In Aristotelis ethica Nicomachea vi commentaria
- Authority group
- Eustratius (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Aristotelis ethica Nicomachea vi commentaria, ed. Heylbut, op. cit., 256–406.
- CTS identifier
urn:cts:greekLit:tlg4031.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
257
ὃ ἀπῄτησας πεποιήκαμεν, ᾠήθημεν ἐξ ἐκείνου διαγνῶναί σε τὴν ἡμετέραν
περὶ λόγους καὶ νοήσεις ἐλάττωσιν καὶ μηκέτι προσθεῖναι πρὸς ἡμᾶς
ζήτησιν περὶ τοιούτου τινός. ἀλλ' ὡς ἔοικε τὸ ὑπερβάλλον τῆς προσούσης
φιλομαθείας τῇ σῇ ψυχῇ πείθει καὶ τὰ μικρὰ καὶ μικροῦ λόγου ἄξια
ἡγεῖσθαι ὡς περισπούδαστα. διὸ καὶ ἡμεῖς τῷ σῷ περὶ λόγους ἑπόμενοι
ἔρωτι, ὅπερ ὁ θεὸς χορηγεῖ, καταβάλλειν οὐκ ἀπεχόμεθα. ὥστ' ἐπεὶ καὶ
τὸ Ζ τῆς αὐτῆς πραγματείας παρὰ τῆς σῆς φιλομαθείας ἐζήτηται τὴν
ἡμῖν δυνατὸν εὑρέσθαι σαφήνειαν, πειραθῶμεν καὶ ταύτην, θεοῦ τῶν λόγων
προϊσταμένου, ἐργάσασθαι καὶ ἀρκτέον ἤδη τοῦ ἔργου, τὸν σκοπὸν τοῦ
βιβλίου πρὸ πάντων τάξαντας. προθέμενος ὁ Ἀριστοτέλης ἐν τῇ πραγμα-
τείᾳ τῶν Νικομαχείων Ἠθικῶν περὶ τῶν ἀρετῶν ἁπασῶν διδάξαι, ἐξ
ἀρχῆς μὲν τὸν περὶ τῆς πολιτικῆς εὐδαιμονίας λόγον ἡμῖν παρέδωκε, τὸ
πρῶτον βιβλίον διηνυκὼς ἐν αὐτῷ ὡς οὔσης τέλους αὐτῆς τῆς κατὰ τὸν
ἄνθρωπον οὐσίας καὶ ἐνεργείας καὶ πράξεως. ἀλλ' ἐπεὶ διάφοροι τῆς ψυχῆς
δυνάμεις ἐν τῷ ἀνθρώπῳ τυγχάνουσιν οὖσαι, λέγω δὴ λογικαί τε καὶ ἄλογοι,
καὶ τῶν ἀλόγων εἰσί τινες τῷ λόγῳ ἐπιπειθεῖς, ὡς καὶ αὐτὰς ἐξεῖναι τού-
τῳ τῷ τρόπῳ λογικὰς ὀνομάζεσθαι, κατὰ τὸ πεφυκέναι λόγῳ μετρεῖσθαι
καὶ κατ' αὐτὸν ἐνεργεῖν καὶ ἐν μεθέξει ταύτας τοῦ λόγου γίνεσθαι τὴν
κατ' αὐτὰς ἐργαζομένου κατόρθωσιν καὶ τὰς πρακτικὰς ἀρετὰς ἀποτελοῦν-
τος, εἰσὶ δὲ καὶ ἕτεραι ἀρεταί, ἃς ὁ ἐν τῇ ψυχῇ λόγος κατορθοῖ μονού-
μενος τῶν ἀλόγων δυνάμεων καὶ καθ' ἑαυτὸν ἐνεργῶν καὶ κατὰ θεωρίαν
τὸ τέλειον κτώμενος, ἐν τοῖς μετὰ τὸ πρῶτον τέσσαρσι γράμμασι περὶ
τῶν πρακτικῶν ἐδίδαξεν ἡμᾶς ἀρετῶν θυμὸν καὶ ἐπιθυμίαν παραλαβών,
δυνάμεις ψυχῆς τοῖς ἀλόγοις ζῴοις ὑπαρχούσας κοινάς, εἰ καὶ μὴ οὕτω
καὶ ἐν ἐκείνοις ὡς ἐν ἡμῖν τῷ λόγῳ οὔσας ἐπιπειθεῖς. καὶ παραδοὺς
ὅπως καὶ αὐταῖς χρώμενος τὸ οἰκεῖον ὁ λόγος κατορθοῦν πέφυκε μὴ δυνα-
μέναις δι' ἑαυτῶν τὴν τοῦ ἀγαθοῦ εὑρίσκειν ἐπίταξιν ἀλλὰ δεομέναις ἐξ
ἀνάγκης τῆς τοῦ λόγου ῥυθμίσεως, ὡς προστατεύειν λαχόντος καὶ δεσπόζειν
αὐτῶν, διδάσκει νῦν ἡμᾶς ἐν τῷ παρόντι γράμματι περὶ διανοητικῶν ἤτοι
θεωρητικῶν ἀρετῶν, ὥσπερ ἄτοπον κρίνας τὰς μὲν μετὰ χειρόνων ἀρετὰς
τοῦ λόγου γινώσκειν ἡμᾶς, ἀγνοεῖν δὲ τὰς τοῦ λόγου καθ' ἑαυτὸν ὡς
ἂν μὴ ἐφιεμένου τοῦ ἀγαθοῦ καὶ καθ' ἑαυτὸν τοῦ λόγου καὶ τυγχάνοντας
αὐτοῦ κατὰ τὸ ἄλογον, ὃ καὶ τέλος κοινόν ἐστι τοῖς ὁπωσοῦν τὸ εἶναι
λαχοῦσιν ἅπασι. καὶ ὁ λέγων ἀνθρώπῳ εἶναι ἱκανὸν πρὸς τελείωσιν μόνον
τὸ κατορθοῦν ἐν ταῖς πράξεσιν ἠγνόηκε χείρω τὸν λόγον τῶν ἀλόγων ποιῶν
δυνάμεων. εἰ γὰρ μέχρι τῆς μετ' αὐτῶν κατορθώσεως τὸ εὖ εἶναι αὐτῷ
μὴ καὶ κατ' ἰδίαν κτῆσιν τούτου τυγχάνοντι, ἔσται τὸ ἀγαθὸν αὐτῷ ἐξ ἐκείνων
καὶ κατ' ἐκείνας, ὡς ἢ μὴ εἶναι αὐτὸν ὅλως τῷ χωρίζεσθαι ἐξ αὐτῶν,
258
εἴ γε μὴ οἰκείαν ἔχει τοῦ ἀγαθοῦ ἔφεσιν, ἢ εἶναι μέν, ἀνενέργητον δὲ καὶ
μάταιον τοῦ ἀγαθοῦ ἀποπίπτοντα, ἃ ἄμφω κατὰ τὸ ἄτοπον ὑπερβάλλοντα.
ἀναγκαῖον ἄρα καὶ ἀρετὰς εἶναι τοῦ λόγου καθ' ἑαυτὸν τῶν ἀλόγων δίχα
δυνάμεων καὶ ἀνθρώπῳ ταύτας γινώσκεσθαι ὅσαι τε καὶ τίνες καὶ
ὁποῖαί εἰσι καὶ ὑπ' αὐτοῦ ταύτας μεταδιώκεσθαι καὶ ζητεῖν αὐτὸν κατ'
ἄμφω ἔχειν τὸ τέλειον, λέγω δὲ κατὰ πρᾶξιν καὶ θεωρίαν, τὴν μὲν κατα-
βαλλομένην ὡς κρηπῖδά τε καὶ θεμέλιον καὶ βάσιν ἁπλῶς ὑποκειμένην
καὶ ὑπερείδουσαν, τὴν δὲ ὡς στέγην καὶ σκέπην, τὸ τέλειον παντὶ ἐπι-
φέρουσαν τῷ οἰκοδομήματι, ἐπεὶ καὶ τῇ πρακτικῇ διὰ τὴν θεωρίαν τὸ εἶναι
ὡς διὰ τὴν στέγην τοῦ οἴκου τοῖς ὑπερείσμασιν. ἵνα γὰρ τὰς ἐκ τοῦ
περιέχοντος βλάβας ἐκκλίνωμεν, ἡ οἰκία, τὰ δὲ ὑπ' αὐτὴν ὡς ὑπηρετοῦντά
τε καὶ ἀνέχοντα, καὶ ἡ πρακτικὴ ἀρετή, ἵνα τὰ πάθη καταδαρθάνηται
καὶ ὁ λόγος ἐξάντης ᾖ τῶν ἐξ αὐτῶν ἐνοχλήσεων καὶ τὰ οἰκεῖα ἐνεργῇ,
μὴ παρά του ἐμποδιζόμενος. ἄλλως τε ἢ χείρους αἱ ἄλογοι δυνάμεις ἢ
κρείττους τοῦ λόγου. ἀλλὰ τὸ μὲν κρείττους ταύτας εἰπεῖν, ἄτοπον καὶ
ἄλογον. ἢ ἔσονται τῶν λογικῶν κρείττους τὰ ἄλογα κατ' αὐτὰς τῶν λο-
γικῶν ὑπάρχοντα δραστικώτερα. θυμοειδέστερα γὰρ τῶν ἀλόγων τὰ πλεῖστα
καὶ ἐπιθυμητικώτερα. εἰ δὲ κρείττων ὁ λόγος, πῶς οὐκ ἔσται καὶ κρεί-
ττων ἡ τοῦ κρείττονος ἀρετὴ καὶ τελείωσις; ὧν γὰρ αἱ οὐσίαι ὑπέρκειν-
ται, τούτων ἐξ ἀνάγκης καὶ αἱ τελειότητες ὑπερέχουσι. καὶ ἀνάπαλιν·
ὧν αἱ τελειότητες τὸ ἔλαττον ἔχουσι, τούτων καὶ αἱ οὐσίαι ἠλάττωνται.
καὶ πολλὰ ἄν τις ἐρεῖ ἐπὶ πλεῖον συστῆσαι βουλόμενος τὸ λεγόμενον, αὐ-
τήν τε τῶν πραγμάτων τὴν φύσιν καὶ αὐτὴν τὴν ἐνέργειαν ἔχων συνήγορον.
διὰ τοῦτο λοιπὸν ὁ Ἀριστοτέλης τοὺς περὶ τῶν πρακτικῶν λόγους παραδοὺς
πρότερον καὶ ὥσπερ προκαταβαλὼν τὸν θεμέλιον ἐπὶ τὴν τῶν θεωρητικῶν
παράδοσιν μέτεισιν, ὡσανεὶ τὴν στέγην τῷ θεμελίῳ ἐπιτιθέμενος. καὶ
ταῦτα μὲν οὕτως τὸν σκοπὸν τῶν ῥηθησομένων λόγων εἰρήκαμεν ἐξετά-
ζοντες, ἀρξώμεθα δὲ ἤδη τῆς λέξεως μηδ' ἐνταῦθα τῆς πρὸς θεὸν
ἀφεστηκότες ἐλπίδος, ὥστ' ἐφικέσθαι τῆς διανοίας τῶν παρὰ τοῦ Ἀριστοτέ-
λους ῥηθησομένων.
{<Ἐπειδὴ τυγχάνομεν πρότερον εἰρηκότες ὅτι δεῖ τὸ
μέσον αἱρεῖσθαι, μήτε τὴν ὑπερβολὴν μήτε τὴν ἔλλειψιν, τὸ δὲ
μέσον ἐστὶν ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν.>}
Περὶ τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πρὸ τούτου βιβλίοις λέγων ὁ
Ἀριστοτέλης, μεσότητα εἶναι τούτων ἑκάστην ἐτίθετο. ἡ δὲ μεσότης συμ-
259
μετρία, ὥστε μήτε ὑπερβάλλειν μήτε ἐλλείπειν ἔν τε ταῖς πράξεσι καὶ τοῖς
πάθεσι. περὶ ταῦτα γὰρ αἱ πρακτικαὶ ἀρεταὶ καταγίνονται τοῦ ὀρθοῦ λό-
γου μετροῦντος ἕκαστα. ὀρθὸς δὲ λόγος ὁ ἀπλανὴς καὶ ἀδιάστροφος, περὶ
οὗ νῦν βούλεται διδάξαι ἡμᾶς καὶ διαρθρῶσαι προσηκόντως τὴν περὶ τού-
του ἔννοιαν. δοκεῖ γὰρ συγκεχύσθαι τὸ οὕτω λεγόμενον. τὰ μὲν οὖν
πάθη θυμὸς καὶ ἐπιθυμία, ὀρέξεις ἄμφω ἄλογοι, καθ' ἃς ἡ ψυχὴ κινεῖται
τῶν ὀρεκτῶν ἐφιεμένη τινός. ὁ μὲν θυμὸς κατὰ τὸ γαῦρον αὐτοῦ καὶ
ἐπηρμένον, ὥστε ἢ δόξης τυχεῖν ἢ ἀμύνασθαι τὸν λυπήσαντα, ἡ δὲ ἐπιθυ-
μία κατὰ τὸ λίχνον αὐτῆς, ὥστε ἢ ἡδέος ἐφικέσθαι τινὸς καὶ τερπνοῦ
ταῖς αἰσθήσεσιν ἢ ἐν κτήσει γενέσθαι τινῶν, ἅπερ ἄνθρωποι κτᾶσθαι πεφύ-
κασιν. ἐπεὶ δὲ ἄλογοι αἱ δυνάμεις αὗται, ἀλόγως καὶ πάσχουσιν, ἀλόγως
καὶ ἐνεργοῦσιν, ἀπὸ πάθους πρῶτον ἀρχόμεναι. δεῖ οὖν αὐταῖς μέτρου
κατ' ἄμφω, κατά τε τὸ πάσχειν κατά τε τὸ ἐνεργεῖν, ὃ αὐταὶ ἀφ' ἑαυτῶν
εὑρίσκειν οὐ δύνανται. ὁ δὲ ὀρθὸς λόγος προϊστάμενος μετρεῖ αὐτὰς
κατ' ἀμφότερα, ἵνα καὶ συμμέτρως παθαίνωνται καὶ συμμέτρως τὰς πρά-
ξεις καὶ ἐνεργείας ἐνδείκνυνται, καθὰ δὴ καὶ ταῖς ἀρεταῖς τὸ εἶναί ἐστι.
λέγεται δὴ τὸ συμμέτρως πάσχειν καὶ συμμέτρως ἐνεργεῖν, ὅταν ἐν ἕξει
τῆς τούτων συμμετρίας ὁ ἄνθρωπος γένηται. ἀλλ' ἐπεὶ καὶ ἔτι σαφηνείας
δεῖται τὸ προκείμενον πλείονος, μεταχειρισώμεθα καὶ ἄλλως τὰ εἰρημένα.
τὸ λογιστικὸν καὶ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λεγόμενα τῆς ἀνθρω-
πίνης ψυχῆς, τὸ μὲν ὡς λογικῆς οὔσης αὐτῆς λέγεται, τὰ δὲ ὡς συνηρτη-
μένην ἐχούσης ἑαυτῆς τὴν ἄλογον ζωὴν καὶ αἰσθητικήν. ὁ γὰρ θυμὸς
καὶ ἡ ἐπιθυμία κοινὰ καὶ τοῖς ἀλόγοις ζῴοις, καὶ διὰ τοῦτο καὶ ἄλογα, ὁ
δὲ λογισμὸς ἐπεὶ λογικόν, διὰ τοῦτο καὶ μόνῃ τῇ λογικῇ ψυχῇ πρόσεστι
δύναμις ὢν ἐπιστατικὴ καὶ κριτικὴ τῶν ἀλόγων αὐτῆς μερῶν ἢ δυνάμεων·
ὥστε οὐδὲ κοινὸν τοῦτο τοῖς ἀλόγοις ἐστίν. ὅταν οὖν λογιστικὸν καὶ θυμι-
κὸν καὶ ἐπιθυμητικὸν λέγωμεν, κατὰ τὸ πεφυκέναι οὕτως αὐτὰ ὀνομάζο-
μεν, καὶ ὀρεκτικαὶ λέγονται δυνάμεις τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν ἐν τῷ
μήπω ὀργίζεσθαι ἀλλὰ πεφυκέναι κατὰ τοῦτο πάσχειν ἢ ἐνεργεῖν. ὅταν
δὲ τὸ ὀρεκτικὸν ὑπὸ τοῦ ὀρεκτοῦ ὡς ἐφετοῦ κινηθῇ, τότε ἡ κίνησις ἡ με-
ταξὺ κινοῦντος καὶ κινουμένου, ἤτοι ὀρεκτοῦ καὶ ὀρεκτικοῦ, πάθος ἢ ἐνέρ-
γεια λέγεται. τοῦτο δὲ δῆλον καὶ ἐκ τῶν ὁρισμῶν. θυμὸς γάρ ἐστι ζέσις
τοῦ περὶ καρδίαν αἵματος δι' ὄρεξιν ἀντιλυπήσεως. ἀεὶ γὰρ αἷμα περὶ
τὴν καρδίαν ἐστίν, ἐν ᾧ ἡ τοῦ θυμοῦσθαι δύναμις ἔγκειται, ἥτις καὶ θυμι-
κὸν λέγεται. οὐ μὴν ἀεὶ ζέει οὔτ' ἀεὶ ἀντιλυπῆσαι ὀρέγεται, ἀλλ' ὅταν
τὴν πρὸς τοῦτο πρόφασιν λήψηται. ὁμοίως καὶ ἡ ἐπιθυμία ὄρεξις οὖσα
ἀπολαύσεως ἡδονῆς ἢ ἔφεσις τοῦ ἐνδέοντος ἢ πόθος τῆς καθ' ἡδονὴν
ἀπολαύσεως ἢ λύπη ἐπὶ τῷ μὴ κατ' ἐξουσίαν ὄντι καταθυμίῳ, οὐκ ἀεὶ
260
κατ' ἐνέργειαν θεωρεῖται. οὔτε γὰρ ἀεὶ ἡδονῆς ἀπολαύειν τὸ ζῷον ὀρέ-
γεται οὔτε λυπεῖσθαι ἀδιακόπως ἐπὶ ἀπουσίᾳ ἡδέος οὔτε τι τοιοῦτον πάσχει
κατὰ συνέχειαν, ἀλλ' ὅταν ἢ παρόντος τοῦ ἡδέος ἐν αἰσθήσει τῆς αὐτοῦ
παρουσίας τὸ ζῷον γένηται ἢ ἐν τῇ φαντασίᾳ ἐκεῖνο ἀνατυπώσηται καὶ
ὡς πρὸς τὸ παρὸν αὐτὸ κινηθῇ, ὥστε θυμικὸν μὲν καὶ ἐπιθυμητικὸν καὶ
ἁπλῶς ὀρεκτὸν καὶ παθητικὸν κατὰ δύναμιν λέγεται, θυμὸς δὲ καὶ ἐπιθυμία
καὶ πάθος ὅταν θυμῶται καὶ ἐπιθυμῇ καὶ ὀρέγηται καὶ πάσχῃ, καὶ εἰσὶ ταῦτα
ὀνόματα σημαντικὰ τῶν παθῶν, καὶ πράξεις εἰσὶν αἱ κατὰ ταῦτα ἐνέργειαι,
τοῦ λογισμοῦ ἐνεργοῦντος ἅμα τοῖς πάθεσι, καὶ ἢ κρατοῦντος αὐτῶν ἢ
κρατουμένου ὑπ' αὐτῶν. κρατοῦντος μὲν οὖν καὶ μετροῦντος ὡς δεῖ ὅ
τε λόγος ὀρθὸς εἶναι λέγεται καὶ αἱ κατορθώσεις ἀποτελοῦνται. κρατουμέ-
νου δὲ καὶ κατασυρομένου ὅ τε λόγος διέστραπται καὶ αἱ ἁμαρτίαι τῶν δεόντων
γίνονται. τοίνυν ὁ λογισμὸς τοῦ κρατοῦντος ἐν ἕξει γενόμενος τὰς ἀρετὰς κατορ-
θοῖ καὶ τὸ μέτριον ἀεὶ καὶ τοῖς πάθεσιν ἐπιτίθησι καὶ ταῖς πράξεσι καὶ ἐν
συμμετρίᾳ καὶ τὰ πάθη καὶ αἱ πράξεις εἰσὶν ὡς ἐν μέτρῳ γινόμενα. τὸ δὲ
μέτρον αὐτοῖς ἡ τοῦ λογισμοῦ ἐπικράτεια καὶ ἐπιστασία δίδωσι. διὰ ταῦτα
αἱ ἀρεταὶ περὶ πάθη καὶ πράξεις καταγίνεσθαι λέγονται, ὡς ἕξεις οὖσαι
τοῦ τε λογισμοῦ, ὃς καὶ νοῦς πρακτικὸς ὀνομάζεται, καὶ αὐτῶν τῶν παθητικῶν
λεγομένων δυνάμεων, θυμοῦ λέγω καὶ ἐπιθυμητικοῦ, τοῦ μὲν ἐπικρατεῖν συνη-
θίσαντος τῶν ἀλόγων ὁρμῶν καὶ ὀρέξεων διὰ πολλῆς προσοχῆς καὶ τριβῆς
καὶ πρὸς τὰ πάθη ἐνστάσεως καὶ κατὰ τὸν συνεθισμὸν τοῦτον τὸ προσῆκον
μέτρον αὐτοῖς παρέχοντος, τῶν δὲ ἐπικρατεῖσθαι καὶ ὑπείκειν τῷ κρείττονι.
τούτων οὕτω διττῶς διωρισμένων, ἐξ ἀμφοῖν τῶν μεταχειρίσεων εἴη ἂν
οἶμαι σαφές, πῶς περὶ πάθη καὶ πράξεις αἱ ἀρεταὶ καταγίνεσθαι λέγονται. ἀλλ'
ἐπανέλθωμεν ἤδη πρὸς τὴν προτεθεῖσαν ῥῆσιν τοῦ Ἀριστοτέλους. φησὶ
τοιγαροῦν, ὅτι πρότερον μὲν εἰρήκαμεν ἐν μεσότητι πράξεων καὶ παθῶν
τὰς ἀρετὰς θεωρεῖσθαι. πάθη δέ εἰσιν αἱ κατὰ τὸ θυμικὸν καὶ ἐπιθυμη-
τικὸν τῆς ψυχῆς ὀρέξεις καὶ ὁρμαὶ καὶ πράξεις αἱ ἀπὸ τούτων κατὰ προ-
αίρεσιν προϊοῦσαι ἐνέργειαι, τοῦ μὲν θυμικοῦ πρὸς ἄμυναν κινουμένου, τοῦ
δ' ἐπιθυμητικοῦ πρὸς ἀπόλαυσιν, ὧν δεῖ τὰς κινήσεις συμμέτερως ἔχειν
εἰ μέλλοιτο κατορθοῦσθαι ἡ ἀρετή. ἡ δὲ συμμετρία μεταξὺ μετροῦντος
καὶ μετρουμένου ἐστί. τὸ μὲν οὖν μετροῦν ὁ λόγος ἐστὶ τῆς ψυχῆς, ὃς
καὶ λογικὸν καὶ λογισμὸς καὶ νοῦς πρακτικὸς ὀνομάζεται. λογισμὸς μέν,
ὅτι λογίζει ἤγουν λογικὰ ποιεῖ, κατὰ μέθεξιν ἑαυτοῦ τὰ ἄλογα μέρη τῆς
ψυχῆς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν πεφυκότα ἐν τῷ ἀνθρώπῳ ἐπιπειθῆ
λόγῳ γίνεσθαι, καὶ ὅτι κρίνει καὶ ἐξετάζει πῶς χρηστέον ταῖς ὁρμαῖς τῶν
παθητικῶν τούτων δυνάμεων, πρακτικὸς δὲ νοῦς ὅτι λογικὴ οὖσα καὶ νοερὰ
δύναμις, ὅταν τὰς παθητικὰς δυνάμεις μεταχειρίζηται, τότε τὰς πράξεις
ἀποτελεῖ. πράξεις δέ εἰσιν αἱ κατὰ προαίρεσιν τοῦ λόγου ἐνέργειαι. τὸ δὲ
μετρούμενον ἡ τῶν παθῶν ἐστι κίνησις καὶ ἐνέργεια. δεῖ οὖν τὸν λόγον
261
ἔχειν ὀρθῶς, ἵνα ὀρθῶς μετρῶν καὶ τῇ ἑαυτοῦ εὐθύτητι τὰ πάθη καὶ τὰς
πράξεις παρατιθεὶς τὸ μέσον εὑρίσκῃ καὶ σύμμετρον καὶ τὸ ἀγαθὸν κατορθοῖ,
ἐκκλίνων τὰ ἐφ' ἑκάτερα, ἤτοι τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν. πῶς δ'
ἂν ὀρθῶς ἕξει ὁ λόγος ἐν τῷ ἀνθρώπῳ, ὥστε μέτρον γίνεσθαι τοῖς πάθεσι
καὶ ταῖς πράξεσιν, ἢ πρῶτον μὲν ἔφεσιν λαβόντι τοῦ ἀγαθοῦ καὶ βδελυ-
ξαμένῳ μὲν τὰς ἀμετρίας τῶν παθητικῶν ὁρμῶν καὶ ὀρέξεων, ποθήσαντι
δὲ τὸ μετρίως καὶ ὡς δεῖ ἐνεργεῖν κατ' αὐτὰ πειθηνίως πρὸς τὸν λόγον
καὶ ὑπεικτικῶς ἔχοντα. ἔπειτα δὲ πολλὰ παθόντι καὶ πολλὰ μογήσαντι
καὶ προσχόντι φιλοπόνως τοῖς κατὰ τὸν βίον πράγμασι καὶ διὰ πολυπει-
ρίας μαθόντι ποῦ καὶ πότε καὶ πῶς αἱ ἀποπτώσεις καὶ κατορθώσεις ἐν
τοῖς πάθεσι καὶ ταῖς πράξεσι γίνονται. οὕτω γὰρ ἐν φρονήσει γενόμενος
ὀρθόν τε ἕξει τὸν λόγον καὶ ἕκαστα παραμετροῦντα ὀρθῶς, ὡς μήτε τὴν
ὑπερβολὴν αὐτὸν λανθάνειν μήτε τὴν ἔλλειψιν, ἃ φεύγων ἑκατέρᾳ περὶ τὸ
μέσον καὶ σύμμετρον ἵσταται ἀμεταθέτως τούτου ἐχόμενος. τὸ δὲ <τοῦτο
διέλωμεν> διχῶς ἔστιν ἐκλαβεῖν. ἢ γὰρ πῶς ὁ ὀρθὸς λέγεται καὶ διορί-
ζεται, ἢ αὐτὸν τὸν ὀρθὸν λόγον λέγει. τὸ γὰρ ὁ ὀρθὸς λόγος· καὶ ἔστιν
ὁ ὀρθὸς λόγος καὶ ἐν πράξεσι καὶ θεωρήμασιν· ἐκεῖ μέν, ἤγουν ἐν ταῖς
πράξεσι, τὸ ἀγαθὸν ἀνευρίσκων καὶ περαίνων τὸ αἱρετὸν εἶναι αὐτόν (τοῦτο
δέ ἐστι τὸ μέσον καὶ σύμμετρον), ἐκεῖ δὲ συνάγων τἀληθὲς καὶ ἐν ἑαυτῷ
ἔχων αὐτὸ καὶ ἑτέροις παραδιδούς. ἢ τὸ <διέλωμεν> ἀντὶ τοῦ λεπτομερῶς
διαιρήσομεν. ἃ γὰρ προλαβὼν περὶ τοῦ ὀρθοῦ λόγου εἴρηκε, παχυμερῶς
λέλεκται καὶ συγκεχυμένως, νῦν δὲ διαιρήσει τὸν ἐν ψυχῇ λόγον εἰς τὸ
λογιστικὸν καὶ θεωρητικόν, καὶ τοῦτο αὖθις εἰς τὰ ὑπ' αὐτὰ εἴδη, καὶ
οἰκείαν ἑκάστῳ ποιήσει τὴν περὶ ἑκάστου διδασκαλίαν.
{<Ἐν ἁπάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσιν ὡς καὶ ἐπὶ
τῶν ἄλλων ἔστι τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον
ἔχων ἐπιτείνει τε καὶ ἀνίησι, καί τις ὅρος ἐστὶ τῶν μεσοτή-
των. ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως
οὔσας κατὰ τὸν ὀρθὸν λόγον.>}
Εἰρημένας ἕξεις φησὶ περὶ ὧν ἤδη ἐδίδαξεν· αὗται δ' εἰσὶν αἱ πρα-
κτικαὶ ἀρεταί, αἵ τε γενικαὶ ὀνομαζόμεναι τέσσαρες καὶ αἱ ὑπ' αὐτὰς ὡς
εἴδη ἀναφερόμεναι. λέγει τοίνυν ὅτι ἐν πάσαις ταύταις σκοπός ἐστί τις,
ὅτε τις κατ' αὐτὰς ἐνεργεῖ· οὗτος δ' ἐστὶν ὁ λόγον ἔχων, οὗτος δ' ἐστὶν
262
ὁ ἄνθρωπος, ὃς λογικὸς ὢν καὶ ὡς μέτρῳ τινὶ τῷ λόγῳ ἐν ταῖς πράξεσι
χρώμενος. <ἐπιτείνει> μὲν ὅταν ἐλλιπῶς ἔχῃ τοῦ δέοντος ἡ ἐκ τοῦ πάθους
προβαίνουσα κίνησις, <ἀνίησι> δὲ ὅταν ὑπερβάλλῃ, οἷον εἰ ἀμύνασθαι δέοι
τὸν ἡμαρτηκότα, σκοπὸν ἔχει κατὰ τὸ σύμμετρον θέσθαι τὴν ἄμυναν. οὐ-
κοῦν ἀκολουθήσει τῇ ὁρμῇ τοῦ θυμοῦ, ἀλλ' ἐλαττώσει μὲν αὐτήν, εἰ
πλέον τοῦ δέοντος διεγείροιτο, αὐξήσει δ' αὖθις εἰ χαυνότερον ἢ δεῖ ἐρε-
θίζοιτο, καὶ οὕτως ἑκατέρωθεν ἐκκλίνων τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν
ἐν τῷ μέσῳ στήσεται, καὶ προσήκουσαν τὴν παιδείαν 〈ἂν〉 ἐπενέγκῃ τῷ ἁμαρ-
τήσαντι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς ἐπιθυμίας ἂν γένοιτο, οἷον εἴ τις τροφῆς
ὀρέγοιτο εἴτε πόσεως οὔτε ἐνδώσειεν ἂν ἁπλῶς ἠθικὸς ἀνὴρ καὶ κατὰ τὸν
ὀρθὸν λόγον ἐνεργῶν τῇ τῆς ἐπιθυμίας ὁρμῇ, οὔτε μὴν ὡς ἔτυχεν ἀναχαι-
τίσει αὐτὴν ἀλλὰ τῷ τοῦ λόγου μέτρῳ χρησάμενος ἐν τῷ μέσῳ στήσει
τὴν ὄρεξιν καὶ βρώσεται μὲν ὅτε δεῖ καὶ ὅπου δεῖ καὶ ἐφ' ὅσον δεῖ καὶ
ὅπως δεῖ καὶ ὃ δεῖ καὶ ὅσα ἕτερα παρατηρεῖσθαι ἐν τούτοις πεφύκασιν
ἄνθρωποι. ἐν τούτοις δὲ καὶ νόμοι προΐστανται καὶ ἔθη ἐθνῶν τε καὶ
πόλεων, ὡς μέτρα καὶ αὐτὰ τεθειμένα τῶν παθῶν καὶ τῶν πράξεων. τὸ
<δὲ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων> εἴρηται, ὅτι οὐ μόνον τῶν κατὰ
τὰς ἀρετὰς ἕξεων τὰς ὑπερβολὰς καὶ ἐλλείψεις ἐκκλίνομεν κατορθοῦν βου-
λόμενοι τὸ ἁρμόδιον, ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν. οἰκοδό-
μος τε γὰρ καὶ τέκτων καὶ ἀνδριαντοποιὸς σπουδάσει πανταχοῦ τὸ σύμμε-
τρον τηρῆσαι ἔν τε πλήθει καὶ μεγέθει καὶ ἄλλοις ὅσοις ἐνδέχεται ἢ τὴν
φύσιν μιμούμενος ἢ πρὸς τὴν χρῆσιν ἀφορῶν τοῦ κατασκευάσματος.
οὐδὲν δὲ ἧττον καὶ ταῖς ἐπιστήμαις τηρεῖται τὸ σύμμετρον. μουσικὸς γὰρ
ἀνὴρ καθ' ἕκαστον τρόπον τὸ ἁρμόδιον αὐτῷ σπουδάσει κατὰ τὸ μέτρον,
ἄλλο μὲν ἐπὶ τοῦ Δωρίου εἰ τύχοι τρόπου, ἄλλο δ' ἐπὶ τοῦ Φρυγίου καὶ
ἄλλο ἐπὶ τοῦ Λυδίου, κἀπὶ τῶν ἄλλων ὡσαύτως, ὡς ἐπὶ τοῦδε μὲν τήν.
δὲ ἀνιέναι τὴν χορδήν, τήν δ' ἐπιτείνειν, ἐπὶ τούτῳ δ' ἄλλην, ὅπως πλητ-
τόμεναι οἰκείως τῷ τρόπῳ τὸ μέλος καὶ τὴν ᾠδὴν ἀπαρτίζωσιν, ἀποτελου-
μένων ἁρμοδίως τῶν ἀπηχήσεων κατὰ ὀξύτητα καὶ βαρύτητα. ἀλλὰ καὶ
εἰ σύμμετρον ἐρεῖς ἐπὶ τῶν ἐπιστημῶν τὸ ἀψευδές τε καὶ ἀληθές, οὐδὲ
τοῦτο ἀνοίκειον. ταῖς γὰρ ἐπιστήμαις οὐδὲν ἁρμοδιώτερον οὐδὲ σκοπιμώτερον
ὡς τὸ εἰδέναι τὸ ἀληθὲς διὰ μέσης τῆς αἰτίας τοῦ πράγματος. τριῶν δὲ
λαμβανομένων καθ' ἃ αἱ ἐνέργειαι τῶν ψυχικῶν δυνάμεων, ὑπερβολῆς καὶ
ἐλλείψεως καὶ τῆς μεταξὺ τούτων μεσότητος, τὰς μεσότητας ἔφη μόνον
κατὰ τὸν ὀρθὸν εἶναι λόγον. αἱ γὰρ ἀκρότητες κἂν ὑπ' αὐτοῦ καὶ αὐταὶ
κρίνωνται, ἀλλ' ὡς γνωστὰ μόνον αὐτοῦ οὖσαι κρίνονται, οὐ μὴν οὐδ' ὡς
αἱρετά, ἐπεὶ καὶ παρ' αὐτόν εἰσι καὶ ἔξω αὐτοῦ, ὡς καὶ πᾶν ἔξω τοῦ μέ-
τρου τὸ ἄμετρον.
263
{<Ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως ἀληθές, οὐδὲν δὲ σαφές.
καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις ἐπιμελείαις, περὶ ὅσας ἐστὶν
ἐπιστήμη, τοῦτο ἀληθὲς εἰπεῖν, ὅτι οὔτε πλείω οὔτε ἐλάττω
δεῖ πονεῖν οὐδὲ ῥᾳθυμεῖν, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος.
τοῦτο δὲ μόνον ἔχων ἄν τις οὐθὲν ἂν εἰδείη πλέον, οἷον ποῖα δεῖ
πρὸς τὸ σῶμα, εἴ τις εἴποι ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς
ὁ ταύτην ἔχων.>}
Ἐπειδὴ εἶπε, τί ὁ ὀρθὸς λόγος ἐστίν, ὃν ἔχων ὁ ἄνθρωπος καὶ χρώ-
μενος αὐτῷ τὰς ἐνεργείας μετρεῖ καὶ τὰς ὁρμὰς τῶν παθῶν καὶ τὸ μέσον
εὑρίσκει καὶ αὐτὸ κατορθοῖ τὰς ἑκατέρωθεν ὑπερβολὰς καὶ ἐλλείψεις ἀπο-
πεμπόμενος καὶ οὕτως ἑαυτῷ περιποιεῖται τὰς κατὰ τὰς ἀρετὰς ἕξεις, ἦν
δὲ συγκεχυμένον τὸ οὕτω λεγόμενον καὶ οὔπω δῆλον ἦν τίς τε ὁ ὀρθὸς
λόγος καὶ ὅπως χρηστέον ὡς μέτρῳ αὐτῷ, ἵνα κατὰ σκοπὸν ἐνεργοῦντες
τὸ μέσον εὑρίσκωμεν, ἔδει δὲ διελεῖν καὶ τὸ ῥηθὲν ποιῆσαι σαφέστερον,
διὰ τοῦτό φησιν ὅτι τὸ οὕτως εἰπεῖν, ὡς εἴπομεν, ἀληθὲς μέν, οὐχὶ δὲ
καὶ σαφές, διότι καὶ ταῖς ἄλλαις σπουδαῖς, περὶ ὅσας λόγος τις τεχνικὸς ἢ
ἐπιστημονικός ἐστιν, ἀληθὲς τὸ οὕτως εἰπεῖν, ὥστε μηδὲ εἶναι πονεῖν ἢ
ἀνίεσθαι τοῦ συμμέτρου ἐλάττονα ἢ πλείονα, ἀλλ' ἀρχομένους τῆς ἐνεργείας
ἥκειν μέχρι τοῦ μέσου μηδὲν ἐλλείποντας, περαιτέρω δὲ προστιθέναι μηδέν,
καὶ ἐπεὶ κοινὸν τοῦτο πάσαις ταῖς ἐπιμελείαις καὶ ταῖς σπουδαῖς, ταῖς τε κατὰ
πρᾶξιν ταῖς τε κατὰ μόνην διάνοιαν, συγκέχυται διὰ τὴν κοινότητα καὶ
ἀσαφές ἐστι πρὸς ἑκάστην σπουδὴν διὰ τὸ μηδεμιᾶς ἴδιον θεωρεῖσθαι μέ-
σον καὶ σύμμετρον ἐκ μόνου τοῦ λέγειν οὑτωσί, ὥστε δεῖ τοῦτον τὸν λό-
γον ὁλοσχερῶς ἔχοντας εἰδέναι, διελόντας καὶ καθ' ἑκάστην ἐπιμέλειαν τί
τὸ ἴδιον αὐτῆς ἐστι μέτρον καὶ σύμμετρον, καὶ τοῦτο σκοπὸν ἔχοντας,
πρὸς αὐτὸ τὴν σπουδὴν καταβάλλεσθαι. διότι δὲ πολλὰ τὰ πάθη καὶ
πολλαὶ αἱ νόσοι αἱ τοῖς ἀνθρώποις συμβαίνουσαι, αἱ μὲν τὰ σώματα παρὰ
φύσιν διατιθέμεναι, αἱ δὲ καὶ αὐτῶν τῶν ψυχῶν ἐφαπτόμεναι, ὡς καὶ τὰς
δυνάμεις αὐτῶν ἐνίοτε βλάπτεσθαι, καὶ αὗται ἐναργεῖς καὶ δῆλαι καὶ αὐ-
ταῖς αἰσθήσεσι, διὰ τοῦτο ἐκ τῆς ἰατρικῆς εἰσάγει τὸ παράδειγμα σαφὲς ποι-
ῶν τὸ λεγόμενον, ὅτι οὐκ ἔστιν ἱκανὸν τὸ κοινῶς ποιεῖσθαι τὰς παραδόσεις,
ἀναγκαῖον δὲ καὶ κατ' εἶδος καταμερίζειν καθ' ἑκάστην ἐπιμέλειαν τὰ λε-
γόμενα, ἵν' οὕτως ὁ λόγος σαφέστερος γίνοιτο ἑκάστῃ ἐφαρμοζόμενος. ὃ
καὶ αὐτὸς ποιήσει ἐνταῦθα περὶ τῶν πρακτικῶν ἀρετῶν τὸν ὀρθὸν λόγον
καὶ τὸ μέσον παραδιδούς. <ἐπιμέλειαν> δὲ ὀνομάζει τὴν οἱονεὶ θεραπείαν
264
καὶ περιποίησιν καὶ εἰς τὴν κατὰ φύσιν ἀγωγὴν παντὸς πράγματος,
ἀκολούθως τῷ κατὰ τὴν ἰατρικὴν παραδείγματι τὸ ὄνομα θέμενος. εἰ γάρ
τις ἐρομένου τινός, ποῖα δεῖ πρὸς τὸ σῶμα προφέρεσθαι ὥστε ἢ παροῦσαν
τὴν ὑγίειαν συντηρεῖν ἑαυτῷ ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, εἴπῃ ὁ ἀποκρινόμε-
νος, ὅτι ἐκεῖνα ὅσα ἡ ἰατρικὴ κελεύει καὶ οὕτως ὡς κελεύει ὁ ἰατρὸς ὁ
ταύτην ἔχων τὴν τέχνην, οἷον εἴτε δεόντως παραμιγνύντας αὐτὰ εἴτε ὥραν καὶ
χώραν καὶ ἡλικίαν καὶ νόσον σκοποῦντας εἴτε τινὰ παρατηρήματα ἕτερα, οὐκ
ἀρκεῖ οὗτος ὁ λόγος εἰς ὑγίειαν τοῖς σώμασι διὰ τὸ κοινὸς εἶναι πᾶσι καὶ
ἀδιάκριτος. πολυειδεῖς γὰρ αἱ ἐπιμέλειαι καὶ τῶν ὑποκειμένων περὶ ἃ ἑκά-
στην αὐτῶν δεῖ ἐνδείκνυσθαι, πολλὴ καὶ πολυσχιδὴς ἡ διαφορὰ καὶ ἄλλα
καὶ ἄλλα ἐφ' ἑκάστης ἐστὶ καὶ ἐφ' ἑκάστου τὰ ὠφέλιμα καὶ πρὸς τὴν
τοῦ ἀγαθοῦ καὶ τοῦ κατὰ φύσιν κατόρθωσιν συμβαλλόμενα καὶ δεῖ τῆς
ἁρμοττούσης ἐπιμελείας ἰδίᾳ καθ' ἕκαστα.
{<Διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ μόνον ἀλη-
θῶς εἶναι τοῦτ' εἰρημένον, ἀλλὰ καὶ τὸ διωρισμένον τίς τέ
ἐστιν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος.>}
Εἰ καὶ ἀληθές φησι τὸ οὕτω λεγόμενον καθόλου, ἀλλ' ὥσπερ ἐπὶ
τοῦ κατὰ τὴν ἰατρικὴν παραδείγματος οὐκ ἀρκεῖ πρὸς τὸ ἰατρικῶς ἐνεργεῖν
τὸ τὸ εἰρημένον εἰδέναι καθόλου, οὕτως οὐδὲ ἐπὶ τῶν ψυχικῶν ἕξεων οὐ
δεῖ μόνον εἰδέναι ὅτι ἀληθὲς τὸ εἰρημένον ἐστίν, ἤγουν ὅτι οὔτε ἐλάττω
δεῖ πονεῖν οὔτε ῥᾳθυμεῖν, τουτέστιν ἀνίεσθαι, ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ
ὀρθός, ἀλλ' ἀναγκαῖον διορίσασθαι τόν τε ὀρθὸν λόγον τίς ἐστιν ἀποδι-
δόντας, καὶ τίς ὁ ὅρος αὐτοῦ. τοῦτο δὲ διχῶς ἔστι νοῆσαι· ἢ γὰρ ὡς
ἐκ παραλλήλου ὂν τὸ αὐτὸ ὡς ταὐτὸν ὑπάρχον εἰδέναι τίς τε ὁ ὀρθὸς λό-
γος καὶ τίς ὁ ὁρισμὸς τοῦ ὀρθοῦ λόγου, ἢ τὸ μὲν πρότερον περὶ τοῦ ὀρθοῦ
λόγου καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τὸ δὲ δεύτερον περὶ τοῦ μέσου, ὃς σκοπός
ἐστιν ὑπὸ τοῦ ὀρθοῦ λόγου καταλαμβανόμενός τε καὶ ὁριζόμενος. καὶ
ἴσως τοῦτ' ἂν δόξειεν ἁρμοδιώτερον. δεῖ γὰρ καὶ τὸν ὀρθὸν λόγον εἰδέναι
καὶ τὸ μέσον τί ἐστιν ἑκάτερον ἐπὶ τῶν κατὰ ψυχὴν ἕξεων. ἀλλὰ καὶ ὅρος
τίς ἐστιν ὁ σκοπὸς τοῦ πρὸς αὐτὸν ἀφορῶντος ὡς περιορίζων τε καὶ ἱστῶν
μέχρις ἑαυτοῦ τὴν ἐκείνου ὁρμήν.
{<Τὰς δὴ τῆς ψυχῆς ἀρετὰς διείλομεν καὶ τὰς μὲν τοῦ
ἤθους ἔφαμεν, τὰς δὲ τῆς διανοίας. περὶ μὲν οὖν τῶν ἠθικῶν
διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν, περὶ ψυχῆς πρῶτον εἰπόν-
τες, λέγομεν οὕτως.>}
Πρὶν ἢ τὴν προκειμένην ῥῆσιν ἐξηγήσασθαι τοῦ Ἀριστοτέλους ἀνα-
265
γκαῖον εἰπεῖν τι περὶ τῆς τοῦ λόγου διαθέσεως, ἣν ἐν τῷ Ζ τῶν Νικομα-
χείων Ἠθικῶν ὁ φιλόσοφος ἐξειργάσατο. προέθετο μὲν γὰρ ἐν αὐτῷ περὶ
τῶν διανοητικῶν ἀρετῶν διδάξαι, ἱκανῶς ἡμῖν ἐν τοῖς πρὸ τούτου βιβλίοις
περὶ τῶν πρακτικῶν παραδούς, ὡς ἂν εἴη αὐτῷ ἐντελὴς ἡ περὶ ἀρετῶν
πραγματεία, μηδενὸς λειπομένη τῶν ἀνηκόντων αὐτῷ. ἀλλ' ἐπεὶ περὶ τῶν
πρακτικῶν ἀρετῶν λέγων πρὸ τούτου, τοῦ ὀρθοῦ λόγου πολλάκις ἐμνημό-
νευσεν, ὡς κατ' αὐτὸν καὶ ὑπ' αὐτοῦ κατορθουμένων τῶν πράξεων (οὐκ
ἦν δὲ αὐτόθεν γνώριμον, τίς τε ὁ ὀρθὸς λόγος ἐστὶ παὶ πῶς κατ' αὐτὸν
αἱ πράξεις εὐθύνονται καὶ ὑπ' αὐτοῦ κατορθοῦνται καὶ πῶς ταῖς τῶν ἀν-
θρώπων ψυχαῖς ὁδὶ περιγίνεσθαι πέφυκεν), ἀναγκαίως ὁ περὶ τούτου λόγος
ἐπηκολούθησε. διὰ τοῦτο καὶ περὶ τῆς φρονήσεως διδάξαι προέθετο,
ἥτις ὁ ὀρθὸς λόγος ἐστίν. ἐπεὶ δὲ διανοητική ἐστιν ἡ φρόνησις ἀρετὴ
καὶ ὁμογενεῖς ἑαυτῇ ἔχει καὶ ἑτέρας τῆς ψυχῆς ἕξεις, ἀκολούθως διδάσκει
καὶ περὶ τούτων. αὗται δέ εἰσι τέσσαρες, ἵν' οὕτως ἐροῦμεν ὁλοσχερέ-
στερον, τέχνη ἐπιστήμη σοφία νοῦς. πρῶτον μὲν περὶ τοῦ ὀρθοῦ παραδί-
δωσι λόγου καὶ τῆς φρονήσεως, ἐπεὶ καὶ πολλάκις περὶ αὐτῆς ἐμνημό-
νευσεν, ἐν οἷς περὶ τῶν πρακτικῶν ἀρετῶν διελάμβανεν, ὀρθόν τε λόγον
κατονομάζων αὐτὴν καὶ φρόνιμον ἄνδρα τὸν κατ' αὐτὸν ἐνεργοῦντα καὶ
πράττοντα. ἵν' οὖν τά τε λεγόμενα συνεχῆ ὑπάρχῃ καὶ πρὸς ἄλληλα καὶ
μὴ ἐπὶ πλεῖον ὦμεν ἀνεννόητοι τοῦ ὀρθοῦ λόγου, οὗ πολλάκις πρότερον
ἐμνημόνευσε, διδάσκει πρῶτον περὶ αὐτοῦ καὶ οὕτως ἐφεξῆς περὶ τῶν λοι-
πῶν διανοητικῶν ἕξεων τῇ προσηκούσῃ τάξει ἐν πάσαις χρώμενος· ἄλλως
τε ἐπεὶ καὶ ἡ φρόνησις μεταξὺ διανοητικῶν καὶ πρακτικῶν ἕξεων, καὶ πῇ
μὲν λογισμὸς καὶ λογιστικὸν ὀνομάζεται, πῇ δὲ νοῦς πρακτικός, ἐκεῖνο μὲν
ὅτι ἐν διανοίᾳ καὶ ἐκ διανοίας ἐστί, τοῦτο δὲ ὅτι περὶ τὰ πρακτὰ κατα-
γίνεται καὶ περὶ τῶν ἀρετῶν συλλογίζεται, ἔδει καὶ μέσην ταχθῆναι τὴν
περὶ ταύτης διδασκαλίαν τῶν θεωρητικῶν καὶ πρακτικῶν ἕξεων. καὶ
ταῦτα μὲν περὶ τῆς διαθέσεως ᾗ Ἀριστοτέλης ἐχρήσατο, μεταβαίνων ἀπὸ
τῶν πρακτικῶν ἐπὶ τὰς διανοητικὰς ἀρετάς. ἐπανέλθωμεν δὲ πρὸς τὴν
λέξιν καὶ ἐροῦμεν περὶ αὐτῆς θεοῦ διδόντος τὰ προσήκοντα. βουλόμενος
τοίνυν ἑαυτὸν ἐμβαλεῖν εἰς τὴν περὶ τοῦ ὀρθοῦ λόγου διδασκαλίαν Ἀριστο-
τέλης καὶ τῇ διαιρετικῇ χρήσασθαι μεθόδῳ, πρὸς τὸ εὑρεῖν τίς οὗτός
ἐστιν, ἀνατρέχει πάλιν ἐπὶ τὰ πρότερον εἰρημένα ἐν τῷ Β ταύτης τῆς
πραγματείας, ἔνθα διῄρει τὰς ἀρετὰς τῆς ψυχῆς εἰς τὰς ἠθικὰς καὶ διανοητικάς.
καὶ τὰς μὲν ἠθικὰς παραιτεῖται νῦν ὡς ἱκανῶς περὶ αὐτῶν εἰρηκώς, προ-
τίθεται δὲ περὶ τῶν ὑπολοίπων διδάξαι, λέγω δὴ τῶν διανοητικῶν· αἷς
καὶ τὴν φρόνησιν συντάττει, διότι λόγος τίς ἐστι καὶ αὐτὴ καὶ διάνοια
περὶ τῶν πρακτέων συλλογιζομένη καὶ τό τε ἀληθῶς αἱρετὸν ἀνευρί-
σκουσα καὶ τὸν τρόπον, δι' οὗ καταλαμβάνεσθαι πέφυκεν. ἐπεὶ δὲ καὶ
περὶ ψυχῆς εἶπεν ἐν τῷ Β ὅσα ἦν ἱκανὰ τοῖς περὶ 〈τῶν〉 ἀρετῶν αὐτῆς ἐξετά-
266
ζουσιν, ἀναμιμνήσκει νῦν ἡμᾶς ἐν συντόμῳ καὶ περὶ ἐκείνων. ἐκεῖ μὲν
οὖν διῄρει τὴν ψυχὴν εἰς τὸ λόγον ἔχον καὶ τὸ ἄλογον, ἐνταῦθα δὲ τὸ
ἄλογον καταλείπει ὡς περὶ αὐτοῦ καὶ τῶν κατ' αὐτὸ ἀρετῶν ἤδη εἰρηκώς,
ὑποδιαίρεσιν δὲ τοῦ λόγου ἔχοντος ποιεῖ καὶ φησί·
{<Πρότερον μὲν οὖν ἐλέχθη δύο μέρη εἶναι τῆς ψυχῆς,
τὸ λόγον ἔχον καὶ τὸ ἄλογον· νῦν δὲ περὶ τοῦ λόγον ἔχοντος
τὸν αὐτὸν τρόπον διαιρετέον, καὶ ὑποκείσθω δύο τὰ λόγον
ἔχοντα, ἓν μὲν ᾧ θεωροῦμεν τὰ τοιαῦτα τῶν ὄντων, ὧν αἱ
ἀρχαὶ μὴ ἐνδέχονται ἄλλως ἔχειν, ἓν δὲ ᾧ τὰ ἐνδεχόμενα.>}
Καὶ ἐν τοῖς προτέροις βιβλίοις εἴρηκεν ὁ φιλόσοφος, διττῶς λαμβά-
νεσθαι καὶ ἐν τῷ ἀνθρώπῳ τὸ λογικόν, τὸ μὲν ὡς λόγον ἔχον καὶ χρώ-
μενον, τὸ δ' ὡς λόγῳ ἐπιπειθές, ἅτε μὴ ἔχον αὐτὸ λόγον οἰκεῖον καὶ διὰ
τοῦτο οὐδὲ χρῆσθαι λόγῳ δυνάμενον (πῶς γὰρ τὸ χεῖρον τῷ κρείττονι
χρήσεται;) ἀλλ' ὑπεῖκον ὡς χεῖρον τῷ κρείττονι καὶ πειθόμενον καὶ διὰ
τοῦτο οὐ λογικόν, τὸ μὲν κατὰ θάτερον τῶν τρόπων, τὸ δὲ κατὰ θάτερον.
πρότερον μὲν οὖν περὶ τοῦ τῷ λόγῳ ἐπιπειθοῦς καὶ τῶν μετ' αὐτοῦ κα-
τορθουμένων ἀρετῶν ὑπὸ τοῦ λόγου ἐδίδαξε, πείθοντος αὐτῷ καὶ εἰς τὸ
ἀγαθὸν καὶ λυσιτελὲς καὶ ὠφέλιμον ἄγοντος, νῦν δὲ τὸ λόγον ἔχον ὑπο-
διαιρεῖ τῆς ψυχῆς καὶ δύο λαμβάνει εἴδη, ἤτοι μέρη αὐτοῦ. καὶ τούτου
λέγει διαφορὰς εἶναι διαιρετικὰς κατὰ τὰ ὑποκείμενα, περὶ ἃ ἰδίᾳ μὲν
θάτερον, ἰδίᾳ δὲ θάτερον τῶν μερῶν καταγίνεται. ἐπεὶ γὰρ τῶν πραγμά-
των τὰ μὲν ἀναγκαῖα, τὰ δ' ἐνδεχόμενα, τὸ μὲν εἶναί φησι τῶν εἰδῶν ἢ
μερῶν περὶ τὰ ἀναγκαῖα, τὸ δὲ περὶ τὰ ἐνδεχόμενα. ὡς γὰρ ἐπὶ τῆς
τοῦ ζῴου διαιρέσεως κατὰ διαφόρους τρόπους λαμβάνοντες τὰς διαφορὰς
ἔστιν οὗ καὶ κατὰ τὰς κατὰ τόπους διατριβὰς διαιροῦμεν εἰς τὰ εἴδη
αὐτῶν, τὰ μὲν τῶν ζῴων χερσαῖα λέγοντες, τὰ δ' ἔνυδρα, οὕτω καὶ ἐπὶ
τῶν δυνάμεων, ἤτοι μερῶν τῆς ψυχῆς οὐκ ἀνοίκειον ποιεῖσθαι διαίρεσιν
ἀπὸ γένους εἰς εἴδη ἢ ἀπὸ ὁλικωτέρου εἰς μερικώτερον κατὰ τὰ ὑποκεί-
μενα, περὶ ἃ ἐνεργοῦσι καὶ περὶ ἃ καταγίνονται. οἷον γάρ τινες τοπικαί
εἰσι διατριβαὶ τὰ ὑποκείμενα ταῖς δυνάμεσι, περὶ ἃ τὰς οἰκείας ἐνεργείας
ἐνδείκνυνται. ἐπεὶ δὲ τοῦτο οὐκ ἀποδείκνυσιν ἢ τῇ ἐναργείᾳ τῶν πραγμά-
των ἀρκούμενον, ἢ ὡς πολλοῦ λόγου δεόμενον καὶ παρέλκουσαν πρὸς τὴν
παροῦσαν πραγματείαν τὴν μεταχείρισιν τῆς τούτου ἀποδείξεως λογιζόμενος,
διὰ τοῦτο <ὑποκείσθω> φησὶ <δύο τὰ λόγον ἔχοντα,> οἷον λαμβανέσθω
ὡς ὁμολογούμενα. ὅτι γὰρ τῶν πραγμάτων τὰ μὲν ὄντα, τὰ δὲ καὶ τῶν γινο-
μένων τὰ μὲν ἀναγκαίως τὰ δ' ἐνδεχομένως γινόμενα, δῆλον παντὶ τῷ πρὸς
267
μικρὸν μετεσχηκότι συνέσεως. ὅτι γὰρ εἰσί τινα νοητὰ καὶ ἕτερα αἰσθη-
τά, πάνυ ὀλίγοι ἠγνόησαν τῶν ἐπιστησάντων τοῖς πράγμασιν, ὥσπερ καὶ
ὅτι εἰσὶ τὰ μὲν ἀναγκαίως τὰ δ' ἐνδεχόμενα, ἀναγκαίως μὲν ὡς ἀνατολαὶ
καὶ δύσεις ἀστέρων καί τινων ἐκ τούτων πλησιασμοὶ καὶ ἀποστάσεις πρὸς
τὰ τῆς γῆς διάφορα κλίματα, ὧραι τε τοῦ ἔτους καὶ ἡμέραι καὶ νύκτες
ἀλλήλας διαδεχόμεναι καὶ ὅσα ἕτερα τούτοις σύστοιχα· νῖκαι δὲ καὶ
ἧτται τῶν μαχομένων ἐνδεχόμεναι καὶ ἐξ ἑτέρων εἰς ἑτέρους μεταβαλλό-
μεναι καὶ ἐνέργειαι καὶ πράξεις ἀνθρώπιναι καὶ ἄλλα τοιαῦτα πολλά, ὧν
περιττὸν ἦν ἀπαριθμεῖν τὸ καθέκαστον. διὰ τοῦτο <ὑποκείσθω> ταῦτα
εἶπεν, ὡς μὴ ἀποδόσεως χρῄζοντα τοῖς μικρὸν παιδείας μετεσχηκόσιν. ὅτι
δὲ καὶ ἐπιστήμης τελεωτέρας καὶ μείζονος τοῖς ἐν λόγοις δεομένη δυνάμε-
ως ἡ περὶ τούτων σύστασις καὶ ἀπόδειξις ὡς εἰς θεωρίαν ἄγουσα μείζω,
οὐδὲ τοῦτο ἄδηλον. διὰ ταῦτα οὖν ἄμφω ὥσπερ χαρισθῆναι αὐτῷ τὴν
περὶ τούτων ὁμολογίαν ᾐτήσατο. γνώρισμα δὲ παραδίδωσι τῶν μὲν
ἀναγκαίων τὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν αὐτῶν τὰς ἀρχάς, τῶν δὲ ἐνδε-
χομένων οὐδέν, ἀλλὰ μόνον ὀνομάζει αὐτὰ ἐνδεχόμενα. τοῦτο δὲ πεποί-
ηκεν, ὡς προχείρου πᾶσι προκειμένης τῆς γνώσεως τῶν ἐνδεχομένων, ἅτε
καὶ οἰκείων ὄντων μάλα τοῖς γενητοῖς ἡμῖν καὶ φθαρτοῖς. ἀρχὰς δὲ ὠνό-
μασεν ἢ τὰς τῆς γνώσεως ἢ τὰς τῆς ὑπάρξεως. τῆς μὲν γὰρ γνώσεως
ἀρχαὶ οἱ ὅροι καὶ τὰ ἀξιώματα ἐπί γε τῶν ἀναγκαίων, τῆς δὲ ὑπάρξεως
τὰ ποιητικὰ καὶ τὰ τελικά. ταῦτα γὰρ μόνα κυρίως αἴτια, ὅτι καὶ μόνα
τῶν αἰτιατῶν ἐξῄρηται. τῶν δὲ ἐνδεχομένων, εἰ καὶ μὴ αὐτὸς εἶπεν, ἐν-
δεχόμεναι καὶ αἱ ἀρχαὶ τῆς γνώσεως ἅμα καὶ τῆς ὑπάρξεως, τῆς μὲν
γνώσεως αἱ ἔνδοξοι τῶν προτάσεων, τῆς δὲ ὑπάρξεως ὅσα τῶν ποιητικῶν
καὶ τῶν τελικῶν καὶ μὴ εἶναι καὶ ἐνεργεῖν ἐνδέχεταί ποτε, ὡς τὸν οἰκο-
δόμον καὶ τὸν ἀνδριαντοποιόν· ἃ δὴ ποιητικά ἐστιν ᾗ ταῦτά ἐστιν. εἰ
δὲ καὶ εἰδικὰ αἴτια ταῦτα λέγεται, οὐδὲν ἄτοπον· πολλάκις γὰρ εἰς αὐτὸν
ἄμφω ταῦτα συνέτρεχον. καὶ ἰατρὸς μὲν καὶ ὑγίεια, ὁ μὲν ποιητικόν, ἡ
δὲ τελικόν. τὸ δὲ <τὸν αὐτὸν τρόπον διαιρετέον> εἴρηται, διότι διάφοροι
τρόποι τῆς διαιρέσεως, οἷον ἀπὸ γένους εἰς εἴδη καὶ ἀπὸ εἴδους εἰς ἄτομα καὶ
ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα καὶ ἕτεροι πλείονες, ὧν εἷς
ἐστι τρόπος καὶ ὁ τὸ ὅλον εἰς τὰ μέρη διαιρῶν· ᾧ καὶ ἐνταῦθα ἐχρή-
σατο πρότερόν τε καὶ νῦν, ὡς ἀσώματον ὁλότητα συγκειμένην ἐξ ἀσωμά-
των μερῶν τῶν ἐν αὐτῇ θεωρουμένων δυνάμεων τὴν ψυχὴν διαιρῶν, ἃ δὴ τῆς
μὲν ψυχῆς μέρη καλοῦμεν. τῆς δὲ κοινοτέρας καὶ γενικωτέρας δυνάμεως εἴδη
τάττομεν· διὰ τοῦτο καὶ μέρη ταύτας καὶ δυνάμεις καὶ εἴδη λέγομεν, πρὸς
ἄλλο καὶ ἄλλο λαμβάνοντες, ἐπεὶ καὶ αὐτὴ ἁπλῶς ἡ ψυχὴ ἐντελέχεια πρώτη
σώματος λεγομένη φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ὡς τὸ ἐπίστα-
σθαι λέγεται ἐντελέχεια, ὅπερ ἐστὶν ὡς ἕξις ἀλλ' οὐχ' ὡς τὸ θεωρεῖν, ὅπερ
268
ἐστὶ τὸ ἐνεργεῖν καὶ προχειρίζεσθαι. οὕτω γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης
ἐν τῷ Β Περὶ ψυχῆς ἡμῖν παραδίδωσιν. ἡ δὲ ἕξις πρὸς τὴν ἁπλῶς δύνα-
μιν ἐντελέχεια λέγεται, πρὸς δὲ τὴν ἐνέργειαν καὶ προχείρισιν δύναμις, ὡς
ἡ ἐν τῷ κοιμωμένῳ γεωμέτρῃ γεωμετρία.
{<Πρὸς γὰρ τὰ τῷ γένει ἕτερα καὶ τῶν τῆς ψυχῆς μο-
ρίων ἕτερον τῷ γένει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ'
ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις ὑπάρχει αὐτοῖς.>}
Ὅτι ἕτερον τῷ εἴδει μέρος τῆς ψυχῆς τὸ περὶ τὴν τῶν ἀναγκαίων
γνῶσιν καταγινόμενον καὶ ἕτερον τὸ περὶ τὴν τῶν ἐνδεχομένων, ἐνταυθοῖ
δείκνυσι. τοῖς γὰρ γινώσκουσι, φησίν, ἡ γνῶσις τοῖς γινωσκομένοις ἐξομοι-
οῦται, ὡς εἶναι τῶν μὲν ἀναγκαίων ἀναγκαίαν καὶ τὴν γνῶσιν, ἐνδεχομέ-
νην δὲ τῶν ἐνδεχομένων. πῶς γὰρ ἂν εἴη ἀναγκαία τῶν ἐνδεχομένων ἡ
γνῶσις, ἢ ἐνδεχομένη τῶν ἀναγκαίων; ὡς γὰρ εἴ τις ἀποφαίνοιτο ἀναγκαῖον
εἶναι τὸ ἁπλῶς ἐνδεχόμενον καὶ εἴ τις τὸ ἀνάπαλιν ἁπλῶς ἐνδεχόμενον
〈τὸ ἀναγκαῖον〉 ψεύδεται, οὕτω ψεύδεται καὶ ἡ γνῶσις ἡ τὸ ἀναγκαῖον ὡς
ἁπλῶς ἐνδεχόμενον γινώσκουσα καὶ τὸ ἐνδεχόμενον ὡς ἀναγκαῖον. τὴν
γὰρ ἀληθεύουσαν γνῶσιν, ὡς ἔχει κατὰ τρόπον τὸ πρᾶγμα, δεῖ γινώσκειν
αὐτό. ἢ εἰ μὴ οὕτως ἔχει, ἀληθεύσει καὶ ὁ τὸ μὴ ὂν εἶναι λέγων καὶ
τὸ ὂν μὴ εἶναι, ὅπερ ἀδύνατον. ὡς γὰρ ἐπὶ τοῦ εἶναι ἁπλῶς τὸ ψεῦδος
καὶ ἡ ἀλήθεια, οὕτω καὶ ἐπὶ τοῦ πῶς εἶναι, ὅπερ ὁ τρόπος ἐστὶ τῆς ὀν-
τότητος· ἄλλως τε καὶ ὥσπερ ἐπαφή τις καὶ ἐφαρμογὴ γίνεται τοῦ γινώ-
σκοντος καὶ τοῦ γινωσκομένου πρὸς ἄλληλα, ὅτε τις ἀποτελεῖται γνῶσις
ἑτέρου πρὸς ἕτερον. ὥσπερ τὸ εὐθὺ πρὸς τὸ καμπύλον ἐφαρμόσαι ἀδύνα-
τον διὰ τὸ τῶν σχημάτων ἀνόμοιον, οὕτως ἀδύνατον ἐφαρμοσθῆναι τὴν
ἐνδεχομένην γνῶσιν πρὸς τὴν ἀναγκαίαν ὕπαρξιν τοῦ γνωστοῦ, ὡς ἀνάπα-
λιν τὴν ἀναγκαίαν γνῶσιν πρὸς τὴν ἐνδεχομένην τοῦ πράγματος ὕπαρξιν.
οὕτω γὰρ καὶ παρὰ τῷ θεῷ φαμεν μηδὲν εἶναι μελλόντων πραγμάτων μη-
δὲ ἐνδεχόμενον, ὡς τῆς γνώσεως αὐτῷ κατὰ τὸ νῦν τε οὔσης καὶ ἀναγκαί-
ας, εἰ μή τις φαίη τοῦτο μὲν ἐφαρμόττειν τῷ νῷ καὶ γνώσει τῇ νοερᾷ.
τῷ δὲ πρώτῳ ἑνιαίαν εἶναι τὴν γνῶσιν, ὡς αὐτὸ τοῦτο ἑνὶ καὶ ὡς αἰτίῳ
πάντων ὑπερηπλωμένῳ τε καὶ ὑπερουσίῳ καὶ διὰ τοῦτο πάντα περιέχοντι
ἀνεννοήτως τε καὶ ὑπερουσίως “τά τ' ἐόντα τά τ' ἐσόμενα πρό τ' ἐόντα”,
ἵνα καὶ καθομηρίσω μικρόν, καὶ μηδὲ τοὺς αἰῶνας ἐκεῖ ἐφαρμόζεσθαι δευ-
τέρους ὄντας, καὶ τὸ εἶναι τῷ μετέχειν τοῦ πρώτου ἔχοντας. πῶς δὲ
μόριά φησιν εἶναι τῆς ψυχῆς τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ
περὶ τὰ ἐνδεχόμενα, πάλιν εἴδει λέγων διαφέρειν αὐτὰ πρὸς ἄλληλα; ἔσται
γὰρ τὰ αὐτὰ καὶ μέρη καὶ εἴδη τό τε ἄλογον καὶ τὸ λόγον ἔχον, ἃ μέρη
269
πρότερον ἐλέγομεν τῆς ψυχῆς, καὶ τὸ περὶ τὰ ἐνδεχόμενα καὶ τὸ περὶ
τὰ ἀναγκαῖα καταγινόμενον, ἃ νῦν ὡς τῆς ψυχῆς λαμβάνομεν μόρια, μέρη
λέγοντες εἶναι αὐτὰ τοῦ λόγον ἔχοντος αὐτῆς μέρους. εἰ γὰρ εἴδει δια-
φέρουσι καὶ πρὸς τὴν ψυχὴν ὡς ἐκείνης ὄντα λαμβάνονται, εἴδη ἔσονται
τῆς ψυχῆς. ἢ οὐδὲν ἄτοπον πρὸς ἄλλο καὶ ἄλλο λαμβάνοντας αὐτὰ
πρὸς μὲν τόδε μέρη λέγειν ἢ μόρια, πρὸς δὲ τόδε εἴδη. πρὸς μὲν γὰρ
τὴν ψυχὴν μέρη ἢ μόρια ὡς συμπληροῦντα τὴν ταύτης ὁλότητα ἐν συν-
θέσει θεωρούμενα κατὰ τὰς διαφόρους δυνάμεις καὶ ἐνεργείας αὐτῆς, ὡς
δὲ πράγματα καὶ ὡς δυνάμεις λαμβανόμενα τῷ εἴδει διάφορά εἰσιν. ἕτερα
γὰρ κατ' εἶδος ἀλλήλων τὸ λογικὸν καὶ ἄλογον, καὶ αὖθις ἕτερα τῷ εἴδει
τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ τὰ ἐνδεχόμενα, ὡς καὶ
ἐπὶ τῶν ἐπιστημῶν ἔστι θεωρεῖν. μέρη γὰρ γεωμετρίας ἡ περὶ τὰ ἐπί-
πεδα θεωρία καὶ ἡ περὶ τὰ στερεά, ἀλλ' ὡς θεωρίαι ἁπλῶς τῷ εἴδει
διάφοροι· καὶ μέρη γραμματικῆς ἀναγνωστικὸν ἐξηγητικὸν κριτικόν, ὡς δὲ
θεωρίαι τινὲς καὶ γνώσεις τῷ εἴδει ἀλλήλων διενηνόχασιν. ἀλλὰ καὶ
ἁπλῶς ἐπὶ τῶν ἀνομοιομερῶν μέρη ὄντα τὰ μέρη τοῦ ὅλου τῷ εἴδει ἀλλή-
λων διέστηκε. διὸ καὶ ἀνομοιομερὲς τὸ ὅλον λέγεται, ὡς ἐξ ἀνομοίων
ἀλλήλοις συνερχομένων ἀποτελούμενον. οὐδὲν ἄρα ἄτοπον εἰ τὰ αὐτὰ πῇ
μὲν μέρη λέγονταί τινος, πῇ δὲ τῷ εἴδει ἀλλήλων διάφορα ἄλλως καὶ
ἄλλως λαμβανόμενα.
{<Λεγέσθω δὲ τούτων τὸ μὲν ἐπιστημονικόν, τὸ δὲ λο-
γιστικόν· τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτόν. οὐδεὶς
δὲ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν, ὥστε
τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος.>}
Ἐπεὶ διάφορα ὄντα τῷ γένει ἤτοι τῷ εἴδει τὰ δύο μέρη τοῦ διανο-
ητικοῦ ἔδειξεν ἐκ τῆς διαφορᾶς τῶν ὑποκειμένων περὶ ἃ καταγίνονται, ὡς
ἀναγκαῖον ὂν ἐξομοιοῦσθαι γνῶσιν ἑκάστην τοῖς ἰδίοις γνωστοῖς, τίθησιν
αὐτοῖς καὶ ὀνόματα, ὡς ἂν κἀκ τῶν ὀνομάτων ᾖ διαφόρως δηλούμενα.
καί φησι τὸ μὲν δέον εἶναι ἐπιστημονικὸν ὀνομάζεσθαι, τὸ δὲ λογιστικόν,
ὅτι τὸ μὲν ἐπίστασιν καὶ ὅρον ἄγει τὸν κατ' αὐτὴν διανοούμενον, τὸ δ'
ὅτι διὰ τὸ λογίζεσθαι καὶ βουλεύεσθαι τὴν περὶ τὸ ὀρεκτὸν εὑρίσκει ἀλή-
θειαν, ὡς μὴ πλανᾶσθαι περὶ αὐτὸ μηδὲ ὀρέγεσθαι οὗ μὴ δεῖ. τῆς μὲν
γὰρ τοῦ ἐπιστημονικοῦ κινήσεως τέλος ἡ ἀλήθεια καὶ οὐ χρεία προσθεῖ-
ναι ἐν τῷ ζητουμένῳ μετὰ τὴν αὐτῆς εὕρεσιν, εἰ μήπου κατὰ συμ-
βεβηκός, ὡς ὅταν εἴη ἐπιστήμη προσλαμβανομένη ὡς ἐν πράξεσι χρησι-
μεύουσα, ὥσπερ ἡ κάθετος ἐπὶ τὸ ἄγειν πρὸς ὀρθὰς τὰ οἰκοδομούμενα
καὶ τὸ ὀρθογώνιον τρίγωνον πρὸς τὸ ἱστᾶν τοὺς κίονας ἐν ὀρθότητι καὶ
270
ἡ γεωμετρία πρὸς τὰ μηχανικά, τῆς δὲ τοῦ διαλογιστικοῦ καὶ βουλευτι-
κοῦ οὐχ ἱκανὸν τὸ μόνον εὑρέσθαι τὸ ἀληθὲς ἀλλὰ δεῖ καὶ ἑλέσθαι τὸ
ἀγαθὸν ὀρθῶς πράττοντα τὸν σπουδαῖον. καὶ αὐτὸς γὰρ ὁ Ἀριστοτέλης
φησὶ περὶ τῆς ἠθικῆς πραγματείας λέγειν ἀρχόμενος, ὅτι τὸ τέλος αὐτῆς
οὐ γνῶσις ἀλλὰ πρᾶξις. ἐναργεστέραν δὲ τὴν διαφορὰν ποιούμενος τῶν
δύο τούτων εἰδῶν, τοῦ διανοητικοῦ καὶ ἐπιστημονικοῦ, μεταλαμβάνει τὸ
λογίζεσθαι εἰς τὸ βουλεύεσθαι ὡς σαφέστερον, ταὐτὸν εἶναι λέγων λογίζεσθαι
καὶ βουλεύεσθαι, ὡς δῆλον ὄν, ὅτι οὐδεὶς περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως
ἔχειν βουλεύεται. περὶ γὰρ τῶν ἐφ' ἡμῖν αἱ βουλεύσεις καὶ ἃ διαθέσθαι
ἡμῖν δυνατὸν ὡς βουλόμεθα. καὶ οὕτως ἐκ τῆς τῶν πραγμάτων ἐναργείας
ἡ ἀπόδειξις γίνεται τοῦ εἶναι τῷ γένει ἤτοι τῷ εἴδει ἀλλήλων ἕτερα τὸ
ἐπιστημονικὸν καὶ βουλευτικόν. ὅτι μὲν γὰρ φύσει βουλευτικὸς ὁ ἄνθρω-
πός ἐστι, δῆλον. οὐκ ἂν δέ τις βουλεύσαιτο νοῦν ἔχων περὶ πραγμάτων,
ἃ μὴ ἄλλως ἔχειν ἢ ἕξειν ἐνδέχεται, οἷον εἰ ἔσται ἡμέρα ἡλίου γεγονότος
ὑπὲρ γῆν ἢ ὑπὸ γῆν αὖθις εἰ νύξ. εἶτα ἐπάγει καὶ τὸ συμπέρασμα τοῖς
αὐτῷ εἰρημένοις, ἐπαρεσκόμενος ὡς τῇ φύσει τῶν πραγμάτων συνᾴδουσιν.
<ὥστε τὸ λογιστικόν ἐστιν ἕν τι μέρος τοῦ λόγον ἔχοντος.> εἰ γὰρ
τὸ λόγον ἔχον ποτὲ μὲν περὶ τὰ ἀναγκαῖα ἐνεργεῖ, ποτὲ δὲ περὶ τὰ ἐνδε-
χόμενα, καὶ περὶ μὲν τὰ ἀναγκαῖα οὐκ ἔστι βουλεύεσθαι καὶ λογίζεσθαι
ἀλλὰ περὶ μόνα τὰ ἐνδεχόμενα, ἔστι μέρος τοῦ διανοητικοῦ παρὰ τὸ ἐπιστη-
μονικὸν ἕτερον, ὃ περὶ τὰ ἐνδεχόμενα καταγίνεται. ἀπορήσειε δ' ἄν τις
εἰκότως μηδεμίαν ἀνάγκην εἶναι λέγων εἰς δύο μερίζειν τὸ λόγον ἔχον τῆς
ψυχῆς ἀπὸ τῆς τῶν ὑποκειμένων διαφορᾶς περὶ ἃ καταγίνεται, ἕτερον
μὲν εἶναι λέγοντας μέρος τὸ περὶ τὰ ἀναγκαῖα καταγινόμενον καὶ τὸ περὶ
τὰ ἐνδεχόμενα ἕτερον, ἀλλ' ὥσπερ αἴσθησις ἡ αὐτὴ τῶν ἐναντίων ἐστίν,
οἷον λευκοῦ μὲν καὶ μέλανος ὅρασις καὶ τῶν μεταξύ, καὶ ἀκοὴ ὡσαύτως
ὀξέος τε καὶ βαρέος καὶ ὅσα τούτων ἐστὶν ἀνὰ μέσον κατὰ τὸ μᾶλλον,
καὶ αὖθις ἀριθμητικὴ περιττοῦ καὶ ἀρτίου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως,
οὕτω καὶ τὸ λόγον ἔχον τῆς ψυχῆς ἐνδέχεται ἓν…
καταγίν…
The complete text is available when the reading interface loads.