The Greek Library Author

Anonymous

In ethica Nicomachea ixx commentaria

Authority group
Michael (catalogue association; authorship remains anonymous)
Edition reference
In ethica Nicomachea ix–x commentaria, ed. G. Heylbut, Eustratii et Michaelis et anonyma in ethica Nicomachea commentaria [Commentaria in Aristotelem Graeca 20. Berlin: Reimer, 1892]: 461–620.
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Public-domain-era edition; no explicit IA rights field

461

{ΕΞΗΓΗΣΙΣ ΜΙΧΑΗΛ ΤΟΥ ΕΦΕΣΙΟΥ ΕΙΣ ΤΟ ΕΝΑΤΟΝ ΤΩΝ

ΗΘΙΚΩΝ.}

Ὅτι μὲν ἡ φιλία μόριόν ἐστιν οὐ τῆς ὅλης δικαιοσύνης, τῆς ὡς

νομιμότητος, ἀλλὰ τῆς ἐν μέρει, ἥτις ἦν τοῦ ἴσου διανεμητική, οὐ παντά-

πασιν ἄδηλόν ἐστιν. ἥ τε γὰρ τοιαύτη δικαιοσύνη, ὡς δέδεικται ἐν τῷ

πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας, ἰσότητός ἐστι διανεμητική, καὶ

ἡ φιλία τοῖς φίλοις ἰσότητα παρέχει· ἰσότητα γὰρ εἶναι ἀνάγκη, εἰ μέλλει

σώζεσθαι ἡ φιλία. εἰ γὰρ ὅσον ὁ πένης τὸν πλούσιον φιλεῖ καὶ τιμᾷ,

ἀναλόγως τοσοῦτον ἀντιλαμβάνει, ὧν ὁ πλούσιος εὐπορεῖ, σώζεται ἡ φιλία,

εἰ δ' οὔ, διαλύεται· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς μαθησόμεθα τὰς

λέξεις ἐπισκεπτόμενοι. ὅτι μὲν οὖν μόριόν ἐστι τῆς ἐν μέρει δικαιοσύ-

νης, οὐκ ἄδηλον. ὅτι δὲ οὐδ' ὡς γένος κατηγορεῖται ἡ φιλία τῶν μερι-

κωτέρων, ἀλλ' ἔστι τῶν ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἓν λεγομένων, διώρισται

τῷ Ἀριστοτέλει ἐν τῷ δευτέρῳ τῶν Μεγάλων Ἠθικῶν, ὥστε εἴ που ἐν τῷ

παρόντι βιβλίῳ εἴδη λέγει φιλίας, μεταχρηστικῶς τῷ τῶν εἰδῶν ὀνόματι

χρῆται. ὅτι δὲ καὶ τρία ἐστὶ τὰ μέρη ἢ τὰ εἴδη (λεγέσθω γὰρ εἴδη φιλίας)

δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. τριῶν γὰρ ὄντων τῶν φιλητῶν, δι'

ἃ φιλοῦμεν οἱ ἄνθρωποι, ἀγαθοῦ ἡδέος χρησίμου, τρεῖς ἀνάγκη καὶ τὰς

φιλίας εἶναι. ὁ γὰρ φιλῶν τινα ἢ ὡς ἀγαθὸν φιλεῖ, οἷον σοφὸν ἢ σώφρονα

ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ διὰ πάντα ταῦτα, ἢ ὡς ἡδύν (τοιοῦτος δὲ ὁ εὐτρά-

πελος καὶ ἡ ἐρωμένη), ἢ ὡς χρήσιμον. χρήσιμος δὲ λέγεται, δι' οὗ γίνε-

ται ἀγαθόν τι. εἰσὶ δὲ διὰ τὸ χρήσιμον φίλοι μάλιστα οἱ ἀγοραῖοι. ἔστι

δὲ τὸ μὲν ἀγαθὸν καὶ ἡδὺ φιλητὰ ὡς τέλη, τὸ δὲ χρήσιμον ὡς εἰς τέλος

τι συντελοῦν. περὶ τούτων δὴ τῶν μερῶν ἢ εἰδῶν τῆς φιλίας καὶ ἁπλῶς

462

περὶ φιλίας εἰπὼν ἐν τῷ πρὸ τούτου βιβλίῳ, τίς τέ ἐστι καὶ ἐν τίσι καὶ

περί τι, τίς τε, ὅτι ἀρετή τις ἢ μετ' ἀρετῆς (καὶ γὰρ καὶ ἡ φιλία περὶ

πράξεις καὶ πάθη ἐστὶν ὥσπερ καὶ ἡ ἀρετή· εἰσὶ γὰρ πράξεις φιλικαί,

καὶ αὐτὸ δὲ τὸ φιλεῖν πάθος ἐστίν), ἐν τίσι δέ, ὅτι καὶ ἐν τοῖς ὁμοίοις

καὶ ἐν τοῖς ἀνομοίοις (ἡ μὲν γὰρ πρώτη καὶ κυρίως φιλία ἐν τοῖς ὁμοίοις,

ἐν γὰρ τοῖς σπουδαίοις καὶ ἀγαθοῖς. φιλοῦσι γὰρ οὗτοι ἀλλήλους, ᾗ

ἀγαθοὶ καὶ ᾗ σπουδαῖοι καὶ ᾗ ὅμοιοί εἰσιν. αἱ δὲ λοιπαὶ ἥ τε διὰ τὸ

χρήσιμον καὶ ἡδὺ ἐν τοῖς ἀνομοίοις), περὶ τί δὲ ὅτι περὶ τὸ ἀγαθὸν καὶ

καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα δὴ εἰπὼν ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ

ἕτερα πολλὰ τοῖς περὶ φιλίας ὄντα λόγοις οἰκεῖα ἐν τούτῳ τῷ βιβλίῳ

ἐνάτῳ ὄντι τὰ λείποντα τοῖς περὶ φιλίας ἐκτίθεται.

{<Ἐν ἁπάσαις δὲ ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον

ἰσάζει καὶ σώζει τὴν φιλίαν, καθάπερ εἴρηται.>}

Ἀναμιμνήσκει τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ εἰρημένων καὶ δεδειγ-

μένων· ἔδειξε γὰρ ὅτι τὸ ἀνάλογον σώζει τὰς ἀνομοειδεῖς φιλίας· ὁμοειδεῖς

δὲ φιλίαι εἰσίν, ὡς εἴρηται, αἱ τῶν ἀγαθῶν, αἱ δ' ἄλλαι πᾶσαι ἀνομο-

ειδεῖς· ὅμοιοι γὰρ καὶ ἴσοι ἀριθμῷ καὶ δυνάμει οἱ ἀγαθοί. ὅσα γὰρ καὶ

οἷα ἀγαθὰ ἐν θατέρῳ, καὶ τῷ λοιπῷ ἐνθεωρεῖται καὶ διὰ τοῦτο καὶ ἐν

ἀλλήλοις εἰσίν, ὡς ὁ μέγας Βασίλειος ἐν τῷ θεολόγῳ κἀκεῖνος ἐν τῷ με-

γάλῳ Βασιλείῳ, καὶ οὐδέτερος οὐδετέρου πλέον ἔχειν ἀξιοῖ ἀλλὰ τὸ ἴσον.

καὶ ἔστιν ἐν τοῖς τοιούτοις ἡ κατὰ πάντα ἰσότης φιλότης. ἡ δὲ τοῦ

πατρὸς πρὸς υἱὸν φιλότης ἢ τοῦ υἱοῦ πρὸς πατέρα οὐχ ὁμοία οὐδ' ἴση

ἁπλῶς, ὅτι μηδ' ὁ πατὴρ ἴσος τῷ υἱῷ (ἐφ' ἡμῶν δὲ τοῦτο θεώρει·) ἢ οὗτος

τῷ πατρί. διὸ τὴν τούτων φιλίαν σώζει τὸ ἀνάλογον. δεῖ γὰρ ὅσον ὁ πατὴρ

ὑπερέχει τοῦ υἱοῦ, τοσοῦτον ὑπερέχειν καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα φι-

λίαν τῆς τοῦ πατρὸς πρὸς τὸν υἱόν· ὥστε ἐν τούτοις σώζει τὴν φιλίαν τὸ κατ'

ἀναλογίαν τὴν γεωμετρικὴν ἴσον· ὅπερ οὐκ ἔστιν ἐν ἰσότητι ποσοῦ, ὡς διὰ

πλειόνων δέδεικται ἐν τῷ πέμπτῳ βιβλίῳ, ἀλλ' ἐν λόγων ὁμοιότητι. ὅτι

δὲ οὐ μόνον φιλίαι πρὸς ὁμογενεῖς γίνονται ἀλλὰ καὶ πρὸς ἀνομοίους, δέ-

δεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ. φιλεῖ γὰρ ὁ φαῦλος τὸν σπουδαῖον

ἀνόμοιον ὄντα διὰ τὴν ἔνδειαν τῆς ἀρετῆς· οἰόμενος γὰρ παρ' αὐτοῦ

τὴν ἀρετὴν κτήσασθαι φίλος γίνεται τῷ σπουδαίῳ. ἀλλὰ καὶ ὁ πένης

τῷ πλουσίῳ· διὰ γὰρ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί. καὶ

ἁπλῶς καθὸ προσδεῖται ἕτερος ἑτέρου, κατὰ τοῦτο φιλοῦσιν. ἐν ἁπάσαις

463

οὖν ταῖς ἀνομοειδέσι φιλίαις τὸ ἀνάλογον σώζει, ὥσπερ καὶ τὴν πολιτικὴν

κοινωνίαν· ὡς γὰρ ἐκείνη σώζεται, ὅταν ἡ ἐναλλαγὴ ἀνάλογος γίνηται,

οὕτω καὶ ἡ φιλία. εἰ γὰρ ἀναλόγως ὁ εὐτράπελος τῇ ἡδονῇ, ᾗ ηὔφρανε

τὸν ἡσθέντα, λήψεταί τι ὧν χρήζει, συμμένει ἡ φιλία· εἰ δὲ μή, διαλύε-

ται. ὁμοίως καὶ ἡ τῆς ἐρωμένης πρὸς τὸν ἐραστήν. <ἐνταῦθα μὲν οὖν

πεπόρισται κοινὸν μέτρον, τὸ νόμισμα.> ὅπως δὲ μέτρον γίνεται

τὸ νόμισμα, εἴρηται μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων· ῥητέον δὲ

καὶ νῦν συντόμως. ἔστω δὴ οἰκία ἔργον τοῦ οἰκοδόμου, ἐφ' ᾧ α̅, δέκα

δὲ νομίσματα, ἐφ' ᾧ β̅, κλίνη ἐφ' ᾧ γ̅, ἔργον τοῦ τέκτονος ἑνὸς ἀξία.

ἐπεὶ οὖν τιμᾶται πάντα νομίσματι, ἔστω ἡ οἰκία νομισμάτων πέντε ἀξία,

ἡ δὲ κλίνη νομίσματος ἑνός. τῷ γοῦν νομίσματι γνωριοῦμεν πόσαι κλῖναι

εἰσὶν ἀντάξιαι τῇ οἰκίᾳ. πέντε γὰρ νομισμάτων οὔσης ἀξίας τῆς οἰκίας

τῆς ἐφ' ᾧ α̅, ἥμισυ δηλονότι ἐστὶ τῶν δέκα νομισμάτων τῶν ἐφ' ᾧ τὸ

β̅, τῆς δ' αὖ κλίνης ἑνὸς οὔσης νομίσματος δηλονότι, τῶν μὲν δέκα νο-

μισμάτων δέκατόν ἐστι, τῆς δ' οἰκίας πέντε οὔσης, νομισμάτων πέμπτον.

ἐπεὶ οὖν ἡ κλίνη νομίσματος ἑνός ἐστιν ἀξία, αἱ πέντε δηλονότι κλῖναι

πέντε νομισμάτων εἰσὶν ἄξιαι. εἰσὶ δὲ τὰ πέντε νομίσματα ἥμισυ τῶν

δέκα νομισμάτων, ἦν δὲ καὶ ἡ οἰκία ἥμισυ τῶν δέκα νομισμάτων, τὰ δ'

αὐτοῦ ἡμίση ἴσα ἀλλήλοις εἰσίν. ἴσαι ἄρα αἱ πέντε κλῖναι τῇ οἰκίᾳ· τοῦτο

δὲ εὕρηται διὰ τῶν δέκα νομισμάτων μέσων τεθέντων τῆς οἰκίας καὶ τῆς

κλίνης, ὥστε ἢ πέντε κλίνας λήψεται ὁ οἰκοδόμος καὶ δώσει τὴν οἰκίαν ἢ

πέντε νομίσματα. ἐπὶ πάντων δὲ τῶν τοιούτων ὅταν ἀγνοῆται πόσον

ὑπερέχει ἢ ἐλλείπει τὸ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ἔργον, ἢ εἰ μὴ ἐλλείπει

ἢ ὑπερέχει ἀλλ' ἰσάζει, τῷ νομίσματι χρώμεθα ὡς μέτρῳ, ὡς καὶ τῷ

πήχει πόσου μεγέθους ἢ τῷ ποδί. τὸ δέ τι τὸ προκείμενόν ἐστι καὶ ἐπὶ

τοῦ σωροῦ τῷ μεδίμνῳ καὶ ἐπὶ τῶν βαρέων, τῇ μνᾷ, καὶ ἐπὶ τῷ ἀριθμῷ

τῆς μονάδος. μένει τοίνυν ἡ φιλία καὶ τούτων, ὅταν τὸ ἀνάλογον γένηται

καὶ ἴση ἡ ἀνταλλαγή, καὶ τῶν ἄλλων ἁπάντων ὅσοι τὰ οἰκεῖα ἔργα πρὸς

ἀλλήλους ἀνταλλάττονται· εἰ δὲ μή, διαλύονται.

{<Ἐν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ.>}

Οἱ μὲν διὰ τὸ χρήσιμον φιλοῦντες (ἦσαν δὲ ὁ τέκτων καὶ ὁ ὑφάντης

καὶ ὁ σκυτεὺς καὶ ὁ οἰκοδόμος ἀναλόγως, ὡς εἴρηται, ἀλλήλους ἀντευποι-

οῦντες καὶ ὠφελοῦντες) οὐκ ἀπεικότως ἀξιοῦσιν ἐπίσης ἀντιφιλεῖσθαι. ὁ

γὰρ τὰ ἴσα καὶ τὰ ὅμοια ἀντευποιῶν οἷς πέπονθε δίκαιός ἐστι φιλεῖσθαι

464

ὡς φιλεῖ. εἰ δ' ὁ μὲν δι' ἄλλο τι φιλεῖ, ὁ δὲ δι' ἕτερον, ἐν οἷς οὐκ ἐν-

δέχεται τὸ κατὰ ἀναλογίαν ἴσον γενέσθαι, γελοῖόν ἐστι τὸ ἀξιοῦν ἐπίσης

ἀντιφιλεῖσθαι, ὡς ἐπὶ τοῦ ἐραστοῦ καὶ τῆς ἐρωμένης ἔχει. οὐ γὰρ τὸ

αὐτὸ τούτοις ἐστὶ φιλητὸν ὡς τοῖς εἰρημένοις τὸ χρήσιμον, ἀλλὰ τῷ μὲν

ἐραστῇ φιλητόν ἐστι τὸ εἶδος, τῇ δ' ἐρωμένῃ τὰ χρήματα· ἐν οἷς παγχά-

λεπόν ἐστι τὴν κατ' ἀναλογίαν ἰσότητα θηρᾶσθαι. ἃ μὲν οὖν μέλλει λέ-

γειν διὰ τῶν προκειμένων, ταῦτά ἐστι. τὰ δ' αὐτῶν τῶν λέξεών εἰσιν·

<ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ, ὅτι οὐκ> ἐπίσης <ἀντιφιλεῖται,

οὐδὲν ἔχων> εἰ ἔτυχε <φιλητόν,> τουτέστι μήτε χρήσιμος ὢν μήτ' ἄλλως

ἡδύς· χρήσιμος μὲν γὰρ οὐκ ἔστι τῷ ἐρωμένῳ ἢ τῇ ἐρωμένῃ, εἰ τὰ

χρήματα ἐπιλέλοιπεν αὐτὸν δι' ἃ ἐφιλεῖτο· οὐχ ἡδὺς δέ, εἰ γεγήρακεν.

ἔστι γὰρ ὅτε καὶ τῶν χρημάτων ἔτι σωζομένων διὰ τὸ γῆρας ἀηδεῖς εἰσι

τοῖς ἐρωμένοις ἢ ταῖς ἐρωμέναις. ὁτὲ μὲν οὖν, ὡς εἴρηται, ὁ ἐραστὴς ἐγκα-

λεῖ, ὁτὲ δὲ ὁ παμβέβηλος ἐρώμενος, ὅτι πρὸ τῆς ἀσελγεστάτης μίξεως

πάντα ὅσα βούλεται ποιήσειν αὐτῷ ἐπαγγελλόμενος ὁ ἐραστὴς οὐδὲν ἐκείνων

ἐπιτελεῖ. ὥστε συμβαίνει διὰ τὰ τοιαῦτα ἐγκλήματα καὶ τῆς φιλίας διά-

λυσις, τουτέστι διὰ τὸ ἀπολείπειν τὸν μὲν ἐραστὴν τὰ χρήματα, ἐνίοτε δὲ

καὶ τὴν ἀκμήν, τὸν δ' ἐρώμενον τὸ κάλλος. οὐ γὰρ αὑτούς, φησίν, ἐφίλουν

ὡς οἱ σπουδαῖοι, <ἀλλὰ τὰ ὑπάρχοντα> αὐτοῖς· ταῦτα δ' ἦσαν τὸ κάλλος

καὶ τὰ χρήματα, οὐ μόνιμα ὄντα, ὧν ἀπολειπόντων ἀνάγκη συναπολείπειν

καὶ τὴν φιλίαν. ἡ δὲ τῶν σπουδαίων φιλία διὰ τὴν ἀρετὴν αὐτῶν οὖσα

ἀμετάπτωτός ἐστιν, ὅτι καὶ ἡ ἀρετὴ δι' ἣν ἀλλήλων φίλοι εἰσὶ βεβαιότα-

τόν τι χρῆμα καθέστηκε καὶ μονιμώτατον. καὶ ἕως ἂν ὦσιν ἡδεῖς ἀλλή-

λοις φίλοι εἰσίν, ὅτι καθ' ἑκάστην αὐτοῖς τὸ ψυχικὸν κάλλος, οὗπερ ἐρῶσιν,

ἀναθάλλει τε καὶ ἀνηβᾷ καὶ ὡραιότερον γίνεται· καὶ οὐχ ἡδεῖς μόνον

ἀλλὰ καὶ χρήσιμοι, ὅτι καὶ ἡ ἀρετὴ τῶν χρησιμωτάτων· κάλλιστον γὰρ

καὶ ἥδιστον καὶ χρησιμώτατον ἡ ἀρετή.

Εἰπὼν δὲ ὅτι αἱ διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίαι οὐ μόνιμοί εἰσιν,

ἐπήγαγεν, ἡ <δὲ τῶν ἠθῶν καθ' αὑτὴν οὖσα.> λέγει δὲ ἤθη τὰς

ἀρετάς. ἡ διὰ τὰ ἤθη φιλία καθ' αὑτὴν καὶ κυρίως οὖσα μόνιμός ἐστιν.

δύναται τὰ <καθ' αὑτὴν οὖσα> εἰρῆσθαι ἀντὶ τοῦ δι' αὐτὰς καὶ οὐ διὰ τὰ

αὐτῶν. <διαφέρονται δὲ καὶ ὅταν ἕτερα γένηται αὐτοῖς καὶ μὴ

ὧν ὀρέγονται.> τινὲς τὸν Ἀλέξανδρον λέγουσιν εἶναι τὸν ἐπαγγειλάμενον

τῷ κιθαρῳδῷ ὅσῳ ἂν ἄμεινον μελῳδήσειε, τοσούτῳ πλείονα δώσειν, τινὲς

δ' οὐ τὸν Ἀλέξανδρον, ἀφορῶντες εἰς τὴν τοῦ βασιλέως μεγαλοπρέπειαν

καὶ τὴν περὶ τὰς εὐεργεσίας ἐκείνου ἑτοιμότητα, ἀλλ' ἕτερόν τινα. ἡμῖν

δὲ τὸν ἐπαγγειλάμενον μαθεῖν ὅστις ἦν, οὐ διὰ σπουδῆς ἐστιν. ἃ δὲ

λέγει διὰ τούτων ἐστὶν ὅτι ὁ κιθαρῳδὸς σπουδαιότερον ᾄσας, εἶτα τὰ ὑπε-

σχημένα ζητῶν λαβεῖν, ὁ ἐπαγγειλάμενος ‘ἔχεις’ ἔφησε ‘πάντα’. τοῦ δὲ

κιθαρῳδοῦ ἐπανερομένου ‘πῶς ἔχω μηδὲν λαβών’; ὁ ἐπαγγειλάμενος ἀπε-

465

κρίνατο ‘οἷς με σὺ ηὔφρανας λόγοις, τοῖς αὐτοῖς κἀγώ σε· ὁποιαοῦν δέδω-

κας τοιαῦτα καὶ ἔλαβες καὶ ἀκοὴν τέρψας τὴν ἀκοὴν ηὐφράνθης’. <δια-

φέρονται δέ,> φησὶν ὁ Ἀριστοτέλης, <καὶ ὅταν ἕτερα γένηται αὐτοῖς

καὶ μὴ ὧν ὀρέγονται,> ὡς ἐπὶ τοῦ κιθαρῳδοῦ· εἰ μὲν τῆς δι' ἀκοῆς

ἡδονῆς ὁ κιθαρῳδὸς ἐδεῖτο, ὥσπερ καὶ ὁ ἐπαγγειλάμενος, οὐδ' ἂν ἦν ἔγ-

κλημα οὐδὲ διαφορά τις, εἰ δ' ὁ μὲν κιθαρῳδὸς κέρδους, ὁ δὲ τέρψεως,

καὶ ὁ μὲν ἔχει τὴν τέρψιν, ὁ δὲ κιθαρίσας οὐκ ἔχει τὸ κέρδος, εἰκότως

ὁ ἐπαγγειλάμενος ἐγκαλεῖται. ὧν γὰρ χρῄζομεν ἅπαντες, τούτοις προσέ-

χοντες καὶ εἰς ταῦτα ἀποβλέποντες ἃ ἔχομεν διδόαμεν. χρῄζων γάρ

τις ἱματίου εἰς τὸ ἱμάτιον ὃ οὐκ ἔχει ἀποβλέπων δίδωσιν ὃ ἔχει, οἷον τὸ

νόμισμα ἢ ἄλλο τι. τὰ μὲν δὴ λεγόμενα τοιαῦτά ἐστιν, ἐν δὲ τῇ λέξει

τῇ <τὰ αὐτὰ> δίδωσι τὸ τὰ αὐτὰ ταὐτόν ἐστι τῷ ἃ ἔχει δίδωσι. <τὴν

ἀξίαν δὲ ποτέρου τάξαι ἐστί, τοῦ προϊεμένου ἢ τοῦ προλαβόν-

τος;> οὐχ ὁμοίως ἅπασαι αἱ ἀνταλλαγαὶ γίνονται, ἀλλ' ἡ μὲν τῶν ἀγοραίων

ἐπὶ ῥητοῖς καὶ ἀπὸ χειρῶν εἰς χεῖρας λαμβάνοντες διδόασιν, ἡ δὲ τῶν

ἐλευθεριωτέρων εἰς χρόνον καθ' ὁμολογίαν μέντοι, οὐ μὴν ῥητήν, οἷον

δέκα ἢ εἴκοσι ἤ τινα ἄλλον ἀριθμόν. εἰ γὰρ τοῦτ' ἦν, οὐδὲν ἂν διέφερε

τῆς ἀγοραίας καὶ ἀνελευθέρου ἀνταλλαγῆς τῆς ἐπὶ ὡρισμένων ἀριθμῶν τι-

μήματι γινομένης.

Τοιαύτης οὖν οὔσης τῆς δευτέρας ἀνταλλαγῆς, ἐρωτᾷ, τίνος ἐστὶ τὸ

τάξαι τὴν ἀξίαν. οἷον δέδωκέ τις νόμισμά τινι ἢ ἄλλο τι ἀφ' ὧν ἐπιγέ-

γονε τῷ δανεισαμένῳ κέρδος καὶ ὠφέλειά τις, τίνα δεῖ, φησίν, ἐν τούτοις

τὴν ἀντωφέλειαν τάξαι καὶ ὁρίσαι τὸν δανείσαντα, εἰ μέλλει μένειν ἡ φι-

λία; πότερον, φησί, τὸν δανείσαντα χρὴ λέγειν ὅτι ‘ἁρμόζει σοι, ὦ ὀφειλέ-

τα, τοσάδε μοι δοῦναι, ἐπεὶ τοσάδε διὰ τῶν ἐμῶν νομισμάτων ὠφέλησαι’, ἢ

τὸν δανεισάμενον δέον ἐστὶν ἀπιδεῖν πρὸς τὴν ὠφέλειαν, ἣν ἀπώνατο καὶ

τάξαι τὴν ἀντευποιΐαν. ζητεῖ δὲ τοῦτο εἰς τὰ λεγόμενα πολλάκις πρὸς

ἀλλήλους ἀπιδών. ἔστι γὰρ πολλάκις ἀκοῦσαι τοὺς ὀφειλέτας καὶ διὰ τοῦ

ὀφλήματος εὖ παθόντας πρὸς τοὺς δεδανεικότας λέγοντας μηδέν τι μέγα

παρ' αὐτῶν λαβεῖν ἀλλὰ μικρά, 〈ἃ〉 ἂν ἔλαβον εἴπερ ἐβούλοντο καὶ παρ'

ἄλλου του τυχόντος διὰ τὴν σμικρότητα καὶ εὐτέλειαν τοῦ δάνους, καὶ

ὅτι ὅπερ ἐκ τοῦ δάνους προσεκέρδησα, μηδαμινόν τί ἐστι καὶ συλλήβδην

τὸ μηδέν, τῶν δ' αὖ δεδανεικότων ἀπ' ἐναντίας ἀντιλεγόντων τὰ μέγιστα

δεδανεικέναι, εἰ καὶ μὴ ἁπλῶς μέγιστα, ἀλλ' οὖν τὰ ἑαυτοῖς καὶ μέγιστα

καὶ ἀναγκαῖα καὶ ἃ παρ' ἄλλου οὐκ ἂν ἔλαβον, κἂν μύρια ἐπὶ μυρίοις

466

διεπράξαντο. τοῦτο δὴ ζητήσας ἐπήγαγεν ὥσπερ τινὰ λύσιν τοῦ ζητήμα-

τος τὸ ὁ <γὰρ προϊέμενος ἔοικεν ἐπιτρέπειν ἐκείνῳ.> 〈ἔστι δὲ ἐλλι-

πὴς ἡ λέξις, καὶ δεῖ προσυπακούειν τὸ ‘ἢ τοῦ προλαβόντος’. καὶ εἴη ἂν

τὸ πλῆρες τοιοῦτον, ἢ τοῦ προλαβόντος ἐστὶ τὸ τάττειν· ὁ γὰρ προϊέμενος

ἔοικεν ἐπιτρέπειν ἐκείνῳ.〉 λέγει δὲ προλαβόντα τὸν ὀφειλέτην· πρότερος

γὰρ αὐτὸς λαμβάνει, εἶθ' οὕτως ὁ δανείσας τὸν προλαβόντα φησὶ δεῖν

τάττειν. ὃ δὴ καὶ Πρωταγόραν τὸν σοφιστὴν λέγουσι ποιεῖν. ἑκάστου

γὰρ τῶν προσιόντων λέγοντος ‘ὦ Πρωταγόρα, πόσου με διδάξεις;’ ἀπεκρίνατο

‘φοιτῶν παρ' ἐμοὶ μάνθανε, κἀπειδὰν μάθῃς ὅσων ἂν ἄξια τιμήσῃς ἃ

μεμάθηκας τοιαῦτα λήψομαι’. καὶ ἐλάμβανε τοσαῦτα νομίσματα, ὁπό-

σων ἂν ἐτίμησεν ὁ μεμαθηκώς, ὅπερ ἐστὶν ὁ προλαβών. προεδίδου γὰρ

ὁ Πρωταγόρας, προελάμβανε δὲ ὁ μανθάνων, ὃς δέ, ὁ μανθάνων, ἔταττε

τὴν ἀξίαν. καθάπερ τοίνυν ὁ Πρωταγόρας ἐπέτρεπε τῷ μαθητῇ τιμᾶν

καὶ τάττειν τὴν ἀξίαν ὧν μεμάθηκεν, οὕτω καὶ ἐπὶ τῶν δανείων καὶ τῶν

ὅλως εἰς ὠφέλειαν τοῦ λαμβάνοντος διδομένων ἔοικεν ὁ προϊέμενος ἐπι-

τρέπειν τῷ προλαβόντι τιμᾶν τὴν ὠφέλειαν καὶ ἀντευποιεῖν ἀναλόγως. <ἐν

τοῖς τοιούτοις ἀρέσκει τὸ ‘μισθὸς δ' ἀνδρί.’> τοιούτους ἢ τοὺς μὴ

λαμβάνοντας πρὶν ἂν διδάξαιεν εἶπεν ἢ τοὺς προϊεμένους ἢ τάχα καὶ

ἀμφοτέρους. ἔστι δὲ τὸ <μισθὸς ἀνδρὶ> ἀπὸ τοῦ Ἡσιόδου· ‘μισθὸς δ' ἀν-

δρὶ ἄρκιος εἴη’ φησὶν ἐκεῖνος. ὃ δὲ λέγει τοιοῦτόν τί ἐστι· δεῖ τὸν ἄνδρα

μισθὸν λαμβάνειν δέοντα καὶ ἀνάλογον τῷ ἔργῳ ὃ εἰργάσατο ἢ τῇ πε-

πραγμένῃ παρ' αὐτοῦ πράξει. <ἐν τοῖς τοιούτοις> φησίν. λέγοι δ' ἂν τοι-

αῦτα τὰ ἔργα καὶ τὰς πράξεις, οἷα ἀρέσκει τισὶ καὶ ζητοῦσι ἀνάλογον τῆς

εὐποιΐας. οὐκ εἶπε δὲ πᾶσιν ἀρέσκειν ἀλλ' ἐνίοις, εἰς τὴν ἀγοραίων ἀπιδὼν

ἀπληστίαν. οἱ γὰρ τοιοῦτοι πολλαπλασίως ἐπιζητοῦσιν εὖ παθεῖν ὧν ἐποί-

ησαν, ἀλλ' οὐ τὸ ἴσον.

{<Οἱ δὲ προλαβόντες τὸ ἀργύριον, εἶτα μηθὲν ποιοῦν-

τες ὧν ἔφασαν.>}

Οἱ μὲν ἄνευ ὁμολογίας ὡρισμένης προλαβόντες, ἔπειτα μὴ ἀναλόγως

ὧν ὠφέληνται ἀντευποιοῦντες, οὐ πάνυ τι ἐν ἐγκλήμασίν εἰσιν· οἱ δὲ με-

τρήσαντες καὶ τάξαντες τὴν εὐποιΐαν, εἶτα μὴ ποιήσαντες μηδὲν ὧν ἐπηγ-

γείλαντο διὰ τὰς τῶν ἐπαγγελιῶν ὑπερβολὰς δικαίως ἐγκαλοῦνται. ταῦτα

δὲ ποιοῦσιν οἱ σοφισταί· διδάξειν γὰρ εἰ τοσόνδε χρυσὸν λήψονται διαβε-

βαιοῦνται καὶ πολλὰ καὶ μεγάλα καὶ δαιμόνια καὶ θαύματος ἐπέκεινα.

οὐδὲν δὲ τοιοῦτον λαβόντες ὅσον ἐπιζητοῦσιν ἀργύριον διδάσκουσιν, ὅτι

μηδ' ἴσασι· τοιοῦτον γὰρ τὸ τῶν σοφιστῶν φῦλον, ἀμαθέστατον δοξομα-

νέστατον φιλοχρηματώτατον. ἐπαγγέλλονται δὲ τοιαῦτα, ὅτι οὐδεὶς οὐδ'

467

ὀβολὸν αὐτοῖς προθύμως παρέσχεν, εἴπερ ὁμολογεῖν ἤθελον, ἃ διδάσκειν

ἠπίσταντο. ἐν δέκα γὰρ καὶ τρισὶ τρόποις ἡ ξύμπασα πεῖρα ἢ ἐμπειρία

τούτων ἐστένωται ὁμωνυμίᾳ ἀμφιβολίᾳ συνθέσει διαιρέσει προσῳδίᾳ σχή-

ματι λέξεως καὶ λοιποῖς ἑπτά, καὶ εἴρηνται πάντες ἐν τοῖς Σοφιστικοῖς

ἐλέγχοις τῷ Ἀριστοτέλει καὶ ἐμοὶ ἐν ταῖς 〈εἰς〉 ἐκείνους γραφείσαις μοι

σχολαῖς. ἀλλ' οὗτοι μὲν εἰκότως τὰ ἐπηγγελμένα μὴ πληροῦντες εἰς εὐ-

θύνας ἕλκονται. <ἐν οἷς δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας>

(λέγει δ' ὑπουργίαν τὴν εὐποιΐαν, ἣν δέδρακεν ὁ προδεδωκὼς πρὸς τὸν

προλαβόντα) <οἱ μὲν δι' ἑαυτοὺς προϊέμενοι,> τουτέστι οἱ διὰ τὰ αὑτῶν

ἤθη καὶ τὰς ἀρετὰς καὶ τὸ σπουδαῖον εἶναι προϊέμενοι καὶ προδιδόντες,

<ἀνέγκλητοί εἰσιν> οὐδ' ἐγκλήματα κατ' ἀλλήλων φέρουσιν οὐδέτεροι,

οὔθ' οἱ προλαβόντες οὔθ' οἱ προδόντες· οὐ γὰρ εἰς κέρδος ἤ τι τοιοῦτον

ὁρῶντες προΐενται ἢ προλαμβάνουσιν, ἀλλ' εἰς μόνον τὸ καλόν. ἡ γὰρ

κατ' ἀρετὴν φιλία πρὸς μόνον τὸ καλὸν νεύουσα δρᾷ καὶ πάσχει, εἰς μη-

δὲν δ' ἄλλο, καὶ ἔοικεν ἐπὶ τῆς τοιαύτης φιλίας, λέγω δὴ τῆς τῶν σπου-

δαίων, τὴν ἀντευποιΐαν μετρεῖν καὶ τάττειν οὐχ ὁ προλαβὼν καὶ εὖ παθὼν

ἀλλ' ὁ δράσας καὶ προδούς. δεῖ γὰρ τὸν εὖ παθόντα ἐκεῖνο ἀντευποιεῖν,

εἰς ὃ δράσας βλέπων εὖ πεποίηκεν, εἰς τὸ φιλεῖσθαι δὲ καθαρῶς καὶ ἀκι-

βδήλως βλέπων, εὖ δέδρακεν ὁ σπουδαῖος, ὥστε δεῖ τὴν πρὸς αὐτὸν φιλίαν

καθαρὰν καὶ ἀκίβδηλον διατηρεῖν, κἂν δέηταί τινος ὁ προϊέμενος, εὐπορεῖ

δὲ τούτου ὁ προλαβών, προθύμως ἡ τοῦ δράσαντος προαίρεσις. ἀλλὰ καὶ

<τοῖς φιλοσοφίας κοινωνήσασιν.> ὁ διδάσκαλος καὶ ὁ καθηγεμὼν μέ-

τρον εἶναι ἔοικε τῆς ἀντευποιΐας· οὐ γὰρ χρήμασι μετρεῖται ἡ τοῦ διδά-

ξαντος εὐεργεσία καὶ εὐποιΐα. τιμὴ γὰρ ἰσόρροπος τοῖς ἐκ φιλοσοφίας

καλλίστοις οὐδ' ἂν γένοιτό ποτε, 〈ἀλλὰ δεῖ καὶ ἐνταῦθα πρὸς τοὺς καθη-

γεμόνας τιμὴν ἔχειν κἄν του δέωνται ἐπαρκεῖν τοὺς μεμαθηκότας εἰ δύ-

νανται ὡς τάχιστα.〉

{<Μὴ τοιαύτης δὲ οὔσης τῆς δόσεως ἀλλ' ἐπί τινι.>}

Τῆς μὲν δόσεως οὔσης δι' ἑαυτοὺς μέτρον ἐστίν, ὡς εἴρηται, ἡ τοῦ

προϊεμένου προαίρεσις· μὴ οὔσης δὲ τοιαύτης <ἀλλ' ἐπί τινι,> τουτέστι

δι' ἀντίδοσιν καὶ ἀντευποιΐαν τὴν διὰ χρημάτων (τοῦτο γάρ ἐστιν ἡ δι'

ὁμολογίας), τοιαύτη, φησίν, ἔστω ἡ ἀντευποιΐα, ὥστε δοκεῖν καὶ τῷ προϊε-

μένῳ καὶ προευεργετηκότι καὶ τῷ προλαβόντι καὶ προευεργετηθέντι κατ'

ἀξίαν εἶναι, καὶ μηδέτερον λέγειν, μήτε τὸν προϊέμενον τοῦ δέοντος ὡς

ἔλαττον ἔλαβε μήτε τὸν εὖ πεπονθότα ὡς πλέον τοῦ προσήκοντος ἐδεδώ-

468

κει. εἰ δὲ μὴ συμβαίνει κατ' ἀξίαν εἶναι, τουτέστι μήδ' ἐνδεχό-

μενόν ἐστι κρῖναι τὸ κατ' ἀξίαν πόσον ἐστί. τινὲς μὲν γὰρ καὶ τῶν

προϊεμένων καὶ τῶν προλαμβανόντων ἔκ τινος τριβῆς καὶ ἐμπειρίας δύ-

νανται συνορᾶν τὸ κατ' ἀξίαν καὶ λέγουσι πρὸς ἑαυτούς, ὁ μὲν προϊέμε-

νος ‘οὐκ ἐζημίωμαι· τὸ κατ' ἀξίαν γὰρ ἔλαβον·’ ὁμοίως καὶ ὁ λαβών,

ὅτι ‘οὐκ ἐζημίωσα· τὸ δέον γὰρ καὶ τὸ ἀνάλογον δέδωκα.’ τινὲς μὲν οὖν

καὶ τῶν εὖ ποιησάντων καὶ εὖ παθόντων τοιοῦτοί εἰσι, τινὲς δ' ἄπειροι καὶ

ἀνεννόητοι τοῦ κατ' ἀξίαν· διὸ καὶ ἐγκλήματα φέρουσι κατ' ἀλλήλων, τοῦ

μὲν λέγοντος ὡς ἔλαττον τοῦ δέοντος λαβόντος, τοῦ δὲ ὡς πλέον τῆς

ἀξίας δεδωκότος. ἐπὶ τῶν τοιούτων, φησίν, <ἀναγκαῖον τὸν προέχοντα

τάττειν.> λέγοι δ' ἂν προέχοντα τὸν προϊέμενον διὰ τὸ πρὸ τοῦ δοῦναι

ἔχειν ὃ δέδωκε. τάξειε δ' ἂν εἰ διδοὺς εἴποι ‘δίδωμί σοι ταδί, φέρε εἰ-

πεῖν τὰ νομίσματα, ἐπὶ τόκῳ τοσῳδί.’ ὁμοίως καὶ ὁ διδάσκων τάξειεν εἰ

λέγοι ‘εἱλόμην καὶ ἠθέλησα ἀντὶ τῆς μελλούσης σοι γενέσθαι ἡδονῆς, ἀφ'

ὧν μέλλεις μαθεῖν παρ' ἐμοῦ, λαβεῖν ἀργύριον τοσόνδε’, καὶ δὴ καὶ ὁ κι-

θαρῳδὸς λεγέτω ‘βούλομαι λαβεῖν τόδε τι ὑπὲρ τῆς ἀπὸ κιθαρίσεως ἡδονῆς

καὶ τέρψεως.’ κατὰ τὰ αὐτὰ καὶ ἡ ἑταίρα ‘ζητῶ λαβεῖν ὑπὲρ τῆς ἐκ

τῆς ὁμιλίας χαρᾶς τοσάδε τινά.’ ἢ λέγοι ἂν προέχοντα τὸν δεόμενον

καὶ λαμβάνοντα ἀλλ' οὐ τὸν προϊέμενον. λέγει δὲ προέχοντα [τὸν δεόμε-

νον] τὸν τοιοῦτον ὡς πρώτως ὠφεληθέντα· ὠφεληθεὶς γὰρ καὶ προκερδή-

σας τὴν ἀντευποιΐαν ἐπάγει πρὸς τὸν προϊέμενον, καὶ εἴη ἂν [ὁ] λέγων, ὅτι

δεῖ τὸν προλαβόντα τάττειν καὶ ὁρίζειν τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τόσα σοι

μέλλω παρέχειν, ἐπεὶ ὅσα μέλλω ἀπὸ τῶν σῶν κερδαίνειν τοσαῦτα ἔσται.’

οὕτω δὴ καὶ τὸν ἐραστὴν καὶ τὸν μανθάνειν μέλλοντα καὶ τὸν ἀπὸ κιθα-

ρῳδοῦ τερφθησόμενον τάττειν χρὴ τὴν ἀντίδοσιν, οἷον ὅτι ‘τοσάδε σοι

μέλλω δοῦναι ὑπὲρ ὧν μαθήσομαι καὶ τοσάδε ὑπὲρ ὧν τερφθήσομαι.’ ἡ

μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν. ἂν γὰρ ὅσον,

οὗτός φησιν, ὁ προλαβὼν ὠφέληται τοσαῦτα ἀναλόγως λάβῃ ὁ προδεδωκώς,

ἕξει τὴν ἀντίδοσιν ἀξίαν, οἷον εἰ εἴκοσι καὶ τέσσαρα νομίσματα κερδήσας

δοίη τῷ δανείσαντι ὀκτώ, ἀξίαν τὴν ἀντευποιΐαν πεποίηκε. δεῖ γὰρ καὶ

ὑπὲρ τοῦ πόνου ὃν ὑπέστη καὶ τῆς δαπάνης ἣν ἐδαπάνησε λαβεῖν τὸ κατ'

ἀξίαν. εἰ γὰρ εἴκοσι τέσσαρα κερδήσας τὰ δέκα καὶ δύο δοίη τῷ δεδα-

νεικότι, ζημιωθήσεται πάντως. τοῦτο καὶ ἐπὶ τῆς ἐρωμένης συμβαίνει

καὶ ἐπὶ τοῦ μεμαθηκότος καὶ τοῦ κιθαρῳδοῦ, ἂν ἀνθ' ὅσου τὴν ἡδονὴν

εἵλοντο, ὁ μὲν τὴν ἀπὸ τῆς ὁμιλίας, ὁ δὲ τὴν ἀπὸ τῆς κιθαρῳδίας, ὁ

δὲ τὴν ἀπὸ τῆς μαθήσεως τοσοῦτον ἀντιλάβοι ἡ ἐρωμένη ὁ κιθαρῳδὸς

ὁ διδάσκαλος, ἔσται ἡ ἀντίδοσις ἀξία. καὶ γὰρ ἐπὶ τῶν ὠνίων οὕτω γίνε-

ται· ὁ γὰρ ὠνούμενος καὶ ἐν τούτοις, ἀλλ' οὐχ ὁ πωλῶν τάττει τὴν τοῦ

ὠνίου τιμήν. ὁ γὰρ πιπράσκων πλέον ἀεὶ ἐπιζητεῖ τῆς ἀξίας, ὁ δ' ὠνού-

469

μενος τοσοῦτον δίδωσιν ὅσον ἂν οἴηται γενέσθαι τὴν ἀπὸ τοῦ ὠνίου

ὠφέλειαν.

{<Ἐνιαχοῦ δ' εἰσὶ νόμοι τῶν ἑκουσίων συμβολαίων δί-

κας μὴ εἶναι.>}

Τὸ <ἑκουσίων> πρόσκειται, ὅτι εἰσὶ καὶ ἀκούσια συμβόλαια· καὶ εἴρη-

ται τίνα ταῦτά ἐστιν ἐν τῷ πέμπτῳ βιβλίῳ τῆς παρούσης πραγματείας.

φαίνεται δὲ ἐκ τῶν προκειμένων ῥητῶν, ὅτι προέχοντα τὸν δεόμενον ἔλεγε

καὶ λαμβάνοντα ἀπὸ τοῦ ἔχοντος καὶ προϊεμένου. εἰπὼν δ' ὅτι ἐπὶ τῶν

μὴ δι' ἑαυτοὺς καὶ τὸ ἑαυτῶν ἦθος ἀλλὰ δι' ὠφέλειάν τινα τὰς ἀντιδό-

σεις ποιουμένων τὸν προέχοντα καὶ δεόμενον δεῖ τὴν ἀντίδοσιν τάττειν, ὅτι

καλῶς τοῦτο διετάξατο, πιστοῦται ἀπὸ τοῦ ἔν τισι νόμους κεῖσθαι προστάτ-

τοντας μὴ δικάζεσθαι τὸν προϊέμενον μετὰ τοῦ προέχοντος, οἷον τὸν δα-

νείσαντα μετὰ τοῦ δανεισαμένου, ἀλλὰ στέργειν καὶ ἀποδέχεσθαι ὃ ἂν ἀν-

τιδοίη ὁ προέχων. ἐπεὶ γὰρ πιστεύσας δέδωκε δηλονότι κύριος τοῦ τάξαι

καὶ ὁρίσαι τὴν ἀντίδοσιν ποιῶν προήκατο καὶ προδέδωκεν· ᾧ οὖν πιστεύ-

σας, ὅτι ἀξίαν τὴν ἀντίδοσιν ποιήσεται προΐετο, τούτῳ λέγοντι ἀντάξιον

πεποιηκέναι πιστευέτω καὶ μετ' αὐτοῦ δίχα δικαστοῦ διαλυέσθω, ἀλλὰ κἂν

μηδέν τι μηδ' ὅλως δοίη μήτε τὸ δάνος μήτ' ἀντωφέλειαν, λέγει δ' ὡς

‘δέδωκα καὶ τὸ χρέος καὶ τὴν ὠφέλειαν αὐτοῦ’, μηδ' οὕτω δικαζέσθω

μετ' αὐτοῦ ὁ δανείσας ἢ ὁ προϊέμενος ἀλλὰ πιστευέτω ὡς δεδωκότι· ᾧ

γὰρ δέδωκε τῷ πιστεῦσαι, ὡς ἐπιεικής ἐστι καὶ οὐ μὴ ἀπαρνήσεται, τού-

τῳ καὶ νῦν ὡς τοιούτῳ ὄντι πιστευέτω. ἡ μὲν οὖν τῶν λεγομένων διά-

νοια αὕτη ἂν εἴη· κατὰ δὲ τὴν λέξιν τὴν ᾧ <γὰρ ἐπετράφθη τοῦτον

οἴεται δικαιότερον τάξαι> τὸ οἴεται περὶ τοῦ νόμου εἴρηται· οἴεται

γὰρ ὁ νόμος ἢ ὁ νομοθέτης δικαιότερον εἶναι τὸν προέχοντα τάττειν καὶ

μὴ τὸν δικαστήν, ὃ καὶ καθ' ὥραν γινόμενον ὁρῶμεν· ἀκούομεν γὰρ πολ-

λοὺς τῶν προϊεμένων φάσκοντας πρὸς τοὺς προέχοντας ὡς ‘ἐγὼ μὲν δί-

δωμί σοι, σὺ δὲ τὰ καλὰ καὶ τὰ βέλτιστα γινώσκων τὸ κατ' ἀξίαν ἀν-

τιμέτρησον, μόνον οὐχὶ τοῦτο λέγων σοι προτρέπομαι ὁρίσαι καὶ τάξαι τὴν

ἀντίδοσιν.’ <τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ

οἱ βουλόμενοι λαβεῖν.> καὶ τοῦτο ἐκ τῶν εἰωθότων ὡς ἐπὶ τὸ πλεῖ-

στον γίνεσθαι τυγχάνει· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἔχοντες ἅπερ ἔχουσιν

πολλῆς φασι τιμῆς ἄξια εἶναι, κἂν μὴ μεγάλα ὦσιν. τοῦτο δὲ δρῶσιν

ὁρῶντες πρὸς τὴν ἀπορίαν τῶν μὴ ἐχόντων καὶ χρῃζόντων λαβεῖν, καὶ

διὰ τοῦτο καὶ μεγάλας ζητοῦσι τὰς ἀντιδόσεις. ὁποῖοι τυγχάνουσιν οἱ

καθ' ἡμᾶς τρισκατάρατοι τοκισταί· ἐπὶ 〈γὰρ〉 βραχέσι νομίσμασι καὶ ἐπ'

470

ὀλίγῳ χρόνῳ πολυαρίθμους ἀπαιτοῦσι τοὺς τόκους καὶ λαμβάνουσιν. ἀλλ'

εἰ καὶ πολλοῦ, φησί, τιμῶνται τὰ οἰκεῖα οἱ ἔχοντες, δεῖ τὴν ἀμοιβὴν το-

σαύτην γίνεσθαι ὅσην ἂν τάξωσιν οἱ λαβόντες. αὐτοὶ γὰρ καὶ ἴσασι τὸ

κέρδος καὶ τὴν προγεγονυῖαν ἐκ τοῦ δάνους ὠφέλειαν. ἐπειδὴ δὲ οἱ δα-

νειζόμενοι ἀποροῦντες μεγάλα πολλάκις νομίζουσι διὰ τὴν ἔνδειαν ἃ λαμ-

βάνουσι, λαβόντες δὲ καὶ ἐμπορευσάμενοι καὶ εὐπορήσαντες ἀγαθῇ τινι

τύχῃ, μικρὰ καὶ εὐτελῆ δοκεῖ αὐτοῖς τὰ δάνεια, καὶ διὰ τοῦτο καὶ μικρὰς

καὶ εὐτελεῖς τὰς ἀμοιβὰς ποιοῦνται, λέγει ὁ Ἀριστοτέλης τὴν ἁμαρτίαν

ταύτην ἐπιδιορθούμενος μὴ δεῖν τοσούτου τὸν δανεισάμενον καὶ τὸν λαβόντα

τιμᾶν, ὅσου νῦν εὐπορῶν ἄξιον εἶναι οἴεται, ἀλλ' ὅσου [νῦν] ἐτίμα πρό-

τερον, ὅτε ἀπορῶν ἐτύγχανεν. ἄλλως γὰρ τιμῶμεν ἔχοντες τὸ πρᾶγμα

καὶ ἄλλως χρῄζοντες, καὶ αὖ ἐν ταῖς χρείαις ἑτέρως σφόδρα δεόμενοι

καὶ ἑτέρως ἠρέμα. ἀπορίαν δ' ἔχει καὶ ταῦτα, πότερον δεῖ τῷ πατρὶ

πάντα πείθεσθαι καὶ τὸ πείθεσθαι τῷ πατρὶ ἀμοιβὴ καὶ ἀντίδοσίς ἐστιν

ὧν πεπόνθαμεν παρὰ τοῦ πατρὸς ἕκαστος. δεόντως οὖν ἐπεὶ περὶ ἀμοι-

βῆς καὶ ἀνταμείψεως καὶ ἀντιδόσεως ὁ λόγος ἐστὶ τῷ φιλοσόφῳ, ἐπάγει

ταῦτα. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν, ἆρά γε ἐπειδὴ ὀφείλομεν ἕκαστος τῷ

οἰκείῳ πατρί (προέχομεν γὰρ καὶ οἷον ἐλάβομέν τι παρ' αὐτοῦ τὸ εἶναι

καὶ ζῆν), δεῖ πάντα ὅσα κελεύσειε πείθεσθαι, κἂν νοσεῖν ἡμᾶς συμβαίη

ἐκεῖνα ἐσθίειν καὶ πίνειν ἃ ὁ πατὴρ προστάξειε, καταφρονοῦντας τῶν ἰατρῶν.

ὁμοίως κἂν ἐξουσίαν ἔχωμεν καὶ δυναστείαν χειροτονεῖν στρατηγούς, ὃν ὁ

πατὴρ προστάξειε χειροτονήσομεν, ἀποπέμψαντες τὸν δυνάμενον στρατηγεῖν.

ἀλλὰ καὶ δυοῖν, φησί, δεομένοιν, τοῦ μὲν ἑνὸς ὄντος φίλου, θατέρου δὲ οὐ

φίλου μὲν σπουδαίου δὲ καὶ ἀγαθοῦ, τίνι ὑπηρετητέον καὶ δοτέον, ἀμφοῖν

ἐπαρκέσαι μὴ δυναμένους, ἆρα τῷ φίλῳ ἢ τῷ σπουδαίῳ; τόν τε γὰρ φί-

λον παριδεῖν δεόμενον μὴ οὐ θεμιτόν ἐστι, τόν τε σπουδαῖον ἀπώσασθαι

τῶν ἀλογωτάτων ἐστί. καὶ ἆρά γε εὐεργέτῃ δεομένῳ ἀντιχαρίσασθαι δεῖ

ἢ ἑταίρῳ, ἐνδεοῦς ὄντος καὶ τοῦ ἑταίρου, μὴ δυναμένους δηλονότι καὶ ἐν-

ταῦθα ἀμφοτέροις ἀνταποδιδόναι χάριν; ταῦτα ζητήσας ἐπάγει

{<Ἆρά γε πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ

ῥᾴδιον>}

σύμφωνα λέγων τοῖς ἐν τῷ πρώτῳ εἰρημένοις αὐτῷ τῆσδε τῆς

πραγματείας. τῶν γὰρ ἀορίστων ὡρισμένας τὰς λύσεις καὶ τεταγμένας

ἐπάγειν οὐχ ἐνδέχεται. εὐμετάπτωτα γὰρ τὰ γινόμενα καὶ εὐκύλιστα καὶ

ἄλλοτε ἄλλως ἔχοντα· ἐνίοτε μὲν γὰρ τὰ αὐτὰ τῶν αὐτῶν ὁρᾶται μείζονα,

471

ἐνίοτε δ' ἐλάττονα, καὶ ποτὲ μὲν καλὰ καὶ συμφέροντα, ποτὲ δὲ φαῦλα

καὶ ἀσύμφορα, καὶ ποτὲ μὲν ἀναγκαῖα, ποτὲ δ' οὐ τοιαῦτα. τοσαύτης οὖν

καὶ τοιαύτης περὶ τὰ τοιαῦτα τῆς διαφορᾶς οὔσης καὶ νῦν μὲν μᾶλλον

ὄντος καλοῦ φίλῳ ὑπηρετῆσαι ἢ σπουδαίῳ, αὖθις δ' ἔμπαλιν σπουδαίῳ ἢ

φίλῳ, οὐ ῥᾴδιόν ἐστιν ἀκριβῶς διορίσαι καὶ ὡρισμένως ἀποφήνασθαι, οἷον

ὅτι δεῖ τῷ φίλῳ ἀεὶ ὑπηρετεῖν, ἀμελεῖν δὲ τοῦ σπουδαίου, ἢ τὸν σπουδαῖ-

ον εὖ ποιεῖν, ἀποπέμπειν δὲ τὸν φίλον, ἀλλὰ δεῖ πρὸς τοὺς καιροὺς καὶ τὰς

χρείας καὶ τὰς ἀνάγκας μεθαρμόζεσθαι. τοῦτο δέ, φησί, τέως ἐστὶ δῆλον,

ὅτι <οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον,> οἷον καὶ τιμὴν καὶ χρήματα καὶ

τὰ ὅμοια, ἀλλὰ τῷ μὲν ταδί, τῷ δὲ ταδί, οἷον τῷ μὲν ἄπαιδι καὶ μονώτῃ

μᾶλλον τιμήν, τῷ δὲ παῖδας ἔχοντι καὶ πολλῶν δεομένῳ μᾶλλον χρήματα,

καὶ τῷ μᾶλλον ἀδικουμένῳ μᾶλλον βοηθητέον, ἧττον δὲ τῷ ἧττον· ἢν δέ

ποτε συμβαίη (πολλὰ γὰρ καὶ σχεδὸν ἀπεριήγητα τὰ συμπίπτοντα), τῷ μὲν

μονώτῃ δοτέον χρήματα, τῷ δὲ παίδας ἔχοντι μὴ δοτέον. <καὶ τὰς εὐερ-

γεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ ἢ χαριστέον ἑταίρῳ,> ἐνίοτε

δὲ χαριστέον ἑταίρῳ, ἢ ἀνταποδοτέον τῷ εὐεργέτῃ; εἰ γὰρ ἐπὶ θάνατον ὁ

ἑταῖρος ἕλκεται διὰ χρήματα, τούτῳ δεῖ χαρίσασθαι, ἢ τῷ εὐεργέτῃ ἐν

οὐδενὶ κινδύνῳ καθεστηκότι; ἀλλὰ καὶ τὸ δάνειον μᾶλλον ἀποδοτέον τῷ

δανείσαντι ἢ ἑταίρῳ χαριστέον, ἀλλ' οὐδὲ τοῦτο ἀεί. οἷον ἐλήφθη ὁ

Πολέμαρχος ὑπὸ πολεμίων· ἐξωνήσατο δ' αὐτὸν Ἀντισθένης διὰ τῶν ἑαυ-

τοῦ χρημάτων· μήπω δεδωκότος τοῦ Πολεμάρχου τὸ χρέος τῷ Ἀντισθέ-

νει συνέβη ληφθῆναι τοῖς αὐτοῦ πολεμίοις τόν τε Ἀντισθένην καὶ τὸν

τοῦ Πολεμάρχου πατέρα. τίνα οὖν ὁ Πολέμαρχος λυτρώσεται, εἰ μὴ

δύναται ἀμφοτέρους; πότερον τὸν πατέρα ἑαυτοῦ ἢ τὸν Ἀντισθένην τὸν

ἐξωνησάμενον αὐτὸν ἀπὸ τῶν πολεμίων; δῆλον ὡς τὸν πατέρα ἢ τὸ χρέος

ἀποδοῦναι λύτρον τοῦ Ἀντισθένους. δεῖ γὰρ καὶ ἑαυτοῦ τὸν πατέρα προ-

τιμῆσαι, μήτοι δὴ τὸν λυτρωσάμενον Ἀντισθένην ἤ τινα ἄλλον, οἷον ἑταῖ-

ρον ἢ φίλον. τὸν γὰρ αἴτιον ἡμῖν τοῦ εἶναι, ὅς ἐστιν ὁ πατήρ, χρὴ ὑπὲρ

πάντας τιμᾶν καὶ ἀνταποδιδόναι. ἃ μὲν οὖν λέγει ταῦτά ἐστι, τὸ δὲ ἢ

<μὴ ἑαλωκότι ἀπαιτοῦντι δὲ> τοιοῦτόν ἐστιν· ἆρά γε κἂν ἑάλω ὁ λυ-

τρωσάμενος Ἀντισθένης κἂν μὴ ἑάλω, ἀπαιτῇ δὲ τὸ ὄφλημα, ἀποδοῦναι

δεῖ τὸν Πολέμαρχον, καταφρονήσαντα τοῦ πατρός;

{<Ὅπερ οὖν εἴρηται, καθόλου μὲν τὸ ὀφείλημα ἀπο-

δοτέον.>}

<Τὸ καθόλου> ἀντὶ τοῦ μᾶλλον εἴληπται ἢ ἀντὶ τοῦ ἁπλῶς μὲν καὶ

ὡς ἐπὶ τὸ πλεῖστον τὸ ὀφείλημα ἀποδοτέον. ἐὰν δ' ὑπερτείνηται ἡ δόσις

τῷ καλῷ, τουτέστιν εἰ δὲ κάλλιόν ἐστι καὶ ἀναγκαιότερον πρὸς ἄλλον καὶ

472

μὴ πρὸς τὸν δεδανεικότα τὴν δόσιν ποιήσασθαι, ἢ ἕνεκεν ἄλλου καὶ μὴ

τούτου ἕνεκα, πρὸς ἐκεῖνον ἢ ἕνεκα ἐκείνου τὴν δόσιν ποιητέον, ἐῶντα ἐν

τῷ παρόντι τὸν δανειστὴν ᾧ ὀφείλεται. <ἐνίοτε γάρ,> φησίν, <οὐδέν ἐστιν

ἴσον,> ἤτοι δίκαιον, τὸν προϋπάρξαντα καὶ προευεργετήσαντα ἀμείψασθαι,

ὅταν ὁ μὲν προϋπάρξας σπουδαῖον εἰδὼς πρὸς ὃν τὴν εὐεργεσίαν ἐποιήσατο,

εὐεργέτησεν, αὐτὸς δὲ μοχθηρὸς τυγχάνει ὁ εὐεργετήσας. εἰ γὰρ καὶ εὖ

πεποίηκεν, ἀλλ' οὖν ἀντίδοσιν πρὸς αὐτὸν οὐ δεῖ γενέσθαι. οὐ γάρ ἐστι

θέμις ὕλην χορηγεῖν τῇ κακίᾳ, ἀλλὰ κἂν ψεύστης κἂν ἐπίορκος κἂν ἄδι-

κός ἐστιν ὁ δανείσας, ὁ δὲ δανεισάμενος χρηστός, συμβῇ δ' εὔπορον γε-

νέσθαι τὸν χρηστόν, δεόμενον δὲ τὸν μοχθηρόν, οὐκ ἀντιδανειστέον, ὅτι

λαβὼν ἀρνήσεται καὶ κατομόσεται λαβεῖν μηδέν τι. ὁ μὲν γὰρ φαῦλος

δεδάνεικεν εἰδὼς ὅτι λήψεται πάντως τὸ δάνειον διὰ τὴν τοῦ δανεισαμένου

ἐπιείκειαν, ὁ δ' ἐλπίζων, μᾶλλον δ' ἀκριβῶς εἰδώς, ὡς οὐ λήψεται τὸ δά-

νειον, εἰκότως οὐκ ἀντιδανείσει. οὐ μὴν οὐδὲ διὰ τοῦτο ἐν τοῖς ἀγνώμοσι

καὶ φαύλοις παρὰ τῶν εὐφρονούντων τετάξεται. εἴτε οὖν πονηρός ἐστι τῇ

ἀληθείᾳ ὁ δανείσας εἴτε καὶ δοκεῖ, οὐκ ἀντιδανειστέον αὐτῷ. οὐδὲ γὰρ

ἴσον τὸ ἀξίωμα, ἀλλὰ τὸν μὲν πονηρὸν δανείζειν ἐπιεικεῖ ἄξιον, τὸν δ'

ἐπιεικῆ τὰ ἴσα καὶ τὰ αὐτὰ πρὸς τὸν μοχθηρὸν ποιεῖν, οὐδεὶς ἂν ἀξιώσειε.

συμφέρει γὰρ τὸν πονηρὸν μᾶλλον ἐνδεῆ εἶναι ἢ εὔπορον καὶ ὄργανα κα-

κουργίας ἔχειν. <ὅπερ οὖν πολλάκις> εἶπε, <οἱ περὶ τὰ πάθη καὶ τὰς

πράξεις λόγοι ὁμοίως ἔχουσι.> πάθη λέγει θάρρη καὶ φόβους, ἐπιθυ-

μίας ἀποστροφάς· πράξεις δὲ τὰ ἐκ τῶν ἐπιθυμιῶν καὶ λυπῶν καὶ θάρρους

γινόμενα, οἷον λυπηθείς τις ἑαυτὸν ἀπέκτεινε, πάθος ἡ λύπη, πρᾶξίς τε

τὸ διαχειρίσασθαι ἑαυτόν· καὶ ἡσθείς τις δέδωκε τῷ πένητι πρότερον μὴ

διδούς, πάθος ἡ ἡδονή, πρᾶξις ἡ δόσις· καὶ ὀργισθεὶς ἔτυψέ τινα καὶ φο-

βηθεὶς ἔρριψε τὴν ἀσπίδα, πάθος ἡ ὀργὴ καὶ ὁ φόβος, πρᾶξις ἡ μαστίγω-

σις καὶ ἡ τῆς ἀσπίδος ἀποβολή. ἐπεὶ δὲ τὰ πάθη καὶ αἱ πράξεις περί

τινάς εἰσιν, οἷον ἡ ὀργὴ περὶ τὸν ὀργίσαντα, ἤτοι περὶ τὸν αἴτιον γεγονό-

τα τοῦ ὀργισθῆναι τὸν ὀργιζόμενον, καὶ ἡ λύπη περὶ τὸν λυπήσαντα καὶ

ὁ φόβος περὶ τὰ φοβερά, ταῦτα δ' ἀόριστα, καὶ οἱ περὶ ταῦτα λόγοι εἰσὶν

ἀόριστοι. τῶν γὰρ φοβερῶν τινὰ μέν εἰσι σφόδρα φοβερά, ἄλλα δ' ἧττον,

ἕτερα δὲ ἠρέμα, ἕτερα δὲ δοκεῖ μέν, οὐκ ἔστι δέ. τοιούτων δ' ὄντων οὐ

δυνατόν ἐστιν ὡρισμένως εἰπεῖν, ὅτι τὰ μὲν σφόδρα φοβερὰ φοβητέον, τὰ

δὲ μὴ τοιαῦτα οὐ φοβητέον. δεῖ γάρ τινων φοβερῶν καίπερ λίαν ὄντων

καταφρονεῖν καὶ ἀποθανεῖν μᾶλλον ἢ φοβηθῆναι. δεῖ γὰρ θανεῖν ἢ ἀρνή-

σασθαι τὸν θεὸν ἢ εἰπεῖν ὅθεν ἂν ἡ πατρὶς καὶ ὅπως ἁλῷ τοῖς πολε-

μίοις. ἀλλὰ καί τινα ἠρέμα ὄντα φοβερὰ δεῖ φοβηθῆναι, ὅταν αἰσχύνην

φέρῃ τὸ μὴ φοβηθῆναι, καὶ ἐπί τινων μέχρι πολλοῦ ἀντιστῆναι, ἐπί τινων

δὲ ἐπὶ βραχύ· καὶ ἐπὶ τῶν ἡδέων δὲ καὶ λυπηρῶν ὁμοίως οὐκ ἔστι δυ-

473

νατὸν ἀκριβῶς ὁρίσαι, ὅτι δεῖ ἐπὶ τοσοῦτον ἢ ὀργισθῆναι ἢ λυπηθῆναι.

δῆλον τοίνυν γέγονεν, ὅτι οἱ λόγοι οἱ περὶ τὰ πάθη καὶ τὰς πράξεις

<ὁμοίως ἔχουσι τὸ ὡρισμένον τοῖς περὶ ἅ εἰσιν.> ἐπίσης γάρ εἰσιν

αὐτοῖς ἀόριστοι ἢ δυσπερίληπτοι.

{<Ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν δοτέον, οὐδὲ τῷ

πατρὶ τὰ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ ἄδηλον.>}

Ὥσπερ, φησίν, οὐ πάντα θύεται τῷ Διὶ (ἦσαν γάρ τινα ἃ οὐ θεμιτὸν

ἐδόκει τοῖς Ἕλλησι θύειν τῷ Διί· κύνας γὰρ καὶ ὄφεις καὶ ἄλλ' ἄττα

πολλὰ ἀνόσιον ἐδόκει θυσίαν προσφέρειν τῷ Διὶ πατρὶ καθ' Ἕλληνας ὄντι

ἀνδρῶν τε θεῶν τε), οὕτως οὐδὲ τῷ πατρὶ πάντα ἀποδοτέον. οὔτε γὰρ

εἰ πρὸς ἄρνησιν ἡμᾶς ἐγκαλεῖται τοῦ ζῶντος θεοῦ, πεισόμεθα αὐτῷ οὔτε

πατρίδα προδοῦναι ἀναγκάζοντι, ἀλλ' ἐκεῖνα ἀποδώσομεν ἃ πατρὶ χρεὼν

ἀπονέμειν, τιμήν, θεραπείαν σώματος, ἐπικουρίαν ἅπασαν ἄλλην. οὔτε οὖν

τῷ πατρὶ πάντα ἀποδοτέον οὔτε τὰ αὐτὰ πᾶσιν ἀπονεμητέον. οὐ γὰρ

ὅσιον τὰ αὐτὰ ἀπονέμειν παισὶ καὶ ἐφήβοις καὶ ἀνδράσι καὶ γέρουσιν, ἢ

σπουδαίοις καὶ φαύλοις, ἀλλ' ἑκάστῳ τούτων τὸ προσῆκον. καὶ δείκνυσιν

ἐπὶ παραδείγματος, τίσι τίνα ἀπονεμητέον. εἰς μὲν γὰρ τοὺς γάμους φησὶ

δεῖν καλεῖν τοὺς συγγενεῖς, ὃ δὴ καὶ γινόμενον ὡς ἐπὶ τὸ πολὺ βλέπομεν.

τοὺς τοιούτους δὲ καὶ εἰς τὰ κήδη ἀκτέον (κήδη δ' εἰσὶ τὰ πρὸ τοῦ γά-

μου συναλλάγματα), τοῖς δὲ πατράσι τροφὴν χορηγεῖν ἕως ἂν ζῶμεν, ὅτι

καὶ ἐπὶ τοσοῦτον ὀφείλομεν. ὡς γὰρ ἐπὶ δανείων μέχρις ἐκείνου ὀφείλο-

μεν μέχρις ἂν τὸ δάνειον ἔχωμεν, οὕτω καὶ τοῖς πατράσιν, ἕως ἂν ἐσμὲν

ὀφείλομεν ἔχοντες παρ' αὐτῶν καθάπερ τι δάνειον τὸ ζῆν καὶ εἶναι. καὶ

κάλλιόν ἐστι, φησίν, ἡμῖν ἐπαρκεῖν τοῖς γονεῦσιν αἰτίοις οὖσιν ἡμῖν τοῦ εἶναι

ἢ ἡμῖν ἑαυτοῖς. θεὸς γὰρ ἡμῶν καὶ ὁ πατήρ ἐστι. δεῖ δὲ τὸν θεὸν

ἡμῶν ἐπίπροσθεν τίθεσθαι καὶ τῆς ἐκείνου τιμῆς φροντίζειν καὶ θεραπείας.

τιμητέον οὖν τοὺς πατέρας ἴσα καὶ θεῷ, πλὴν οὐ πᾶσαν τιμὴν ἀπονεμη-

τέον πατρὶ καὶ μητρί, ἀλλὰ τὴν ἑκάστῳ πρέπουσαν οὔτε πᾶσαν τὴν πρέπου-

σαν τῷ πατρὶ τιμὴν καὶ τῇ μητρὶ ἀπονέμειν χρὴ οὔτ' αὖ τὴν τῇ μητρὶ τῷ

πατρί, οὐδὲ τὴν τῷ σοφῷ τῷ πατρὶ ἢ τῇ μητρί. πατρὶ μὲν γὰρ συνελθεῖν

εἰς τὸ βαλανεῖον καὶ ἀποσμῆξαι καὶ τἄλλα τὰ εἰωθότα γίνεσθαι τοῖς λουο-

μένοις ποιῆσαι καὶ πρέπει καὶ καλόν ἐστι, τῇ μητρὶ δ' ἀπρεπὲς καὶ οὐ

κόσμιον· τόν τε σοφὸν τιμᾶν ὡς μεγάλα καὶ θαυμαστὰ εἰδότα, τὸν πατέρα

δὲ ὡς αἴτιον τοῦ ζῆν, τὸν πρεσβύτην δὲ ὑπαναστάσει καὶ προκαθεδρίᾳ.

δεῖ γάρ σε θεασάμενον πρεσβύτην διϊόντα εἰ τύχῃς καθήμενος ἐξαναστῆναι,

ὅτι κοσμιώτερός ἐστι σοῦ. ἔστι δὲ κοσμιώτερος ὡς πρότερόν σου τῷ κόσ-

474

μῳ γνωρισθεὶς καὶ κατὰ τὴν ἐν τῷ κόσμῳ τάξιν ἑαυτὸν τάξας καὶ κοσμή-

σας. οὗτοι γὰρ καὶ κυρίως εἰσὶ πρεσβῦται, ἀλλ' οὐχ οἱ δίκην βοσκημάτων

καὶ κατὰ τὸν Σαρδανάπαλον διαζῶντες. πρὸς δ' αὖ ἀδελφοὺς καὶ ἑταίρους

(λέγει δ' ἑταίρους τοὺς τῆς αὐτῆς μετασχόντας παιδείας καὶ τὰ αὐτὰ συμ-

φιλοσοφήσαντας), πρὸς δὴ τούτους ἔχειν δεῖ παρρησίαν καὶ πάντων κοι-

νότητα. εἰ γὰρ κοινὰ 〈τὰ〉 τῶν ἀληθῶν φίλων, πῶς οὐχὶ καὶ τὰ τῶν

ἀδελφῶν; ὥστε εἰ πάντα κοινά, παρρησιαστέον καὶ ἐπιτιμητέον καὶ διορ-

θωτέον καὶ τὸν ἀδελφὸν καὶ τὸν ἑταῖρον, εἴ πῃ διαμαρτάνουσιν, εἰ δὲ

μή, ἀνάγκη συναπολαύειν τῆς ἐκείνων μέμψεως, ὡς κοινωνοὺς ἐν πᾶσιν

ἐκείνοις ὄντας. καὶ ἁπλῶς, φησί, πειρατέον πᾶσι τὸ οἰκεῖον ἀπονέμειν, λο-

γιζομένους ὅτι ὅδε ἐστί μοι χρήσιμος εἰς τόδε καὶ δεῖ με τιμῆσαι καὶ

θεραπεῦσαι διὰ ἀντιδόσεως ἀναλόγου, ὅδε δὲ σπουδαῖος καὶ τιμητέον αὐ-

τὸν ἐπαίνοις καὶ ὑπαναστάσει καὶ μετ' αἰδοῦς προπέμψαι, καὶ τῶν ἄλλων

ἕκαστον τοῦ ἤθους ἀξίως, τοῦ ἐπιτηδεύματος, τοῦ βίου, τῶν ἔργων, τῶν

ἐνεργειῶν. ταῦτα εἰπὼν ἐπιφέρει τὸ ποῖα ποίοις τῶν ὁμογενῶν χρὴ προσ-

φέρειν εἰς τιμὴν ῥᾳδία ἡ κρίσις. λέγοι δ' ἂν ὁμογενεῖς ἢ τοὺς συμφυ-

λέτας (ὁμογενεῖς γὰρ τῷ ῥήτορι Δημοσθένει πάντες οἱ Παιανιεῖς καὶ Αἰ-

σχίνῃ οἱ Κολυττεῖς) ἢ πάντας ἁπλῶς τοὺς ἐν τῷ ἄστει καὶ ὁμοπολίτας.

τῶν δὲ διαφερόντων, ἤτοι τῶν μὴ ὁμογενῶν, ἐργώδης ἡ κρίσις. οὐ μὴν

διὰ τὸ ἐργῶδες ἀποστατέον, μᾶλλον δὲ πειρατέον κρίνειν τὸ ἑκάστοις

οἰκεῖον.

{<Ἔχει δ' ἀπορίαν καὶ 〈περὶ〉 τοῦ διαλύεσθαι τὰς φι-

λίας ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας.>}

Καὶ τὸ διαλύεσθαι τὰς φιλίας καὶ τὸ μὴ κακὸν ἐδόκει τοῖς τότε. εἰ

γὰρ ἡ φιλία ἀγαθόν (καὶ γὰρ ὁ φίλος ἀγαθόν), ἡ δὲ τοῦ ἀγαθοῦ ἀπο-

βολὴ κακόν, ἡ τῆς φιλίας ἄρα διάλυσις καὶ ἀποβολὴ κακόν. πάλιν εἰ τὸ

βιάζεσθαι τὸν μὴ θέλοντα φιλεῖν φίλον εἶναι κακόν ἐστι, καὶ τὸ μὴ δια-

λύεσθαι ἄρα τὴν φιλίαν κακόν ἐστιν. <ἔχει> οὖν, φησίν, <ἀπορίαν,> πότε-

ρον διαλύειν χρὴ τὴν φιλίαν [φιλεῖν βούλεται] καὶ ἀφίλους γίνεσθαι τοὺς

πρότερον ὄντας φίλους, οἷον εἰ ὁ μὲν στέργει τὴν φιλίαν καὶ φιλεῖν βού-

λεται, θάτερος δὲ μὴ βούλεται φιλεῖν ἆρά γε δεῖ καὶ τὸν στέργοντα καὶ

θέλοντα ἀποσείεσθαι καὶ ἀπορρίπτειν ἐπίσης τῷ μὴ θέλοντι, ἢ δεῖ στέργειν

θατέρου μὴ θέλοντος; καὶ ἀπορήσας λύει λέγων, ἢ πρὸς μὲν διὰ τὸ χρή-

σιμον καὶ ἡδὺ φιλοῦντας οὐδὲν ἄτοπον διαλύεσθαι μηκέτι ταῦτ' ἔχοντας

δι' ἃ ἐφίλουν. εἰ γὰρ ὁ ἐραστὴς διὰ τὸ κάλλος ἐφίλει τὴν ἐρωμένην,

ἀκαλλὴς δὲ νῦν ἐστι καὶ μηδέν τι τῶν ἡδόντων ἔχει, διαλυθῆναι τὴν φι-

λίαν οὐκ ἄτοπόν ἐστιν. ὁμοίως εἰ τὸν ἐραστὴν ἐπιλείψει τὰ χρήματα,

475

ὧν ἕνεκεν αὐτὸν ἐφίλει ἡ ἐρωμένη ἢ καὶ ἀμφοτέρους ἀμφότερα, τὴν μὲν

τὸ εἶδος, τὸν δὲ ὁ πλοῦτος, λυθήσεται πάντως ἡ φιλία τῶν φιλητῶν ἀπόν-

των. τοῦτο δὴ συμβήσεται καὶ τοῖς διὰ τὸ χρήσιμον φιλοῦσιν· ἀλλὰ τὰς

μὲν διὰ τὸ ἡδὺ καὶ χρήσιμον φιλίας οὐδὲν ἄτοπον ἀνεγκλήτως καὶ δίχα

μέμψεως διαλύεσθαι. ἐκείνῳ δ' ἂν τῷ μὴ ἐμμένοντι ἐγκαλέσειε ἀναγκαί-

ως ὁ ἐμμένων, τῷ ἀγαπῶντι τὸν ἐμμένοντα ἢ διὰ τὸ ἡδὺ ἢ χρήσιμον,

κρύπτοντι δὲ καὶ προσποιουμένῳ δι' ἀρετὴν καὶ τὸ ἦθος φιλεῖν, ὥσπερ

Λυσίας ὁ ῥήτωρ φιλῶν τὸν Φαῖδρον διὰ τὸ κάλλος αὐτοῦ προσεποιεῖτο ὡς

εὐφυῆ καὶ εὐμαθῆ φιλεῖν· ἀποφοιτῶντι οὖν τῷ Λυσίᾳ καὶ διαλυομένῳ τὴν

πρὸς τὸν Φαῖδρον φιλίαν ἀπολιπόντος τὸν Φαῖδρον τοῦ κάλλους, δικαίως ἂν

ἐγκαλέσειεν ὁ Φαῖδρος, ὡς διὰ τὸ κάλλος φιλοῦντι, προσποιουμένῳ δὲ διὰ τὸ

εὐμαθὲς φιλεῖν. εἰπὼν δὲ ὅτι <ἐγκαλέσειε δ' ἄν τις,> δηλονότι ὁ ἐμμένων

τῷ φιλοῦντι διὰ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, προσποιουμένῳ δὲ διὰ τὸ ἦθος

φιλεῖν, διορίζεται πότε δεῖ ἑαυτῷ ἐγκαλεῖν καὶ πότε τῷ μὴ ἐμμένοντι καὶ

λέγει, ὅταν μὲν <διαψευσθῇ τις καὶ ὑπολάβῃ> διὰ τὸ ἦθος <φιλεῖσθαι>

μηδέν τι πράττοντος ὧν ποιοῦσιν οἱ διὰ τὸ…

ν…

The complete text is available when the reading interface loads.