The Greek Library Author

Michael Ephesius

In parva naturalia commentaria

Scientific editors
Paul Wendland
Edition reference
Michaelis Ephesii In parva naturalia commentaria · Berlin · Reimer · 1903
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

MICHAELIS EPHESII IN PARVA NATURALIA COMMENTARIA

Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς πρῶτον μὲν περὶ τῆς συμπάσης καὶ f. 127r καθόλου ψυχῆς, εἶτα περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι καὶ τίνες καὶ ἐν τίνι ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν αἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως τὸν λόγον ποιησάμενος καὶ τίς ἐστιν εἰπών, ἣν καὶ πρώτην αἴσθησιν καλεῖν ἐστι σύνηθες, εἶτα εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, εἶτα ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν περὶ τῶν αἰσθητηρίων εἰπών, τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπειδὴ μὴ οἷόν τε ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια), ταῦτ᾿ εἰπὼν ἐν ἐκείνοις ἐφεξῆς τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ Περὶ μνήμης καὶ ὕπνου τάττει πάνυ εἰκότως. ἐπειδὴ γὰρ ἡ μνήμη πάθος ἢ ἕξις ἐστὶ τῆς κοινῆς αἰσθήσεως, ὡς ἔσται δῆλοι, ὅτε περὶ τούτων λέγει, ἥτις κοινὴ αἴσθησις ἐν τῷ πρώτῳ αἰσθητηρίῳ καθίδρυται, ἔστι δὲ πρῶτον αἰσθητήριον, ὡς πολλάκις εἴρηται, ἡ καρδία, εὐλόγως μετὰ τὸν Περὶ αἰσθήσεως καὶ αἰσθητηρίων λόγον τὸν Περὶ μνήμης τάττει. ἐν ᾧ ζητεῖ, τίνα μνημονευτικὰ καὶ τίς ἡ μνήμη καὶ ἐν τίνι τῶν τῆς ψυχῆς μορίων καὶ λέγει ὅτι ἐν τῇ πρώτῃ αἰσθήσει καὶ τῷ αἰσθητηρίῳ αὐτῆς, εἶτα πῶς γίνεται, καὶ διὰ τί οὔθ’ οἱ νέοι οὔθ’ οἱ γέροντες μνημονευτικοί, καὶ διὰ τί συμβαίνει τοῖς μνημονεύουσι δοκεῖν αἰσθάνεσθαι, λέγων αἰσθάνεσθαι τὸ φαντάζεσθαι αἴσθησις γὰρ καὶ φαντασία τῷ ὑποκειμένῳ ταὐτόν, 1 Μιχαὴλ τοῦ ἐφεσίου C, sed in fine post Ἄριστ’. a manu saec. XIV add.: Μιχαὴλ ἐφεσίου Pa: Μιχαὴλ ἐφέσιος in mg. R2: om. S σχόλια εἰς τὸ SCR: περὶ μνήμης καὶ ἀναμήσεως. — σχόλια εἰς τὸ P: om. a 2. 3 ὕπνου— Ἀριστοτέλους om. a καὶ ὕπνου Ἀριστοτέλους καὶ — μαντικῆς S 4 καθ’ ὕπνον P 5 ss. prooemium ex Alexandrl de sensu p. 1,1 sqq. Wendl. expressum (j ἐστι post αὐτῶν add. a ἐν ἲς recte ut Al. a: sed illic quoque αἷς habet cod. ’ 8 ἐστι καλεῖν RP 12 αἰσθητικόν RP 13 αἰσθη- τικοῦ RP τῆς αἰσθητικῆς ψυχῆς ἡ Sa, sed cf. etiam Al. 17 λίγα] p. 449 b 25 αἰσθητικῶ P, e corr. R 18 αἰσθητικόν RP εἴρηται] v. Bouitz, Ind. p. 365 b 34 ss. 21 αἰσθητικῶ RP 23 τοῖς 003E; conicio δοκεῖ a 24 μὲν post τῷ add. a ὑποκειμένων a κἂν τῷ λόγῳ ἕτερα), τοῖς δὲ αἰσθανομένοις ἀνάπαλιν δοκεῖν μνημονεύειν, 127r ὡς Ἀντιφέροντι τῷ Ὠρείτῃ. εἶτα λέγει, τί ἀνάμνησις καὶ πῶς γίνεται καὶ τί διαφέρει τῆς μνήμης, καὶ ὅτι σωματικὸν τὸ ἀναμιμνῄσκεσθαι, καὶ διὰ τί οἱ οἰνώδεις ἧττον μνήμονες. καὶ περὶ μὲν μνήμης καὶ ἀναμνήσεως ταῦτα· περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως πρῶτον μέν, ὅτι τῶν μορίων τῆς ψυχῆς ἐν τῷ αὐτῷ καὶ ἑνὶ γίνονται ἀμφότερα οὐ γὰρ ἐν ἄλλῳ μὲν μορίῳ τῆς ψυχῆς ὁ ὕπνος, ἐν ἄλλῳ δὲ ἡ ἐγρήγορσις, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ ἑνί), καὶ ὅτι κοινὸν σώματος καὶ ψυχῆς τὸ πάθος· εἶτα διὰ τί καθεύδει καὶ ἐγρήγορε, καὶ διὰ ποίαν αἴσθησιν καὶ διὰ τίνα αἰτίαν συμβαίνει τὸ καθεύδειν, καὶ ποῖόν τι τὸ πάθος· περὶ δὲ ἐνυπνίων, τίνι μορίῳ τῶν τῆς ψυχῆς φαίνεται καὶ τί ἐστι καὶ πῶς γίνεται, καὶ ὅτι οὐκ ἔστι θεόπεμπτα, ἀλλὰ τινὰ μὲν σημεῖα, τινὰ δὲ αἴτια, ἄλλα δὲ συμπτώματα· καὶ τίνες εὐθυόνειροι καὶ διὰ τί.

Δι’ ἣν μὲν οὖν αἰτίαν μετὰ τὸ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν τὸ παρὸν τέτακται βιβλίον, καὶ τίνα τὰ ἐν αὐτῷ ζητούμενα καὶ αἰτιολογούμενα, εἴρηται. ἐπεὶ δὲ ἡ μνήμη ταὐτόν ἐστι τῷ ὑποκειμένῳ τῇ φαντασίᾳ, ὡς ἐρεῖ προιών, τῷ λόγῳ δὲ ἕτερον, ἡ δὲ φαντασία πάλιν ταὐτὸν τῇ αἰσθήσει τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ ἕτερον, καὶ διὰ τοῦτο, ἐν ᾧ τῆς ψυχῆς αἰσθανόμεθα, ἐν τούτῳ καὶ φανταζόμεθα καὶ μνημονεύομεν, δέον ἐστὶ καὶ νῦν ἄνωθεν τὰ περὶ τὴν φαντασίαν διαρθρῶσαι οὕτω γὰρ ἡμῖν ἔσται δῆλον καὶ τίς ἡ μνήμη), καὶ πρῶτον τί διαφέρει φαντασία αἰσθήσεως; οὔτε γὰρ ταὐτὸν τῇ αἰσθήσει οὔτε ἕτερον, ὡς εἴρηται. ὁμοίως καὶ ἡ μνήμη καὶ ἡ φαντασία· οὔτε γὰρ ταὐτὰ οὔτε πάλιν ἕτερα. διαφέρει τοίνυν φαντασία αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. ἐκ τούτων μὲν οὖν ἄν τις καὶ τοιούτων δείξειεν, ὅτι διαφέρει φαντασία αἰσθήσεως. ὅτι δὲ πάλιν ταὐτόν πὼς τῇ αἰσθήσει, μετ’ ὀλίγον εἰσόμεθα. τί δ’ ἐστὶν ἡ φαντασία, ὧδε γνωρίσαιμεν ἄν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράδοκεῖν 1 scripsi: δοκεῖ libii 2 Ὠρείτη Ca: ὡρείτη S: ὀρείτη R: ὁρείτη P cf. Arist. p. 451 a 9 codd. EY 4 διὰ τί] διότι S νανώδεις a ex Arist. p. 453 a 31. b 6 cf. infra f. 136 r 27 μνημονεύον RP 5 μέν ora. SRP 8 τὸ om. a 9 ἐγρηγορεῖ CRP prius διὰ] κατὰ a 10 ἐν ante τίνι add. S 11 τί ἐστι] τίσι P ἐγγίνεται CRP 14 αἰσθήσεων P 15 βυβλίον a alt. καὶ] τε καὶ Sa 17 ἐρεῖ] p. 450 a 23 ἕτερον—λόγῳ λόγῳ ’δε (18) ora. S ἑτέρα Sa 18 ἕτερον C: ἑτέρα R: ἕτερα SPa 19 ἐστὶν P 19. 20 καὶ νῦν om. P 20 ἔσται ἡμῖν CRP 23 ταὐτὸν et ἕτερον conicio 25 cf. De an. Γ 3 p. 428 a 7 28 cf. De an. Γ 3 p. 427 b 18 29 δόξειεν Ca 30 μετ’ ὀλίγον] p. 450 a 27 ss. 31 γνωρίσαιμι ἄν C: ἂν γνωρίσαιμεν S: ἄν γνωρίσαι μὲν a 31 ss. cf. Arist. p. 450 a 27 ss. 32 ss. non suo loco, sed p. 4,20 ss. We. Soph, adhibet φήμα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ• τοῦτο δὲ τὸ πρῶτον αἰσθητήριόν ἐστιν ἡ 127r καρδία, ἐν ᾗ ἡ αἰσθητικὴ δύναμις τῆς ψυχῆς ἐστι. γίνεται οὖν ζωγράφημά τι ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἐγκατάλειμμά τι ὂν τοῦτο τὸ ζωγράφημα τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπομένει τε καὶ σῴζεται ὂν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σῳζόμενον αἴτιον γίνεται. τὸ δὲ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσι. δι’ ὃ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτός ἐστιν ἡ φαντασία, ἀλλ’ ἡ περὶ τὸν τύπον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἄν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν· καὶ ἅμα ἂν ἦμεν ἐν πλείοσι φαντασίαις καὶ τοσαύταις, ὅσων τὸν τύπον σῴζομεν. ἔτι ἤτοι τὴν γινομένην νῦν τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην νῦν, τὴν αἴσθησιν ἄν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν, εἰ δὲ τὴν γε | γονυῖαν καὶ σῳζομένην, 127v τὴν μνήμην. ἀλλ’ εἴη ἄν ὡς ἐπὶ τῆς αἰσθήσεως· ὡς γὰρ ἐπ’ ἐκείνης ἔστι μέν τι αἰσθητόν, ἔστι δέ τις καὶ δύναμις αἰσθητική, ἔστι δὲ καὶ ἐν· έργεια δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν καλοῦμεν αἴσθησιν, ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια, οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ περὶ τῆς φαντασίας, τὸ μέν τι εἶναι φανταστόν τοῦτο δ’ ἄν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα καὶ οἱονεὶ ζωγράφημα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικὴν δύναμιν, ἀνάλογον ὂν καὶ αὐτὸ τῇ αἰσθητικῇ δυνάμει καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά· ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα ἐγκαταλείμματα, ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς αἰσθητικῆς ἐνεργείας ταῦτ’ ἐστὶν ἔργα· καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸ τὸν τύπον τούτων σχεῖν ἐν αὐτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων. 1 αἰσθητικῶ RP Sopli. αἰσθητικόν RP 2 ἡ om. RP 3 αἰσθητικῶ RP 4 αἰσθητηρίου Ca 5 εἰκών τις αὐτοῦ C: τις εἰκὼν αὐτοῦ Sa: εἰκὼν τῆς αὐτῆς RP 7 διορίζονται RP ὁρίζονται etiam Soph.): cf. Chrysippi definitio Sext. VII 229, Diog. VII 50 8 τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν] τύπω RP 9 τύπον Sa Soph.: τύπον τοῦτον CRP 13 τύπω RP 14 καὶ ἤδη a (ἤδη καὶ etiam Soph.) ἐγγινομένην CP Soph. IG post μνήμην add. ἄν λέγοιεν φαντασίαν Sa (om. etiam Soph.) 17 δὲ (ante καὶ) om. RP IS καλοῦσι αἴσθησιν CRP 20 οὕτω δὴ a 21 τὴν φαντασίαν CRP Soph. φανταστικὸν RP τοῦτο Sa: τοιοῦτον CRP 21. 22 τῶν et αἰσθήσεων CRP 22 καὶ om. RP 23 τῷ αἰσθητῷ— ἀνάλογον ὃν (24) a: om. ceteri, legisse vid. Soph. 25 post ἐνέργειαν add. δὲ C 28 τῶ αἰσθητικῶ P 29. 30 ἐκ add. a) τῆς ἐνεργείας τῆς αἰσθητικῆς Sa 30 ταῦτ’ εἰσὶν ἐστὶν scripsi) ἔργα C: ταῦτ’ εἰσὶν ἐνέργειαι RP ταῦτ’ ἐστὶν ἔχουσα Sa 31 τοῦτον a ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, 127v τῷ λόγῳ μέντοι διαφέρουσα· αἰσθητικὴ μὲν γάρ ἐστιν, καθ’ ὅσον τῶν αἰσθητῶν παρόντων ἐστὶν ἀντιληπτικὴ μόνον, φανταστικὴ δέ, καθ’ ὅσον, ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτω καὶ αὕτη περὶ τὰ φανταστά, ὄντα ἐν τῷ ἔχοντι αὐτὰ σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὕτη γίνηται, αἴσθησις γίνεται ἡ γὰρ διὰ τοῦ αἰσθητηρίου παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι· δι᾿ ὃ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία)· ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς γίνηται περὶ τὸ γινόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ δὲ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγινόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστι. μνήμη γάρ ἐστι κατοχὴ φαντάσματος ὡς εἰκόνος οὗ τὸ φάντασμα· τῆς γὰρ φαντασίας πολλάκις γινομένης συνίσταται μνήμη. διαφέρει δὲ μνήμης ἀνάμνησις τῷ τὴν ἀνάμνησιν εἶναι ἀνανέωσιν προτέρας μνήμης, ἐπὰν λήθη γενομένη τὸ συνεχὲς ἀναλύσῃ· καὶ ἔστιν αἴτιον ἀναμνήσεως ἡ τῶν πρώτων κινήσεων ἀνανέωσις. ἀλλὰ τὰ περὶ τούτων καὶ αὖθις ἐπισκεψόμεθα, νῦν δὲ τὰ περὶ τῆς φαντασίας ἔτι διαρθρωτέον. ἐκ ταύτης γὰρ ἡμῖν, ὡς εἴπομεν, ἔσται δῆλον καὶ τίς ἐστιν ἡ μνήμη. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κινούμενον αὐτὸ πάλιν ἄλλο κινῆσαι ἡ γὰρ βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κινουμένη), καὶ τὸ πρῶτον αἰσθητήριον, ἡ καρδία, ὑπὸ τῶν αἰσθητῶν κινούμενον αὐτὸ πάλιν διὰ τῶν ὑπὸ τῶν αἰσθητῶν γινομένων ἐν αὐτῷ κινήσεων, τουτέστιν ἐγκαναλειμμάτων καὶ τύπων καὶ ζωγραφημάτων, κινεῖ τὴν φανταστικὴν ψυχήν, ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν. δι’ ὃ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστι κίνησις ὑπὸ τῶν ἐγκαταλειμμάτων τῶν ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐν τῷ αἰσθητηρίῳ γενομένων. εἴρηται γὰρ ὅτι καλεῖται τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος ὁ κατ’ εἰσοχήν τε καὶ ἐξοχὴν ἡ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων 1 ἡ δὲ] εἰ δὲ ἡ RP μὲν ante κατὰ add. Sa 2 μέν τι R 4 οὕτως αὕτη Sa 5 αὐτὰ] αὐτὴν C αὐτῶ P 7 αἰσθητικοῦ RP Sopli. 12 ἡ δὲ] εἰ δὲ RP 13 ὡς] expectes ὡς περὶ, cf. p. 5,8 15 εἰκόνος] ἐκεῖνα RP 16 συνίσταται Sa: γίνεται CRP μνήμης (ἡ add. SC) ἀνάμνησις SCa: μνήμη ἀναμνήσεως RP 17 ἀνανέωσιν om. RP προτέρας Sa: ἑτέρας CRP 19 ἐς ante αὗθις add. Sa ἐπισκεψόμεθα] πιέσομεν Sa 20 εἴπομεν] p. 2,20 22 κινούμενον ’ 23 αἰσθητικὸν RP ὑπὸ τῶν αἰσθητῶν κινούμενον a: om. ceteri, sed sic πάλιν sensu careret 21 τῶν] τὸ RP ἀπὸ C 27 τουτέστι — αἰσθήσεως (28) om. SRP 28 αἰσθητικῶ RP 29 γινομένων P: γινόμενος R εἴρηται] p. 3,29 καλεῖται C: καλεῖται δὲ ceteri τὰ] τῶ RP 30 καὶ post χρὴ δὲ add. a 31 ὁ] τὸ Sa ὁ etiam Soph.) εἰσοχὴν C Sopb. (p. 5,7 We.}: ἐσοχὴν P: ἰσοχὴν SRa ἔχοντα· οὐχ οὕτω δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι’ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. τί μὲν οὗν ἐστι φαντασία, εἴρηται· τί δὲ μνήμη, δῆλον ἐκ τούτων· ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐγκατάλειμμα γινομένη ἐνέργει, ὅταν μὴ ἁπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου γινόμενον, μνήμη ἐστίν. οἷον παρόντος τοῦδε τοῦ αἰσθητοῦ, φέρε εἰπεῖν τοῦ γεγραμμένου ἐν τῷδε τῷ πίνακι ἀνθρώπου ἢ λέοντος ἢ ἄλλου τινός, καὶ ἐνεργούσης περὶ αὐτὸ τῆς ὄψεως γίνεται ἀπὸ τῆς τοιαύτης ἐνεργείας τύπος τις καὶ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα τοῦ γεγραμμένου λέοντος ἢ ἀνθρώπου ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ὅπερ ἐγκατάλειμμα καὶ ἀναζωγράφημα ὑπομένει καὶ σῴζεται καὶ μὴ παρόντος τοῦ αἰσθητοῦ· τοῦτο δὴ τὸ ἐγκατάλειμμα κινεῖ τὴν φανταστικὴν δύναμιν τῆς ψυχῆς καὶ ποιεῖ αὐτὴν ἐνεργεῖν περὶ αὐτό, ὥσπερ καὶ τὰ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν δὲ ἡ τοιαύτη τῆς φανταστικῆς δυνάμεως ἐνέργεια περὶ τὸ τοιοῦτον ἐγκατάλειμμα ἁπλῶς γίνηται, μὴ προσλογιζομένη ὅτι τόδε τὸ ἐγκατάλειμμα καὶ ὅδε ὁ τύπος ἀπὸ τοῦ γεγραμμένου ἐν τῷ τοιῳδὶ πίνακι ζῴου κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθα γέγονεν, ἀλλ’ ἁπλῶς οὕτως περὶ αὐτὸ ἐνεργῇ φαντασία τὸ τοιοῦτον λέγεται. ὅταν δὲ πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ προσλογίζηται, ὅτι ἀπὸ τοῦ ἐν τῷ δεῖνι πίνακι γεγραμμένου ζῴου ὁ τύπος οὗτος καὶ τὸ ἐγκατάλειμμα κατὰ τὸν δεῖνα χρόνον ἐνταῦθ’ γέγονε, καὶ ὅλως ὅτι ὅδε ὁ τύπος εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου, τότε ἡ τοιαύτη ἐνέργεια μνήμη λέγεται. φαν|τασία μὲν γάρ ἐστι καὶ 128r λέγεται, ὅταν ἁπλῶς περὶ τὸν τύπον καὶ τὸ ἐγκατάλειμμα γίνηται μὴ προσλογιζομένη, ὅτι ἀπ’ ἄλλου τινὸς ἐν τῷ πίνακι ὄντος γέγονε· μνήμη δ’ ἐστίν, ὅταν πρὸς τῷ ἐνεργεῖν περὶ αὐτὸ αἰσθάνηται καὶ ὅτι ἀπ’ ἄλλου τινὸς γέγονε, καὶ ἔτι ὅτι τοῦτο, οὗ αἰσθάνεται, εἰκών ἐστι τοῦ ἐν τῷ πίνακι γεγραμμένου ζῴου. τοῦτο δὴ κἂν ἀπὸ ἀληθοῦς ζῴου γίνηται, ταὐτόν ἐστι. καὶ ἐπεὶ μνήμη καὶ φατασία ταὐτὸν τῷ ὑποκειμένῳ, φαντασία δὲ καὶ αἴσθησις ὁμοίως αἱ αὐταὶ γὰρ καὶ αὗται τῷ ὑποκειμένῳ, ὡς ἤδη εἴρηται), καλῶς λέγεται, ὅτι ἐν ᾧ αἰσθάνεται, τούτῳ καὶ μνημονεύει τὰ μνημονεύοντα. ὡς γὰρ ἀπὸ τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς τὸ αἰσθάνεσθαι, οὕτως ἀπ᾿ 2 γίνονται RP: ἐγγίνονται Soph. γὰρ om. Sa (habet etiam Soph.) 4 τινὸς κυρίου CUP 5 αἰσθητικῶν RP 6 ἡ φαντασία RP 8 τοιούτων Sa γένηται RP γινόμενον scripsi cf. p. 4,14: γινομένου CRP: γεγενημένη Sa 9 τοῦδε om. a φέρε δὲ Sa 13 αἰσθητικῶ RP: αἰσθητηρίῳ αἰσθητικῶ C 14 κινεῖν a 16 δὴ a 17 γίνηται Sa: γένηται CRP προσλογιζομένου RP 18 ἐγγεγραμμένου τῶ CRP τοιουτωδὶ RP 19 ἀλλ’ ἁπλῶς—γέγονε (22) om. RP 20 ἐνεργῆ e corn. S: ἐνεργεῖ Ca πρὸς τὸ a 25 γίνηται scripsi: γένηται libri 25. 26 προσλογιζομένη Ca: προσλογιζομένης S: προσλογιζόμενος RP 26 τῷ a (cf. V. 23. 28): cm. ’RP δ’] δέον C 27 πρὸς τὸ Ca ὅτι om. SR 28 ὅτι om. RP αἰσθάνεται Ca: αἰσθάνομαι SRP 29 δὴ] δέ S γίνηται scripsi: γένηται libri 30 δέ] τε S 31 εἴρηται] p. 2,17 32 τούτου a: <ἐν> τούτῳ conicio, v. p. 2,19. αὐτῆς καὶ τὸ φαντάζεσθαι καὶ μνημονεύειν. ἰστέον δὲ ὅτι μνημονεύει μέν, 128r ὡς εἰσόμεθα, καί τινα τῶν ἀλόγων ζῴων, ἀναμιμῄσκεται δὲ μόνα τὰ λογικὰ ζῷα. ἀλλὰ περὶ μὲν τούτων τοσαῦθ’ ἡμῖν εἰρήσθω διὰ τὸ ἀσαφῶς καὶ ἄγαν περινενοημένως τὸν περὶ μνήμης καὶ ἀναμνήσεως λόγον ἀπηγγέλθαι, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἰτέον.

Περὶ δὲ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίν’ αἰτίαν γίγνεται.

Μνήμη ἐστὶν ἡ δύναμις τῆς ψυχῆς, καθ’ ἣν μνημονεύομεν, μνημονεύειν δὲ ἡ ἐνέργεια αὐτῆς· ὡς γὰρ νοῦς πρὸς νόησιν, οὕτω μνήμη πρὸς τὸ μνημονεύειν ἔχει. ἔστιν οὖν μνήμη καὶ φαντασία καὶ αἴσθησις ἡ πρώτη ἡ ἐν τῇ καρδίᾳ τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί, τῷ λόγῳ δὲ διαφέρουσαι. πῶς δὲ αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται. λεκτέον οὖν, φησί, περὶ τοῦ μνημονεύειν καὶ τοῦ ἀναμιμνῄσκεσθαι. διαφέρει γὰρ μνήμη ἀναμνήσεως, ὡς γνωσόμεθα μετὰ ταῦτα. λέγει δὲ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν βραδεῖς λέγων βραδεῖς τοὺς ἀφυεστέρους καὶ μὴ ταχέως ἀποστοματίζοντας) μνημονικωτέρους, τοὺς δὲ ταχεῖς καὶ εὐφυεῖς καὶ εὐμαθεῖς ἀναμνηστικωτέρους. ὥστε διαφέροι ἂν καὶ κατὰ τοῦτο μνήμη ἀναμνήσεως· εἰ γὰρ ἦσαν αἱ αὐταί, ἦν ἄν καὶ πᾶς ὁ μνημονικὸς καὶ ἀναμνηστικός.

Πρῶτον μὲν οὖν σκεπτέον, ποῖά ἐστι μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο.

Ὥσπερ ἐν τῷ Περὶ ψυχῆς ἀπὸ τῶν αἰσθητῶν ἐδίδαξε τὰς τῶν αἰσθήσεων ἐνεργείας καὶ ἀπὸ τῶν ἐνεργειῶν τὰς δυνάμεις τῆς αἰσθητικῆς ψυχῆς, ἀπὸ τῶν σαφῶν διδάσκων τὰ ἀσαφῆ, οὕτως ἐνταῦθα ἀπὸ τῶν μνημονευτῶν τὴν μνήμην. πρῶτον οὖν, φησί, σκεπτέον, ποῖά εἰσι μνημονευτά· πολλάκις γὰρ τὸ ἀγνοεῖν ποῖά εἰσι τὰ μνημονευτὰ ἐξαπατᾷ καὶ ποιεῖ ἡμᾶς ἄλλα περὶ μνήμης λογίζεσθαι. ἔστι δὲ οὕτε τὸ μέλλον μνημονευτὸν οὕτε τὸ ἐνεστώς· τοῦτο γὰρ εἶπε παρόν. ἀλλ’ ἔστι τὸ μὲν μέλλον ἢ δοξαστὸν ἢ ἐλπιστὸν ἢ ἐπιστημονικόν ἔστι γὰρ καὶ ἐπιστήμη ἐλπιστικὴ ὥσπερ ἡ μαντική· ἐλπίζει γὰρ ὁ μάντις γενέσθαι αὔριον τόδε), τὸ δὲ ἐνεστὼς αἰσθητόν· τοῦ παρόντος γὰρ ἡ αἴσθησις. ἐπεὶ οὖν ἅπαν ἢ παρόν ἐστιν ἢ μέλλον ἢ παρεληλυθός ὅπερ παρεληλυθὸς γενόμενον εἶπεν), ἡ δὲ μνήμη οὐδενός ἐστι τῶν δύο, ἔσται τοῦ γενομένου. ἀνάγκη γὰρ αὐτὴν τινὸς εἶναι. εἰπὼν δὲ ὅτι ἡ 1 καὶ ante ὅτι add. S 2 εἰσόμεθα] p. 450 a 15 3 ζῷα om. a 4. 5 ἀπηγγέλθαι λόγον καὶ ἀναμνήσεως CRP 5 τὴν om. RP 5 τῶν κατὰ βῆσιν ἑκάστων τούτων ἰτέον ἐξήγησιν CPR 6 δὲ om. a (habet etiain Sopb.) ut Arist. cuius formam in ELSUY servatam reddit Michael 8 μνημονεύει RP 14 γνωσόμεθα] p. 451 a 18 ss. λέγων βραδεῖς Sa: βραδεῖς λέγων C: om. RP, commendant igitur lectionem Sa 16. 17 διαφέροι Sa: διαφέρει C: διαφέρειν RP 21 ἐν τοῖς a 22 καὶ om. C 23 ἀσαφῶν C 24 φησί Sa: om. CRP εἰσὶ etiam Sopb. 29 αὕριον τόδε Sa: om. CRP δὲ μήμη τοῦ γενομένου, ἐπήγαγε τὸ δὲ παρὸν ὅτε πάρεστιν, οἷον 128r τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ. ἔστι δὲ τὸ λεγόμενον· ἡ μνήμη τοῦ γενομένου ἐστίν, οὐ τοῦ παρόντος. τὸ γὰρ παρόν, ὅτε πάρεστι καὶ ὁρᾶται ἔστω δὲ τὸ παρὸν καὶ ὁρώμενον, λόγου χάριν τοδὶ τὸ λευκόν), οὐδεὶς ἂν φαίη μνημονεύειν. ὁμοίως οὐδὲ τὸ νοητὸν ὅτε νοεῖ τις, φαίη ἄν μνημονεύειν. ἀλλὰ τὸ μὲν ὁρώμενον ὅτε ὁρῶμεν, αἰσθάνεσθαί φαμεν αὐτοῦ, τὸ δὲ νοούμενον ἐπίστασθαι μόνον, ἀλλ’ οὐ μνημονεύειν. τὸ ἐπίστασθαι δὲ ἐνταῦθα δηλωτικόν ἐστι τοῦ εἰς ἐπιστήμην ἄγεσθαι. θεωρούμενον γὰρ τὸ πρῶτον μὲν ἀγνοούμενον, νῦν δὲ πρώτως μανθανόμενον λέγει• ὥστε καὶ ἐπίστασθαι λέγοι ἄν τὸ εἰς ἐπιστήμην ἄγεσθαι. ὅταν οὖν ὁρᾷ τις ἢ νοῇ, οὔ φησιν ὅτι μνημονεύει, ὅταν δὲ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν. λέγει δὲ ἔργα τοδὶ τὸ ζῷον ἢ τὸ κυρίως ἢ τὸ γεγραμμένον, ὁμοίως καὶ τρίγωνον τὸ γεγραμμένον ἐν τῷδε τῷ βιβλίῳ. εἴη ἂν οὖν τὸ λεγόμενον· ὅταν οὑν χωρὶς τοῦ ἐνεργεῖν περὶ τὸ ζῷον ἢ περὶ τὸ ἐν τῷ βιβλίῳ τρίγωνον αὐτοὺς μόνους τοὺς τύπους τούτων θεωρῇ ἡ ψυχή, μὴ ἁπλῶς δὲ ἀλλ’ ὡς ὄντας εἰκόνας τινῶν, τότε μέμνηται. τότε γάρ φαμεν μεμνῆσθαί τινα τοῦ τριγώνου τὰς δύο ὀρθάς, ὅταν φαντάζηται, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἐν τῷ δεῖνι βιβλίῳ παρὰ τοῦ δεῖνος γεωμέτρου ἔμαθεν ἢ ἐθεώρησεν, ἀλλ’ οὐχὶ ὅταν μανθάνῃ. ὁμοίως καὶ ἐπὶ τῶν αἰσθητῶν, οὐχ ὅταν ὁρᾷ, ἀλλ’ ὅταν φαντάζηται, ὅτι εἶδέ τι ἢ ἤκουσε κατὰ τὸν δεῖνα χρόνον.

Ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὴν μνήμην, οὕτως ἐν τῇ 128v ψυχῇ.

Τουτέστιν ἀεὶ γὰρ ὅταν ἐνεργῇ περὶ τοὺς τύπους ἡ ψυχή τῶν πραγμάτων ἁπάντων, λέγει ὅτι πρότερον τοῦτο ἤκουσε. εἰ γὰρ μὴ τοῦτο λέγει μηδὲ συναισθάνεται τοῦ πρότερον καὶ τοῦ ὑπὸ τίνος ἤκουσεν, οὐκ ἔστι μνήμη. εἰπὼν δὲ ὅτι ὅταν ἐνεργῇ, ἐπήγαγε κατὰ τὴν μνήμην, δυνάμει λέγων· ὅταν ἐνεργῇ τὴν ἐνέργειαν, καθ’ ἣν ἡ μνήμη εἰδοποιεῖται. αὕτη δὲ ἦν τὸ αἰσθάνεσθαι καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος, ἀφ’ οὗ γέγονεν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα.

Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις.

Υπόληψιν λέγει τὴν κοινῶς κατηγορουμένην κατά τε δόξης καὶ νοήσεως 12 1 prius δὲ a (Arist.): post, μνήμη S: ora. CRP παρόν ἐστιν S 2 ὅτε] ὅπερ S 5 ἄν om. RP 9 καὶ om. 10 ὅτε δὴ RP νοεῖ RP 12 ἔργα δὲ λέγω οἷον τοδὶ Soph. τόδε a prius ἢ] καὶ C κυρίως ἢ τὸ Sa: om. CRP post ὁμοίως add. δὲ C 13 βυβλίῳ a, sic semper etiam infra 14 post ἐνεργεῖν add. τὴν αἴσθησιν RP 15 θεωρεῖ RP 16 τότε Sa: οὕτω CRP 17 τινα] δύο Sa: τὰς τοῦ τριγώνου δύο CRP 18. 19 ἔμαθον ἢ ἐθεώρησα C 22 ἐνεργεῖ Sa κατὰ— ἐνεργῇ (24) om. K τὸ — περὶ (24) om. P τὴν μνήμην SC: τὸ μνημονεύειν a (Arist.) 24 ἀεὶ] ἅπαν S: om. C ἐνεργεῖ a 25 ἀπόντων UP ἤκουσα Sa λέγη a 26 συναισθάνηται a προτέρου CRP alt. τοῦ Sa: οὗ CRP καὶ τῶν λοιπῶν λογικῶν δυνάμεων. ἡ ὑπόληψιν λέγοι ἂν νῦν καταχρηστικώτερον 128v τὴν φαντασίαν. ἔστι μὲν οὖν οὔτε ὑπόληψις οὔτε ταὐτὸν τῇ αἰσθήσει, ἀλλ’ ἕξις ἢ πάθος αἰσθήσεως, ἐπειδὴ καὶ ἡ φαντασία. τὸ δὲ ὅταν γένηται χρόνος ἴσον ἐστὶ τῷ ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, καθ’ ὃν γέγονε τὸ ἐγκατάλειμμα, καὶ οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τοῦ πράγματος, ἀφ’ οὗ. τοῦ δὲ ὁρωμένου ἢ νοουμένου τῷ παρόντι καὶ ἐνεστῶτι χρόνῳ οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται, ἀλλ’ αἴσθησις καὶ ἐπιστήμη. μνήμη δ’ ἐστὶ τοῦ γενομένου. δι’ ὃ μετὰ χρόνου πᾶσα μνήμη, τουτέστι δι’ ὃ τότε ἐστὶ καὶ λέγεται μνήμη, ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, ὅτι χθὲς ἢ ὅλως πρότερον εἶδον ἡ ἤκουσα. καὶ ἐπεὶ τότε γίνεται μνήμη, ὅτε χρόνου αἴσθησις, ὅσα χρόνου αἰσθάνεται, ταῦτα καὶ μνημονεύει. ὁ γὰρ πεπτωκὼς ὄνος πέρυσιν εἰς τόνδε τὸν βόθρον, τήμερον δὲ ἰδὼν αὐτὸν καὶ ἀναχωρήσας, ᾔσθετο, ὅτι πρότερον πέπτωκεν ἐν αὐτῷ. αἰσθάνεται οὖν καὶ τὰ λοιπὰ τοῦ χρόνου, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἀνθρώποις· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς τῷ αἰσθάνεσθαι, πότε εἶδε καὶ πότε ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν τοῦ παρεληλυθότος καὶ μέλλοντος, τὰ δ’ ἄλογα τούτου μόνου αἰσθάνεται τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε, τοῦ δὲ μέλλοντος ἔννοιαν οὐκ ἴσχει. εἰπὼν δὲ ὅτι ὅσα χρόνου αἰσθάνεται ταῦτα μνημονεύει, ἐπήγαγε· καὶ τούτῳ ᾧ αἰσθάνεται, τουτέστι καὶ ἐν τούτῳ τῷ μέρει τῆς ψυχῆς μνημονεύει, ἐν ὣ καὶ αἰσθάνεται· τοῦτο δ’ ἐστὶ τὸ αἰσθητικόν· ἐν γὰρ τῷ θρεπτικῷ ἢ τῷ φυτικῷ οὐκ ἔστι μνήμη, ἀλλὰ τῷ αἰσθητικῷ, ἐν ᾧ καὶ τὸ φαντάζεσθαι.

Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος.

Τὸ μὲν τῆς λέξεως συνεχές ἐστιν ἐν τῷ ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη, ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος, φανερὸν ὅτι τοὐ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη. τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται ὡς κατασκευαστικὰ τοῦ μηδὲν νοεῖν ἄνευ φαντάσματος. ἔστι δὲ τὸ λεγόμενον ἀπάντησις καὶ λύσις πρὸς ἔνστασιν τοιαύτην δυναμένην φέρεσθαι πρὸς τὰ ῥηθέντα· εἰπὼν γὰρ ὅτι ἡ μνήμη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἐστι καὶ τούτῳ μόνῳ μνημονεύει ᾧ καὶ αἰσθάνεται, ἐπειδὴ μνημονεύομεν καὶ τῶν νοητῶν τὰ γὰρ ἐπιστητὰ νοητά), εἶπεν ἄν τις, ὅτι, ἐπειδὴ καὶ τῶν ἐπιστητῶν ἐστι μνήμη, οὐκ ἄν εἴη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἡ μνήμη καὶ τὸ μνημονεύειν, ἀλλὰ καὶ τῆς λογικῆς. λύει οὖν αὐτὴν λέγων, ὅτι τοῦ νοουμένου λέγων νοούμενον τὸ νοητὸν ἤτοι τὸ καθόλου, τὰ 2 prius οὔτε om. C 8 δ’ ἐστι Sa: δὲ CRP post γενομένου add. ἐστί CRP 10 ὅτι] ἤτοι Sa alt. ἣ Sa: καὶ CRP 12 σήμερον CRP lo πρῶτον CRP οὖν Sa: μὲν CUP ’) καὶ post διαφορὰν add. RP 16 μόνον a 20 αἰσθητόν a θρεπτικῷ a: λογικῶ ceteri 21 pr. τῷ Sa: om. CRP φυσικῶ RP ἀλλ’ ἐν τῷ a, fort, recte 22 ἐπειδὴ S τοῖς] τῶ S post καὶ add. ὅτι a 25 ἂν Sa: om. CRP ὡς εἶναι — ἄν εἴη (27) om. S 29 τοιαύτης δυνάμεως S 31 μόνῳ om. S 34 τοῦ λογικοῦ Sa τῆς λογικῆς etiam Soph.) οὖν] Sa: δὲ CRP 35 νοουμένου τοῦ νοητοῦ ἤτοι τοῦ CRP γὰρ μερικὰ αἰσθητά), τοῦ δὴ νοουμένου κατὰ συμβεβηκός ἐστι μνήμη. εἰ 128v δὲ τοῦτο, οὐκ ἄν εἴη ἡ μνήμη ἕξις ἢ πάθος καὶ τοῦ λογικοῦ μέρους τῆς ψυχῆς, ἀλλὰ μόνου τοῦ αἰσθητικοῦ. ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ, ὡς μαθησόμεθα τὴν λέξιν βασανίζοντες, καὶ ἄνευ ταύτης οὐδὲν νοεῖ· πίναξ γάρ ἐστιν ἡ φαντασία τῷ νῶ. τὰ γὰρ ἐν αὐτῇ ἐγγραφέντα καὶ ἐντυπωθένται ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ὁρῶν ὁ νοῦς ἀποσυλᾷ τοὺς καθόλου λόγους αὐτῶν. ὡς γὰρ ἄνευ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως οὐκ ἔστι φανσασία, οὕτως οὐδὲ ἄνευ φαντασίας λῆψις τοῦ καθόλου. ἀπὸ γὰρ τῶν ἐν αὐτῇ τύπων καὶ ἐγκαταλειμμάτων, ὡς εἴρηται, συνάγει τοὺς καθόλου λόγους ὁ νοῦς. ὑφ᾿ οὗ συνάγεται ἀναγκαίως, ὡς ἔχε. τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος ὁ κινῶν τὴν φαντασίαν πρὸς τὰ αἰσθητά, οὕτως ἔχειν καὶ τοὺς καθόλου λόγους τοὺς κινοῦντας τὸν νοῦν πρὸς τοὺς τῆς φαντασίας τύπους καὶ τὰ ἐγκαταλείμματα. γίνεται γὰρ ἀπὸ μὲν τῶν αἰσθητῶν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα, ἀπὸ δὲ τούτων τὸ καθόλου. ὥστε συμπλέκεται ὁ νοῦς τῇ φαντασία, καὶ ἄνευ αὐτῆς οὐδέν τι δύναται νοεῖν. εἰ δὲ τοῦτο, δηλονότι ὥσπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν γεγραμμένον ἐν Ἀθήναις ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ἵνα σαφέστερον εἴπω, ὥσπερ ἡ αἴσθησις ὁρῶσα τὸν Σωκράτην ὁρᾷ τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον καὶ γὰρ ἐν τῷ καθ’ ἕκαστα τὸ καθόλου), οὕτω καὶ ἡ μνήμη καθ’ αὑτὴν μέν ἐστι τοῦ τύπου καὶ τοῦ πάθους, κατὰ συμβεβηκὸς δὲ τοῦ καθόλου· τὸ γὰρ καθόλου κατὰ ἀναπλασμὸν ἀπὸ τοῦ ἐν τῇ αἰσθήσει πάθους ὁ νοῦς ἀναζωγραφεῖ. οὕτως οὗν καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς τύπους καὶ τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου. κατὰ συμβε|βηκὸς ἄρα ἐστὶ μνήμη τοῦ νοητοῦ διὰ τὸ ἅμα 129r τῷ γενέσθαι μνήμην τῶν πραγμάτων συναναφαίνεσθαί πὼς αὐτῇ καὶ τὸ ἐκ τούτων καθόλου. καὶ ἔστι καθ’ αὑτὸ μὲν ὁ νοῦς τῶν καθόλου, ὡς ἡ φαντασία τῶν φανταστῶν, κατὰ συμβεβηκὸς δὲ τῶν αὐτῶν τούτων καθόλου ἡ μνήμη, ὡς καὶ ἡ ἐν Ἀθήναις αἴσθησις τοῦ ἐν Ἰνδίᾳ νεμομένου ἐλέφαντος. ταῦτα μὲν οὖν ἀρκούντως, ἐπὶ δὲ τὴν λέξιν μετιτέον.

Συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῶ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν.

Τοῦτο καὶ τὰ ἐφεξῆς. πάντα, ὡς εἴρηται, μεταξὺ παρεμβέβληται, κατασκευαστικὰ ὄντα, ὡς δηλοῖ καὶ ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. εἰσὶν οὖν κατασκευαστικά, ὅτι οὐδὲν νοεῖ ἄνευ φαντάσματος ὁ νοῦς. πάνυ δὲ 10 ἀσαφῶς καὶ μεμελανωμένως ἀπαγγέλλει τὰ λεγόμενα. ἐστι δὲ συλλεξάμενον 1 δὴ] διὰ S 2.3 πάθος μόνου τοῦ αἰσθητικοῦ καὶ — ψυχῆς CRP 4 πινάκιον CRP 9 αὐτῶ CRP αὐτῇ etiam Soph.) 13 ante γὰρ add. μὲν CP 16 ἑαυτὸ S αὐτὸ etiam Soph.) ὁρᾶ τὸ S: ὁρατὸν a ὁρᾷ τὸν etiam Soph.) 17 νεμόμενον SCRa Soph.: ἐλέφαντα P 19 καὶ γὰρ ἐν τῷ] ἐν γὰρ τοῖς RP 20. 21 τὸ καθδλου RP 22 οὕτω καὶ CRP καθ’ ἑαυτὴν S 25 αὐτῶ KP 26 καθ’ ἑαυτὸ S 28 Ἰνδίᾳ νεμομένου Sa: Θήβαις CRP 29 οὖν cm. CRP 32 παρεμβέβληνται RP 33 ὡς] καὶ S 34 οὐδὲ RP 35 ἀποστέλλει liP συλλεξαμένοις CRP τὸν νοῦν εἰπεῖν οὕτως· συμβαίνει τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν 129r τῷ διαγράφειν. ὥσπερ γὰρ ἐν ταῖς ἀποδείξεσιν βουλόμενοι ἀποδεῖξαι, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ μηδὲν ὅλως χρῄζοντες πρὸς τὴν τοιαύτην δεῖξιν ὡρισμένου τινὸς ποσοῦ κἂν γὰρ δακτυλιαία ἐστὶν ἑκάστη τῶν πλευρῶν αὐτοῦ κἂν πηχυαία κἂν ἡτισοῦν, δειχθήσονται δυσὶν ὀρθαῖς ἴσαι, ὥστε ὅλως μὴ δεόμενοι ὡρισμένου τινὸς ποσοῦ, οὔτε γὰρ ἰσοσκελοῦς οὔτε ἰσοπλεύρου οὔτε σκαληνοῦ, ἀλλὰ μόνον τριγώνου), ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον κατὰ ποσόν ὃ γὰρ ἄν γραφῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἤ τι τοιοῦτο, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), οὕτω καὶ ὁ νοῶν, κἄν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμμάτων ποσόν. κἀν γὰρ λευκόν, κἂν θερμόν, κἄν ὀσμήν, κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, μετὰ ποσοῦ ταῦτα νοεῖ· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον καὶ πολυτίμητον νοῦν ἐπιστρέψῃ, εὐθὺς ὄγκους καὶ μεγέθη καὶ διαστάσεις τινὰς φαντάζεται. πάλιν δὲ εἰ καὶ νοῶν τὸ λευκὸν ἢ τὴν ὀσμὴν ἢ τὴν γλυκύτητα, ποσὰ μὴ ὄντα, τίθεται πρὸ ὀμμάτων ποσόν, τουτέστι μετὰ διαστάσεως τινος καὶ ποσότητος ταῦτα νοεῖ, ἀλλ’ οὐχ ᾗ ποσὰ ταῦτα νοεῖ, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικόν ἐστιν ὄψεως, τὸ δὲ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἀλλοτρίων, καὶ τὸ γλυκὺ ὁμοίως. ὅτι δὲ μετὰ ποσότητος ταῦτα νοεῖ, δῆλον· ἐπειδὰν γὰρ νοῇ λευκόν, μετὰ ἐπιφανείς ἢ σώματος αὐτὸ νοεῖ· ἡ δὲ ἐπιφάνεια καὶ τὸ σῶμα ποσόν. ἐπεὶ οὖν ὁ νοῦς ὃ ἄν νοῇ μετὰ ποσοῦ τινος αὐτὸ νοεῖ, ταῦτα δὲ τῆς φαντασίας αὕτη γὰρ παρεμπίπτουσα ταῖς τοῦ νοῦ νοήσεσιν, ὡς ὁ Πλάτων φησίν, οὐκ ἐᾷ νοῆσαι καθαρῶς, ὅπερ ἐστὶν ἕκαστον τῶν νοουμένων, ἀλλ’ εὐθὺς ὄγκους καὶ διαστάσεις καὶ μεγέθη παρεμφαίνει), φανερὸν ὅτι οὐδέν τι νοεῖ χωρὶς φαντάσματος.

Ἄν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ, τίθεται μὲν πόσ’ ὂν ὡρισμένον, νοεῖ δὲ ᾗ ποσὸν μόνον.

Εἰπὼν ὅτι κἂν μὴ ποσὸν νοῇ εἰσὶ δέ, ὡς ἴσμεν, μὴ ποσὰ πᾶσαι αἱ ἄλλαι αἱ παρὰ τὸ ποσὸν κατηγορίαι, οὐσία, ποιόν, πρός τι καὶ αἱ λοιπαί), 2 βουλόμενος R 3 εἰσὶν ἴσαι a μηδὲ G 5 ἡτισοῦν SP a Shop.: ὁστισοῦν CR δειχθήσεται S 9 τοιοῦτόν τι CRP (variant etiam Soph, codd.) δὲ Sa Soph.: γὰρ CRP 10 ὁ om. a (habet etiam Soph.) 10. 11 τίθεται—ποσόν Sa: μετὰ ποσοῦ ταῦτα νοεῖ CRP Soph. 12 μετὰ τοῦ add. S) ποσοῦ ταῦτα νοεῖ Sa: τίθεται—ποσόν (v. 10. 11) CRP 15 πάλιν Sa: τάχα CRP Soph. νοεῖ conicio 16 πρὸ ὀμμάτων ποσὸν τίθεται CRP, sed v. 11 et Arist. 16. 17 καὶ ποσότητός τινος S 17 prius ταῦτα] αὐτὰ CRP, sed v. 12. 20 18 ἐστιν ὄψεως Sa: ὄψεως ἐστι RP, ὄψεως C Soph. 19 δὲ ante ὁμοίως add. a 21 ὃ δἄν (= δὴ ἄν) CRP 22 ταὐτὴ R 23 Πλάτων] Phaedo p. 66 D (cf. Philop., Comm. XV 2,30. 542,12), male Soph. p. 260 D affert Spengel 24 τῶν νοουμένων ἕκαστον CP 25 τι om. P 27 ἀόριστον a (Arist. E1) τίθησι CRP 28 οὐχ ante ᾗ ποσόν add. S μόνον a (.Arist., cf. p. 11,7): ὡρισμένον ceteri, ante ὧρ. add. οὐχ rubro P 29 εἰπὼν a: εἰπὼν οἱ ceteri κἄν CRP Arist.: ἐὰν Sa νοῇ om. a ἐπήγαγεν· ἄν δὲ ἡ φύσις ᾗ τῶν ποσῶν, ἀορίστων δέ. ἔστ’. δὲ τὸ λεγόμενον· 129r ἄν δὲ ᾗ τὸ νοούμενον μὴ οὐσία μηδὲ ποιόν, ἀλλά τι τῶν ὑπὸ τὸ ποσόν, οἷον τρίγωνον ποσὸν γάρ τι τὸ τρίγωνον), ἄν οὗν ποσόν, ἀόριστον μέντοι ἀόριστος γὰρ κατὰ τὸ ποσὸν ἡ τοῦ τριγώνου φύσις), τίθεται μὲν καὶ καταγράφει ποσὸν ὡρισμένον πᾶν γὰρ γεγραμμένον τρίγωνον, ὡς ἤδη εἴρηται, ὡρισμένον), νοεῖ δὲ οὐχ ὡρισμένον οὐ γὰρ νοεῖ αὐτὸ ὅτι σκαληνὸν ἢ ἰσόπλευρον), ἀλλ’ ἁπλῶς ὡς ποσόν, τουτέστιν ἀλλ’ ἁπλῶς τρίγωνον, καὶ τρίγωνον ἀδιάστατον· ὁ γὰρ τοῦ τριγώνου λόγος καὶ τὸ εἶδος ἀδιάστατον. οἱ μὲν γὰρ ἐν τῇ φαντασίᾳ τοῦ αἰσθητοῦ τριγώνου τύποι ὡρισμένοι τρόπον τινὰ κατὰ μέγεθος ὅσον γὰρ ἦν τὸ γεγραμμένον, τοσοῦτον αὐτὸ πάλιν ἡ φαντασία φαντάζεται), τὰ δὲ καθόλου, ἅπερ ἐκ τῶν τύπων συναθροίζεται, ἀόριστα κατὰ μέγεθος· οὐδὲν γὰρ καθόλου ὥρισται μέγεθος. ὥστε μετὰ μεγέθους ἀεὶ ἡ νόησις αὐτοῦ, ὥσπερ καὶ τὰ ὁρώμενα γράμματα μετὰ μεγέθους τινός. ταῦτα δὲ λέγεται περὶ τοῦ καθ’ ἕξιν νοῦ, ἀλλ’ οὐ περὶ τοῦ πρακτικοῦ. νοεῖ μὲν οὖν αὐτὰ οὐχ ᾗ μεγέθη οὐδ’ ὡς ἔχοντα τοσόνδε μέγεθος, ἀλλ’ ὅλως ὡς ἀμεγέθη, εἰ καὶ παρεμπίπτει μεγέθους φαντασία· εἰ δὲ μετὰ μεγέθους, δηλονότι μετὰ φαντασίας· οὐδὲν ἄρα νοεῖ χωρὶς φαντασματος.

Διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς οὐδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα ἄλλος λόγος.

Μῆ ἐν χρόνῳ λέγει πάντα τὰ ἀίδια. εἰπὼν δὲ ὅτι πᾶν, ὃ ἄν νοῇ ὁ ἐν ἕξει δηλονότι νοῦς, μετὰ φαντασίας τινὸς καὶ μεγέθους αὐτὸ νοεῖ καὶ ἐν χρόνῳ, ἐπειδὴ συνῄσθετο ἀπαιτούμενος τὴν τούτων αἰτίαν ζητεῖται γὰρ διὰ τί τὰ ἀμεγέθη καὶ ἄχρονα μετὰ μεγέθους καὶ ἐν χρόνῳ νοεῖται), ἐπήγαγε· διά τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς καὶ μεγέθους μηδὲ ἄνευ χρόνου τὰ ἀίδια, ἄλλος λόγος, καὶ προσυπακουστέον τὸ ἀκριβέστερος. εἴρηται μὲν γὰρ καὶ νῦν ὅτι διὰ τὸ συμπλέκεσθαι τῇ φαντασίᾳ, δέδεικται δὲ καὶ ἐν ἄλλοις ἀκριβέστερον, καὶ διὰ τί ἐν χρόνῳ καὶ οὐκ ἀχρόνως. ἇλος οὖν λόγος ἀκριβέστερος δέδειχε τὸ παρόν. μήποτε δὲ τὸ ἄνευ χρόνου ὡς ἑρμηνευτικὸν ἐπῆκται τοῦ ἄνευ συνεχοῦς, ἶν’ ᾗ τὸ ἄνευ συνεχοῦς καὶ τὸ ἄνευ χρόνου ἐκ παραλλήλου κείμενον· ὁ γὰρ χρόνος συνεχής ἐστιν. καὶ εἴη ἄν τὸ λεγόμενον· διὰ τίν 1 tert. δὲ ora. RP 2 νοούμενον] λεγόμενον RP, prius C 4 τὸ oin. CRP καὶ om. C 4. 5 καταγράμμα C 5 εἴρηται] p. 10,9 6 σκαληνὲς CR 9 τῆ om. a 10 ἂν ante ἦν add. RP αὐτῶ S, prius R 10. 11 ἡ φαντασία om. RP ’ οὐδὲ RP μεγέθει C 13 αὐτοῦ ἡ νόησις ἀεὶ CRP 15 οὐδ’ Sa: τουτέστιν οὐχ CRP 16 ἀμεγέθους CR παραπίπτει S 19 νοεῖν SCRP (Arist. E): νοεῖν οὐδ’ a νοεῖν οὐδὲν Arist. praeter E) 19. 20 ἄνευ τοῦ συνεχῶς Arist. EY 21 λέγεται CRP δὲ πᾶν ὅτι ἄν Sa 26 prius καὶ om. RP μηδὲ] οὐδὲ conicio 27 τὸ] τοῦ a, fort, recte: v. Ind. ἀκριβέστερον C. prius P: ἀκριβέστερα R εἴρηται— δὲ καὶ adil. a) ἐν ἄλλοις ἀκριβέστερον (28) Sa: om. CRP 30 δέ] διὰ RP 31 ἵν᾿ — συνεχοῦς om. RP μὲν οὖν αἰτίαν οὐ δύναται νοεῖν τὰ μὴ ἐν χρόνῳ ἄνευ χρόνου, ἄλλος λόγος. 129v ζητεῖται γὰρ τοῦτο.

Μέγεθος δ’ ἀναγκαῖον γνώριζε καὶ κίνησιν, ᾧ καὶ χρόνον.

Τοῦτο συνεχὲς ἄν οἶμαι εἴη τῷ τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν. εἰπὼν γὰρ ὅτι ὁ νοῦς τίθεται πρὸ ὀμμάτων τὸ μὴ ποσὸν ὡς ποσόν, ὅμως οὐχ ἡ ποσὸν νοεῖ αὐτὸ οὐδὲ γάρ ἐστι τὴν ἀρχὴν ποσόν), ἀλλ’ ᾗ ἄποσον, περὶ ὧν ἀκριβέστερον εἴρηται ἐν τῷ τρίτῳ λόγῳ τῶν Περὶ ψυχῆς, ὅτε ἐζητεῖτο πῶς ὁ νοῦς νοεῖ τὰ νοητά. ἐπειδὴ οὖν γνῶσις ἡμῖν γίνεται καὶ μεγέθους καὶ κινήσεως, ἅπερ ἐστὶ καὶ κυρίως ποσά, λέγει ὅτι ταῦτα γνωρίζει τῷ μορίῳ τῆς ψυχῆς ᾧ καὶ τὸν χρόνον· γνωρίζει δὲ τὸν χρόνον τῇ πρώτῃ αἰσθήσει. τὸ δὲ καὶ τὰ φαντάσματα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ἐν ἐκείνῳ τῷ μορίῳ τῆς ψυχῆς γινώσκει μέγεθος καὶ κίνησιν, ᾧ καὶ χρόνον· ἔστι δὲ τὸ μόριον ἐκεῖνο ἡ κοινὴ αἴσθησις, ἧς πάθος ἐστὶν ἡ φαντασία. εἰ δὲ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά χωρὶς γὰρ φαντασίας οὐδὲν ὁ νοῦς νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης, τὰ μὲν συνεργούσης ὡς ἐπὶ τῶν μαθημάτων — οἷον γὰρ ἀβάκιον τοῦ νοῦ ἐστιν ἐπὶ τούτων ἡ φαντασία· καὶ εἰς ἄλλα δὲ πολλὰ συνεργεῖ —, τὰ δὲ καὶ ἐμποδιζούσης, ὡς ἐπὶ τῆς τῶν νοητῶν τε καὶ θείων θεωρίας· ἐν γὰρ τῇ τούτων θεωρίᾳ περιέλκεται ὁ νοῦς ὑπὸ τῆς φαντασίας σχήματα καὶ μεγέθη φανταζομένης καὶ μὴ συγχωρούσης ἐκείνων εἰλικρινῶς ἀντιλαμβάνεσθαι), εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά, ἡ δὲ φαντασία καὶ ἡ μνήμη αἱ αὐταὶ τῶ ὑποκειμένῳ καὶ πάθη τῆς κοινῆς αἰσθήσεως, δηλονότι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστι. καὶ δῆλον τοῦτο ἐκ τοῦ μνημονεύειν καὶ πολλὰ τῶν ἀλόγων ζῴων. τὸ δὲ ἡ δὲ μνήμη καὶ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν ἴσον ἐστὶ τῷ ταῦτα δέ, ὧν ὡς νοητῶν μνημονεύει, οὐκ εἰσὶ νοητά, ἀλλὰ φανταστά. λέγομεν δὲ αὐτὰ νοητὰ καὶ μνήμην νοητῶν ἡ διὰ τὸ τὸν νοῦν περὶ αὐτὰ ἐνεργεῖν, ὡς εἶναι φανταστὰ μὲν ἀπλῶς, ὅταν ἡ αἴσθησις ἡ πρώτη περὶ αὐτὰ ἐνεργῇ, νοητὰ δέ, ὅταν ὁ νοῦς μετὰ τῆς φαντασίας, ὡς ἡ ὄψις μετὰ τοῦ βιβλίου· ἢ καὶ διὰ τὸ ἀπ’ 5 οἶμαι Sa: om. ORP 6 νοεῖ] ἐννοεῖ S ὅτι, <εἰ καὶ> e. gr. couicio 7 οὐδὲν S 8 ᾖ om. RP 9 λόγῳ τῶν scripsi: λόγω τῶ RP: τῶν a: λόγω SC, ν. De an. Γ —6 ἐζήτει SR 10 ἐπιγίνεται CRP ὥσπερ a καὶ (ante κυρίως) Sa: om. ORP 11 ᾧ Sa: ἐν ὧ ORP 12 καὶ τὰ] κατὰ C τὸ ccavxaarxa Arist. 13 ἐν vid. del. 14 ante γινώσκει add. ἐν ὧ καὶ τὸν χρόνον RP ᾦ καὶ χρόνον om. RP IG πάντα CRP Soph, (cf v. 22): τὰ πάντα Sa τὰ Sa (cf. v. 23): τὸ CRP Soph. 17 alt. συνεργούσης SC Soph.: ὡς ἐνεργούσης RP: ὡς συνεργούσης a 19 alt. καὶ Sa: om. CRP 20 τῆς om. RP 22 συγχωρουμένης C ἐκείνω RP 23. 24 τῶ ὑποκειμένω αἱ αὐταὶ CRP: τῷ ὑποκειμένῳ ταὐτό Soph. 26 δὲ (ante μνήμη) om. RP καὶ ἡ τῶν Arist. 26. 27 οὐκ ἄνευ τῆς φαντασίας Arist. EY 27 ἐστὶ om. S 29 ἢ καὶ διὰ Sa 31 τῆς om. CRP αὐτῶν συνάγεσθαι τὰ νοητά, αὐτούς φημι τοὺς καθόλου λόγους. εἰ δὲ τοῦτο, 129v φανερὸν ὅτι ἡ μνήμη τοῦ νοουμένου, τουτέστι τοῦ νοητοῦ, κατὰ συμβεβηκὸς ἄν εἴη, καθ’ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τῆς πρώτης καὶ κοινῆς αἰσθήσεως. εἰ δ’ ἦν ἡ μνήμη πάθος τοῦ νοῦ, ἦν ἂν καθ’ αὑτὸ καὶ τῶν νοητῶν. φανερὸν δέ, ὡς καὶ πρότερον εἴρηται, ὅτι τοῦ πρώτου αἰσθητικοῦ πάθος ἢ ἕξις ἐστὶν ἡ μνήμη, καὶ ἐκ τοῦ πολλοῖς τῶν ἀλόγων ζῴων ὑπάρχειν καὶ μὴ μόνοις τοῖς ἀνθρώποις τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ γὰρ μὴ ἦν τοῦ πρώτου αἰσθητικοῦ, ἀλλά τινος τῶν νοητικῶν μερῶν, οὐδενὶ ἄλλῳ ἄν ὑπῆρχε πλὴν ἀνθρώποις· μόνοι γὰρ οὗτοι νοῦν ἔχουσιν. εἰπὼν δὲ ὅτι…

The complete text is available when the reading interface loads.