑαυτὸν ὡς ἔχει κρίνοντα καὶ ἑαυτὸν ἐξετάζοντα, ἵν’ ἐν μηδενί ποτε τοῦ εὖ ἀπολείποιτο, ὡς ἐφ’ ἑκάστου λέγειν τῶν πεπραγμένων ὡς Φωκυλίδης “πῇ παρέβην; τί δ’ ἔρεξα; τί δέ μοι δέον οὐκ ἐτελέσθη;” καὶ κρίσει ὀρθῇ ἑαυτὸν εὑρίσκοντα ἐν ταῖς πράξεσι τοῦ εὖ ἀντεχόμενον χαίρειν ἐν τῇ κατορθώσει τοῦ δέοντος· ὡς τοὐναντίον ἀνιᾶσθαι εἴ ποθ’ ἑαυτοῦ ἐκπεπτωκότος ἐπαίσθοιτο ἢ διὰ τὸ τῶν ὑποκειμένων ἀβέβαιον ἢ διὰ τὸ τῶν ὀρέξεων ὀχληρότατόν τε καὶ βίαιον ἢ διὰ τὸ τοῦ λόγου ἴσως ἐνδόσιμον καὶ πρὸς τὰς ἐνστάσεις μαλακὸν καὶ ὑπόχαυνον ἤ τι τοιοῦτον ἕτερον· ὡς τῆς πρακτικῆς ἁπάσης περὶ ἐνδεχόμενα καταγινομένης καὶ οὐκ ἀναγκαίως ἐχούσης κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὰ τέλη ἑπόμενα. καὶ περὶ μὲν τοῦ ἠθικοῦ ταῦτα· τῷ δὲ οἰκονομικῷ οἰκίαι καὶ οἱ ἐνοικοῦντες τὰ ὑποκείμενα καὶ ὅσα τούτοις συντελεῖ πρὸς σύστασιν ὁμοῦ καὶ τὴν σὺν κατορθώσει συνοίκησιν, ὡς τυγχάνειν τε ἕκαστον ὧν δεῖ κατὰ τὸ ἀνάλογον καὶ μηδένα ἀποστερεῖσθαί τινος ἀνήκοντος κατὰ τὸ μέτρον τοῦ ἤθους ἢ τῆς τάξεως ἢ τῆς ἕξεως <ἢ τῆς ἐνεργείας> ἢ τῆς ὑπούσης φυσικῆς ἐπιτηδειότητος ἢ τῆς πρὸς τὸν δεσπόζοντα εὐνοίας καὶ σχέσεως. πολλὴ γὰρ διαφορὰ καὶ κατὰ ταύτην τοῖς συνοικοῦσιν ἐν τοῖς ἐνύλως τὸ εἶναι ἔχουσιν ἐπικρατούσης τῆς ἑτερότητος. οὐ γὰρ ἑαυτοῦ δεῖ μόνου φροντίζειν ὡς ἔχῃ καλῶς τὸν ἐν οἰκίᾳ ἐξάρχοντα ἀλλὰ καὶ τῶν οἳ αὐτῶ ὑποτίθενται, ὡς πᾶσι πάντα κατὰ τὸ εὖ διατίθεσθαι, καὶ περὶ ποίων οὐχ ἥκιστα, ὡς μηδενὸς τῶν δεόντων οἱ ἐν οἰκίᾳ λειπόμενοι δύναιντο συντηρεῖν τὴν συνοίκησιν. τοσαῦτα καὶ περὶ τοῦ οἰκονομικοῦ· τῷ δέ γε πολιτικῷ πόλις τὸ ὑποκείμενον καὶ οἱ ἐν αὐτῇ κοινωνοῦντες τῆς κατοικήσεως. ἐκ πολλῶν γὰρ οἰκιῶν ἡ πόλις συνέστηκε· καὶ ὥσπερ τὸν οἰκίας ἐξάρχοντα αὐτὸν εἶναι δεῖ πρῶτον καλόν τε τὸν τρόπον καὶ ἀγαθόν, εἶτα καὶ τοὺς συνοίκους εὖ διατίθεσθαι, ψυχῶν τε αὐτῶν καὶ τῶν σωμάτων ἐπιμελόμενον, οὕτω καὶ τὸν πολιτικὸν ἄνδρα καὶ πόλεως προιστάμενον ἕκαστον τῶν προεστώτων ἐν ταῖς οἰκίαις πολίτην χρὴ ποιεῖν ἀγαθὸν ἐννόμως ζῶντα καὶ τοῦ μετὰ λό|γου ζωῆς ἀντεχόμενον, αὐτὸν 1 v ὄντα πρὸ πάντων τοιοῦτον, οἷον αὐτόν τε καθ’ ἑαυτὸν ταῖς παντοίαις ἀρε- 1 τοῦ Β: τῷ a 2 γενέσθαι Β: γίνεσθαι a 5 μηδαμοῦ Β: μηδαμῶς a 6 ὅπερ B: ἅπερ a πράξαι scripsi: πράξῃ Ba 7 κἄν B: ἡ ἄν a εἴη B: ᾖ a 10 Φωκυλίδης] immo Pythagoras carm. aur. 42 cf. Nauck in Iamblichi V. P. p. 222 11 τί δέμοι τίμοι a 13 ἐκπεπτωκότος a: ἐκπεπτωκότα Β 15 βίαιον B βέβαιον a 21 δεῖ B: δὴ a 22. 23 ἡ τῆς ἐνεργείας a: om. B 26 μόνου B: μόνον a ol συνέστηκε B: συνίσταται a 35 τῶν παρεστώτων ἐν ταῖς οἰκείαις πολιτείαις a ταῖς καλλυνόμενον καὶ ἀγαθυνόμενον καὶ ἱκανὸν εἰσέτι καὶ τοῖς πολιτευομένοις 1v μένοις μεταδιδόναι τῆς ἀγαθότητος, παντοίως κηδόμενον πολιτῶν τε ἅμα καὶ πόλεως ἢ καὶ πόλεων, εἰ πλειόνων τύχοι κρατῶν, εἰδότα καλῶς ὡς ἕκαστος ἄρχων πλειόνων ὁμοφυῶν ἐπίσης ἑαυτῷ φροντίζειν τῶν ὑπὸ χεῖρα ὀφειλέτης ἐστίν, οὐχ ἵνα τῶν ἴσων ἐκείνῳ ἢ ἀλλήλοις ἁπλῶς τυγχάνοιεν ἅπαντες ἀλλ’ ἢ κατὰ τὸ ἀνάλογον. οὕτω γὰρ αἱ πόλεις συνίστανται, τοῦ αὐτῷ ἀνήκοντος ἑκάστου τυγχάνοντος. αἱ γὰρ ἀποστερήσεις τῶν ἀνηκόντων ἀδίκους μὲν τῶν πόλεων <τοὺς> προεστῶτας ἐλέγχουσι, ῥαθύμους δὲ περὶ καλὰ <τοὺς> ὑποκειμένους διατιθέασι, τὰς δὲ πόλεις ἐχούσας κακῶς τοιοῦτον γὰρ καὶ τὸ Εὐριπίδειον “ἐν τούτῳ γὰρ πάσχουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον”. τέτταρα δὲ πάντα τῆς πολιτείας τὰ μέρη νομοθετικὴ καὶ δικαστική, γυμναστικὴ καὶ ἰατρική. ἐπεὶ γὰρ ἐκ ψυχῆς καὶ σώματος συνέστηκεν ἄνθρωπος ὢν τῶν πολιτῶν ἕκαστος, δεῖ μεθόδους εἶναι πρὸς ἄμφω, δι’ ὧν τῶν μερῶν ἑκατέρων τὸ κατὰ φύσιν καὶ βέλτιον ἢ παρὸν συντηρηθήσεται ἡ ἀπογενόμενον ἐπανακληθήσεται. νομοθετικὴ μὲν δὴ τὰς ψυχὰς κατὰ φύσιν ἐχούσας συντηρεῖ ἐν τῷ ἀγαθῷ, τοῖς ὀρθῶς κειμένοις νόμοις μέτρῳ καὶ κανόνι χρωμένας καὶ κατ’ αὐτοὺς πολιτευομένας. ὁπηνίκα δέ τι διὰ ῥαθυμίαν παρασφαλεῖεν ἢ διά τινα προπέτειαν, ἡ δικαστικὴ ἐφίσταται εὐθύνας τε ἀπαιτοῦσα καὶ διορθουμένη τὰς ἐκτροπάς. οὕτω δὴ κἀπὶ τῶν σωμάτων· κατὰ φύσιν μὲν ὄντων καὶ ἐν ὑγείᾳ διακειμένων γυμναστικὴ προιστᾶται, διὰ τῶν καταλλήλων ἑκάστῳ καὶ συμμέτρων γυμνασίων καὶ διαιτημάτων συντηροῦσα τὸ κατὰ φύσιν αὐτοῖς, ἐπὶ τὸ παρὰ φύσιν δ’ ἐκπεπτωκότων διὰ τὸ τῆς ὕλης ἀβέβαιον ἰατρικὴ παραγίνεται τῇ φύσει ἐπικουροῦσα καὶ ἐφ’ ὑγείαν ὡς ἐνὸν ἀνακαλουμένη τὰ ταύτης ἐκτραπέντα σώματα. ἔστι δὲ ἠθικὸν μὲν εἶδος φιλοσοφίας πρακτικῆς <περὶ κατόρθωσιν ἠθῶν ἀνθρώπου καταγινόμενον οἰκονομικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆς περὶ σύστασιν οἴκου καὶ τῶν ἐν αὐτῷ συνοικούντων παντοίαν περιποίησιν τὴν σκέψιν ποιούμενον, πολιτικὸν δὲ εἶδος φιλοσοφίας πρακτικῆς> περὶ πόλεως καὶ πολιτευομένων σύστασίν τε καὶ εὐνομίαν τὴν ἀσχολίαν ἐνδεικνύμενον. ἐκ δὴ τούτων φανερὸν καὶ τί τούτων ἕκαστον ἐν τῷ βίῳ τοὺς ἀνθρώπους ὀνίνησι τὸ ἀγαθὸν κατορθοῦν τὸ μὲν ἑκάστῳ τῶν ἀνθρώπων, τὸ δὲ κοινῶς τοῖς συνοικοῦσιν ἐν τῷ αὐτῷ, τὸ δὲ ἔτι κοινότερον ἐν πόλει ἢ πόλεσιν ἢ καὶ ἔθνει ὅλῳ, ἴσως δέ γε καὶ ἔθνεσιν, εἰ πλείω ποτὲ εἴη ὑπὸ ἑνὸς ἄρχοντος ἐπικράτειαν. καὶ παραδείγματα τούτων πολλά 25 τις εὑρήσει τὰς βίβλους μετιὼν τάς τε καθ’ ἡμᾶς καὶ τὰς θύραθεν. πολλοὶ γὰρ ἀγαθοὶ παρά τε βαρβάροις καὶ Ἕλλησι <καὶ ὡς> καθ’ ἑαυτοὺς ὀρθῶς ζήσαντες καὶ ὡς μεθ’ ἑτέρων ἐν οἴκοις καὶ ὡς ἐν ἔθνεσί τε καὶ 6 ἀλλ’ ἡ B: ἀλλ’ ἶνα a 8 et 9 τοὺς a: om. Β 10 Εὐριπίδειον] Hecub. 306 sqq., ubi pro πάσχουσιν legitur κάμνουσιν 12 an τῆς πολιτικῆς? 14 δεῖ καὶ μεθόδους a 15 ἑκατέρων ἑκατέρῳ a, fortasse lecte 18 αὐτοὺς a: αὐτὰς B 21 ὅντων ἐχόντων a 23 αὐτοῖς a: αὐτῶ Β 26 ἠθικὸν Β: ἠθικὴ a 26 27 περὶ κατόρθωσιν ἠθῶν—φιλοσοφίας πρακτικῆς (29) ex libiis interpolatis inserui: om. Ba 37 καὶ ὡς a: lacuna Β πόλεσι. καὶ τοὺς μὲν καθ’ ἕκαστον περιττὸν καὶ ἀπαριθμεῖσθαι· ἄπειροι 1v γὰρ ὡς εἰπεῖν βίοι ἀνδρῶν εἰς μίμησιν ἐκτεθειμένοι εὑρίσκονται εὐαρέστως θεῷ ζησάντων καὶ κατορθωσάντων τὰ κράτιστα· Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἔτι δὲ καὶ Ἰὼβ οἰκονομίας ἀρίστης ἔστωσαν εἰς παράδειγμα, καλῶς ἑαυτούς τε καὶ τὰ περὶ αὑτοὺς διαθέμενοι. Μώσης δὲ πολιτικῆς ὡς εἰπεῖν ὑπόδειγμα πρώτιστον, μετὰ δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ πολλοὶ παρ’ Ἑβραίοις ἕτεροι, εἰ βούλει δὲ καὶ Σόλων παρ’ Ἕλλησιν. ἀλλὰ περὶ μὲν τούτων ἅλις. ἐπεὶ δὲ νῦν ὁ λόγος ἡμῖν περὶ τῶν Νικομαχείων Ἠθικῶν καὶ τούτων τοῦ πρώτου, οὗ καὶ τὴν ἐξήγησιν ἀπῃτήμεθα, ἐροῦμεν ἤδη τίς ὁ σκοπὸς τοῦ Ἀριστοτέλους ἐν τούτῳ. κοινῶς μὲν οὖν ἐν τοῖς δέκα βιβλίοις περὶ τῶν ἠθικῶν ἀρετῶν διδάξαι πασῶν προέθετο καὶ τεχνικῶς παραδοῦναι περὶ αὐτῶν, ὡς ἂν τοῖς παραδεδομένοις κανόσι χρώμενοι καὶ τούτοις πράξεις ἅμα καὶ λόγους παραμετροῦντες καλῶς καὶ ἀπταίστως ὅσον ἐνδέχεται τὸν οἰκεῖον βίον διεξάγοιμέν τε καὶ διευθύνοιμεν. διὰ τοῦτο καὶ Ἠθικὰ ἐπιγέγραπται ὡς πρὸς βελτίωσιν τῶν ἠθῶν συμβαλλόμενα, ἢ ὡς αὐτὸ τοῦτο παραδιδόντα, πῶς ἄν τις ἀγαθὸς ἀποβαίη τοῖς ἤθεσιν ἀσκῶν δεόντως ἅμα πράξεις καὶ λόγους, Νικομάχεια δέ, διότι πρός τινα Νικόμαχον ἐκπεφώνηται, εἴτε τὸν υἱὸν αὐτοῦ τοῦ Ἀριστοτέλους, ὃς οὕτως ἐκέκλητο, κλητο, εἴτε πρός τινα ἕτερον οὕτως ὀνομαζόμενον· ὥσπερ καὶ Εὐδήμεια ἐκδέδωκεν ἕτερα πρός τινα Εὔδημον ἐκτεθειμένα τὴν αὐτὴν τούτοις ἔχοντα δύναμιν. ἠθικὰ δὲ ὀνομάζονται ἀπὸ τοῦ ἔθους κατὰ τροπὴν τοῦ ἕ εἰς ἡ ὅτι δεῖ ἐθίσαντα ἕκαστον αὑτὸν ἐν ταῖς ἐπαινεταῖς ἐνεργείαις καὶ πράξεσιν οὕτως ἐν ἕξει γενέσθαι τῶν καλῶν καὶ δικαίων καὶ ἄνδρα καταστῆναι ἀγαθόν τε καὶ ἀξιέπαινον. καὶ κοινὸς μὲν οὗτος ἐν τοῖς ἠθικοῖς ὁ σκοπός· ἐν δὲ τῷ πρώτῳ βιβλίῳ τῆς πραγματείας περὶ τοῦ τέλους ζητεῖ πρὸς ὃ αἱ ἀρεταὶ φέρουσι κατορθούμεναι, ὅπερ εὐδαιμονία παρὰ τοῖς πάλαι σοφοῖς ὀνομάζεται. τοῦτο δέ ἐστι καὶ τὸ τέλος τῆς ἀνθρωπίνης ζωῆς, οὗ ἕνεκα ὁ ἄνθρωπος ἐν τῷ παρόντι κόσμῳ παράγεται. ἔστι δὲ τοῦτο ἐξ ἀρχῆς μὲν μετριοπάθεια, τὸ ἀγριαῖνον καὶ ἄμετρον τῶν συνεζευγμένων ἡμῖν ἀλόγων παθῶν καταστέλλουσα καὶ ὡς ἀρχηγῷ τῷ λόγῳ ἄγεσθαί τε καὶ φέρεσθαι πείθουσα, τελευταῖον δὲ καταντᾷ εἰς ἀπάθειαν, ὅπερ μακαριότης παρ’ ἡμῖν λέγεται. δεῖ γὰρ τὸν ζητοῦντα τὸ τέλειον μέχρι τῆς τελευταίας σπεῦσαι νεκρώσεως τῶν ἀλόγων δυνάμεων, ὡς μόνον τὸν λόγον ἐνεργεῖν ἐν αὐτῷ ὑπὸ τῆς ἀλογίας μηδαμῇ ἐνοχλούμενον, οὗ γενομένου ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ τῆς συνεχοῦς καὶ ἀδιακόπου ἐνεργείας τοῦ λόγου εἰς νοῦν ἄνεισι καὶ νοοειδὴς γίνεται ἤτοι νοῦς κατὰ μέθεξιν, εἶτα δὲ καὶ θεοειδὴς ὡς θεῷ ἑνωθεῖσα κατὰ τὸ ἐν αὐτῇ ἐγκείμενον ἕν, ὅπερ | ἄνθος 2r τοῦ νοῦ ὁ μέγας ὠνόμασε Διονύσιος. ζητεῖ τοίνυν ὁ Ἀριστοτέλης πρῶτον μὲν εἰ ἔστι τέλος τῶν πρακτῶν, πρὸς ὃ πρᾶξις ἀνθρώπου σπουδαίου ἀπευθύνεται νεται ἅπασα, ἔπειτα τί ἐστι τοῦτο καὶ ἑξῆς τὰ λοιπὰ προβλήματα. τίνος 3 δὲ B: om. a 31 καταντᾶν a 32 λέγεται Β: ὀνομάζεται a 34 μηδαμῇ Β: μηδαμῶς a 36 ἄνεισι libri interpolati: om. Ba ’18 Διονύσιος] cf. S. Maximum in Dionys. ep. IX (Patrol, Gr. IV 506 Migne) δὲ ἕνεκα πρὸ τῶν ἀρετῶν περὶ τοῦ τέλους ζητεῖ; καίτοι πρὸς τέλος αἱ 2r ἀρεταὶ καὶ πρὸς ἐκεῖνο αἰ πράξεις αἱ κατ’ αὐτὰς ἀπευθύνονται καὶ ἔδει περὶ τούτων πρῶτον εἰπεῖν, εἶτ’ ἐπὶ ταύταις τὸν περὶ ἐκείνου λόγον ἐπαγαγεῖν. ἀλλ’ ἐπειδήπερ αἱ ἀραὶ πόνῳ κτᾶσθαι πεφύκασιν, ἔδει πρότερον ὁποσονοῦν εἰδέναι περὶ τοῦ τέλους καὶ τί τὸ ἐκ τῶν πόνου ἐσόμενον ἀγαθόν, ὡς ἄν προθυμότεροι πρὸς τὸ τληπαθεῖν γενησόμεθα τῆς οἰκείας ἐφιέμενοι τελειώσεως, ἔτι δὲ καὶ ἵνα σκοπὸν ἔχωμεν πρὸς ὃν ἀποβλέποντες καὶ ὥσπερ τινὰ βέλη τὰς πράξεις βάλλοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος, καθὼς καὶ αὐτὸς ἔφησεν. ἐνταῦθα μὲν οὖν ὁλοσχερέστερον περὶ αὐτῶν παραδίδωσιν, ὕστερον δὲ καθαρώτερόν τε καὶ ἀκριβέστερον ἐπὶ τὸ ἀκριβέστερον παριστῶν τὴν περὶ τῆς εὐδαιμονίας διάρθρωσιν ἐν τῷ δεκάτῳ τῆς παρούσης πραγματείας. εὐδαιμονία δὲ ἡ ἀνθρώπου τελειότης ὠνόμασται παρὰ τὸ εὖ ἔχειν τὸν δαίμονα τοῦ ἐν τελειότητι γενομένου ἀνδρός. δαίμονα μονα δὲ ἐκάλουν ἐν ἡμῖν οἱ παλαιοὶ τὸ νοερὸν τῆς ψυχῆς, καθά φησι καὶ Πλούταρχος ὁ Χαιρωνεὺς ἐν τῷ λόγῳ ᾧ ἐπιγέγραπται Περὶ τοῦ Σωκράτους δαιμονίου· λέγει γὰρ ἐκεῖσε μηδὲν ἄλλο δηλοῦν τὸ Σωκράτους δαιμόνιον ἢ τὸν νοῦν τοῦ σοφοῦ, ὃς καθαρὸς ὢν καὶ ἀκριβὴς περὶ τὸ διακρίνειν τὰ πράγματα ἠδύνατο καὶ ἐκ προφάσεων μικρῶν γιγνώσκειν τὰ συμβήσεσθαι μέλλοντα. περὶ μὲν δὴ τούτων εἰρήσθω τοσαῦτα· ἤδη δὲ τῶν Ἀριστοτέλους ἀρχώμεθα ῥήσεων πρὸς σαφήνειαν τούτων ὁρμώμενοι καὶ τὸν αἴτιον παντὸς ἀγαθοῦ κἀν τούτοις ὡς κἀν τοῖς ἄλλοις ἅπασιν ἐπιβοώμενοι γενέσθαι συλλήπτορα.
Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.
Συνήθως ὁ Ἀριστοτέλης Ἀριστοτέλης τὸ καθόλου προτάττει καὶ τῆς παρούσης διδασκαλίας. πολλαχοῦ γὰρ τῶν οἰκείων ἀρχόμενος πραγματειῶν τοῦτο ποιῶν εὕρηται· ἔν τε γὰρ τῇ Ἀποδεικτικῇ “πᾶσα” φησὶ φησὶ “διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προὑπαρχούσης γίνεται γνώσεως”, κἀν τῇ Φυσικῇ Ἀκροάσει “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τῶν ταῦτα γνωρίζειν”, κἀν τοῖς Μετὰ τὰ φυσικὰ τὸ αὐτὸ ‘‘πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει”· ἐπεὶ οὖν πρόκειται αὐτῷ περὶ τοῦ ἀνθρωπίνου τέλους ζητῆσαι, εἰ ἔστι τι ἀγαθὸν οἰκεῖον τῆς ἀνθρώπου φύσεως, οὗ ἕνεκεν ὁ ἄνθρωπος τὴν ὕπαρξιν ἔσχηκε καὶ δι’ οὗ πρὸς τὸ κοινὸν πᾶσι τοῖς οὖσιν ἀγαθὸν ἀναφέρεται καὶ τί τοῦτό ἐστι, καὶ ἑξῆς ἐκτίθεται κατ’ εἶδος πᾶσαν ἕξιν καὶ πρᾶξιν ἀνθρωπίνην, οἷον τέχνην καὶ μέθοδον καὶ πρᾶξιν 4 ἐπειδήπερ Β: ἐπειδὴ a πόνῳ αἱ ἀρεταὶ a 9 αὐτὸς ἔφησεν] Eth. Nicom. I 1 p. 1094a23 ὁλωσχερέστερον Β: corr. a 15 Πλούταρχος] de gen. Socrat. c. 20 p. 588 e ἐκεῖσε Β: ἐκεῖ a 18 γινώσκειν καὶ τὰ a 23 δὲ καὶ Ba et Arist. codd. HaMbNbOb: δὲ Arist. vulg. 25. 26 τῆς προύσης διδασκαλίας B: ἐν τῇ παρούσῃ διδασκαλίᾳ a 27 φησὶ] Analyt. Poster. I init. καὶ προαίρεσιν, ἵνα τούτων φανεισῶν ὡς ἑκάστη τέλος ἔχει τι, οὗ ἐφίεται 2r καὶ δι’ ὃ συνέστηκεν, εἴη δῆλον ὅτι καὶ ἁπλῶς ὁ ἄνθρωπος ἔχει τι τέλος οἰκεῖον οὗ ἕνεκα γέγονε καὶ τοῖς οὖσι συντέτακται. καὶ δεῖ πρὸς ἐκεῖνο πᾶσαν αὐτὸν τὴν ἑαυτοῦ ἀπευθύνειν ἐνέργειαν, ὡς ἄν τῆς οἰκείας ἐφίκηται τελειότητος. ἔστι μὲν γὰρ κοινὸν ἀγαθόν, οὗ πάντα ἐφίεται καὶ δι’ ὃ πάντα ἐστὶν ὁμοῦ, τά τε ταπεινότερα τά τε ὑψηλότερα. ἀλλ’ ὅσα μέν ἐστιν ἐγγυτάτω ἐκείνου, δι’ ἐκεῖνό τε ἀπλῶς γέγονε κἀκείνου ἀμέσως ἀπολαύει· τοῦτο δέ ἐστιν ὁ θεός, ἐξ οὗ τὰ πάντα καὶ δι’ ὃ καὶ εἰς ὅ· ὅσα δὲ μὴ μετ’ ἐκεῖνο εὐθύς, ἔχει τι ἕκαστον οἰκεῖον αὐτῷ καὶ προσεχὲς ἀγαθόν, δι’ οὗ μέσου ἀναφέρεται πρὸς ἐκεῖνο. ἡμᾶς τοίνυν ἀνθρώπους ὄντας δεῖ ζητεῖν τί τέ ἐστι καὶ ὁποῖον τὸ ἀνθρώπινον ἀγαθόν, ὡς ἄν πρὸς τοῦτο ζῶντες καὶ τοῦτο εὑρίσκοντες καὶ τούτου ἐπιτυγχάνοντες δι’ αὐτοῦ καὶ πρὸς τὸ κοινὸν τοῖς ἅπασιν ἀγαθὸν καὶ πρῶτον ἀναφερώμεθα. κατ’ εἰκόνα γὰρ θεοῦ πεπλάσμεθα καὶ ὁμοίωσιν, καὶ ἀνάγκη ἑαυτοὺς ἀποξέειν πρὸς τὸ ἀρχέτυπον, τὸ περὶ φύσιν ἅπαν ἀνακαθαίροντας καὶ τὴν ὑλικὴν ἀλογίαν ἀποτινάσσοντας καὶ τὴν πρὸς τὸ θνητοειδὲς σῶμα σχέσιν ἀποδιώκοντας καὶ τὴν οἰκείαν ἑαυτοῖς εὐζωΐαν ἐπισυνάγοντας, εἴπερ ἡμῖν μέλει τῷ ἀναιτίῳ αἰτίῳ ἐπισυνάπτεσθαι. οὕτω γὰρ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἔφησεν “οὐδεὶς” λέγων “εἰσέρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ”, ὡς μὴ ἐνὸν ὅλως τὴν πρὸς τὸν πατέρα εὑρέσθαι οἰκείωσιν εἰ μὴ τὸν ἐν ἡμῖν λόγον πράξεσιν ἀγαθαῖς καὶ θεωρίαις ἀπλανέσι κοσμήσαντες τὸ κατ’ εἰκόνα εὖ διαθήσομεν, καὶ ὅπερ εἶναι λέγεται ἀληθεῦον ἀπεργασόμεθα καὶ οὕτως τῇ ἀπαραλλάκτῳ εἰκόνι τοῦ πατρὸς ὡς ἐνὸν ὁμοιούμενοι καὶ τὴν πρὸς αὐτὸν τὸν πατέρα ὁμοίωσιν ἕξομεν, ἄξιοι καὶ τῆς τοῦ πρώτου λόγου θεωρίας καὶ τῆς τοῦ πατρὸς δι’ αὐτοῦ γενόμενοι.
Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος. τί μέν ἐστι τέχνη, οὐδεὶς ὅλως λόγου μετειληφὼς ἀγνοεῖ, ὅτι σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμενων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. καὶ αὐτὸς γὰρ ὁ ὁρισμὸς παρί- στησι τὴν τέχνην τέλος ἔχουσαν ἀγαθόν τι. τοῦτο δὲ πρὸς τὸν ἀνθρώπινον βίον εὔχρηστον καὶ ὠφέλιμον· ταπεινὸν μὲν δὴ τὸ οἰκεῖον τῆς τέχνης ἀγαθόν, ὅτι τῷ κατ’ αἴσθησιν βίῳ ὑπάρχει ὠφέλιμον, πλὴν οἰκεῖον αὐτῇ καὶ δι’ ἑαυτοῦ πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρον ὡς ἔνεστι, καὶ διὰ τοῦτο μὴ μικρῷ μέρει τῇ ἀνθρωπίνῃ συντελοῦν φύσει πρὸς τὴν οἰκείαν τελείωσιν. δεῖ γὰρ μὴ ἄχρηστον ἑαυτῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀνεπιτήδευτον μένοντα καὶ τοῖς χείροσι καὶ ἀχρήστοις τῶν ἀλόγων ἐξομοιούμενον, ἀλλ’ ἑαυτῷ τε καὶ ἄλλοις διὰ τῆς τέχνης τὰ χρήσιμα κατορθοῦν. ἔτι δὲ καὶ μέρη σοφίας αἱ τέχναι, ὡς τὴν φύσιν μιμούμεναι καὶ ὕλαις χρώμεναι καὶ ταύταις εἴδη περιτιθέμεναι, ὡς καὶ διὰ τοῦτο μὴ δεῖν αὐτὰς τὸν φιλόσοφον ἀποπέμπεσθαι· ἔπειτα καὶ σώματι πολυπαθεῖ καὶ πολυμεταβόλῳ συνδεδεμένος ὁ 2v 1 τι Β: om. a 2 εἴη Β: ἦ a 5 τὸ κοινὸν ἀγαθόν a 9 αὐτῷ Ba: an αὑτῷ? 12 καὶ (post αὐτοῦ) om. a 13 κατ’ εἰκόνα θεοῦ Genes. 1,27 18 ἐπισυνάπτεσθαι B: συνάπτεσθαι a 19 Evang. sec. lohann. 14,6, ubi ἔρχεται pro εἰσέρχεται 22 διαθήσμεν a 23 παραλλάκτῳ a 32 ἑαυτοῦ Β: αὐτοῦ a ἄνθρωπος δεῖται καὶ πολλῶν τῶν ἔξωθεν εἰς βοήθειαν, ἵνα πρὸς τῷ ζῆν 2v ἁπλῶς καὶ τὸ εὖ ζῆν ἀνεμποδίστως αὐτῷ περιγίνοιτο καὶ μὴ διὰ τὴν τῶν χρησίμων ἔνδειαν ἀνακόπτοιτο. εἰ μὲν οὖν τῶν μειζόνων θεωρημάτων αὐτὸς ἐχόμενος οὐκ ἔχει καὶ πρὸς τὰ ἐλάττω καὶ τὰ πρὸς περιποίησιν σώματος καταφέρεσθαι, ὑπηρετήσουσιν αἰ τέχναι αὐτῷ, ὅσαι τὰ τοῖς ἀνθρωπίνοις σώμασιν ἐργάζονται χρήσιμα, ὠφελουμένων τῶν χειρωνακτούντων παρ’ αὐτοῦ πρὸς τὰ τελεώτερα. ταῦτα δὲ λέγω πρὸς τὸ κατὰ φύσιν ἀποβλέπων καὶ τὸ ταῖς τῶν πόλεων εὐνομουμέναις ἁρμοδιώτατον καί, ὥς τις ἄν εἴποι, κοινωνικοῖς ἀνθρώποις καὶ πολιτικοῖς οἰκειότατον. εἰ δ’ ὀρειβατεῖν ἴσως αἱροῖτο καὶ ἐρημοπολεῖν βίον ἑλόμενος τὸν θειότερον καὶ τῇ θείᾳ προνοίᾳ καὶ μονῇ πᾶν τὸ ἑαυτοῦ ἀναθέμενος, ἢ οὐδὲν ἢ πάνυ βραχὺ τέχνης ὑπουργούσης δεήσεται· ταῦτα μὲν δὴ περὶ τέχνης λέγουσι παρεκβατικώτερον εἴρηται. μέθοδος δέ ἐστιν ἕξις ὁδοποιητικὴ μετὰ λόγου· ὥσπερ γὰρ ὁδοῦ τις κατὰ τὴν τοῦ λόγου ἀκολουθίαν ἐχόμενος ὡς εἴς τι κατάλυμα τὴν τοῦ ζητουμένου ἀγούσης εὕρεσιν οὕτω πρόεισιν ἀγαθὸν τέλος ἑαυτῷ προτιθέμενος τὴν τῆς ἀληθείας κατάληψιν, ὑφ’ ἧς ἡ ψυχὴ κοσμουμενη ταῖς κατὰ μέρος τῶν ὄντων εὑρέσεσι τὴν οἰκείαν ἀπολαμβάνει κατὰ θεωρίαν τελείωσιν. ἀλλὰ τί δήποτε περὶ τέχνης καὶ μεθόδου εἰπὼν ὡς ἐφιεμένων τοὐ ἀγαθοῦ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε; πότερον ὡς οὐχὶ καὶ αὐτῆς ἐφιεμένης τοῦ ἀγαθοῦ; καὶ μὴν ὅσον ἀκριβεστέρα τῆς τέχνης ἡ ἐπιστήμη, τοσοῦτον ἂν εἴη καὶ μᾶλλον τοῦ ἀγαθοῦ ἐφιεμένη καὶ ἀπολαύουσα. ἴσως μὲν οὖν καὶ δήλου ὄντος, ὡς εἰ ἡ ἐλάττων εἰς κατάληψιν τοῦ ἀληθοῦς τοῦ ἀγαθοῦ ἐφίεται καὶ τούτου τυγχάνει κατὰ τὴν ἔφεσιν, πολλῷ μᾶλλον ἡ μείζων τε καὶ ἀκροβεστέρα· ἔπειτα καὶ ἐκ τοῦ εἰπεῖν τὴν μέθοδον δῆλός ἐστι παριστῶν καὶ τὴν ἐπιστήμην. αἰ γὰρ ἄγουσαι μέθοδοι πρὸς βεβαίαν τῆς ἀληθείας κατάληψιν καὶ ὑπὸ λόγου παντὸς ἀμετάπειστον ἐπιστημονικαὶ πάντως εἰσίν. εἰ δὲ βούλει καὶ τρίτον· δύο γὰρ τὰ τέλη τοῦ ἀνθρώπου, δι’ ὧν πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρεται, ἀπάθεια καὶ ἀλήθεια, ὧν τὸ μὲν πρακτόν, τὸ δὲ θεωρητόν ἐστιν. ἐπεὶ δὲ νῦν περὶ τοῦ πρακτοῦ ἀγαθοῦ ὁ λόγος αὐτῷ, ἡ δὲ ἐπιστήμη περὶ τὸ θεωρητὸν καταγίνεται, διὰ τοῦτο ἐνταυθοῖ τῆς ἐπιστήμης οὐκ ἐμνημόνευσε. τέχναι γὰρ καὶ μέθοδοί εἰσι καὶ πρακτικαὶ καὶ θεωρητικαί, ἐπιστῆμαι δὲ πάσαι θεωρητικαί. πρᾶξις δέ ἐστιν ἡ κατὰ προαίρεσιν ἀνθρώπου ἐνέργεια. προαίρεσις ἰὲ ἡ δυοῖν προκειμένοιν κρίσις ἀνθρώπου, τόδε προτιθεῖσα πρὸ τοῦδε καθ’ ὁρμήν τε καὶ ὄρεξιν. τὸ δοκεῖ δὲ εἶπεν ὡς κοινῶς λεγόμενον ἐπί τε τοῦ ἀληθοῦς καὶ τοῦ φαινομένου. ἡ μὲν γὰρ ἔφεσις τοῦ ἀγαθοῦ ἐστιν, οὐ πάντως δὲ πρὸς τὸ ἀληθῶς ἀγαθὸν τείνεται, ἀλλ’ ἔστιν οὗ καὶ πλάνη περὶ αὐτὴν γίνεται, ὡς εἶναι ἁπλῶς μὲν τοῦ ἀγαθοῦ τὴν ἔφεσιν, ἀλλ’ ἢ μετὰ πλάνης τινός. πᾶσι γοῦν οὕτω δοκεῖ, ὡς πᾶσαν ἔφεσιν πρὸς τὸ ἀγαθὸν 22 καὶ δήλου B: ὡς δήλου a 29 πρακτόν Β: πρακτικόν a θεωρητόν Β: θεωρητικόν τικόν a 30 πρακτοῦ B: πρακτικοῦ a αὐτῶ B: ἐστίν a θεωρητὸν B: θεωρητικὸν a 32 καὶ πρακτικαὶ ex libris interpol. addidi: om. Ba 35 ὄρεξιν libri interpolati: ἕξιν Ba ἀποτείνεσθαι. τὸ δὲ τινὸς προσέθηκεν ὅτι ἓν τὸ ἁπλῶς καὶ μὴ κατά 2v τινα μετοχὴν ἀγαθόν, τῶν δ’ ἄλλων ἕκαστον πῇ ἀγαθόν, ὡς ἐκείνου μετεσχηκὸς καὶ ἐν συνθέσει τινὶ θεωρούμενον, διὰ τοῦτο οὐχ ἁπλῶς ἀλλὰ τὶ ἀγαθόν. τῶν δὲ κατὰ μέρος τεχνῶν καὶ μεθόδων καὶ πράξεων ἑκάστη καὶ προαιρέσεων οἰκείου ἀγαθοῦ τινος ἐφίεται προσεχῶς καὶ διὰ μέσου ἐκείνου πρὸς τὸ κοινὸν ἄνεισι. τοίνυν ἐπεξελθὼν πᾶσαν ἔξιν ἀνθρώπου καὶ ἐνέργειαν ὅτι πᾶσα τοῦ ἀγαθοῦ ἐφίεται, ἐπαινεῖ τοὺς τὸ ἀγαθὸν ὑπογράψαντας ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν εἶναι οὗ πάντα ἐφίεται, ὥσπερ ἐξ ἐπαγωγῆς τινος πρότερον τὴν ὑπογραφὴν πιστωσάμενος. ὅτι δὲ οὐχ ὅρος τὸ εἰρημένον ἐστὶν ἀλλ’ ὑπογραφή, δῆλον ἐκ τοῦ ληφθῆναι ἐκ τῶν ὑστέρων. τοῦ γὰρ κοινοῦ ἐφετοῦ πάντα τὰ ἐφιέμενα ὕστερα, ὅτι καὶ ἐξ ἐκείνου πάντα καὶ ἐκεῖνο τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον. εἰ μή τι δὲ δοκεῖ περιττόν, ῥητέον τι καὶ περὶ τῆς τάξεως, διὰ τί τέχνην μὲν καὶ μέθοδον τῆς πράξεως προέταξε καὶ τῆς προαιρέσεως, αὖθις δὲ τέχνην μὲν μεθόδου, πρᾶξιν δὲ προαιρέσεως. ἢ τάχα διότι ἡ τέχνη καὶ ἡ μέθοδος λόγον καὶ θεωρίαν εἰσάγουσι, καὶ δεῖ τοῖς ἀνθρώποις λογικοῖς οὖσι καὶ ἐν λόγῳ μάλιστα τὸ τέλειον ἔχουσι λόγον ἔχειν καὶ θεωρίαν ἁπανταχοῦ τῶν πράξεων ἡγούμενα καὶ τῶν προαιρέσεων, ἐπεὶ καὶ οὕτως μόνως ἔσται τοῖς κατὰ πρᾶξίν τε καὶ προαίρεσιν ἡ κατόρθωσις, λόγου προηγουμένου καὶ φῶς αὐτοῖς τῆς τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ γνώσεως ὑπανάπτοντος. τέχνη δὲ προτέτακται μεθό δοῦ καὶ πρᾶξις προαιρέσεως κατὰ τὴν τοῦ Ἀριστοτέλους συνήθειαν τὴν φύσιν μιμουμένου, ἀπὸ τῶν ἀτελεστέρων ὡς ἐπίπαν ἀρχομένην ἐν ταῖς γενέσεσι καὶ προβαίνουσαν οὕτως ἐπὶ τὰ τελεώτερα. τελειοτέρα δὲ καὶ κοινοτέρα τῆς τέχνης ἡ μέθοδος, κυριωτέρα δὲ καὶ αἰτιωτέρα προαίρεσις πράξεως. πρότερον γὰρ προαιρούμεθα τόδε τοῦδε τῶν πρακτέων προκρίνοντες καὶ οὕτως ἐπὶ τὴν πρᾶξιν ἐρχόμεθα.
Διαφορὰ δέ τις φαίνεται τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρὰ ταύτας ἔργα τινά.
Ἁρμοδίως μὲν τῷ προκειμένῳ σκοπῷ παρέλαβεν εὐθὺς ἐξ ἀρχῆς τὰ κατὰ μόνον τὸν ἄνθρωπον τοῦ ἀγαθοῦ ἐφιέμενα μόνου γὰρ ἀνθρώπου τέχνη καὶ ἐπιστήμη, πρᾶξίς τε καὶ προαίρεσις), ἐπεὶ καὶ περὶ τοῦ ἀνθρωπίνου τέλους καὶ ἀγαθοῦ ἡ προκειμένη σκέψις· οἰκείως δὲ καὶ νῦν τὴν διαφορὰν παραδίδωσι τῶν τελῶν. τῶν γὰρ τεχνῶν φησι καὶ μεθόδων διττὴ φαίνεται τῶν τελῶν ἡ διαφορά, ὡς τὰ μὲν εἶναι τούτων ἐνεργείας τὰ δὲ ἔργα· ἔργα δέ φησι τὰ ἀποτελέσματα, ἃ καὶ τῶν ἐνεργειῶν παυομένων μένει τε καὶ ὑφίσταται, οἷον τοῦ μὲν μουσικοῦ ἐνεργοῦντος κατὰ μὲν μουσικὴν ἤτοι ᾄδοντος ἢ τῷ κατὰ μουσικὴν χρωμένου ὀργάνῳ καὶ ἐνεργοῦντος δι’ αὐτοῦ εἶτα παυσαμένου οὐδὲν ἔργον αὐτοῦ ὑπολείπεται, τέκτονος δὲ τὰ τῆς τέκτονικῆς 3r καὶ ἐνεργοῦντος καὶ παυομένου ἔργον τι παρὰ τὴν ἐνέργειαν ὑφε- 3 τὶ Β: τινὶ a 6 ἐπεξελθὼν τοίνυν a στηκὸς ὑπολείπεται, θρόνος ἢ τράπεζα τυχόν. τοῦ μὲν γὰρ μουσικοῦ τέλος 3r τὸ ᾆσαι ἐμμελῶς ἢ τῷ ὀργάνῳ χρήσασθαι ἐναρμονίως κατὰ τοὺς παραδε- δομένους λόγους ἀπὸ τῆς μουσικῆς· ταῦτα δὲ ἐνέργειαι· τοῦ δὲ τέκτονος τὰ ῥηθέντα ἀποτελέσματα καὶ τὰ λοιπὰ ὅσα ἡ τεκτονικὴ τέχνη κατασκευάζειν δύναται. ταῦτα δὲ προέθετο εἰπεῖν ἐπειδὴ τῆς ἀνθρώπου φύσεως ἐνέργεια τὸ τέλος, ὡς αὐτὸς ἀποφανεῖ προιών. καὶ ἵνα μή τις ἐρεῖ πλέον ἔχειν τι τὰς τέχνας καὶ τὰς μεθόδους τὰς ἔργον ἐχούσας τέλος παρὰ τὰς ἐχούσας μόνην ἐνέργειαν, ὥς τινος ἀποτελέσματος ὑπομένοντος ἐν ἐκείναις μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὰς ἐνεργοῦντα τοῦ ἐνεργεῖν, κἀντεῦθεν δόξει ἡ εὐδαιμονία ἀτελεστέρα εἶναί τινος τῶν τελῶν ὡς οὖσα ἐνέργεια καὶ μετὰ τὸ παυθῆναι τὸν κατ’ αὐτὴν ἐνεργοῦντα μὴ ὑπομένουσα, διὰ τοῦτο ταῦτά φησι, διδάσκων ὅτι ἀδιάφορόν ἐστι κἄν τε ἔργον εἴη τὸ τέλος κἄν τε ἐνέργεια.
Ὧν δ’ εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τούτοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα.
Ἀλλ᾿ εἰ καὶ ἀδιάφορόν ἐστι, φησίν, ὡς ἐφεξῆς ἐρεῖ, εἴτε ἔργον εἴη τὸ τέλος εἴτε ἐνέργεια, ὅμως ἐν αἷς τῶν τεχνῶν ἔργα εἴη τὰ τέλη τῆς ἐνερ- γείας ἕτερα, ἐν ταύταις βελτίω ἐστὶ τῶν ἐνεργειῶν τὰ ἔργα. ἐν ταῖς τοιαύταις αὐταῖς γὰρ διὰ τὰ ἔργα αἱ ἐνέργειαι καὶ αὗται μὲν ἕνεκά του, ἐκεῖνα δὲ ὧν ἕνεκα. βέλτιον δ’ ἀεὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκα ὄντος αὐτοῦ. εἶπε δὲ τὸ ὧ καὶ τὸ ἐν τούτοις, ὡς ἐπὶ τοὺς τεχνίτας ἢ ἀπλῶς ἐνεργοῦντας ἀπάγων τὸν λόγον.
Πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη.
Τὸ προκείμενον ἐνταῦθα δεῖξαι τῆν’ πολιτικὴν εἶναι πασῶν ὑπερκειμένην τεχνῶν καὶ κυρίαν πασῶν τῶν ἐν ταῖς ἀνθρωπίναις κοινωνίαις ἐπιτηδεύσεων ὡς ἀρχιτεκτονικὴν προ·ισταμένην πασῶν καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος τῶν ἄλλων ἀπάντων, ἃ ταῖς ἄλλαις τέλη ἐστὶ σκοπιμώτατόν τε καὶ τελικώτατον, ὡς τούτου ὑπάρχειν προσεχῶς καὶ τὸν ἄνθρωπον ἕνεκα ᾗ ἄνθρωπός ἐστι, ζῶον ὄντα φύσει κοινωνικὸν καὶ συναγελαστικόν. καὶ τοῦτο παρίστησιν ἀπὸ τῶν κατ’ εἶδος τεχνῶν ἀρχόμενος καὶ ἀνάγων μὲν πολλὰς εἰς μίαν καὶ τὰ τέλη αὐτῶν εἰς τὸ τέλος αὐτῆς καὶ τοῦτο τιθεὶς ἐκείνων τελικώτερον, εἶτα καὶ πολλὰς τοιαύτας εἰς μίαν ἑτέραν κυριωτέραν τουτωνί, ἧς καὶ τὸ τέλος τῶν τελῶν τῶν ὑπ’ αὐτὴν τελικώτερον, καὶ οὕτω προβαίνων ὁδῷ καὶ ἀεὶ πολλὰς ὑπὸ μίαν ποιούμενος καὶ τὰ πολλὰ τέλη ἐκείνων ὑπὸ ἓν τὸ αὐτῆς τελευταῖον ἀνάγει πάσας ὑπὸ μίαν ἀρ·χιτεκτονικὴν πασῶν τὴν πολιτικὴν καὶ ταύτην δείκνυσιν 6 ἐρεῖ Β: ἐρῇ a 9 δόξει scripsi: δόξη Ba 17 βέλτιον—αὐτοῦ (19) a: om. B 30 τεχνῶν B: τελῶν a ἀπάσαις ἐφισταμένην καὶ πάσαις ἐπιτάττουσαν, ὡς εἶναι καὶ τὸ ταύτης τέλος 3r πάντων τῶν τελῶν ἃ ταῖς τέχναις τέλη ἐστὶν αἱρετώτερόν τε καὶ τελικώτερον καὶ τοῦτο ὑπάρχειν τὸ τέλος τὸ ἀνθρώπινον, ὡς εἰρήκαμεν, ὅπερ ἐὰν εὕρωμεν, εἴημεν ἄν τὴν εὐδαιμονίαν εὑρόντες.
Τὰ μέχρι μὲν τοῦδε ἀποφαινόμενα οὐδεμιᾶς ἠξίωσε παραμυθίας πρὸς πίστωσιν ἀλλ’ ὡς αὐτόπιστα ἔθετο ἀξιώματα. τότε γὰρ πρῶτον δῆλόν ἐστιν, ὡς μηδεμίαν τέχνην ἢ μέθοδον ἡ πρᾶξιν ἢ προαίρεσιν ἁπλῶς λέγεσθαι ὅπερ λέγεται, ᾗ μὴ ἀγαθοῦ τινος καὶ τέλους πρόσεστιν ἔφεσις, ἀλλ’ ὡς συντεθειμένον αὐτῇ καὶ τὸ μάταιον. ὡς γὰρ ὁ νεκρὸς ἄνθρωπος ἢ ὁ εὐνοῦχος ἀνὴρ οὐκ ἄν ῥηθεῖεν ἁπλῶς ὁ μὲν ἄνθρωπος ὁ δ᾿ ἀνήρ, ἀλλ’ ὁ μὲν νεκρὸς ἄνθρωπος ὁ δ’ εὐνοῦχος ἀνὴρ διὰ τὸ ἀντίφασιν ἕπεσθαι ταῖς ἁπλαῖς κατηγορίαις, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται. ἄνθρωπος μὲν γὰρ ζῶόν ἐστι λογικὸν θνητόν, τὸ δὲ ζῶν ἀντικείμενον τῷ νεκρῷ, ὅτι μὴ ζῶν ὁ νεκρός· καὶ αὖθις ὁ ἀνὴρ ἄνθρωπός ἐστιν ἐν ἑτέρῳ γεννᾶν πεφυκώς, ὁ δ’ εὐνοῦχος τοῦτο οὐ πέφυκεν. οὕτως οὐδὲ τέχνη ἂν εἴη ἥτις μὴ εὔχρηστος ἀλλ’ ἢ ματαιοτεχνία, ὅτι μηδέν τι τέλος αὐτῇ, ἢ κακοτεχνία, ὅτι κακὸν τὸ τέλος αὐτῆς, ὡς ἔχουσιν ἥ τε ἱμαντοπαικτικὴ καὶ ἡ κλεπτική, ὧν τῇ μὲν τέλος οὐδέν, τῇ δὲ κακόν, ἡ βλάβη καὶ ἀποστέρησις τῶν οἰκείων τοῦ κλεπτομένου. τὸ αὐτὸ δ’ ἄν ἐρεῖς ἐπί τε μεθόδου καὶ πράξεως καὶ προαιρέσεως, ὥστε οὐκ ἔδει λόγου τινὸς τὴν πρώτην συνιστῶντος ἀπόφανσιν· φάνσιν· μᾶλλον μέντοι ἐξ αὐτῆς ὡς δήλης οὔσης καὶ αὐτοπίστου τὸν ἀποδεδομένον λόγον περὶ τοῦ ἀγαθοῦ ὡς ὀρθῶς ἔχοντα ἐπιστώσατο διὰ τοῦτο φήσας καλῶς ἀποφανθῆναι παρὰ τῶν ἀρχαιοτέρων τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται; τοιαύτη δέ τίς ἐστι καὶ ἡ δευτέρα καὶ ἡ τρίτη ἀπόφανσις. τίς γὰρ ἀγνοεῖ, ὅτι αἱ μὲν τῶν τεχνῶν ἐνεργείας ἔχουσι τέλη, αἱ δὲ ἔργα παρὰ τὰς ἐνεργείας ἕτερα, καὶ ὅτι διάφορά ἐστι τῷ γένει ἔργον τε καὶ ἐνέργεια; τίς δὲ οὐκ οἶδεν ἐκ τῆς ἐναργείας, ὅτι ἐν αἷς τῶν τεχνῶν τέ,λη εἰσὶν ἔργα τῶν πράξεων ἕτερα, ἐν ταύταις βελτίω τῶν ἐνεργειῶν τὰ ἔργα ἐστίν, ὡς τῶν πράξεων ἤτοι ἐνεργειῶν ἕνεκα τῶν ἔργων οὐσῶν. ταῦτα δὲ πάντα εἴρηκεν εὐθὺς ἐξ ἀρχῆς, πρὸς τὴν εὕρεσιν ἀφορῶν τοῦ κοινοῦ τέλους τῆς καθ’ ἡμᾶς φύσεως, ὡς πάντων τῶν τελῶν ἑκάστης τέχνης καὶ μεθόδου καὶ πράξεως καὶ προαιρέσεως ἀναγομένων εἰς τὸ κοινὸν καὶ δι’ ἐκεῖνο πάντων ὄντων. ὡς εἰ μὴ ἐκεῖνό ἐστι, πάντα εἶναι μάταια τοῦ κοινοῦ τέλους ἐκπίπτοντα. 5 τὰ μέχρι μὲν τοῦδε] autea Aristotelia πολλῶν—καὶ τὰ τέλη 1094 a 6—8 iteriim in libris τὰ μέχρι μὲν δὲ τοῦδε a, neque tameu in omnibus exemplaribus 7 ἀλλῶς οἷόν τε λέγεσθαι a 9 ἀλλ’ ὡς Β: ἀλλ’ ἔχει a 14 ἄνθρωπος Β: ὁ ἄνθρωπος a 19 ἐρεῖς B: ἐροῖς a 20. 21 ἀπόφασιν a 22 περὶ om. a 26 ἐναργείας a: ἐνεργείας Β 30 εἴρηκεν εὐθὺς om. a p. 1094a9 Ὅσαι δ᾿ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ 3v ὑπὸ τὴν ἱππικὴν χαλινοποιητικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ’ ἑτέρας, ἐν ἀπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων αἱρετώτερα τῶν ὑπ’ αὐτά. τούτων γὰρ χάριν κἀκεῖνα διώκεται. ταῦτα προετοιμασία ἐστὶ πρὸς τὸ κοινὸν τέλος τῆς ἀνθρώπου φύσεως ᾗ ἄνθρωπός ἐστι. πάντα γὰρ τὰ τέλη τῶν εἰρημένων ἕξεων ἢ ἐνεργειῶν ἀνθρώπου μέν εἰσι καὶ αὐτά, πλὴν οὐχ ἁπλῶς ἀλλὰ τινά, ὡς ἀνθρώπου μὲν οὐσῶν ἰδίων τῶν τεχνῶν τε καὶ μεθόδων καὶ πράξεων καὶ προαιρέσεων, κατανειμαμένων δὲ ἑκάστης τέλος τι, οὗ ἕνεκά ἐστιν ἢ γίνεται, καὶ ὡς οἰκεῖον ἐχούσης αὐτό, οὔπω δὲ οὐδενὸς τούτων τοῦ κοινοῦ ὄντος τέλοσς, δι’ ὃ γέγονεν ἄνθρωπος, ἐκείνου δὲ ὄντος ὑφ’ ὃ πάντα ἀνάγεται, τούτων δὲ πασῶν ὑπηρετουσῶν τῇ δυνάμει ἐκείνῃ, ἧς τέλος ἐστίν, ὅπερ καὶ τοῦ ἀνθρώπου ἐστὶν ᾗ ἐστιν ἄνθρωπος. ὅτι δὲ οὕτως ἔχει καὶ μία τις δύναμις, ὑφ’ ἣν πᾶσαι ἀνάγοντι καὶ ἧς τὸ τέλος τῶν λοιπῶν ἐστι τελικώτατόν τε καὶ σκοπιμώτατον καὶ διὰ τοῦτο καὶ αἱρετώτατον, δῆλον ἂν εἴη ἐξ ὧν εὑρίσκονται πολλαὶ τέχναι καὶ δυνάμεις ὑπὸ μίαν ἀναγόμεναι τέχνην ἢ δύναμιν καὶ ἔχουσαι ἐκείνην ἀρχιτεκτονικὴν ἑαυτῶν ἤτοι ἐπιτακτικὴν καὶ προστάτιδα, ἐπιτάττουσαν αὐταῖς οἷα χρὴ τὰ ἑαυτῶν κατασκευάζειν ἀποτελέσματα, ὥστε αὐτῇ εὔχρηστα γίνεσθαι. ἔχει δὲ οὕτως ἡ ἱππικὴ πρός τε τὴν χαλινοποιητικὴν καὶ τὰς λοιπάς, ὅσαι ὄργανα τοῖς ἱππαζομένοις κατασκευάζουσι πρὸς τὴν ἱππικὴν χρησιμεύοντα· οὐ μὴν ἀλλὰ καὶ αἱ πρὸς θλᾶς οὖσαι ἀρχιτεκτονικαὶ ὑφ’ ἑτέρας πολλάκις κυριωτέρας ἀνάγονται ἐπιταττούσας αὐταῖς καὶ τὰ τέλη ἐχούσας τῶν ἐκείνων τελῶν τελικώτερα, ὥσπερ ἔχει ἡ στρατηγικὴ πρὸς τὴν ἱππικὴν ἢ τὰς ἄλλας ὅσαι πολεμικαὶ ἕξεις ἢ πράξεις εἰσίν, οἷον τὴν τοξευτικὴν τὴν ἀσπιδοφορικὴν τὰς τοιαύτας. πασῶν γὰρ τούτων ἡ στρατηγικὴ τυγχάνει ἀρχιτεκτονική ὡς πάσαις αὐταῖς ἐπιτάττουσα, πῶς μὲν δεῖ ἱππάζεσθαι, πῶς δὲ τοξεύειν, πῶς ἀκοντίζειν, πῶς παρατάττεσθαι, πῶς τοῖς πολεμίοις ἐπέρχεσθαι, τὰ τοιαῦτα πάντα· καὶ οὕτως ἄλλαι ὑπ’ ἄλλας. καὶ οὐκ ἐπ’ ἄπειρον πάντως ἡ ἄνοδος, ἀλλὰ δεῖ τινα μίαν εἶναι, ἥτις αὐτή τε πασῶν προίσταται καὶ τὸ τέλος αὐτῆς πάντων ἐστὶ τῶν τελῶν αἱρετώτατόν τε καὶ τελικώτατον. δύναμιν δὲ τὴν τέχνην ὠνόμασε διὰ τὸ ἔνυλον. ἡ γὰρ ἐν ὕλῃ δύναμις ὡς ἐν τῷ δυνάμει 2 χαλινοποιητικὴ Ba omisso ἡ articulo cum libris Aristotelicis praeter unum Lb et Aspasio p. 4,26, χαλινοποιικὴ Arist. vulg. secundum cod. Kb ;3 πολεμικὴ a: πολιτικὴ Β 4 δὴ B: δὲ a 5 ἐστιν post πάντα Arist. vulg. (et Eustrat. Vat. 269), εἰσιν Arist. libri LbNb 6 ὑπ’ αὐτά Ba et Arist. Kb; ὑφ’ ἑαυτά Eustr. Vat. 269: ὑφ’ αὐτά libri Arist. praeter Kb 7 ἀνθρώπου Β: ἀνθρωπίνης a 9 τινα a: τι . . Β 10 ἰδίων Β: ἴδια a 12 τούτων a: τούτου Β 13 ὑφ’ Β: ἐφ’ a 30 πολεμίοις Β: πολέμοις a 31 ἄλλαι Β: ἄλλα a 34 ἐν ὕλῃ B: ὕλῃ a θεωρουμένη ἥ τε ἁπλῶς καὶ ἡ πῇ, δι’ ἣν καὶ αἱ τέχναι δυνάμεις, ὡς 3v ἐνδεχόμεναι καὶ τὸ ἐπαμφοτερίζειν ἔχουσαι περί τε ἀπότευξιν καὶ κατόρθωσιν· ἀπλῶς δὲ ὕλην λέγομεν τὴν πᾶσι τοῖς γινομένοις κοινήν, πῇ δὲ τὴν προσεχῆ ἑκάστου.
Διαφέρει δ’ οὐδὲν τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἔργα τινά.
Ἐπειδὴ εἶπε διάφορα ὄρα κατὰ γένος εἶναι τὰ τέλη τῶν τεχνῶν, ὡς τῶν μὲν εἶναι ἐνεργείας, τῶν δὲ παρὰ τὰς ἐνεργείας ἔργα τινά, καὶ ὅτι ἐν αἷς ἔργα εἰσίν, ἐν ταύταις τὰ ἔργα τῶν ἐνεργειῶν αἱρετώτερα, ἵνα μή τις οἰηθῇ ὅτι καὶ αἱ τέχναι κρείττους καὶ τελειότεραι αἱ ἔχουσαι ἔργα τῶν μὴ ἐχουσῶν, ὡς εἶναι καὶ τὰ τέλη ἐκείνων ὧν ἔργα τὰ τέλη αἱρετώτερα, καὶ κινδυνέυειν καὶ τῆς σκυτοτομικῆς, εἰ τύχοι, τὸ ἔργον τελειότερον εἶναι καὶ αἱρετώτερον τῆς εὐδαιμονίας, ἐνεργείας οὔσης καὶ οὐκ ἔργου, καὶ τὴν τέ χνην ἧς τέλος τὸ ὑπόδημα ἔργον ὂν τῆς τέχνης ἧς ἡ εὐδαιμονία τέλος, ἐνέργεια ὡς εἴρηται καὶ οὐκ ἔργον ὑπάρχουσα, διὰ τοῦτο ταῦτα προστίθησι φάσκων δυνάμει πρὸς τὸν μετερχόμενον τὰ λεγόμενα, ὅτι † γε μὴ οἴου διαφοράν τινα εἶναι πρὸς τὸ τέλος καὶ τὸ τέλειον τῶν τεχνῶν καὶ τὸ αἱρετώτερον ἢ μὴ τῶν τελῶν, τῷ τῶν μὲν εἶναι ἐνεργείας τὰ τέλη τῶν κατὰ τὰς τέχνας πράξεων, τῶν δὲ ἔργα παρὰ τὰς ἐνεργείας τινά. παρ’ αὐτῇ μὲν γὰρ τῇ τέχνῃ ἧς τέλος ἔργον τι παρὰ τὴν ἐνέργειαν, αἱρετώτερον τὸ ἔργον, ὅτι γε καὶ δι’ αὐτὸ ἡ ἐνέργεια. οὐ μὴν δὲ καὶ πρὸς τὰς ἄλλας τὸ αὐτό. ἐνδέχεται γὰρ τέχνας τέλη ἐνεργείας ἐχούσας κρείττους εἶναι καὶ τελεωτέρας πολλῷ τῶν ἔργα ἐχουσῶν παρὰ τὰς ἐνεργείας τὰ τέλη, ὡς ἔστιν ἰδεῖν ἐπί τε τῆς χαλινοποιητικῆς καὶ τῶν λοιπῶν, ὅσαι ποιητικαὶ τῶν ἱππικῶν ὀργάνων εἰσί, καὶ αὐτῆς τῆς ἱππικῆς. τὸ μὲν γὰρ αὐτῆς τέλος τὸ ἱππάζεσθαι εὖ, ὅπερ ἐνεργεῖν ἐστι, τὰ δὲ ἐκείνων τέλη, τῆς μὲν χαλινός, τῆς δὲ σελίς, τῆς δὲ πλῆκτρον, τῆς δὲ <ἕτερον, ὧν> ἕκαστον ἔργον ἐστὶν παρὰ τὴν ἐνέργειαν. ἀλλ’ ἥ τε ἱππικὴ κρείττων ἁπασῶν ἐκείνων καὶ τὸ τέλος αὐτῆς αἱρετώτερον πάντων, ἃ τέλη ἐστὶ τῶν ὑπ’ αὐτὴν τεχνῶν, αἷς αὐτὴ διατάττει καὶ ὧν ἀρχιτεκτονική ἐστιν.
Εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν, ὃ δι’ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτως εἰς ἄπειρον, ὥστ’ εἷναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ’ ἄν εἴη τἀγαθὸν καὶ τὸ ἀρὶ ’στὸν.
Ὅτι μὲν δὴ πᾶσα ἕξις ἀνθρώπου αἱρετὴ καὶ πᾶσα πρᾶξις ἀγαθοῦ ἐφίεται καὶ ὅτι τούτων αἱ μέν εἰσι τελειότεραι, αἱ δὲ ἀτελέστεραι, ὡς εἶναι 4 ἑκάστου Β: ἑκάστω a 6 ἔργα τινά Β: ἄλλο τι, καθάπερ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν a ex Aristotele 12 τύχοι a: τύχη Β 14 ὑπόδημα B: ὑπ’ ἄλλο a 16 ὅτι γε a: ὅτι καὶ Β 22 τελειοτέρας a 27 ἕτερον ὧν a: om. Β ἐστὶν ἔργον a 29 διατάττει Β: ἐπιτάττει a 33 οὕτως] οὕτω γ’ Arist. codd. HaKb τὰς μὲν προϊσταμένας, τὰς δὲ ὑπ’ ἐκείνας, καὶ ὡς τῶν τελειοτέρων τὰ 3v τέλη αἱρετώτερά ἐστιν ἐκείνων, ἃ ταῖς ὑπ’ αὐτὰς τέλη ἐστίν, δῆλον ἐκ τῶν εἰρημένων. ζητεῖται δὲ ἐνταῦθα, εἰ ἔστι τέλος ἕν, ὑφ’ ὃ πάντα τὰ τέλη ἀνάγονται, ὡς εἶναι ἐκεῖνο τοῦ ἀνθρώπου τέλος ᾗ ἄνθρωπός ἐστι. τὸ μὲν γὰρ κοι|νὸν τέλος πάντων τῶν ὄντων ᾗ ὄντα ἐστί τὸ κοινόν ἐστιν 4r ἀγαθόν, ὅπερ ἐστὶν ὁ θεός. δεῖ δὲ καὶ ἕκαστον τῶν ὄντων ἔχειν τι ἀγαθὸν ἰδιαίτατον τῆς οἰκείας κατ’ εἶδος ὀντότητος, οὗ προσεχῶς ἐφίεται, καὶ διὰ τῆς αὐτοῦ ἐπιτεύξεως τῷ ὁλικωτάτῳ οἰκειοῦται καὶ κοινοτάτῳ ἀγαθῷ κατὰ τὸ ἀνάλογον. ὡς γὰρ διὰ τῆς οἰκείας ὀντότητος, ἥτις τὸ εἶδός ἐστιν, εἰς τὸ κοινὸν ὃν ἕκαστον ἀναφέρεται, ἐκπῖπτον δ’ αὐτῆς καὶ τοῦ ὄντος ἐκπίπτει ἁπλῶς εἰς τὸ μὴ εἶναι χωροῦν, οὕτως καὶ διὰ τοῦ οἰκείου εὖ εἰς τὸ ἁπλῶς εὖ ἀναφέρεται· ἐκπῖπτον δὲ τοῦ οἰκείου ἐκπίπτει καὶ τοῦ ἀπλῶς. ζητεῖ τοίνυν εἰ ἔστι τέλος τοιοῦτον τῶν πρακτῶν ἀγαθῶν, ὃ τῶν λοιπῶν ἐστι τελικώτατόν τε καὶ σκοπιμώτατον, ὃ καθ’ αὑτό τέ ἐστιν ἐν ταῖς πράξεσιν αἱρετὸν καὶ δι’ ἑαυτό. καὶ τοῦτο δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ μὴ ἔστι τέλος τῶν πραακτῶν, ὃ δι’ αὑτὸ αἱρετὸν ὡς ἐν πρακτοῖς καὶ μὴ δι’ ἕτερον, εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις· εἰ εἰς ἄπειρον πρόεισιν ἡ ὄρεξις, οὐκ ἐφικνεῖται τελικωτάτου τινός· εἰ τοῦτο, κενὴ καὶ ματαία ἐστίν. εἰ μὴ ἔστιν ἄρα τῶν πρακτῶν…
…
The complete text is available when the reading interface loads.