In ethica Nicomachea iiv commentaria
- Authority group
- Anonymi In Aristotelis Ethica (catalogue association; authorship remains anonymous)
- Edition reference
- In ethica Nicomachea ii–v commentaria, ed. G. Heylbut, Eustratii et Michaelis et anonyma in ethica Nicomachea commentaria [Commentaria in Aristotelem Graeca 20. Berlin: Reimer, 1892]: 122–255.
- CTS identifier
urn:cts:greekLit:tlg4033.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Public-domain-era edition; no explicit IA rights field
122
{ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Β ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ
ΗΘΙΚΩΝ.}
{<Ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας.>}
Τοῦτό φησι, διότι καὶ φύσεως δεῖ, ἢ καὶ ὅτι συνουσίωται τῇ κατὰ
τὴν σοφίαν, ἥ ἐστιν ἀρετὴ τοῦ θεωρητικοῦ νοῦ, καὶ τῇ κατὰ τὴν φρόνησιν,
ἥ ἐστι τοῦ πρακτικοῦ ἀρετή, αἳ καὶ διὰ τῆς οἰκείας ζητήσεώς τε καὶ
εὑρέσεως περιγίνονται.
{<Διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου.>}
Ἀντὶ τοῦ πλείονος χρόνου· καλῶς δὲ τοῦτο· ἡ γὰρ πεῖρα διδασκαλικὴ
καὶ ἡ πολυπειρία, ἣ χρόνῳ περιγίνεται, ὡς καὶ Εὐριπίδης φησίν “ἀλλ'
ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον”. καὶ οἱ γεωμέτραι πλείονι
χρόνῳ σοφώτεροι γίνονται. καὶ τὸ μὲν ἔθος ἔχει τι παραλλάττον (ταῖς
γὰρ οἰκείαις ἐνεργείαις καὶ διὰ τούτων ἔχει τὴν ἕξιν περιγινομένην), ἡ
δ' ἐμπειρία ἀλλοτρίων ἐνεργειῶν ἐστι τήρησις, καὶ ἐκ τούτων παραλαμ-
βάνων ὁ μανθάνων συλλογίζεται.
{<Ὅθεν καὶ τοὔνομα ἔσχηκε.>}
Ἐξ ἔθους φησὶ τὰς τῆς ἀλόγου ψυχῆς ἀρετὰς περιγίνεσθαι, οὗ παρέ-
θετο δεικτικὸν τὸ διὰ τοῦτο καὶ ἠθικὰς αὐτὰς καλεῖσθαι. ἀπὸ γὰρ τοῦ
ἔθους τὸ ἦθος ὠνόμασται καὶ αἱ ἠθικαὶ ἀρεταὶ ἐθικαὶ καλοῦνται. καὶ
ἔστι τὸ μὲν ἔθος ἡ ἐνέργεια, τὸ δὲ ἦθος ἡ ποιότης ἡ διὰ τῆς ἐνεργείας
123
ἐγγινομένη τῇ παθητικῇ ψυχῇ, τουτέστι τὸ τέλος καὶ τὸ ἔργον τοῦ ἔθους,
ψυχῇ δὲ δηλονότι ταύτῃ τῇ ἀλόγῳ μέν, ὑποτάσσεσθαι δὲ λόγῳ δυναμένῃ.
Εἰπὼν δὲ ἐξ ἔθους περιγίνεσθαι τὰς ἠθικὰς ἀρετὰς καὶ πιστωσάμενος
τοῦτο καὶ τῷ ὀνόματι, τὸ ἐξ ἔθους αὐτὰς περιγίνεσθαι μαρτύριον ποιεῖται
τοῦ μὴ φύσει αὐτὰς ἐγγίνεσθαι τοῖς ἔχουσιν, εἰ δὲ μήτε αἱ ἠθικαὶ ἀρεταὶ
μήτε αἱ διανοητικαὶ φύσει (τὸ γὰρ διδασκαλίᾳ προδήλως οὐ φύσει), οὐδε-
μία ἂν ἀρετὴ φύσει ἐγγίνοιτο. εἰκότως δὲ περὶ ἀρετῶν μέλλων λόγον
ποιεῖσθαι, πρῶτον δείκνυσιν ὅτι μὴ φύσει. εἰ γὰρ ἦσαν φύσει, οὐκέτ' ἂν
ἦν τοῦ ἠθικοῦ ἀλλὰ τοῦ φυσικοῦ περὶ αὐτῶν εἰπεῖν, ὥσπερ καὶ περὶ τοῦ
πῶς ὁρῶμεν. <οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται.>
τοῦτο νῦν φύσει λέγει, οὗ ἡ τελειότης ἐκ φύσεως περιγίνεται, ἢ σύμφυτος
οὖσα ὡς τῷ λίθῳ ἡ βαρύτης ἢ ὕστερον ἐπιγινομένη ὡς ὀδόντων βλάστησις
ἢ γενείων. τὰ γὰρ πεφυκόσι μὲν ἡμῖν δέχεσθαι ἐπιγινόμενα, ἔξωθεν δέ
τινος προσδεόμενα πρὸς τελείωσιν οὐ φύσει νῦν λέγει. οὐδὲ γὰρ κυρίως
ἂν ταῦτα λέγοιτο φύσει, εἰ καί ποτε καὶ ἐπὶ τούτων χρώμεθα τῷ φύσει.
οὐ γὰρ φύσει τὰς τέχνας ἔχομεν, καίτοι φύσει ὄντες αὐτῶν δεκτικοί. ὅτι
δὲ μὴ φύσει τὸ ἐξ ἔθους, δῆλον ποιεῖ διὰ τοῦ μηδὲν τῶν φύσει ὄντων ἢ
ἐχόντων τι ἄλλως ἐθισθῆναι δύνασθαι.
{<Οὔτ' ἄρα φύσει οὔτε παρὰ φύσιν.>}
Δι' ὧν παρέθετο ἔδειξεν ἄμφω, καὶ ὅτι μὴ φύσει καὶ ὅτι μὴ παρὰ
φύσιν τὰ ἐξ ἔθους περιγινόμενα· οὔτε γὰρ τὰ φύσει ὑπάρχοντά τισι
ἄλλως ἐθίζεται, τὰ δὲ ἤθη ἄλλοτε ἀλλοίως διὰ τὰ ἔθη, ὥστε οὔτε
φύσει οὔτε παρὰ φύσιν τισὶν οἷά τε δι' ἔθους ἐγγίνεσθαι. οὐδέποτε γὰρ
ὁ λίθος ἐθισθείη ἄνω φέρεσθαι (παρὰ φύσιν γὰρ αὐτῷ τοῦτο), αἱ δὲ
ἠθικαὶ ἀρεταὶ δι' ἔθους ἐγγίνονται· οὐκ ἄρα παρὰ φύσιν ἡμῖν. ἰστέον
ὅτι τῶν φυσικῶν πάντων αἱ δυνάμεις καὶ ἕξεις προηγοῦνται τῶν ἐνεργειῶν,
ἐπὶ δὲ τῶν μὴ οὕτως ἐχόντων ἐκ τῶν ἐνεργειῶν αἱ ἕξεις περιγίνονται.
{<Ἔτι ὅσα μὲν φύσει ἡμῖν περιγίνεται.>}
Ὅτι μὴ φύσει αἱ ἀρεταί, καὶ οὕτως δείκνυσι· τῶν φύσει ἡμῖν ὑπαρ-
χόντων τὰς δυνάμεις πρώτας λαμβάνομεν τῶν ἐνεργειῶν (τὸ γὰρ <κομιζό-
124
μεθα> νῦν εἶπεν ἀντὶ τοῦ λαμβάνειν καὶ ἔχειν), εἶθ' οὕτω τὰς ἀπ' αὐτῶν
ἐνεργείας ἀποδιδόαμεν· δυνάμεις δὲ νῦν τὰς ἕξεις φησίν, οὐ τὰς ἐπιτηδειό-
τητας. ἐπὶ γὰρ πάντων τῶν φύσει ἡμῖν ἐγγινομένων προϋπάρχουσιν αἱ
ἐπιτηδειότητες. οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν τὴν ὁρατικὴν δύναμιν
κτώμεθα, ἀλλ' ἔχοντες αὐτὴν πρότερον οὕτω ταῖς ἀπ' αὐτῆς ἐνεργείαις
ἐχρησάμεθα· οὐδεὶς γὰρ εἶδε πρὸ τοῦ τὴν διορατικὴν δύναμιν καὶ ἕξιν
ἔχειν, οὐδὲ κατ' ἄλλην τινὰ αἴσθησιν οὐκ ἔχων πρότερον τὴν δύναμιν.
τὰς δὲ κατὰ τὰς ἀρετὰς ἕξεις ὑστέρας καὶ διὰ τῶν κατ' αὐτὰς ἐνεργειῶν
κτώμεθα ὥσπερ καὶ τὰς τέχνας· οὐκ ἄρα αἱ ἀρεταὶ φύσει. καθόλου
γὰρ ὅσα οὐ φύσει ποιοῦμεν ἀλλ' ἀπό τινος μαθήσεως καὶ διδασκαλίας,
ταῦτα ποιοῦντες μανθάνομεν. ἐθιζόμενοι γὰρ ὑπ' ἄλλων τὴν ἕξιν κτώμεθα,
ὡς ἀπὸ τοῦ οἰκοδομεῖν τὴν οἰκοδομικὴν τέχνην καὶ ἀπὸ τοῦ τὰ δίκαια
ποιεῖν τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ὁμοίως· ὥστε οὐ φύσει αἱ
ἀρεταί. τὰς δὲ νοητικάς, ὧν ἐστι καὶ ἡ σοφία τοῦ θεωρητικοῦ μέρους,
καὶ τὰς πρακτικάς, ὧν ἐστιν ἡ σωφροσύνη, ἐπὶ τέλει τοῦ πρώτου δείκνυσιν
ἀρετὰς ἀπὸ τοῦ ἐπαινετὰς αὐτὰς εἶναι. πᾶσα γὰρ ἐπαινετὴ ἕξις ἀρετή
ἐστι. καὶ τὰς μὲν διανοητικάς φησι τὸ πλεῖον ἐκ διδασκαλίας ἐγγίνεσθαι
καὶ αὔξεσθαι, ἀντιδιαστέλλων τὴν διδασκαλίαν τῷ ἔθει, δι' οὗ φησι τὰς
ἠθικὰς ἐγγίνεσθαι. καὶ γὰρ ἐκεῖναι δι' ἔθους μόνου. τὸ πλεῖστον δὲ εἶπε
τὰς διανοητικὰς ἐκ διδασκαλίας, ἤτοι ἐπειδὴ δεῖ καὶ φύσεως τῷ ἐσομένῳ
σοφῷ καὶ φρονίμῳ (ὡς ἀνόνητος γὰρ ἡ διδασκαλία τοῖς μὴ πεφυκόσιν), ἢ
ὅτι συναύξεται τὰ κατὰ τὰς ἀρετὰς ταύτας οὐκ ἐκ διδασκαλίας μόνης ἀλλὰ
καὶ ἐξ οἰκείας ζητήσεως καὶ εὑρέσεως. ἐμπειρίας δὲ εἶπεν αὐτὰς δεῖσθαι
καὶ χρόνου. οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ ἔμπειρον πολλῶν γενέσθαι·
χρόνου γὰρ καὶ ἐμπειρίας δέονται αἱ διανοητικαί, μάλιστα ἡ φρόνησις.
οὐδὲ γὰρ ἡ ἑνός τινος πεῖρα διὰ μιᾶς ἐντεύξεως γίνεται, ὥστε ἀκόλουθον
τῇ πείρᾳ προσέθηκε τὸ <χρόνου.> οὐ γὰρ τούτῳ τῶν ἠθικῶν αὗται διαφέ-
ρουσιν ἀλλὰ τῷ προειρημένῳ, τῷ τὸ πλεῖστον ἐκ διδασκαλίας ἔχειν καὶ
τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἐπεὶ χρόνου γε καὶ αἱ ἠθικαὶ δέονται, εἰ καὶ
μὴ τοσούτου ὅσου αἱ ἐκ διδασκαλίας καὶ ἐμπειρίας ἀναλαμβανόμεναι. οὐχ
ὅτι δὲ ἡ ἐμπειρία αὐτάρκης πρὸς ἐπιστήμην λέγεται, ἀλλ' ὅτι δεῖ ταῖς
διὰ μαθήσεως ἀρεταῖς καὶ πείρας· ἡ γὰρ ἀρχὴ τῆς γνώσεως ἐξ ἐμπειρίας.
καὶ διὰ τοῦτο προστέθεικε τῷ πλεῖστον τὸ <ἐκ διδασκαλίας> ταύτην δύνασθαι
γίνεσθαι. δύναται καὶ τὴν τῶν φύσει γινομένων γνῶσιν ἐμπειρίαν λέγειν,
οἷον κινήσεως ἀστέρων, μεταβολῶν τῶν ἐν τοῖς μετεώροις, περὶ ἃ ἡ
φυσικὴ πραγματεία. οἱ γὰρ ἐν πείρᾳ γινόμενοι τούτων ἐφαρμόζοντάς τε
125
τούτοις καὶ οἰκείους τοὺς περὶ αὐτῶν ποιοῦνται λόγους, ὡς εἶπέ που περὶ
Δημοκρίτου αὐτός, ὅτι ὥσπερ ἐνοικήσας τῇ φύσει, ἀλλ' οὐχ ὡς οἱ Πυθα-
γόρειοι διὰ τὴν περὶ τὰ μαθήματα σπουδήν. ἀπορίᾳ δὲ τῶν φυσικῶν
οὐσιῶν τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους, οὐκ ἐκείνοις οἰκειοῦντες τοὺς
λόγους, ἀλλ' ἐκεῖνα ταῖς ἰδίαις ὑποθέσεσιν ἐναρμόζοντες. <καὶ τὸ μὲν βού-
λημα,> τὸ ἐθίζειν δηλονότι δι' ὧν αἱ ἀρεταὶ τοῖς πολίταις τῷ χρόνῳ
τίκτονται, εἰ τοιούτων ἕξεων εἴη τὰ ἔθη γεννητικά.
{<Ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν,>}
τῶν νομοθετῶν δηλονότι μὴ διὰ τῶν ἐπαινετῶν ἐνεργειῶν ἄγουσι
τοὺς πολίτας, ἀστοχοῦσι τοῦ πράγματος. <ἔτι ἐκ τῶν αὐτῶν.> οὕτως
ἔχει τὰ τῆς ἐπιχειρήσεως· ὃ ἐκ τῶν αὐτῶν πως γινομένων καὶ γίνεται
καὶ φθείρεται, οὐ φύσει· αἱ δ' ἀρεταὶ οὐ, ἐκ γὰρ τῶν αὐτῶν πως γινο-
μένων καὶ γίνονται καὶ φθείρονται, τουτέστιν οὐ γίνονται οὐδὲ συνίστανται
τὴν ἀρχήν. οὕτω γὰρ τῷ φθείρεσθαι νῦν ἐπὶ τῶν ἤδη οὐσῶν ἀρετῶν
ἐχρήσατο. <καὶ διὰ τῶν αὐτῶν,> δηλονότι τῶν ποιῶν ἐνεργειῶν τῶν ἐξ ἐθῶν
τὸ εὖ ἢ τὸ κακῶς ἐχουσῶν. <εἰ γὰρ μὴ οὕτως εἶχε.> καλῶς· εἰ γὰρ
μὴ ἡ τῶν ἠθῶν διαφορὰ τοίους ἢ τοίους ἐποίει. <οὕτω δὴ καὶ ἐπὶ τῶν
ἀρετῶν ἔχει.> συνελόντι τὸ πᾶν οὕτως ἂν ἔχοι ἡ ἐπιχείρησις· εἰ ὁμοίως
ταῖς τέχναις αἱ ἀρεταὶ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν γίνονται καὶ
φθείρονται, αἱ δὲ τέχναι διὰ τῶν ἐνεργειῶν γινόμεναι οὐ φύσει, οὐδ' ἂν
αἱ ἀρεταὶ φύσει ἐγγίνοιντο διὰ τῶν ἐνεργειῶν γινόμεναι. εἰ οὖν μὴ φύσει
ἀλλὰ ἐξ ἔθους, δεῖ δηλονότι τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι, καὶ πρᾷοι
γίνονται δηλονότι ἐθιζόμενοι καὶ πράττοντες τὰ δι' ὧν τοιοῦτοι γίνονται,
ὡς ἐπάγει. <ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία.> ὅτι προηγουμένως ἡ
παροῦσα πραγματεία ἕνεκεν τῆς τῶν ἀρετῶν ἐστι πράξεως, κατὰ δεύτερον
δὲ λόγον καὶ περὶ τῆς θεωρίας αὐτῶν τῶν ἀρετῶν.
{<Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινόν.>}
Κοινόν φησι δὴ ταῖς πράξεσί τε καὶ ἐνεργείαις, δι' ὧν ἐθίζεσθαι δεῖ,
ὑπάρχειν τὸ πράττεσθαι αὐτὰς κατὰ τὸν ὀρθὸν λόγον. ῥηθήσεται δ'
ὕστερον περὶ αὐτοῦ, ἐν τῷ ἕκτῳ, ὅπου περὶ φρονήσεως λέγει. ὁ γὰρ
ὀρθὸς λόγος ἀπὸ φρονήσεως ὢν ὁρίζει τε τὰς πράξεις τὰς κατὰ τὰς ἠθι-
κὰς ἀρετὰς καὶ τὸ μέτρον αὐταῖς ἐπιτίθησιν. ὑποθέμενος δὲ τοῦτο καὶ
μέλλων ἑξῆς δεικνύναι, ὅτι περὶ τὰ πάθη εἰσὶν αἱ πράξεις δι' ὧν ἐθίζεσθαι
δεῖ (αἱ γὰρ ἀρεταὶ περὶ ταῦτα), καὶ ὅτι δεῖ ταύτας τοῦ ἐν τούτοις μέσου
126
στοχάζεσθαι, ἀναμιμνήσκει ἡμᾶς τοῦ πολλάκις εἰρημένου αὐτῷ ἐν τῷ πρώτῳ,
ὅτι δεῖ τὴν τοῦ λεγομένου ἀκρίβειαν πρὸς τὰς ὑποκειμένας ὕλας ἐξετάζειν,
διόπερ ἐπεὶ αἱ πράξεις, αἵ τε κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη δι' ὧν αἱ
ἐνέργειαι, οὐδὲν ὡρισμένον ἔχουσι (καὶ γὰρ παρὰ τοὺς χρόνους καὶ παρὰ
τὰς περιστάσεις καὶ τύχας καὶ παρὰ τὰ πρόσωπα καὶ παρὰ τὰς προαιρέσεις
καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τὰς ἡλικίας μεταπίπτει καὶ ἄλλοτε
ἀλλοῖα γίνεται ὥσπερ καὶ τὰ ὑγιεινά· οὐδὲ γὰρ ἐπὶ τούτων ἔστιν εἰπεῖν
ἀκριβῶς πόσος περίπατος ὑγιεινὸς ἢ πόσα σιτία), καὶ τὸν περὶ αὐτῶν λόγον
τύπῳ τινὶ καὶ περιγραφῇ λέγεσθαι, ἐπεὶ μηδ' ἔχει τὴν ἀκριβολογίαν.
οὔτε γὰρ τὰ συμφέροντα, περὶ ἃ αἱ πράξεις αἱ κατὰ τὸν βίον, δι' ὧν
ἐθιζόμεθα, οὔθ' ὅλως τὰ αἱρετὰ ἑστηκός τι καὶ βέβαιον ἔχει. δοκεῖ τε γὰρ
μήτε πᾶσι τὰ αὐτὰ συμφέρειν μήτε τοῖς αὐτοῖς 〈ἀεὶ〉 τὰ αὐτά. ὁμοίως
δὲ μηδὲ αἱρετὰ εἶναι πᾶσι τὰ αὐτά, <καὶ τῶν ἄλλων ἔχει ἀρετῶν,>
ἠθικῶν δηλονότι· περὶ γὰρ τούτων νῦν ἐστιν ὁ λόγος αὐτῷ· αὗται γάρ
εἰσι διὰ τῶν ἠθῶν γινόμεναι.
{<Ὁ δὲ πάσας φεύγων.>}
Δηλονότι τὰς περὶ ἁφήν, οὐ γὰρ καὶ τῶν σωφρόνων, ὡς δειχθήσεται
μετ' ὀλίγα. <ἐκ τοῦ πολλὴν τροφήν,> ἀλλ' οὐχ ὑπερβάλλουσαν. τούτῳ
δὲ ἐχρήσατο πρὸς τὸ χωρίσαι τῆς ὑγείας αὐτήν. <μάλιστα δυνάμεθα.>
μετὰ γὰρ τὰς ἕξεις ῥᾷστα τὰς ἐνεργείας ποιούμεθα, ἢ οὕτω ταῖς ἐνερ-
γείαις κεχρήμεθα μᾶλλον. ἢ <μὴ λυπούμενός γε.> πάνυ ἀνθρωπίνως τὸ
ἢ μὴ λυπούμενός γε προσέθηκεν· ἴσως γὰρ ἐπ' ἐνίων ἐνεργειῶν τοῦ
ἀνδρείου αὔταρκες τὸ μὴ λυπεῖσθαι, οἷον ἂν τιτρώσκηται προμαχόμενος
καὶ κατὰ τὴν ἀνδρείαν ἐνεργῇ. <περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ
ἠθικὴ ἀρετή.> διὰ τί περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετὰς ἔδειξεν;
ἐπεὶ γὰρ διὰ μὲν τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν
καλῶν ἀπεχόμεθα, εἴη ἂν ἡ ἀρετὴ περὶ ταῦτα. τῶν γὰρ ἁμαρτανομένων
ἐστὶν ἐπανορθωτική· περὶ δὲ ἃ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ ἰατρεῖαι καὶ
θεραπεῖαι. λαβὼν δὲ τὸ εἶναι περὶ πάθη τὰς ἠθικὰς ἀρετὰς νῦν αὐτὸ
οὕτως ἔχον δείκνυσιν. ὁμοίως δὲ τῇ σωφροσύνῃ καὶ αἱ ἄλλαι ἀρεταὶ περὶ
ἡδονάς εἰσι καὶ λύπας· τῇ μὲν γὰρ σωφροσύνῃ καὶ ὡς ὕλῃ ὑποβέβληται
τὰ πάθη ταῦτα καὶ περὶ ταῦτα αἱ ἐνέργειαι αὐτῇ· ταῖς δ' ἄλλαις
ἀρεταῖς τὰ μὲν ὑποκείμενα, περὶ ἃ αἱ ἐνέργειαι αὐταῖς, ἄλλα τινά, τῷ δὲ
ταῖς περὶ ἐκεῖνα γινομέναις τε καὶ πράξεσιν ἕπεσθαι τὰ πάθη ταῦτα,
τούτῳ καὶ αὗται περὶ ἡδονάς εἰσι καὶ λύπας.
127
{<Διὸ δεῖ ἦχθαί πως.>}
Οἱ γὰρ ἐθισθέντες χαίρειν καὶ λυπεῖσθαι ἐφ' οἷς δεῖ οὐκέτ' ἂν διὰ
μὲν ἡδονὴν πράττοιεν τὰ φαῦλα, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπέχοιντο.
εἴη δ' ἂν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ὡς ὕλην ὑποκειμένην.
ταῦτα γὰρ ὁρίζει ὁ ὀρθὸς λόγος. ἐπαινεῖ δὲ καὶ Πλάτωνα ὡς καλῶς ἀξιοῦντα
εὐθὺς ἐκ νέων ἐθίζεσθαι οὕτως, ὡς χαίρειν μὲν ἐφ' οἷς δεῖ, λυπεῖσθαι
δὲ ἐπ' αὐτοῖς τούτοις. διὸ θαυμάσειέ τις ἂν τῶν Πλατωνικῶν τοὺς τὴν
ἀπάθειαν εἰσάγοντας ὡς δόγμα Πλατωνικὸν καὶ τῇ ἡδονῇ λοιδορουμένους.
<ἔτι δ' εἰ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη.> ὅτι αἱ ἀρεταὶ περὶ
ἡδονὰς καὶ λύπας εἰσὶ καὶ δεῖ τοὺς καλῶς παιδευομένους νέους ἀπ'
ἀρχῆς ἐθίζεσθαι, ὥστε ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐφ' οἷς δεῖ, δείκνυσι
καὶ διὰ τοῦ τὰς ἀρετὰς ὁμολογεῖν τὰς ἠθικὰς περὶ πράξεις εἶναι καὶ
πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεσθαι ἡδονὴν καὶ λύπην. τὸ
μὲν οὖν περὶ πάθη καὶ πράξεις εἶναι τὴν ἠθικὴν ἀρετήν, δῆλον. πρακτικαὶ
γὰρ αἱ ἠθικαὶ ἀρεταὶ καὶ ἐν ταῖς πράξεσιν αὐτῶν αἱ ἐνέργειαι· ταύτῃ
γὰρ διαφέρουσι τῶν θεωρητικῶν. ὅτι δὲ περὶ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι
αὗται, καὶ οὕτω δείκνυσιν· αἱ κολάσεις ἰατρεῖαι τῶν ἁμαρτανομένων εἰσίν·
αὗται δὲ διὰ τῶν ἐναντίων τοῖς ἁμαρτάνουσι γίνονται· κολάζονται δὲ οἱ
ἁμαρτάνοντες διά τε λύπης καὶ διὰ τῆς τῶν ἡδέων ἀποχῆς. περὶ ταῦτα
ἄρα αἱ ἁμαρτίαι, περὶ ἃ δὲ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ αἱ ἀρεταί. αἱ
δὲ τῶν ἐναντίων ἰατρεῖαι εἰς τὸ μέσον ἀγωγαί τινές εἰσι τῶν τε καθ' ἃ
νοσοῦσι καὶ τῶν ἰατρείας καὶ θεραπείας χάριν προσφερομένων. δῆλον δὲ
τοῦτο ἐπὶ τῶν τῆς ἰατρείας βοηθημάτων. αὕτη γὰρ τοὺς μὲν πληρουμένους
κενοῖ, πληροῖ δὲ τοὺς κενούς, καὶ τοὺς μὲν ὑπερηραιωμένους πυκνοῖ, τοὺς
δ' αὖ πεπυκνωμένους ἀραιοῖ, τούτων εἰς τὸ μεταξὺ βουλομένη τὴν ἕξιν
ἄγειν. ὡσαύτως τοίνυν καὶ αἱ κολάσεις τῶν ἁμαρτανόντων ἐκ τοῦ ἐναντίου
εἰς τὸ ἐναντίον συνωθοῦσαι τὸν περὶ τὰς ἡδονὰς σφαλλόμενον μηνύουσι
τὸ περὶ τὰς ἡδονὰς καὶ λύπας τῶν ἀρετῶν κατεργαστικόν. ἢ <ἃς μὴ δεῖ.>
διώκουσι, φησί, τινες τὰς ἡδονὰς ὡς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ ἃς οὐ δεῖ
καὶ οἷς οὐ δεῖ καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ καὶ οὐχ ὡς δεῖ. ὡς οὐ δεῖ μέν· οὐ
γὰρ δεῖ φιλοσόφῳ τρυφᾶν ἢ ἁπλῶς πεπαιδευμένῳ. ὅτε δὲ οὐ δεῖ, οἷον
γηραιῷ καὶ παρήλικι γαμεῖν. ἃς δὲ οὐ δεῖ· οὐ γὰρ ἀπηγορευμένῃ χρῆσθαι
τροφῇ, οἱονεὶ παρὰ πολεμίων λαβόντας. οἷς δὲ οὐ δεῖ, οἷον βασιλεῖ
παρανομεῖν· οὐ γὰρ ταὐτὸν βασιλεῖ καὶ ἰδιώτῃ· ὁ μὲν γὰρ λανθάνουσαν
ἔχει τὴν πρᾶξιν καὶ οὐ πρὸς ζῆλον κινοῦσάν τινας, ὁ δὲ τῷ ὑπερέχειν
κακὸν πρόκειται τοῖς ὑπὸ χεῖρα ὑπόδειγμα. 〈καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ〉, οἷον
128
ἐν ἱερῷ † νομίμης ἀφροδισιάζειν. καὶ οὐχ ὡς δεῖ, ὡς εἴ τις παρανόμως καὶ
παρὰ φύσιν βιάζοιτο τὴν ὁμόζυγον κοίτην. <οὐκ εὖ δὲ ὅτι ἁπλῶς λέγουσι,>
τουτέστι τοῦ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ χωρὶς ὧν ἐπάγει αὐτός.
τῶν γὰρ ἡμαρτημένων παθῶν ἐστιν ἀπάθειά τις ἡ ἀρετή, ἀλλ' οὐχ ἡ
ἁπλῶς. ἰστέον δὲ ὅτι καὶ πρὸ τῶν Στωικῶν ἦν ἡ δόξα αὕτη, ἡ τὰς ἀρετὰς
ἐν ἀπαθείᾳ τιθεῖσα. καὶ τοῦτο δῆλον πεποίηκε δείξας ἐν μὲν ἀμετρίᾳ
ἡδονῶν καὶ λυπῶν τὴν κακίαν οὖσαν, ἐν δὲ τῷ μεμετρημένῳ τε καὶ
ὡρισμένῳ τὴν ἀρετήν, αὐτὸ τοῦτο ἐπενεγκὼν καὶ εἰπὼν
{<Ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς
καὶ λύπας τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον,>}
Προσθεὶς τῇ ἀρετῇ τὸ ἡ <τοιαύτη> ὑπὲρ τοῦ δηλῶσαι τὴν ἠθικήν.
οὐ γὰρ δὴ καὶ ἡ διανοητικὴ περὶ ταῦτα θεωρεῖται, τριῶν ὄντων <τῶν εἰς
τὰς φυγάς,> δηλονότι τῶν χειρίστων. τούτοις γὰρ τὸ βέλτιστον ἀντίκειται.
<κανονίζομεν δὲ καὶ τὰς πράξεις.> οἱ γὰρ πολλοὶ μᾶλλον τῇ ἡδονῇ αἱροῦν-
ται κανονίζειν τὰς πράξεις καὶ παραμετρεῖν. οὕτω γὰρ ὅρον τῶν ἑκουσίως
πραττομένων τὴν ἡδονὴν ποιοῦντες τὰ μὲν ἡδέα πράττουσι, τὰ δὲ λυπηρὰ
ἀποστρέφονται. ἧττον δὲ τούτων οἱ ἀγαθοὶ ὅ τι πράξαιεν τῷ αἱροῦντι λόγῳ
πειθόμενοι ἑτοιμότερον καὶ προθυμότερον πράττουσι, κἂν ἀηδῆ ὦσι ταῦτα
ἃ δεῖ πράττειν.
{<Ἔτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθαι.>}
Ἡ ἐπιχείρησις φανερά. ὡς αἱ τέχναι περὶ τὰ χαλεπώτερα τῶν ἐν
τῷ αὐτῷ ὑποκειμένων μᾶλλον ἐξετάζονται (ὅσα γὰρ δυσαρμοστότερα τῶν
ξύλων, περὶ ταῦτα μᾶλλον ἡ τεκτονικὴ κρίνεται· τὸ γὰρ ἐν τούτοις εὖ
βέλτιον καὶ τεχνικώτερον), καὶ ὅσα δυσιατότερα τῶν παθῶν ἡ ἰατρικὴ
ἐπισκέψεται, οὕτω καὶ αἱ ἀρεταὶ περὶ τὰ χαλεπώτερα ἂν εἶεν, χαλεπώτερον δὲ
καὶ δυσμαχώτερον πάθος ἡ ἡδονή· ὥστε περὶ ταύτην ἂν εὐλόγως τιθείημεν
εἶναι τὴν ἀρετήν. οὗ γὰρ χαλεπώτερόν ἐστι κρατεῖν, ἐν τούτῳ μάλιστα ἀρετῆς
χρεία, ἡδονῆς δὲ χαλεπώτερον κρατεῖν. ἄλλη αὕτη ἡ ἐπιχείρησις τῆς
ἄνω· ἐκείνη μὲν γὰρ λέγει διὰ τὸ σύντροφον εἶναι τὴν ἡδονὴν ἡμῖν, διὰ
τοῦτο δυσαπότριπτον αὐτὴν ὑπάρχειν τῷ ἔθει, αὕτη δὲ διὰ τὸ δύσμαχον
εἶναι κατὰ τὴν ἰσχύν. τοῦ δὲ χαλεπὸν καὶ δύσμαχον εἶναι τὴν ἡδονὴν
δεικτικῶς προσεχρήσατο τῷ ὑπὸ τοῦ Ἡρακλείτου εἰρημένῳ, ὃς λέγει
χαλεπώτερον εἶναι ἡδονῇ μάχεσθαι ἢ θυμῷ, ἐπεὶ καὶ οὗτος δυσμαχώτερος
129
τότε, ἂν ἅμα ἡ ἡδονὴ γίνοιτο, ὡς αὐτὸς οὗτός φησιν ὁ Ἡράκλειτος, “ὅς τε
πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσι ἀέξεται ἠύτε
καπνός”. καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ, ἐν τῷ ἐν ἀρετῇ γίνεσθαι καὶ
τέχνῃ ἢ ἀτέχνως καὶ χωρὶς ἀρετῆς· τελειότης γάρ ἐστιν ἔργων αὕτη,
καὶ παντὸς οὗ ἐστιν ἡ ἀρετὴ τὸ εἶναι ἀκρότης.
{<Τοῦτο δ' ἐστὶ τὸ κατὰ τὴν ἐν αὑτῷ γραμματικήν.>}
Τουτέστιν ἀπὸ τῆς οἰκείας τε καὶ ἐν αὐτῷ ἕξεως. <τὰ δὲ κατὰ τὰς
ἀρετὰς γινόμενα.> οὐχ ὁμοίως ἔχειν φησὶν τὰ κατὰ τὰς τέχνας ταῖς
ἀρεταῖς. ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην γινομένων τὸ εὖ καὶ τεχνικῶς
γεγονέναι τὰ ἔργα ἐν αὑτοῖς ἔχει, καὶ ἀπὸ τούτων, εἴτε κατὰ τέχνην
γέγονεν εἴτε καὶ μή, ἡ κρίσις. 〈διὸ αὔταρκες τὸ ταῦτα ποιὰ εἶναι. ἐπὶ
δὲ τῶν κατ' ἀρετὴν γινομένων * ἀπὸ τῶν ἔργων ἡ κρίσις.〉 οὐδὲ γάρ, ἂν
δίκαιον ᾖ τὸ γεγονός, ἤδη καὶ δικαίως αὐτὸ γεγονέναι ἀνάγκη, ἀλλὰ δεῖ
πρὸς τὸ τὰ ἔργα εἶναι δίκαια καὶ τοῦ πράττοντος, πρῶτον μὲν εἰ εἰδότως
ποιεῖ καὶ μὴ ἀπὸ τύχης, εἶτα οὕτω πως ἔχοντος πρὸς ταῦτα, τουτέστι
προαιρουμένου καὶ μὴ διά τι ἔξωθεν προαιρουμένου ἀλλὰ δι' αὐτά·
πρὸς τούτοις αἱρουμένου αὐτὰ <βεβαίως καὶ ἀμετακινήτως,> ὅ ἐστιν
ἀμετανοήτως, ὧν οὔτε ἡ προαίρεσις οὔτε τὸ βέβαιον καὶ ἀμετάβλητον
πρὸς τὰς τέχνας συντελεῖ οὐδὲ διὰ τούτων πρὸς τὴν κρίσιν τοῦ κατὰ
τέχνην τι γίνεσθαι, ἀλλ' ἱκανὸν μὲν ἐπ' αὐτῶν τὸ αὐτοὺς εἰδέναι μὴ ἀπὸ
τύχης ἢ ἄλλου ὑποθεμένου. <μικρὸν> δὲ εἶπε τὸ εἰδέναι ἢ <οὐδὲν> συντελεῖν
πρὸς ἀρετήν, ὅτι τὰ ἤθη τὴν πλείστην ἰσχὺν ἔχει ἐν τῇ κτήσει τῶν κατὰ
τὰς ἀρετὰς ἕξεων καὶ πρὸς μὲν τὸ πράττειν τὰ κατ' ἀρετὴν οὐδὲν ἐκ
τοῦ καὶ τὴν αἰτίαν εἰδέναι καὶ τὴν ἀπόδειξιν αὐτῶν ἔχειν. οὐ μὴν παντά-
πασι τοῖς καλῶς εἰθισμένοις ἀσύμβολος ἡ γνῶσις αὐτῶν. λογικοῦ γὰρ τὸ
τῶν πραττομένων ὑπ' αὐτοῦ τὰς αἰτίας εἰδέναι καὶ ἀποδιδόναι δύνασθαι.
Κοινότερον <τέχνας> τὰς ἕξεις ἐκάλεσεν, εἰπὼν <πρὸς μὲν τὸ τὰς
ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται.> οὐ γὰρ δὴ καὶ τὰς ἀρετὰς
ἡγεῖται τέχνας, ὃ ἡ τοῦ ἄλλας δίδωσιν ἐννοεῖν λέξις. τὸ γὰρ ἄλλος ἐπὶ
τῶν ὁμογενῶν λέγεται. <ἀλλὰ καὶ ὁ οὕτω πράττων.> τὸ γὰρ εἰδέναι τοὺς
μὴ ἐθιζομένους καλῶς μηδὲ τὰς κατ' ἀρετὴν ἐνεργείας ἐνεργοῦντας οὐδ'
ἐγγὺς γίνεσθαι τοῦ ἀγαθοὺς γενέσθαι. σφόδρα δὲ τοῦτο προτρεπτικῶς
εἰπών, ἑξῆς καθήψατο τῶν ἐν τοῖς λόγοις περὶ τούτων γυμναζομένων,
ἀμελούντων δὲ τῶν ἔργων, ὡς ἐν τούτῳ τοῦ φιλοσοφεῖν κειμένου, τῷ
130
εἰδέναι τίνα μέν ἐστι καλά, τίνα δὲ αἰσχρά, καὶ τίνα μὲν αἱρετά, τίνα
δὲ φευκτά, καὶ ἐν τίνι τῇ δικαιοσύνῃ τὸ εἶναι, ἐν τίνι δὲ τῶν ἄλλων
ἀρετῶν ἑκάστῃ. οὐ γὰρ εἰ ταῖς ἐπιστήμαις ὑπάρξει τὸ ἕξεσιν αὐταῖς εἶναι
ἀμετακινήτοις ὑπὸ λόγου, ἀλλὰ καὶ ταῖς ἀρεταῖς τοῦτο ὑπάρχει, ἤδη καὶ
αἱ ἀρεταὶ ἐπιστῆμαι. οὐ γὰρ ὁ ὁρισμὸς ἐκεῖνος τῆς ἐπιστήμης ἴδιος, ἐπεὶ
καὶ 〈αἱ〉 κακίαι τοῦτο ἔχουσι καὶ τὰ δυσαπότριπτα πάθη τῆς ψυχῆς, ὡς
μανίαι καὶ τὰ τοιαῦτα, καὶ τοῦ σώματος, ὡς φθόαι. αἱ γὰρ ἕξεις ἀμετα-
κίνητοι ὑπὸ λόγου οὖσαι οὐκ ἤδη ἐπιστῆμαι. ἴδιον γὰρ ἐπιστήμης τὸ ἕξιν
εἶναι ἀποδείξεως γνωστικήν. τοιαύτη δὲ οὖσα καὶ βέβαιός ἐστι, καὶ οὐκέτι
τῶν ἀρετῶν ἡ δι' ἀποδείξεως γνῶσις αἰτία. ἐναργεστάτῳ δὲ ὑποδείγματι
τῶν καμνόντων ἐχρήσατο τῇ προκειμένῃ ὑποθέσει.
{<Μετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέον.>}
Ἐπεὶ ὁ ὁριζόμενος πρῶτον λαμβάνει τὸ γένος τοῦ ὁριζομένου, ζητεῖ
τί γένος χρὴ τῶν ἀρετῶν τίθεσθαι. καὶ ἐπεὶ αἱ τῆς ψυχῆς ἀρεταὶ ἐν
ψυχῇ, λαμβάνει τίνα ἐστὶ τὰ ἐν τῇ ψυχῇ γινόμενα. ἐν γάρ τινι τούτων
εἶεν ἂν καὶ αἱ ἀρεταί. 〈τὰ δὴ ἐν ψυχῇ γινόμενα τρία φησὶν εἶναι, πάθη
δυνάμεις ἕξεις· εἴη δ' ἂν λέγων τὴν ψυχὴν ταύτην, ἐν ᾗ αἱ ἠθικαὶ ἀρεταί〉.
αὕτη δέ ἐστιν ἄλογος, ἐπιπειθὴς δὲ λόγῳ, ὁποία ἐστὶν ἡ ὀρεκτική. ἐν γὰρ
ταύτῃ ταῦτα, ὧν μνημονεύει. τὸ μὲν οὖν πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς
δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. αὐτὸς δὲ ἐναργῶς ἐδή-
λωσεν, ὅτι ποτέ ἐστι τὸ πάθος τῇ τε παθῶν τινων παραθέσει καὶ τῷ
ἐπενεγκεῖν τὸ <ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπη.> εἶπε γὰρ καὶ πρὸ
ὀλίγου καὶ τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἡδονὴν καὶ λύπην ἕπεσθαι. καὶ
ταῖς ὀρέξεσιν δ' ἕπεται ἡδονὴ καὶ λύπη, καθόσον μετὰ πάθους γίνονται.
ἀρχαὶ γὰρ τῶν πράξεων τὰ πάθη. δυνάμεις δέ φησι, καθ' ἃς παθητικοὶ
τούτων λεγόμεθα, τουτέστι καθ' ἃς ἐπιδεκτικοὶ τῶν παθῶν ἐσμεν (ἀπα-
θεῖς γὰρ ἂν ἦμεν, εἰ μὴ δύναμιν εἴχομεν τοῦ δέχεσθαι τὰ πάθη), ἕξεις
δέ, καθ' ἃς πρὸς τὰ πάθη ἔχομεν ἢ εὖ ἢ κακῶς· εὖ μέν, εἰ μέσως ἔχοιμεν
πρὸς ταῦτα, ὅπερ ἐστὶν ἀρετῆς, κακῶς δέ, εἰ ὑπερβάλλοιμεν περὶ αὐτὰ ἢ
ἐλλείποιμεν, ὃ καὶ κακίας ἴδιον εἶπε. τὰ μὲν οὖν ἐν ψυχῇ γινόμενα τοῖς
προειρημένοις ἔστιν τρισὶν ἐπαγαγεῖν. εἰπὼν δὲ τὰ καθόλου καὶ κοινὰ
μετὰ ταῦτα ἀπ' αὐτῶν ἔλαβε ταῦτα ἅ ἐστιν αὐτῷ πρὸς τὰ προκείμενα
χρήσιμα, ἀφ' ἑκάστου χωρίσας. θεὶς δὲ ταῦτα τῶν ἐν τῇ ψυχῇ γινομένων,
ἐν τίνι τούτων τὰς ἀρετὰς εἶναι δεῖ ζητεῖ καὶ διὰ πλειόνων ἀποδείξας ἐν
131
μηδετέρῳ τῶν λοιπῶν ἢ ἐν τῇ ἕξει αὐτὰς εἶναι, 〈ἕξεις αὐτὰς〉 ἀπεφήνατο
τῷ γένει, καὶ ἕξεις βελτίστας διὰ τῶν ἑξῆς ἀποδίδωσι.
{<Ἀλλὰ διακεῖσθαί πως.>}
Κατὰ γάρ τινας 〈αἱ〉 ἀρεταὶ ἀπάθειαί τινές εἰσι καὶ ἠρεμίαι. ἀγαθοὶ
δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει, προαιρέσει δέ. οὐδὲν γὰρ 〈τῶν〉 φύσει ἄλλως
ἐθίζεται, διὸ οὔτε φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται, ἀλλ' ἐξ ἔθους ἡμῖν
περιγίνονται. δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν ὅτι ἕξεις. ὁρίσας ὅτι ἕξις τὸ
γένος τῆς ἀρετῆς, προστίθησι καὶ τὰς εἰδοποιοὺς διαφοράς. ἀλλὰ πρῶτον
κοινότερον ἀρετῆς ἀποδίδωσι λόγον, <ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή,>
εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖ, εἶτα κατὰ τὸν λόγον τοῦτον καὶ τὴν ἰδιάζουσαν
τοῦ ἀνθρώπου ἀρετὴν ἀποδίδωσιν, ὃ καὶ προηγούμενος αὐτῷ σκοπός.
{<Ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ.>}
Δείξας τὰς ἀρετὰς μεσότητας καὶ διὰ τῶν προειλημμένων, βούλεται
καὶ διὰ τοῦ παρόντος τοῦτο κατασκευάσαι. φησὶ τοίνυν, ὅτι τὸ διαιρούμενον
διττόν, συνεχὲς καὶ διωρισμένον. ἐν ἅπαντι τοίνυν τούτῳ ἔστι τι πλέον καὶ
ἔλαττον. εἰ δὲ ταῦτά ἐστι, καὶ τὸ ἴσον. καὶ τοῦτο μὲν φανερόν. λαβὼν
δὲ ταῦτα μετέλαβεν αὐτά, τὸ μὲν ἴσον εἰς τὸ μέσον, τὸ δὲ πλεῖον καὶ
ἔλαττον εἰς ὑπερβολὴν καὶ ἔλλειψιν, προκατασκευάζων διὰ τῶν ὀνομάτων
ὃ βούλεται δεῖξαι. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου, ἔστιν ἐν παντὶ διαι-
ρετῷ καὶ πλέον καὶ ἔλαττον καὶ ἴσον λαβεῖν. διαιρετὰ δὲ καὶ τὰ πάθη
καὶ αἱ πράξεις· καὶ ἐν τούτοις ἄρα ἐφ' οἷς λαβὼν τὸ τὰς ἐπιστήμας τοῦ
μέσου τοῦ κατ' αὐτὸν στοχάζεσθαι, καὶ φεύγειν τάς τε ὑπερβολὰς καὶ τὰς
ἐνδείας. λαβὼν δὲ καὶ τὸ τὴν ἀρετὴν πάσης ἀκριβεστέραν ἐπιστήμης εἶναι,
αἰνίττεται διὰ τούτων, ὅτι καὶ ἡ ἀρετὴ τοῦ μέσου τοῦ ἐν ταῖς πράξεσίν
ἐστι στοχαστικὴ καὶ τοῦ ἐν τοῖς πάθεσι, διὸ καὶ μεσότης. πῶς δέ, εἰ
ἐν διαιρετῷ καὶ συνεχεῖ ἐστιν, οὕτω ταῦτα ἔστι λαβεῖν; ἤδη καὶ ἐν πάθει
καὶ ἐν πράξει, περὶ ἃ κεῖται ἡ ἠθικὴ ἀρετή. οὔτε γὰρ πάθη οὔτε πράξεις
ποσά. ποιότητες μὲν γὰρ τὰ πάθη, αἱ δὲ πράξεις ὑπὸ τὸ ποιὸν ἂν εἶεν.
ἔτι ἡ ἡδονὴ πρὸς τὸ μὴ εἶναι ποσὸν καὶ ἀχρόνως κατ' αὐτῶν γίνεται,
ὥσπερ τὸ ὁρᾶν. ἢ ἡ μὲν ἡδονὴ οὐκ ἐν χρόνῳ, ὅτι οὐ συμπληροῦται αὐτῆς
τὸ εἶναι ἐν χρόνῳ, ἀλλ' ἔστιν ὅλη καὶ τελεία ἐν ὁτῳοῦν μορίῳ τοῦ
132
ληφθέντος χρόνου. τῷ μέντοι εἶναι τελειότης καὶ τέλος ἐνεργείας τῆς
κατὰ φύσιν ἀκολουθούσης εἴη ἂν ταύτῃ οὐκ ἄνευ χρόνου. ἔτι πρόδηλον,
ὅτι πάσῃ πράξει παρακολουθεῖ χρόνος. οὐκ ἔλαττον δὲ περὶ πράξεις ἢ
πάθη ἡ ἀρετή. καθὸ οὖν ἐν χρόνῳ, ὁ δὲ χρόνος ἐν συνεχεῖ καὶ διαιρετῷ,
κατὰ τοῦτο καὶ αὐτὴ τὴν διαίρεσιν λήψεται. ἔτι εἰπὼν ὅτι κατὰ τὰ πάθη
κινούμεθα, ἡ δὲ κίνησις διαιρετή (ἐν χρόνῳ γάρ), εἴη ἂν κατὰ τὴν κίνησιν
τὴν ὑπ' αὐτῶν καὶ αὐτὰ διαιρούμενα, κινούμεθα δὲ κατὰ τὰ πάθη καὶ
σφόδρα καὶ ἠρέμα. ἀλλὰ μὴν καὶ αἱ πράξεις κινήσεις τινὲς ἢ διὰ κινήσεως.
ἐπεὶ οὖν αἱ ἠθικαὶ ἀρεταὶ πράξεις καὶ πάθη, ταῦτα δὲ μετὰ κινήσεως
καὶ ἐν χρόνῳ, οὗτος δὲ ποσὸν καὶ διαιρετόν· ὡσαύτως δὲ καὶ ἡ κίνησις
ἐν αὐτῷ. ἐν δὲ τούτῳ ἔστι λαβεῖν τὸ πλέον καὶ ἧττον καὶ ἴσον. εἴη ἂν
οὖν καὶ ἐν ταῖς πράξεσιν καὶ τοῖς πάθεσιν ἡ προειρημένη διαίρεσις.
{<Μίλωνι μὲν γὰρ ὀλίγον.>}
Μίλωνα τοῦτόν φησι τὸν Κροτωνιάτην ἀθλητήν, ὃς τοσοῦτον ἀλκῇ τῶν
ἁπάντων διέφερεν, ὥστε ταῦρον μὲν τοῖς ὤμοις βαστάσας τὸ στάδιον
διῆλθεν, οἰκίας δὲ καθ' ἣν τοῖς ἑταίροις συνερχόμενος ὡμίλει Πυθαγόρειος
ὤν, μέρος τι πεπονηκυίας καὶ μόνον οὐ καταπεσεῖσθαι τοῖς ἔνδον ἐπαπειλούσης
αὐτὸς ὑποβὰς τὸ σαθρὸν καὶ ὑπερείσας διέσωσεν πάντας ὑπεξαγαγών.
φασὶ δέ τινες αὐτὸν καὶ κορμῷ μεγάλῳ κατά τινα ὕλην βαδίζοντα καὶ
μικρὸν τῆς ὁδοῦ παρατραπέντα περιτυχεῖν, τὸν δὲ εἶναι ὑπό τινων πειρω-
μένων σχίσαι κατεσφηνωμένον τὸν δὴ Μίλωνα τούτῳ περιτυχόντα,
βιάζεσθαι χερσὶ καὶ ποσὶ πρὸς τὴν διάστασιν καὶ πλέον μὲν οὐδὲν ἀνῦσαι,
πλὴν ὅτι τῶν σφηνῶν ἐκπεπτωκότων εἶτα τῶν μερῶν συμπεσόντων ἀλλή-
λοις (ἤδη γὰρ ἐκεκμήκει τῇ βίᾳ αὐτοῦ), τοῦτον ὡς ἑτοίμῃ παγίδι περιχε-
θέντα θηρίων δεῖπνον ὑπάρξαι.
{<Εἰ δὴ πᾶσα ἐπιστήμη.>}
Ἐπιχείρησις ἀπὸ τοῦ ἥττονος. οἷον εἰ γὰρ ἡ τέχνη ἥττων οὖσα
κατὰ τοῦτο μὲν τὸ ἑαυτῆς ἔργον εὖ ἐπιτελεῖ, πολλῷ μᾶλλον ἡ ἀρετή.
<λέγω δὲ τὴν ἠθικήν.> τοῦτο πάνυ ἀκριβῶς προσέθετο διὰ τὰς θεωρη-
τικάς, αἳ οὐ τῷ μέσῳ χαρακτηρίζονται, τῷ ὑπερβάλλοντι δέ, ὡς ἐπὶ τῆς
κατὰ 〈τὰ〉 μαθήματα ἐντρεχείας καὶ ὀξύτητος. <ἔτι τὸ μὲν ἁμαρτάνειν
133
πολλαχῶς ἔστι.> οἱ Πυθαγόρειοι ἐν τῇ τῶν κακῶν μὲν συστοιχίᾳ τὰ
πολλὰ καὶ τὸ ἄπειρον ἔταττον, ἐν δὲ τῇ τῶν ἀγαθῶν τὸ ἓν καὶ τὸ
πεπερασμένον. εἰπὼν δὲ <τὸ γὰρ κακὸν τοῦ ἀπείρου ὡς οἱ Πυθαγό-
ρειοι εἴκαζον,> προσέθηκε <τὸ δ' ἀγαθὸν τοῦ πεπερασμένου,> ὡς
καὶ τούτου ὑπ' ἐκείνων λεγομένου. εἶτα οὕτως ἀνταποδέδωκε πρὸς τὸ
προειρημένον, <ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστι, τὸ δὲ κατορ-
θοῦν μοναχῶς,> καὶ ἔστι τὸ μὲν ῥᾴδιον, τὸ δὲ χαλεπόν. <ἔστιν ἄρα ἡ
ἀρετὴ ἕξις προαιρετική.> ἕξις μὲν ἡ ἀρετή· τοῦτο γὰρ ἐδείχθη τῶν ἐν
τῇ ψυχῇ ἓν οὖσα· προαιρετικὴ δὲ διὰ τὰς ἐπιστήμας, αἳ καὶ αὐταὶ
ἕξεις οὖσαι, οὐδὲν τὴν προαίρεσιν αἰτιῶνται. τὸ δὲ <ἐν μεσότητι> προσκεί-
μενον ἅμα μὲν δεικτικόν ἐστι τοῦ κατὰ τί μεσότης, ἅμα δὲ καὶ χωρίζει
αὐτὴν ἀπό τινων μὲν εἰρημένων παθῶν, ἃ ἔστι μὲν ἐν μεσότητι, οὐ μὴν
δύο κακιῶν. ἡ γὰρ αἰδὼς καὶ ὅσα τοιαῦτα πάθη, ὡς καὶ αὐτὸς δείξει,
ἐπαινετὰ μὲν καὶ ἐν μεσότητι, οὔτε δὲ ἀρεταὶ οὔτε μέσαι κακιῶν. τὸ δὲ
τῇ πρὸς ἡμᾶς μεσότητι προσκείμενον τῆς κατὰ τὸ πρᾶγμα μεσότητος
ἀφίστησι. προστεθὲν δὲ ἐπὶ πᾶσι τὸ ὡρισμένον <λόγῳ> τῶν τε κακιῶν
ὑπερόριον ταύτην ἀπέφηνεν, ἐπεὶ κἀκεῖναι μὲν τῆς προαιρέσεως ἤρτυνται,
οὐ μέντοι καὶ τῷ ὀρθῷ ὡρισμέναι λόγῳ μετὰ τοῦ ἐν μεσότητι εἶναι.
καὶ τὸ τέλειον τῷ ὁρισμῷ περιεποιήσατο.
{<Διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον.>}
Ἡ οὐσία τῆς ἀρετῆς ἐν μεσότητί ἐστι τῆς ἐν τῷ εὖ ἀκρότητος, 〈ἡ
δὲ μεσότης αὕτη αἰτία καὶ τῆς ἐν τῷ εὖ ἀκρότητος〉· ἐπιγίνεται γὰρ τὸ
εὖ ταύτῃ· καὶ εἴη ἂν ὥσπερ συμπέρασμα τῆς ἀρίστης αἰτίας τιθέμενον ὁ
τοιοῦτος λόγος, οἷον ἡ τῆς ἀρετῆς ἕξις, ἐν ἀκρότητι τῇ κατὰ τὸ εὖ. ὁ
δὲ πρῶτος ῥηθεὶς ἔχει καὶ τὴν αἰτίαν περιειλημμένην τῷ λόγῳ καὶ δι' ἣν
αἰτίαν περιγίνεται αὐτῇ ἡ ἐν τῷ εὖ ἀκρότης, ὃς εἴη ἂν ἕξις προαιρετικὴ
τῆς περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότητος, τῆς ὡρισμένης τῷ ὀρθῷ
λόγῳ, τῆς κατὰ τὸ εὖ ἀκρότητος. οἱ δὲ ἀποροῦντες πρὸς τὸ τὰς ἀρετὰς
μεσότητας εἶναι 〈καὶ〉 λέγοντες, εἰ μήτε ἡ ὑπερβολὴ μήθ' ἡ ἔλλειψις ἐν
τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ὥρισται (τῶν δὲ μὴ ὡρισμένων οὐχ οἷόν
τε λαβεῖν τὸ μέσον οὐδὲ ὁρίσαι), οὐκ ἂν εἴη ἡ ἀρετὴ μεσότης ὑπερβολῆς
καὶ ἐλλείψεως 〈τῆς ἐν πάθεσι καὶ πράξεσιν, οὔτε γὰρ ἐπὶ τῆς θρασύτητος
ὥρισται μέχρι πόσου εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία,
οὔτε ἐπὶ τῶν ἄλλων ὑπερβολῶν τε καὶ ἐλλείψεων〉, οὗτοι δὴ οὐκ εὖ
ἀντιλέγοιεν· οὐδὲ γὰρ τὸ κατὰ τὸ πρᾶγμα μέσον ἐστί, περὶ ὃ ἡ ἀρετή,
134
ὃ τὸ ἴσον τῶν περάτων ἀπέχειν οὐκ ἂν εἴη, εἰ μὴ τὰ πέρατα εἴη ὡρισμένα,
ἀλλ' ἔστι περὶ τὸ πρὸς ἡμᾶς μέσον καὶ πρὸς ἡμᾶς σύμμετρον καὶ μήτε
ὑπερβάλλον μήτε ἐνδέον, ὥστε εἰ τὸ πρὸς ἡμᾶς ὑπερβάλλον καὶ ἐνδέον
μὴ ἔστιν ἀνεύρετον, οὐδ' ἂν τὸ μέσον αὐτῶν ἄληπτον ἂν εἴη. ἔτι ἡ ἀρετὴ
μεσότης λέγεται δύο κακιῶν, οὐ τῶν κατὰ τὰς κακίας περάτων. οὐκ ἂν
οὖν χώραν ἕξει λέγειν εἰ μὴ γνώριμός ἐστιν ὁ ἐν ὑπερβολῇ κακὸς καὶ ὁ
ἐν ἐλλείψει. καὶ μὴ ὄντος ὡρισμένου τοῦ μέχρι πόσου, οὐδὲ τὸ μέσον
τούτων εἴη ληφθῆναι δυνατόν. οὐ γὰρ εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ
μέχρι πόσου ἡ δειλία. οὔτε ἐπὶ τῶν περάτων τὸ μέσον ἡ ἀρετὴ ζητεῖ,
ἀλλὰ τῶν ἐκτροπῶν 〈τῶν〉 ἐπὶ τὰ πέρατα, τὸ δὲ μέσον τῶν ἐν αὐτῇ
οὐ κατὰ μῖξιν λέγεται τῶν ἄκρων ὡς τὸ φαιόν. οὐ γὰρ πάντα τὰ μέσα
τινῶν ἐν μίξει τῶν ὧν ἐστι μέσα τὸ εἶναι ἔχει. ἐπί τε γὰρ τῶν τεχνῶν τὸ
μέσον τε καὶ εὖ οὐ μίξει τῶν ἄκρων ἀλλ' ἀφαιρέσει τε καὶ προσθέσει.
οὕτω δὲ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔτι τὸ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν
κακῶν οὐκ ἐκ μίξεως ἀγαθοῦ τε καὶ τοῦ κακοῦ· ἀλλ' οὐδὲ ὁ προκόπτων
ἐκ μίξεως τοῦ σπουδαίου τε καὶ φαύλου, οὗτος μέσος τινῶν ἐκ μίξεως
ἐκείνων· ἀλλ' οὐδὲ ὁ ἓξ ἀριθμὸς μῖξις ἐστὶ τῶν δέκα καὶ δύο καὶ διὰ
τοῦτο μέσος ἐστὶν αὐτῶν· ἀλλ' οὐδὲ ἐν τοῖς συνεχέσι τὸ μέσον μίξει τῶν
ἄκρων· ἀλλ' οὐδὲ τοῦ κύκλου τὸ κέντρον ἐκ μίξεως τῆς περιφερείας ἐστὶν
αὐτῆς μέσον. ἔνια γὰρ μέσα οὐ μίξει τινῶν ἐστι μέσα, ἀλλ' ἐκ ποσότητος
αὐτῶν λέγεται. ἄλλον γὰρ τρόπον ἐπὶ τούτων τὸ μέσον.
{<Ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρίας.>}
Ἀνδρίας καὶ σωφροσύνης πρῶτον μνημονεύει ὅτι ἀναγκαιότατα καὶ
φυσικὰ πάθη, περὶ ἃ αἱ ἀρεταὶ αὗται, καὶ μάλιστα δεόμεναι βοηθείας,
ἐπεὶ καὶ ἐπὶ πλεῖστον αὐτοῖς χρώμεθα. <οἱ μὲν καθόλου κοινότεροί
εἰσιν.> ἐν μὲν ταῖς ἐπιστήμαις οὐκ ἐκ τῶν καθ' ἕκαστον ἡ πίστις· αἱ
γὰρ ἀποδείξεις διὰ τοῦ καθόλου καὶ δι' αὐτῶν τὰ ὑπὸ τὸ καθόλου δείκνυται
καὶ πίστιν λαμβάνει. τὸ γὰρ σκαληνὸν δυσὶν ὀρθαῖς ἔχει τὰς τρεῖς γωνίας
ἴσας, ὅτι καὶ πᾶν τρίγωνον. διὸ οὐ κενὸν ἐν ἐκείνοις τὸ καθόλου καθ'
αὑτὸ καὶ χωρὶς τῶν καθ' ἕκαστα λαμβάνειν. ἐπὶ δὲ τῶν πρακτῶν τὸ
πιστὸν τῶν περὶ αὐτῶν λόγων ἐκ τῶν καθ' ἕκαστα· περὶ γὰρ ταῦτα καὶ
ἐν τούτοις αἱ πράξεις. ὅτι γὰρ ὁ ἐλλέβορος καθαίρει οὐ πιστόν, ἂν μὴ
τοῖς καθ' ἕκαστα ἐφαρμόζοι. οὐδὲ γὰρ τὸ θερμὸν χαλᾷ ἢ τὸ ψυχρὸν
135
πυκνοῖ. ἐκ γὰρ τῶν καθ' ἕκαστα καθαιρομένων ὑπὸ τοῦ ἐλλεβόρου ἡ πίστις
τοῦ πάντα ἐλλέβορον καθαίρειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρακτῶν καὶ
αἱρετῶν τὰ λεγόμενα ταῖς αἱρέσεσιν ἐφαρμόζειν δεῖ. ἂν δὲ λέγῃ μέν τις
ἀδιάφορον τὴν ὑγείαν, μηκέτι δὲ καὶ ἐν τῇ περὶ αὐτὴν κρίσει τε καὶ σπουδῇ
τὸ ἀδιάφορον φυλάττῃ, κενὸς ὁ λόγος ὁ καθόλου. καὶ ὁ λέγων δὲ ταῦτα
ἀδιάφορα μὲν εἶναι, ἀλλὰ τῷ σοφῷ, μηδένα δὲ συγχωρῶν τῶν κατ' αὐτὸν
εἶναι σοφόν, ὁμολογεῖ τὸ μὴ δύνασθαι τὰ λεγόμενα ὑπ' αὐτοῦ τοῖς πρακτοῖς
καὶ ταῖς αἱρέσεσιν ἐφαρμόζειν.
{<Ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς.>}
Διάγραμμά τι βούλεται ὑποτετάχθαι ἔχον τὰ πάθη τὰ τῶν ἀρετῶν
ὑποκείμενα καὶ τὴν ἀρετὴν καθ' ἕκαστον αὐτῶν τὴν οἰκείαν καὶ τὰς
κακίας, τήν τε ὑπερβολὴν καὶ τὴν ἔνδειαν· ᾧ διαγράμματι ἐφαρμόσει τὰ
ἑξῆς τιθέμενα, δι' ὧν δείκνυσιν ὅτι μεσότητες αἱ ἀρεταί, καὶ τὸν ἀποδιδό-
μενον τῆς ἀρετῆς λόγον ὅτι ἐφαρμόζει ἑκάστῃ τῶν ἀρετῶν φανερὸν ποιήσει.
διὸ αὐτὸ μόνον παρατίθεται εἰς πίστιν τούτων καὶ δείξας πῶς αἱ ἀρεταὶ
ἐν μεσότητι, αἱ δὲ κακίαι ἐν ὑπερβολῇ καὶ ἐλλείψει. ὅσα γὰρ ἐπεξεργασίας
δεῖται ἐπαναλαβὼν τὸν περὶ αὐτῶν λόγον ἐν τοῖς ἑπομένοις ἐρεῖ. <περὶ
μὲν οὖν φόβους καὶ θάρρη.> περὶ φόβους καὶ θάρρη ἀρετὴν μὲν τίθεται
τὴν ἀνδρίαν, τοῦ μέσου τοῦ ἐν τοῖς πάθεσι τούτοις οὖσαν προαιρετικήν τε
καὶ πρακτικήν, κακίας δὲ τὸν μὲν ἀπὸ τῆς ἀφοβίας ὑπερβάλλοντα ἀνώνυμόν
τινα λέγει (πολλὰ γὰρ εἶναι τῶν τοιούτων ἀνώνυμα), εἴη δ' ἄν, φησίν,
ἄφοβός τις ὁ τοιοῦτος ἀλλ' οὐχ ὡς δεῖ (λέγεται γὰρ καὶ ὁ ἀνδρεῖος
ἄφοβος, ὅτι οὐ φοβεῖται ἃ μὴ δεῖ), τὸν δὲ ἐν τῷ θαρρεῖν ὑπερβάλλοντα
θρασύν. συνεμπίπτειν δὲ ἔοικε τῷ αὐτῷ ἡ καθ' ἑκάτερον ὑπερβολὴ ὡς
ἐπὶ τὸ πλεῖστον παρακολουθεῖν. διὸ θρασεῖς ἐν τῇ συνηθείᾳ οἱ καθ'
ἑκάτερα τὰ προειρημένα ὑπερβάλλοντες πάθη. πρόσεστι δὲ τῇ θρασύτητι
πρὸς τῷ ἀφόβως τὸ καὶ ἀλόγως ἰτητικὸν πρὸς τὰ δεινά. ὁ δὲ ἐν μὲν τῷ
φοβεῖσθαι ὑπερβάλλων, ὃς εἴη ἂν 〈ἐν〉 ἐναντίῳ πάθει τῷ κατὰ τὴν ἀφοβίαν
ὑπερβάλλοντι, ἐλλείπων δὲ τῷ θαρρεῖν, δειλός. ἐπὶ μὲν τοῦ δειλοῦ ἀντι-
στρέφει· καὶ γὰρ ὁ ὑπερβάλλων ἐν τῷ φοβεῖσθαι πάντως ἐλλείπει κατὰ
τὸ θαρρεῖν, καὶ ὁ ἐλλείπων περὶ τὸ θαρρεῖν ὑπερβάλλει ἐν τῷ φοβεῖσθαι.
διὸ καὶ μία ἡ ἐξ αὐτῶν κακία. ἐπὶ δὲ τοῦ θρασέος οὐχ οὕτω· καὶ γὰρ
ὁ μὲν ὑπερβάλλων ἐν τῷ θαρρεῖν ἄφοβος, οὐκέτι δὲ καὶ ὁ ἄφοβος θρασύς.
τούτῳ γὰρ καὶ ὁ ἀνδρεῖος χαρακτηρίζεται. τίς οὖν ἡ διαφορά; ὅτι τῷ
μὲν ἄλογον τὸ θαρρεῖν, τῷ δὲ μετὰ λόγου.
136
{<Καὶ περὶ τὰς λύπας μεσότης μὲν σωφροσύνη.>}
Τὴν σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας μεσότητα λέγει, οὐ μὴν πάσας
τὰς ἡδονάς. ἧττον δὲ περὶ λύπας ἢ ἡδονάς. μᾶλλον γὰρ ἡ ἡδονὴ εἰδο-
ποιεῖ τήν τε σωφροσύνην καὶ τὰς ἐναντίας αὐτῇ κακίας τῆς λύπης. εἰπὼν
δὲ νῦν ὅτι μὴ περὶ πάσας τὰς ἡδονάς ἐστιν ἡ σωφροσύνη μεσότης, ὅτε
προηγουμένως περὶ σωφροσύνης λέγει, τότε ἐρεῖ ὅτι περὶ τὰς σωματικὰς
ἡδονάς ἐστι καὶ τούτων τὰς περὶ ἁφὴν μάλιστα. ἀλλὰ καὶ διότι ἧττον
περὶ λύπας ἐστὶν ἢ περὶ ἡδονάς· καθ' ὅσον γὰρ οὐ λυπεῖται ἐπὶ τῇ τῶν
ἡδονῶν ἀπουσίᾳ, κατὰ τοσοῦτον καὶ περὶ λύπας εἶναι λέγεται. τὴν ὑπερ-
βολὴν δὲ τὴν περὶ τὰς ἡδονὰς ταύτας ἀκολασίαν λέγει. οὐ πάνυ δὲ
περὶ τὰς ἡδονὰς ἐλλείποντας γίνεσθαί φησι. διὸ οὐδὲ ὀνόματος ἡ κακία
αὕτη τετύχηκεν οὐδὲ ὁ ἔχων αὐτήν· αὐτὸς δὲ ἀναίσθητον αὐτὸν λέγει·
οὐκ ἂν δὲ εἴη κύριον ὄνομα τοῦ ἐναντίου κακοῦ τῷ ἀκολάστῳ. δεῖ γὰρ
αὐτὸν ὡς κατὰ τὴν ἡδονὴν ἐλλείπει οὕτως ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι·
τοῦτο δὲ οὐκ ἀναισθήτου.
{<Ἔστι δὲ καὶ περὶ ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ
μεσότης.>}
Μετὰ τὴν μεγαλοψυχίαν περὶ πραότητος διαλέγεται, ὡς καὶ αὐτῆς
περὶ τιμὴν οὔσης. κολάζει γὰρ τὸν θυμὸν ἡ πραότης· κολάζει δὲ δι'
ἀτιμίας· εἰ δὲ τοῦτο, εὐλόγως μετὰ τὴν μεγαλοψυχίαν ἐτέθη, ἀλλ' οὐχὶ
μετὰ τὴν ἀνδρίαν. καὶ [ἡ] περὶ τὸν θυμὸν καὶ αὕτη ὥσπερ ἡ ἀνδρία, ἢ
οὐ περὶ τὸν θυμὸν ἀδεκάστως εἰπεῖν ἡ ἀνδρία, ἐπεὶ οὕτως ἂν ὁ ὀργίλος
ἀνδρεῖος ἢ θρασὺς ἦν· ἀλλ' οὐχ οὕτως ἔχει. μάλιστα γὰρ οἱ δειλοὶ ὀργίλοι
τῷ μικρόψυχοι εἶναι. ἄλλως τε 〈καὶ〉 εἰ θυμῷ ὁ ἀνδρεῖος ἀνδρεῖος, ὁ δὲ
θυμὸς ὄρεξις ἀντιλυπήσεως, οὐκέτι καθ' αὑτὴν ἡ ἀνδρία οὐδὲ δι' ἑαυτὴν
ἀρετὴ ἀλλὰ διά τι ἄλλο. <τὸ μέσον πρᾷον λέγοντες·> οὐχ ὡς αὐτοῦ τὸ
τῆς πραότητος ὄνομα καινοτομήσαντος τοῦτο εἶπεν. εὕρηται γὰρ καὶ παρὰ
Πλάτωνι καὶ ἄλλοις παλαιοτέροις, ἀλλ' ἐφ' ἑτέρων κείμενον σημαινομένων
αὐτὸς ἐπὶ τῆς νῦν ἤνεγκε διαθέσεως. κεῖται γὰρ ἡ πραότης ἐπὶ τοῦ ἡσύχου
καὶ ἀεὶ τῷ ἡσύχῳ 〈ὁ〉 πρᾷος παράκειται. ὡσαύτως καὶ ὁ ὀργίλος ἐπὶ τοῦ
φυσικοῦ κειμένου τοῦ ὀνόματος, αὐτὸς ἐπὶ τῆς ὑπερβολῆς τοῦτο τάξας
δοκεῖ καινοτομεῖν. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς ἐλλείψεως τοῦ
ἀοργήτου φαμέν. μόνη δὲ ἡ ἀοργησία κεκαινοτόμηται Ἀριστοτέλει.
137
{<Εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες.>}
Τρεῖς μεσότητές εἰσιν, οἷον ἀλήθεια φιλία εὐτραπελία, ἀρεταὶ οὖσαι
περὶ οἰκεῖά τινα. ἀλλ' ἐπὶ μὲν τῶν ἔργων ἡ ἀνισότης φανερά. ὁ γὰρ
οὔτε ἐπὶ τὸ μεῖζον οὔτε ἐπὶ τὸ ἔλαττον ἐξαίρων τὰ αὑτοῦ ἢ συστέλλων
μέσος. πῶς δ' ἂν ἔτι ἐπὶ τοῦ † τὰ αὐτὰ λόγῳ ἀληθοῦς ὁ τὸ μέσον αἱρού-
μενος ἐπαινετὸς εἴη. δῆλον γὰρ ὅτι πανταχοῦ καὶ ἀεὶ τὸ ἀληθεύειν αἱρετὸν
ἀλλ' οὐ μέσως. ἢ ἔστιν ὅπου δεῖ καὶ τῷ ψεύδει χρῆσθαι ὡς ἐν φαρμάκου
εἴδει, καθὰ καὶ Πλάτων φησίν; ἀλλὰ καὶ τὸ κηρύττειν περὶ ἐνίων καὶ
ὅτε οὐ δεῖ καὶ πρὸς οὓς οὐ δεῖ, εἰ καὶ ἀληθῆ εἴη, ἄτοπον. ὁ δὴ κατὰ
ταῦτα πλεονάζων εἴη ἂν κακός τε καὶ ἀλαζών, καὶ εἴη ἂν καὶ τοῦτο τῆς
ἀλαζονείας, οὐ μόνον τὸ ψεύδεσθαι ἐπὶ τὸ μεῖζον ἢ οὐδὲ λέγειν περὶ τὸ
ἀληθείας μέσον καὶ μέσως ἀληθῆ, ἀλλὰ καὶ † τὸν περὶ τὸ ἀληθὲς τὴν
ἀρετὴν καὶ τὴν μέσην ἕξιν ἔχοντα, ὃς εἴη ἂν ὁ ἀληθὴς καὶ μὴ διαστρέφων
αὐτὸ τῇ ὑπερβολῇ ἢ τῇ ἐνδείᾳ, ὁ δὲ τὸ μέσον καὶ κατὰ καιρόν τε καὶ
πρὸς οὓς δεῖ καὶ περὶ ὧν δεῖ τἀληθῆ λέγων εἴη ἂν ὁ ἀληθής. ἢ ἀληθὴς
μὲν καὶ ὁ ἐν μεσότητι τὰ προσόντα αὐτῷ προσεῖναι λέγων, 〈ὑπερβάλλων
δὲ καὶ οὐκέτι ἀληθεύων ἀλλὰ ψευδόμενος καὶ τὰ μὴ προσόντα προσεῖναι
λέγων〉 ἀλαζὼν ὤν· ἐν προσποιήσει γὰρ ἀληθείας οὗτος, οὐκ ἐν ἀληθείᾳ·
εἴρων δὲ ὁ ἐπὶ τὸ ἔλαττον ψευδόμενος. ὡς εἶναι τούτους μὲν προσποιου-
μένους τὸ ἀληθές, τὸν δὲ ἀληθεύοντα. <εἰσὶ δὲ καὶ ἐν τοῖς πάθεσιν.>
ἐζήτηται πῶς εἰπὼν κατὰ τὰ πάθη μήτε ἐπαινεῖσθαι μήτε ψέγεσθαι νῦν
λέγει τινὰ εἶναι πάθη ψεκτὰ καὶ ἐπαινετά. ἢ οὐ λέγει ἁπλῶς ἂν πάθη
τὴν αἰδῶ καὶ τὴν νέμεσιν, ἀλλ' οὐδὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας
αὐτῶν, ἀλλὰ διαθέσεις τινὰς πρὸς πάθη μόνα, τὸ εὖ καὶ τὸ μὴ ἐχούσας,
οὐκέτι δὲ καὶ πρὸς πράξεις; ἡ δὲ ἀρετή ἐστιν ἕξις προαιρετικὴ περὶ πάθη
καὶ πράξεις. ἔτι τὰ οὕτω λεγόμενα πάθη τὰ μὲν μεμέτρηται, τὰ δέ ἐστιν
ἄμετρα· 〈κατὰ δὲ τὰ〉 ἁπλᾶ πάθη οὔτε ἔπαινος οὔτε ψόγος.
{<Νέμεσις δὲ μεσότης φθόνου.>}
Ζητήσει ἄν τις εὐλόγως, πῶς μεσότης ἡ νέμεσις φθόνου καὶ ἐπιχαιρε-
κακίας καὶ ὑπερβολῆς καὶ ἐλλείψεως, περὶ λύπας καὶ ἡδονὰς τὰς ἐπὶ τοῖς
πέλας συμβαίνουσι γινομένας. δοκεῖ γὰρ τοῦ αὐτοῦ ἤθους εἶναι τό τε
138
λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις καὶ τὸ χαίρειν ἐπὶ ταῖς τῶν
ἀγαθῶν δυσπραγίαις, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν ταῖς ῥητορικαῖς τέχναις.
ὁ γὰρ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οὗτος καὶ ἥδοιτ' ἂν
τῶν ἀπαθῶν δυστυχούντων. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν αἱ ἕξεις ὅ τε…
κα…
The complete text is available when the reading interface loads.