The Greek Library Author

Michael Of Ephesus

In libros de partibus animalium

Scientific editors
Michael Hayduck
Edition reference
Michaelis Ephesii in libros de partibus animalium, de animalium motione, de animalium incessu commentaria · Berlin · Reimer · 1904
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΣΧΟΛΙΑ EII TO ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΜΟΡΙΩΝ ΜΙΧΑΗΛ TOY ΕΘΕΣΙΟΥ.

Ὥσρερ ἐν τοῖς ἠθικοῖς ἐπιγραφομένοις Νικομαχείοις πρότερον προεῖπε ποταπὰς δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς περὶ τὰ καλὰ καὶ τὰ δίκαια γινομένας, ὁποῖόν τε τὸν περὶ τούτων ἀκουσόμενον εἶναι χρή, ὅτι πεπαιδευμένον (κρίνει γάρ, φησὶν ἐν ἐκείνοις, ἕκαστος καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής· καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος) ὡς οὗν ἐν ἐκείνοις ταῦτα προειπὼν οὕτω τὸν περὶ τῶν ἠθῶν λόγον ἐποιήσατο, οὕτω κἀνταῦθα ποιεῖ καὶ ἐκτίθεται τὸν ἀκουσόμενον τῆς περὶ τῶν ζῴων μορίων καὶ τῶν αἰτιῶν, δι’ ἃς ταῦτα ἔχει τὰ ζῷα, πραγματείας, καί φησι περὶ πᾶσαν θεωρίαν τιμιωτέραν τε καὶ ταπεινοτέραν δύο ἕξεις εἰσίν, ὧν τὴν μὲν ἐπιστήμην προσαγορεύομεν καὶ τὸν ἔχοντα αὐτὴν ἐπιστήμονα καλοῦμεν, θατέραν δὲ παιδείαν καὶ τὸν ἀπ’ αὐτῆς πεπαιδευμένον᾿. πεπαιδευμένος δὲ λέγεται οἷον φέρε εἰπεῖν ἐπὶ γεωμετρίας οὐχ ὁ ἔχων ἀκριβεστάτην πάντων ἕξιν τῶν γεωμετρικῶν θεωρημάτων ὁ γὰρ τοιοῦτος κυρίως ἐπιστήμων ὀνομάζεται), ἀλλ’ ὁ ἔχων γεωμετρικὰς ἀρχὰς καί τινων θεωρημάτων γνῶσιν καὶ δυνάμενος ἐκ τούτων κρίνειν τὸν διαλεγόμενον ὡς γεωμέτρην κατὰ τὰς γεωμετρικὰς ἀρχὰς καὶ ὡς δεῖ γεωμέτρην διαλέγεσθαι. ὅστις οὖν ἔχει ἀρχὰς γεωμετρικὰς ἀριθμητικάς τε καὶ ἀστρονομικὰς καὶ φυσικάς, καὶ ἁπλῶς ἁπασῶν τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ δυνάμενος ἐκ τούτων κρίνειν τόν τε φυσικόν, εἰ φυσικῶς διαλέγεται, καὶ τὸν μαθηματικόν, εἰ μαθηματικῶς, καὶ τοὺς ἄλλους ὁμοίως, ὁ δὴ τοιοῦτος ὀνομάζεται ὅλως πεπαιδευμένος ἤγουν περὶ ἅπαντα πεπαιδευμένος καὶ ἁπάντων ἀρχὰς ἔχων καὶ πάντων κριτικὸς νομιζόμενος, εἷς ὢν τῷ ἀριθμῷ· οὐ γὰρ πολλοὶ ὁ τοιοῦτος, ἀλλ’ εἷς. ὅστις δὲ ἔχει ἀρχὰς μιᾶς τινος φύσεως καὶ ἐπιστήμης, οἷον γεω- 1. 2 Tit. Σχόλια—Ἐφεσίου a, itemque (nisi quod τοῦ om.) P: σχόλια εἰς τὸ περὶ ζώων μορίων S 3 ἐν τοῖς ἀθικοῖς—Νικομαχείοις] A 1 p. 23sqq. 5 τε om. a post τούτων add. τε a et (supra v.) P ὅτι om. a 7 ὄρα F a Arist.: καὶ PS 8 post προειπὼν add. καὶ P περὶ τὸν ἠθῶν S 9 τῆς] τε a περὶ τῆς τῶν coll. S 13 δὲ (post θατέραν)] τε a post αὐτῆς add. δὲ a 24 κριτικὸς ex κινητικὸς corr. P 25 τινὸς μιᾶς coll. P Comment. in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 1 μετρίας μόνης, οὗτος διάκειται περὶ ἕν τι μόριον τῆς ὅλης ἐπιστήμης ὡς ὁ πρότερος περὶ ἅπαντα. ἐκ δὴ τούτων δῆλον ὅτι ὁ μὲν ἐπιστήμων καὶ πεπαιδευμένος ἐστίν, οὐ πᾶς δὲ πεπαιδευμένος ἐπιστ·ήμων. εἰ δὴ ἐπὶ πάντων οὕτως ἔχει, δεῖ καὶ τῆς περὶ φύσεως ἱστορίας ὑπάρχειν ἀρχὰς καὶ ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ὁ ἀκροώμενος ἀποδέξεται τὰ δεικνύμενα χωρὶς τοῦ πῶς ἔχει τἀληθές. εἰ γὰρ τοῦτό ποτε θεωρεῖ, ἀλλ’ οὖν οὐ προηγουμένως ὁ πεπαιδευμένος σκοπεῖ, κἂν ἀληθὲς ἢ μὴ τὸ δεικνύμενον ᾖ ἐπιστήμονος γάρ ἐστι τοῦτο), ἀλλ’ ἔργον ἐστὶν αὐτῷ θεωρῆσαι, εἰ γεωμετρικόν ἐστι τὸ δεικνύμενον, εἰ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δεί- κνυται.

Ταῦτ’ εἰπὼν ἐπάγει ‘ἆρα δεῖ λαβόντας ἑκάστην οὐσίαν περὶ ἑκάστης ἰδίᾳ ζητῆσαι, οἷον χωρὶς μὲν περὶ | ἀνθρώπου φύσεως καὶ ἰδίως περὶ λέον· τος, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑποθεμένους’; οἷον ἐπεὶ συμβέβηκε καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ λέοντι καὶ ἄλλοις πολλοῖς τὸ ἀναπνεῖν, τὸ αὔξειν, τὸ φθίνειν, δεῖ ὡς κοινόν τι πρᾶγμα καὶ κοινήν τινα φύσιν λαβεῖν τὸ ἀναπνευστικὸν καὶ ζητεῖν, ὅπως καὶ διὰ τί ἀναπνέουσι τὰ ἀνα- πνευστικὰ καὶ αὔξει τὰ αὐξητικά, ἢ χωρὶς μὲν ἰδεῖν ὅπως ὁ ἄνθρωπος ἀναπνεῖ καὶ ἰδίως ὅπως ὁ ἵππος; εἰπὼν δὲ καὶ ὅτι πολλοῖς ἑτέροις οὖσιν ἀλλήλων τῷ εἴδει ὑπάρχει τὰ αὐτά, οἷον ὕπνος, ἀναπνοή, αὔξησις, φθίσις, θάνατος, ἐπήγαγε καὶ πρὸς τούτοις ὅσα τοιαῦτα τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων, ὃ ἴσον ἄν εἴη τῷ καὶ πρὸς τούτοις ἄλλα πλεῖστα κοινῶς ὑπάρχει τοῖς ζῴοις, ἃ παραλέλειπται καὶ οὐ κατείλεκται νῦν ἡμῖν· ταῦτα δ’ ἄν εἶεν ἐγρήγορσις, μακροβιότης, βραχυβιότης καὶ τὰ ὅμοια. τὸ δὲ ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων εἴρηται ἀντὶ τοῦ οὔπω γὰρ περὶ τούτων ὑπό τινος τῶν πρὸ ἡμῶν ἢ τῶν σὺν ἡμῖν ὄντων διώρισταί τε καὶ σεσαφήνισται, εἴτε χωρὶς δεῖ λέγειν εἴτε κοινῶς. εἰπὼν οὖν ὅτι πότερον δεῖ λαβόντας μίαν ἑκάστην οὐσίαν καὶ τὰ ἑξῆς, ἐπάγει φανερὸν δὲ καὶ ὅτι κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις τὰ αὐτά, αἰνιττόμενος διὰ τούτων ὡς οὐ δεῖ χωρὶς περὶ ἑκάστου λέγειν, ὅπως τε ὁ ἵππος ἀναπνεῖ καὶ ὅπως ὁ ἄνθρωπος, ἀλλὰ ληπτέον ὡς μίαν τινὰ φύσιν τὸ ἀναπνευστικὸν καὶ σκοπητέον, ὅπως γίνεται. ἐπεὶ δὲ τῶν κοινῶς ὑπαρχόντων τοῖς ζῴοις τὰ μέν ἐστι συνώνυμα, τὰ δ’ ὁμώνυμα, θεὶς ὑποδείγματα τῶν συνωνύμων ὕπνον, ἀναπνοήν, αὔξησιν, φθίσιν, τίθησι καὶ τῶν ὁμωνύμων λέγων ἕτερα δὲ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, τὸ ἕτε ῥα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών· ἡ γὰρ πορεία ὁμωνύμως βαδίσεως καὶ ἕρψεως καὶ πτήσεως κατηγορεῖται· τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ 3 δὴ] δέ P 6 εἰ γὰρ—ἀληθὲς (7) om. P post γὰρ add. καὶ a 8 ἦ] ἐστιν a 11 λαβόντα Pa 12 ἰδίᾳ a, sed cf. v. 18 24 δέ om. S 24. 25 περὶ τούτων νῦν coll. a 28 καὶ post δὲ supr. v. S ὅτι καὶ Arist. 29 post αἰνιττόμενος add. οἶμαι a 30 οὐ infra v. P 31 post ἄνθρωπος add. πολλάκις γὰρ ἀναγκασθησόμεθα λέγειν ταὐτὰ a 31. 32 σκεπτέον a 35 μὲν om. P 36 τοῦ ὁμώνυμον P ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν. τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἄν εἴη τῷ ἀρά γε ὥσπερ οἱ μαθηματικοὶ λαβόντες τὸ πρᾶγμα ὅτι ἐστὶν οὕτω τὰς αἰτίας, διὰ τί οὕτως ἔχει, ζητοῦσι λαβόντες γὰρ ἐξ αἰσθήσεως ὅτι τῶν ἀστέρων οἱ μὲν ἀεὶ δύνουσιν, ὡς τὸ λεγόμενον θυτήριον, ὡς ὁ στέφανος, οἱ δὲ οὐδέποτε ποιοῦνται δύσιν, ὡς ἡ ἄρκτος, οὕτω τὴν αἰτίαν διὰ τί οὕτως ἔχει ἐζήτησαν) οὕτω δεῖ καὶ τὸν φυσικὸν πρότερον ἰδεῖν, εἰ ἔχει τὰ ζῷα καρδίαν, πνεύμονα, φλέβας, καὶ οὕτω ζητῆσαι, διὰ τί ταῦτα ἔχουσι τὰ μόρια, ἢ ἀνάπαλιν;

Ἤ τῇ αἰσθήσει ὁρισάμενος.

‘Ορίζεται τὴν ὑγείαν τῇ αἰσθήσει ὁ ἰατρός, ὅταν λαβὼν ὑγιᾶ χεῖρα φάσκῃ ‘ἐπειδὰν ἡ νοσοῦσα χεὶρ ἐνεργῇ ὡς αὕτη, τότε ὑγιανεῖ. ὁμοίως καὶ ἐπὶ οἰκίας ὅταν ἀφορῶν ὁ οἰκοδόμος πρὸς τὴν ἤδη οὖσαν ἑτέραν ὁμοίαν ἐκείνῃ ποιῇ.

εἰς ὃ πειρῶνται πάντες σχεδόν.

Οἱ γὰρ πρεσβύτεροι τούτου φιλόσοφοι τὸ ὑλικὸν ἅπαντες ἐζήτουν αἴτιον καὶ περὶ ἐκεῖνο διέτριβον ἧττον φροντίσαντες τῶν ἄλλων αἰτίων, κἂν ἐπὶ μικρὸν καὶ ἐκείνων, ὅσον ὀνειρώξασθαι, ἥψαντο.

Ἀλλ’ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος.

Ἕτερος, φησίν, ἐστὶν ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἤγουν τῆς ὕλης ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν καὶ ἐπὶ τῶν τεχναστῶν· τοῦτο γὰρ δεῖ προσυπακούειν. τῆς μὲν γὰρ φυσικῆς ἀρχὴ τὸ ὄν· ὡς ἤδη γὰρ ὄντα λαβοῦσα τὸν ἄνθρωπον, κἄν μήπω ἐστί, λέγει ‘ἐπειδὴ τοιονδί ἐστιν ὁ ἄνθρωπος, δεῖ τοιᾶσδε ὕλης᾿, καὶ οὕ φησιν ἐπειδὴ τοιαύτη ἐστὶν ἡ ὕλη, δεῖ ἄνθρωπον εἶναι. καὶ ἡ ἰατρικὴ ὁμοίως τὴν ὑγίειαν ὡς οὖσαν, κἂν μὴ ἔστι, καὶ ὁ γεωμέτρης τὸ τρίγωνον ὡς ὂν λαβὼν ζητεῖ, εἰ ἔχει τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἐπὶ δὲ τῶν τεχναστῶν οὐχ οὕτως, ἀλλ’ ὡς μὴ ὂν καὶ δυνάμενον γενέσθαι· φαμὲν γὰρ ἱεῖ ἔσται πρίων, δεῖ τοιᾶσδε ὕλης’, καὶ ἐπὶ τῆς οἰκίας ὁμοίως.

οὐδ’ ἔστιν εἰς ἀίδιον συναρτῆσαι.

Οὐ δυνατόν ἐστι, φησίν, εἰς ἀίδιον συναρτῆσαι τῆς τοιαύτης ἀποδείξεως ἤγουν τῆς ἀντιστρεφούσης τὴν ἀνάγκην ἐπὶ τῶν τεχναστῶν, ὥστε 2 ἀστρονομίαν Pa 4 et 5 λαμβάνοντες S 7 ἡ om. P 11 ὑγιῆ S 14 ἐκείνῃ om. P 16 τούτων S φιλόσοφοι om. S ἅπαντες om. S 17 καὶ] διέτριβον om. S 18 μικρὸν ὅσον καὶ ἐκεῖνοι ἀνειρώξασθαι S 19 δείξε P 19. 20 ἕτερος semel liabet S 22 δεῖ om. a 1* λέγειν ‘ἐπειδὴ ἡ | οἰκία τοδί ἐστι, δεῖ τοιαύτης ὕλης, καὶ ἐπεὶ τοιαύτη ὕλη ἐστίν, ἔσται οἰκία. ἐπὶ δὲ τῶν ἀιδίων δυνατὸν λέγειν ‘ἐπεὶ ὁ ἥλιος ἐν κριῷ ἐστιν, ἦν ἐν τοξότῃ, καὶ ἐπεὶ ἐν τοξότῃ ἐστίν, ἔστι ἐν κριῷ᾿. ἀλλὰ περὶ μὲν τούτων εἴρηκε καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς καὶ ἐν τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά.

Δεῖ δὲ μὴ λεληθέναι καὶ πότερον προσήκει λέγειν.

Καὶ τοῦτό φησι δεῖν γινώσκειν ἡμᾶς, ἀρ’ οὕτω ποιητέον τὴν παροῦσαν σκέψιν, ὥσπερ οἱ πρὸ ἡμῶν ἐποίουν. ἐκεῖνοι γὰρ ἔλεγον ὅτι τὴν τοῦ πράγματος γένεσιν, ὅπως γίνεται, πρότερον ζητεῖν ἄξιον· ταύτης γὰρ καταληφθείσης καὶ γνωρίμου γεγονυίας ἕπεται καὶ ἡ γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως καὶ τῆς οὐσίας αὐτοῦ. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ οὐκ ἀρέσκεται, ἀλλά φησιν ἔοικεν ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, καὶ ληπτέον τὰ ὑπάρχοντα ἑκάστῳ γένει ὡς ὑπάρχοντα, καὶ θεωρητέον τίνα τίσιν ὑπάρχει καὶ ἐστίν, οἷον τοῖς μὲν βουσὶν ἐχῖνος, σηπίᾳ δὲ τὸ σηπίον καὶ ἄλλοις ἄλλα. καὶ μετὰ τὴν γνῶσιν τῶν ὑπαρχόντων ἑκάστοις οὕτω ζητητέον τήν τε γένεσιν αὐτῶν καὶ τὰς αἰτίας, καθ’ ἃς ταῦτα αὐτοῖς ὑπάρχει. εἰ γὰρ μὴ γνῶμεν πρότερον ὅτι εἰσί, πῶς ἄν ὅπως γέγονεν εὕροιμεν; οὕτω γὰρ καὶ ἐπὶ οἰκοδομήσεως ποιοῦμεν· ὡς οὖσαν γὰρ τὴν οἰκίαν λαβόντες, οὕτω τὴν γένεσιν αὐτῆς ζητοῦμεν, ὅπως ἐγένετο. εἰ δὲ ἡ γένεσις ἕνεκα τῆς οὐσίας ἐστίν, οὐκ ὀρθῶς Ἐμπεδοκλῆς εἴρηκεν ὑπάρχειν πολλὰ τοῖς ζῴοις κατὰ συμβεβηκὸς καὶ ἀπὸ τύχης. ἔλεγε γὰρ τὴν ῥάχιν ἀπὸ τύχης καὶ κατὰ συμβεβηκὸς ἔχειν τοὺς σπονδύλους· μία γὰρ οὖσα, φησί, καὶ συνεχὴς ὥσπερ ἡ ῥάβδος ἡ κάλαμος, καὶ στραφέντος τοῦ ζῴου ἢ κύψαντος κατεάγη. ἀγνοήσας πρῶτον μὲν ὅτι τὸ σπέρμα, ἀφ’ οὗ τὰ μέρη τοῦ ζῴου συνέστη, δεῖ δυνάμει ταῦτα πάντα εἷναι, εἶθ’ ὅτι καὶ ὁ πατήρ, ἀφ’ οὗ τὸ σπέρμα, πρότερός ἐστι τοῦ υἱοῦ· ὥστε διὰ τὸ τὸν πατέρα τοιόνδε εἶναι καὶ τὸ σπέρμα δυνάμει τὰ μέρη, διὰ τοῦτο γέγονεν ἡ ῥάχις τοιαύτη καὶ τὰ λοιπὰ μόρια, ἀλλ’ οὐχ ὅτι ἐστράφη ἢ ἔκυψε κατεαγεῖσα ἔσχε τοὺς ἁρμούς. ἰστέον δὲ καὶ τόδε ὅτι ὥσπερ ἐπὶ τῶν ἀπὸ φύσεως καὶ τέχνης γινομένων προυπάρχοντος τοῦ ποιητικοῦ ὑπ’ αὐτοῦ γίνεται τὰ γινόμενα οἷά ἐστιν, οὕτω καὶ ἐπὶ τῶν αὐτομάτως δοκούντων γίνεσθαι ἔνια γίνεται οἷα ἂν ἐποίησε φύσις ἢ τέχνη. εἰπὼν δὲ ὅτι τῶν τεχναστῶν προυπάρχει τὸ ποιητικὸν ὅμοιον ὂν τῷ γινομένῳ ἐπήγαγεν ἡ γὰρ τέχ’ νη’ λόγος καὶ εἶδος τοῦ τέχ’ ναστοῦ ἐστιν ἄνευ τῆς ὕλης’. καὶ τοῦτο παναληθὲς· ἡ γὰρ οἰκοδόμησις οὐδὲν ἄλλο τυγχάνει οὖσα ἢ τὸ εἶδος τῆς 1 τοδί] τοιαδί S ἐπειδὴ S ἤλη P 4 τῷ prius om. a 4. 5 ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς—Μετὰ τὰ φυσικά] cf. Anal. post. Β 11. 12 de gener. et corr. B 11 Metaph. Δ 5 8 post ἐποίουν add. ἡ τοὔμπαλιν S 11 αὐτῆς P (supr. v.) a 15 σηπείᾳ a σηπίον scripsi: σηπήιον libri 21 τοῖς om. a 23 ἡ] καὶ a 25 δεῖ δυνάμει εἶναι ταῦτα τὰ πάντα Pa 29 κατεάγη καὶ ἔσχε S 30 γενομένων P 31 γενόμενα P 33 ὑπάρχει Pa 34 εἶδος καὶ λόγος coll. S οἰκίας χωρὶς ξύλων καὶ λίθων. διὸ οὐ τὴν τύχην καὶ τὸ κατὰ συμβεβηκὸς αἰτιατέον, ἀλλὰ λεκτέον ‘ἐπεὶ τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, διὰ τοῦτο ταῦτα τὰ μόρια ἔχει’. οὐ γὰρ ἐνδέχεται εἶναι ἄνευ τῶν μορίων τούτων ἢ πάντων ἢ τῶν γε κυριωτάτων καὶ ὧν ἄνευ ἀδύνατον εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ δὲ μή, ἀλλ’ ὅτι ἐγγυτάτω τούτοις, καὶ ἢ ὅλως ἐχέτω τὰ μόρια, ἤτοι καὶ ἢ τὰ κυριώτατα ἐχέτω μόρια, καρδίαν, ἧ παρ’, τὰ ὅμοια, ὅτι χωρὶς τούτων ἀδύνατον εἶναι, ἢ καλῶς γε οὕτως, τουτέστιν ἢ πάντα ἐχέτω· τὸ γὰρ κάλλιον τοῦτό ἐστι τὸ μηδὲν ἐλλείπειν τῶν ἐν αὐτῷ μορίων. τὸ δὲ ταῦτα δὲ ἕπεται ἴσον ἐστὶ τῷ εἰ καλῶς ἔχοι ὁ ἄνθρωπος, ἕπεται ταῦτα πάντα μόρια αὐτοῦ· τῷ γὰρ καλῶς ἔχοντι τοῦτ’ ἀκολουθεῖ, τὸ μηδὲν ἐλλείπειν μήτε τῶν κυριωτάτων μήτε τῶν ἀκύρων.

Εἰπὼν δὲ ἀνωτέρω ὅτι πρῶτον τὰ φαινόμενα καὶ ὄντα ληπτέον περὶ ἕκαστον γένος, εἶθ’ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ μεταξὺ πολλὰ παρενείρας ἐπάγει ἐπεὶ δὲ ἔστι τοιοῦτον, τὴν γένεσιν ὡδί, δυνάμει λέγων ‘δεῖ δὴ τὸ πρᾶγμα ὡς ὂν λαμβάνειν, εἶτα λέγειν, ἐπειδὴ τοιοῦτόν ἐστι καὶ φύσιν εἴληφε τοιαύτην, δεῖ τὴν γένεσιν ὡδὶ γενέσθαι, πρότερον μὲν καρδίαν, εἶτα ἄλλο καὶ οὕτως ἕτερον’. ἀλλ’ οὗτος μὲν οὕτω δαιμονίως περὶ τούτου διορίζει· Ἐμπεδοκλῆοκλῆς δὲ τὴν ὕλην αἰτιᾶται τῆς γενέσεως λέγων ‘ἐπεὶ καὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἄνω πεφύκασι φέρεσθαι, γῆ δὲ καὶ ὕδωρ κάτω, συναγούσης τῆς Φιλίας τὰ στοιχεῖα τὸ ἐν ἐμοὶ ὕδωρ κάτω πεφυκὸς φέρεσθαι ἐκοίλανε τὸν τόπον | ὃν καλοῦμεν κοιλίαν, καὶ πεποίηκεν αὐτήν ῥανὶς γὰρ ἐνδελεχείῃ καὶ πέτραν κοιλαίνει), ὁμοίως καὶ ὁ ἀὴρ ἐπὶ τὸ ἄνω φερόμενος διέρρηξε τὸν τόπον καθ’ ὃν οἱ μυκτῆρες, καὶ γεγόνασι μυκτῆρες. εἰ οὖν ἄτοπον ταῦτα λέγειν, ἔστι δὲ καὶ ὁ ἄνθρωπος καὶ τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν φύσει, λεκτέον ἂν εἴη περὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι ἐκ πυρός εἰσι καὶ ἀέρος, ὥσπερ κἄν εἰ περὶ κλίνης ἐποιούμεθα τὸν λόγον, ἐπειρώμεθα μᾶλλον περὶ τοῦ εἴδους λέγειν ἢ περὶ· τῆς ὕλης, εἰ δὲ μή, ἀλλ’ οὖν περὶ ἀμφοῖν καὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλ’ οὐ περί γε τῆς ὕλης μόνης. καὶ πῶς ἄν περὶ ἀμφοῖν ἐλέγομεν, ἐπήγαγε ‘κλίνη γάρ ἐστι τόδε ἐν ὑποκειμένῳ οὖσα τῳδί, ἢ τόδε τὸ ὑποκείμενόν ἐστι τοιονδί.

Εἰ μἐν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον τῶν ζώὢν.

Δημόκριτος τὴν ἅπασαν ζήτησιν περὶ τῆς ὑλικῆς αἰτίας ποιούμενος ἀπεκρίνατο, τὸ δὲ τίνος ἕνεκα ἤτοι τὴν εἰδικὴν εἴα λέγων ἅπαντι δῆλόν 1 κατὰ om. S 2 τὸ] τῷ a 3.4 ἡ πάντων—κυριωτάτων om. P 5 ἐστι om. P τὰ (post ἡ)] καὶ S 10 πάπα om. a 11 ἀκολουθεῖ τοῦτο S 19 περὶ τούτων S 20 ἐπειδὴ τὸ S 23 ῥανὶς—κοιλαίνει] cf. Naeke Choeril. p. 169 ἐνδελεχίῃ libri 24 ὁ om. S 28 κἄν] γὰρ Pa 36 τὸ δὲ om. S τινος Pa ἤτοι om. S ἐστιν ὁποῖόν τι κατὰ τὴν μορφὴν καὶ τὸ χρῶμα ὑπάρχει ὁ ἄνθρωπος καὶ ἕκαστον τῶν ζῴων, κατὰ δὲ τὴν ὕλην ἄδηλον· εἰ δὲ τοῦτο, περὶ τοῦ ἀδήλου τὴν ζήτησιν ποιητέον, καὶ οὐ περὶ τοῦ φανερωτάτου’. πρὸς ταῦτα ἐνίσταται ὁ Ἀριστοτέλης λέγων ‘εἰ μὲν οὖν κατὰ τοιονδὶ σχῆμα καὶ χρῶμα ὁ ἄνθρωπος οὐσίωται καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν μορίων, ὀρθῶς ἄν ὁ Δημόκριτος λέγοι· εἰ δὲ μὴ κατὰ ταῦτα, ἀλλὰ κατὰ τὸν ὁριστικὸν λόγον, οὐκ ὀρθῶς. εἰ γὰρ ἦν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπῳ εἶναι κατὰ τοιονδὶ σχῆμα, ἦν ἂν καὶ ὁ τεθνεὼς ἄνθρωπος· σώζει γὰρ καὶ οὗτος τὸ τῶν ζώντων σχῆμα· ἀλλ’ ἄνθρωπος οὐκ ἔστιν. λίαν οὖν περὶ τούτων ἀπλῶς καὶ ἀνεπισκέπτως εἴρηκε, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ ἄν εἰ τέκτων λέγοι περὶ χειρὸς ξυλίνης ὅτι χείρ ἐστι ξύλον οὑτωσὶ λεανθὲν κοιλανθέν τε καὶ σχισθέν. οὕτω γὰρ καὶ οἱ φυσιολογοῖ τὰς τῶν σχημάτων αἰτίας λέγουσιν· ἐπεὶ τὸ ὕδωρ κάτω ῥεῖ, γέγονεν ἡ κοιλία, καὶ οἱ μυκτῆρες, ὅτι ὁ ἀὴρ ἄνω· ἀπὸ γὰρ τῆς ὕλης καὶ τῶν δυνάμεων, κουφότητος βαρύτητος, τὰς αἰτίας τοῦ σχήματος ἀποδιδόασι. καὶ ἴσως ὁ μὲν τέκτων αἴτια τοῦ σχήματος εἶπεν ἄν τὰ ὄργανα, τρύπανον καὶ σκέπαρνον, ὁ δὲ Δημόκριτος ἀέρα καὶ γῆν, ἀλλὰ βέλτιον ὁ τέκτων τὰς αἰτίας ἐρεῖ λέγων * * καταλέγει οὖν αὐ- τὰς οὗτος λίαν σαφῶς. δῆλον οὖν ὅτι οὐκ ὀρθῶς λέγουσιν, ἀλλὰ λεκτέον τὸ εἶδος τοῦ ζῴου, κἂν ἄνθρωπος κἂν ἄλλο ὁτιοῦν ἐστιν, ὅτι τοιοῦτον, καὶ περὶ ἐκείνου τοῦ εἴδους ζητητέον καὶ τί ἐστι καὶ ποῖόν τι, καὶ τῶν μορίων ἕκαστον. καὶ εἰ ἔστι τὸ εἶδος τοῦ ἀνθρώπου ἢ πᾶσα ψυχή, ἡ λογική τε καὶ ἄλογος, ἢ μέρος ψυχῆς, τουτέστι μόνη ἡ ἄλογος, ἢ ἂν ἀδύνατον χωρὶς ψυχῆς εἶναι τὸ τοῦ ἀνθρώπου εἶδος ἀπελθούσης γὰρ τῆς ψυχῆς οὐκέτι ζῷόν ἐστιν ὁ ἄνθρωπος οὐδὲ τῶν μορίων οὐδὲν πλὴν τῷ σχήματι μόνον, καθάπερ καὶ τὴν μυθευομένην Νιόβην ἀπολιθωθεῖσαν ἄνθρωπον μὲν μηκέτι εἶναι, σώζειν δὲ τὸ σχῆμα * *) εἰ δὴ εἶδος ἀνθρώπου ψυχὴ ἢ μέρος ψυχῆς, τοὐ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν, καὶ εἰ μὴ περὶ πάσης, τῆς τε λογικῆς καὶ ἀλόγου, ἀλλὰ τέως περὶ τῆς ἀλόγου, καθ’ ἣν τὰ ζῷα τὸ ζῷα εἶναι ἔσχηκεν. ἄλλως τε καὶ τῆς φύσεως τῆς μὲν ὡς ὕλης λεγομένης, τῆς δὲ ὡς εἴδους καὶ ἔστιν ἡ εἰδικὴ φύσις καὶ ὡς κινοῦσα καὶ ὡς τέλος· αὕτη γὰρ ὡς ἐφετὸν καὶ κοσμοῦν κινεῖ τὴν ὕλην· ἀλλὰ καὶ τὸ τέλος αὕτη· πάντα γὰρ τὰ πρὸ τοῦ εἴδους γινόμενα ἕνεκα τούτου γίνεται) διχῶς οὖν τῆς φύσεως λεγομένης, ὧν ἡ μέν ἐστιν ὡς οὐσί καὶ ἔστιν αὕτη ἤτοι ἡ πᾶσα ψυχή, ἡ λογικὴ καὶ ἄλογος, ἢ μέρος τι αὐτῆς οἷον ἡ ἄλογος, καὶ διὰ τοῦτο ῥητέον ἂν εἴη τῷ φυσικῷ περὶ ψυχῆς καὶ τοῦ εἴδους μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη ὥσπερ φύσις ἐστὶ διὰ τὸ εἶδος ἡ τοῦτο δι’ ἐκείνην.

Ταῦτα εἰπὼν ζητεῖ, πότερον περὶ πάσης ψυχῆς ἐστι τῆς φυσικῆς ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, δῆλον ὅτι καὶ περὶ τοῦ νοῦ· ὁ δὲ νοῦς 4 οὖν supr. V. P 6 λέγει a 9 ζώντων] ζώων Pa 11 λεινθἐν S κοιλανθέν τε om. S 17 lacuna ex Arist. p. 641a12 sqq. explenda 18 οὗτος] fort. οὕτως 23 τῆς om. a 24 ὁ om. a 26 addendum λέγομεν δὴ scripsi: δὲ libri 30 εἶδος PS τέλεια (sic) a 38 ἐστὶ ψυχῆς coll. S τῆς om. S τῶν πρός τι ὁ γὰρ νοῦς νοητῶν ἐστι νοῦς), ἐν δὲ τοῖς πρός τι ὁ θάτερον εἰδὼς καὶ θάτερον οἶδεν· ὥστε εἰ περὶ τοῦ νοῦ λέγει ὁ φυσικός, ἐρεῖ καὶ περὶ τῶν νοητῶν. εἰ οὖν ἡ φυσικὴ λέγει καὶ περὶ τῶν αἰσθητῶν καὶ περὶ τῶν νοητῶν, οὐδεμία ἔστι ἄλλη ἐπιστήμη παρὰ τὴν φυσικήν· οἰ|χήσεται ἄρα ἡ θeολογί. εἰπὼν δὲ ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης λέγειν περὶ νοῦ καὶ τῶν νοητῶν, ἐπήγαγεν εἴπερ ἄλλα, τουτέστιν εἴπερ ἕτερον ὁ νοῦς καἰ τὰ νοητά, ἀλλὰ μὴ ταὐτά· εἴρηκε γὰρ ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς ὅτι πᾶς νοῦς νοητὸς καὶ πᾶν κυρίως νοητὸν νοῦς. ἀπορήσας οὖν λύει λέγων οὐκ ἔστι πᾶσα ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα τῆς ψυχῆς, ἀλλ’ αὐξήσεως μὲν αἴτιον τὸ θρεπτικὸν μόριον, ἀλλοιώσεως δὲ τῆς μετὰ συναισθήσεως γινομένης καὶ μὴ ἄνευ αἰσθήσεως τὸ αἰσθητικόν, φορᾶς δὲ τὸ ὀρεκτικὸν καὶ οὐ τὸ νοητικόν. ἐπεὶ οὖν ἡ φύσις ἀρχὴ κινήσεως ἐστι καὶ ἠρεμίας, τὸ δὲ νοητικὸν αἴτιον κινήσεως οὐκ ἔστι, δῆλον ὅτι περὶ τῶν κινητικῶν μορίων τῆς ψυχῆς ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ. τὸ δὲ ἓν ἢ καὶ πλέ’ ἴω εἶπεν ὡς εἰ ἔλεγε τὰ δὲ κινητικὰ τῆς ψυχῆς μόρια εἴτε ἕν ἐστιν εἴτε καὶ πλείω ἑνός, περὶ τῶν τοιούτων ὁ φυσικὸς ἐρεῖ καὶ οὐ περὶ τοῦ νοητικοῦ᾿. δείκνυσι δὲ ὅτι οὐδὲ περὶ τῶν μαθηματικῶν ὁ φυσικὸς ἐρεῖ, διότι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, τὰ δὲ ἐξ ἀφαιρέσεως, ἅπερ ἐστὶ τὰ μαθηματικά, οὐχ ἕνεκά του εἰσί. καὶ ὥσπερ, φησίν, ἐν τοῖς τεχναστοῖς ἐστιν ἀρχὴ κινήσεως η τέχνη, οὕτως ἐν ἥμιν ἄλλη τις ἀρχὴ καὶ αἰτία, εἴτε ψυχὴν εἴτε φύσιν αὐτὴν καλεῖν δεῖ. αὐτὸς γὰρ καὶ τὴν ψυχὴν φύσιν ἐνταῦθα εἴρηκεν, ὥστε καθολικώτερον ἡ φύσις τῆς ψυχῆς. ταύτην δέ, φησί, τὴν ἀρχὴν καὶ αἰτίαν τὴν ἀνάλογον οὖσαν τῇ τέχνῃ, ἔχομεν ἐκ τοῦ σύμπαντος κόσμου ὥσπερ καὶ τὸ ψυχρὸν καὶ τὸ θερμόν· ἐκ τοῦ κόσμου γὰρ καὶ αὐτὰ σύνεισιν ἡμῖν. σαφῆ δὲ τὰ λοιπά. Τὸ δὲ ἀλλὰ μὴν τούτου πρότερον τὸ οὗ τὸ σπέρμα εἴρηκεν ἀντὶ τοῦ τὸ δὲ σπέρμα ὕστερόν ἐστι τοῦ οὗ ἐστι σπέρμα. τὸ γὰρ ποίησαν τὸν Σωκράτην σπέρμα εἰ καὶ πρότερόν ἐστι Σωκράτους τῷ χρόνῳ, ἀλλὰ τῇ φύσει καὶ τῷ τιμίῳ καὶ ὅλως τῷ τελείῳ ὕστερόν ἐστι τοῦ Σωκράτους. ὃ καὶ κατασκευάζων ἐπήγαγε τὸ γένεσις μὲν γὰρ τὸ σπέρμα, οὐσία δὲ τὸ τέλος, ἴσον λέγων τῷ τὸ μὲν σπέρμα γένεσίς ἐστι, πᾶσα δὲ γένεσις ἀτελής, τὸ δὲ ἐκ τοῦ σπέρματος γεγονὸς τέλος καὶ οὐσία· τὸ δὲ τέλος ἡ οὐσία πρότερον τῇ φύσει τοῦ ἀτελοῦς. ἀλλ’ ὁ μὲν Σωκράτης πρότερος τῇ φύσει τοῦ ἐξ οὗ γέγονε σπέρματος, ὁ δὲ Σωφρονίσκος ἀμφοτέρων τῷ χρόνῳ καὶ Σωκράτους καὶ τοῦ ἐξ οὗ ὁ Σωκράτης σπέρματος. λέγεται δὲ τὸ σπέρμα διχῶς· τὸ γὰρ σπέρμα ἐξ οὗ ὁ Σωκράτης λέγεται καὶ Σωκράτους σπέρμα, λέγεται καὶ Σωφρονίσκου, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν εἰρημένον· τοῦ μὲν γὰρ Σωφρονίσκου ὡς ἐξ οὗ· ἐξ αὐτοῦ γὰρ ἐξῆλθε· τοὺ δὲ Σωκράτους ὡς οὗ· αὐτοῦ γὰρ ἕνεκα, ἢ τούτου γάρ ἐστι ποιητικόν. 6 ἄλλα] sic libri et Arist. ESUY: ἄμα Arist. V: πρὸς ἄλληλα Arist. vulg. 7 ἐν τ τρίτῳ τῶν Περὶ ψυχῆς] c. 4 9 κινήσεως] κινουμένου a 11. 12 αἰσθητὸν a 14 τῶν νοητικῶν Pa 15 ἡ καὶ] καὶ om. P: ἡ om. S 16 ἐστιν ἡ καὶ Pa 18 ποιεῖ πάντα coll. S 23 ταύτην] ταῦτα Pa οὖσαν om. Pa 27 ποιοῦσαν a 39 γάρ ἐστι] χάριν a p. 6 42a3 Ἴσως δ' ἄν τις ἀπορήσειε ποίαν λέγουσιν ἀνάγκην. Εἰπὼν ὅτι πολλὰ γὰρ γίνεται καὶ διὰ τὴν ἀνάγκην, λέγει ‘ἀπορήσειε δ’ ἄν τις, ἐπειδὴ πολλαχῶς ἡ ἀνάγκη λέγεται᾿, ὡς ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικὰ εἴρηται᾿. ταῦτα γὰρ ᾐνίξατο διὰ τοῦ ὡς ἐν τοῖς κατὰ φιλοσοφίαν εἴρηται· εἶπε γὰρ ἐκεῖ ἀναγκαῖον λέγεται καὶ τὸ βίᾳ ἀναγκαῖον, καὶ αἱ προτάσεις· εἰ γὰρ ἔσται τοιόνδε συμπέρασμα, ἀνάγκη τοιάσδε εἶναι προτάσεις. λέγεται ἀναγκαῖον καὶ οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι’. λέγει οὖν ὅτι ἡ ζητουμένη ἐνταῦθα ἀνάγκη κατ’ οὐδένα λέγεται τῶν πρότερον δύο τρόπων, οὔτε ὡς τὸ βίᾳ οὔτε ὡς αἱ προτάσεις, ἀλλὰ κατὰ τὸν τρίτον τὸν οὗ ἄνευ οὐκ ἔστι τόδε εἶναι· ἄνευ γὰρ τροφῆς οὐχ οἷόν τε ζῷον εἶναι. τοῦτο, δέ, φησί, τὸ τρίτον ἀναγκαῖον ὥσπερ ἐξ ὑποθέσεως ἐστιν, ἤτοι τρόπον τινὰ ἐξ ὑποθέσεως ἐστι· καὶ σαφηνίζει διὰ παραδείγματος, ὅπως ἐστὶν ὥσπερ ἐξ ὑποθέσεως. ὥσπερ γάρ, φησίν, ἐπειδὴ δεῖ σχίζειν τῷ πελέκει, ἀνάγκη σκληρὸν εἶναι, εἰ δὲ σκληρόν, χαλκοῦν, οὕτω καὶ ἐπειδὴ τὸ σῶμα ὄργανον, ἀνάγκη τάδε εἶναι. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν δύο τρόποι εἰσὶ τῆς αἰτίας, ὕλη καὶ εἶδος, καὶ δεῖ λέγοντας τυγχάνειν ἀμφ’ οἶν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν· τουτέστιν εἰ δὲ μή ἐστιν ὕλη, ὥσπερ ἐν τῷ οὐρανίῳ σώματι, δεῖ πειρᾶσθαι δηλοῦν καὶ φανερὸν ποιεῖν ὡς ἐνταῦθα ὑλικὸν αἴτιον οὐκ ἔστιν. ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λείπει γὰρ τὸ δῆλον. τὸ δὲ ἐνιαχοῦ δέ που αὐτῇ καὶ Ἐμπεδοκλῆς περιπίπτει εἴρηται ἀντὶ τοῦ ἄκων ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος ἅπτεται τῆς εἰδικῆς αἰτίας. ἥψατο δέ, φησίν, αὐτῆς καὶ Δημόκριτος, οὐχ ὡς ἀναγκαίας δὲ οὔσης τῷ περὶ φύσεως λέγοντι εἴρηκε περὶ αὐτῆς, ἀλλὰ καὶ οὗτος ἄκων ὑπὸ τῆς ἀληθείας παρασυρείς·

τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλ’ ἐκφερόμενος ὑπ’ αὐτοῦ τοῦ πράγματος. Ταῦτα εἰπὼν λέγει καὶ πῶς δεῖ ποιεῖσθαι τὰς τοιαύτας ἀποδείξεις τῆς ἀνάγκης λέγων ‘ἔστιν ἡ ἀναπνοὴ χάριν τοὐ περιψύχεσθαι τὴν καρδίαν· τοῦτο δὲ γίνεται διὰ τάδε ἐξ ἀνάγκης’. ἐπὶ δὲ τῆς ἀνάγκης, φησίν, ὅταν λέγῃ τις ὅτι τοῦτο γίνεται διὰ τάδε ἐξ ἀνάγκης, ὁτὲ μὲν τοῦτο λέγει ὡς εἰ μέλλει ἔσεσθαι ἐκεῖνο τὸ οὗ ἕνεκα, ἀνάγκη ταῦτα ἔχειν τὰ μόρια (εἰ γὰρ ἔσται ἀναπνοή, δεῖ πνεύμονος τραχείας ἀρτηρίας † πνοῆς ἧς ἕνεκα ἀναπνοῆς ταῦτα γέγονεν), ὁτὲ δὲ οὐ τοῦτο σημαίνει διὰ τοῦ ἐξ ἀνάγκης, ἀλλ’ ὅτι ἔστι τόδε, ὅτι οὕτω πέφυκεν· ἔστι γὰρ ἐξ ἀνάγκης τῷ πυρὶ τὸ ἄνω φέρεσθαι οὐχ ὅτι ἕνεκα τῆς ἄνω φορᾶς γέγονέ τινα, ἀλλ’ ὅτι οὕτω πέφυκεν. ὥστε εἴ τις εἴπῃ ἀνάγκη τὸ πῦρ ἄνω φέρεσθαι’, τοῦτό φησι 2 ὅτι om. S 3. 4 ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικά] c. 5 6 εἰ γὰρ τοιόνδε ἐστὶ συμπέρασμα S 13 ἐπεὶ S 16 οὖν om. S 17 post τυγχάνειν add. μάλιστα μὲν Arist. 20 δὲ post τὸ om. S 24 ὑποσυρεὶς S 27 ἀποδόσεις Pa 29 διὰ τάδε om. S 30 λέγει τις a 31 τὸ οὗ ἕνεκα post ἀνάγκη ponunt libri 32 πνοῆς ἧς] sic libri: res tale quid postulat ὥστε ἐξ ἀνάγκης ἕνεκα κτλ. 34 ἐστι (ante γὰρ) scripsi: ἔσται libri 36 ὥστε om. Pa εἴποι Pa τέθεικε τὸ παράδειγμα εἰπὼν τὸ θερμὸν γὰρ ἀναγκαῖον ἐξιέναι καὶ πάλιν εἰσιέναι ἀντικροῦον. ῥητέον δὲ πρὸς σαφήνειαν αὐτοῦ ταῦτα· ὁ Πλάτων’ πῶς ποτε τὸ ἀναπνεῖν γίνεται λέγων, εἴρηκεν ὅτι ὁ εἰσερχόμενος 5 ἐν τῷ πνεύμονι ἀὴρ διὰ τῶν μυκτήρων ἢ τοῦ στόματος, θερμαινόμενος ἐν τῷ πνεύμονι καὶ διὰ τοῦτο λεπτυνόμενος φέρεται ἄνω καὶ ἐξέρχεται διὰ τῶν μυκτήρων, ἐξερχόμενος δὲ καὶ προσεγγίζω ἵζων τῷ ἐκτὸς ἀέρι τῷ εὐθὺς ἁπτομένῳ τῶν μυκτήρων ψυχρῷ ὄντι πυκνοῦται καὶ συστέλλεται ἐντὸς εἰς ἐλάττον κατὰ πολὺ τόπον τοῦ ὃν κατεῖχε πρὸ τοῦ πυκνωθῆναι. ἐπεὶ δὲ οὐκ ἔστι κενόν, διὰ τὴν τοιαύτην ἀνάγκην συνέπεται τῷ πυκνωθέντι ἀέρι ἐκτὸς ἄλλος ἀὴρ ἀναπληρώσων τὸν τόπον ὃν ἀπέλιπεν ὁ πυκνωθείς. οὕτως οὖν ὁ Πλάτων ἐφυσιολόγει τὸ ἀναπνεῖν. λαμβάνει δὲ ταύτην Ἀριστοτέλης τὴν δόξαν εἰς παράδειγμα οὐχ ὡς ἀρεσκόμενος ταύτῃ, ἀλλὰ σαφηνίσαι δι’ αὐτῆς βουληθείς, πῶς τὸ ἀναγκαῖόν ποτε σημαίνει τὸ οὕτω πέφυκε. τὸ θερμὸν γάρ, φησίν, ἀναγκαῖον ἐξιέναι, λέγων θερμὸν τὸν ἐν τῷ πνεύμονι ἀέρα· ἀναγκαῖον οὖν, τουτέστι πέφυκε τὸ θερμὸν ἄνω φέρεσθαι ἐξέρχεσθαί τε ᾗ ἂν εὑρήσει δίοδον, καὶ ἐξερχόμενον ἀντικροῦσαν τῷ ἐκτὸς ἀέρι καὶ πυκνωθὲν πέφυκε συστέλλεσθαι καὶ εἰσιέναι ἐντὸς ὥσπερ τις κοχλίας ἢ χελώνη ἐν τῷ οἰκείῳ ὀστράκῳ, τούτου δὲ συστελλομένου εἰσρεῖν τὸν ἐκτὸς ἀέρα εἴσω διὰ τῶν μυκτήρων. τοῦτο δὲ ἀναγκαῖον, ἤτοι τοῦτο δὲ οὕτω πέφυκε γίνεσθαι. τίθησι δὲ καὶ παράδειγμα τοῦ αὐτοῦ λέγων τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικόπτοντος ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος ἡ εἴσοοος. ὑποστικτέον οε εἰς τὸ ἀντικόπτοντος, εἶτα ἐπακτέον τὸ ἐν τῇ ψύξει τοῦ θύραθεν ἀέρος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν τοῦ ἐντὸς δὲ θερμοῦ ἀντικοπτομένου καὶ οἱονεὶ ἀναχαιτιζομένου καὶ εἰς τοὐπίσω παλινοστοῦντος, ἐν τῇ ψύξει ἤτοι διὰ τῆς ψύξεως γίνεται τοῦ θύραθεν ἀέρος ἡ εἴσοδος· τούτου δὲ εἰσελθόντος καὶ θερμανθέντος καὶ φερομένου ἄνω, ὡς πέφυκε φέρεσθαι, γίνεται ἡ ἔξοδος.

Λαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς.

Τὰ εἰδικώτατα εἴδη λαμβάνειν ὁ Πλάτων βουλόμενος (ταῦτα γὰρ εἶπε καθ’ ἕκαστον) ἐλάμβανε τὸ γένος καὶ διῄρει εἰς δύο, καὶ ἑκάτερον πάλιν τῶν τμημάτων εἰς δύο κἀκεῖνο, οὕτω λέγων τῆς ποδότητος τὸ μέν ἐστι πολύπουν, τὸ δ’ ὀλιγόπουν᾿, καὶ ἑκάτερον τούτων διῄρει πάλιν εἰς δύο, καὶ διὰ τῆς τοιαύτης διαιρέσεως ἐπειρᾶτο λαμβάνειν τὰ εἰδικώτατα εἴδη. δείκνυσι δὲ οὗτος διὰ πλειόνων ὡς ἀδύνατόν ἐστι διὰ τῆς τοιαύτης μεθόδου λαμβάνειν τὰ εἴδη· συμβαίνει γὰρ οὕτω τὸ αὐτὸ καὶ ἓν εἶδος πίπτειν ὑπὸ τὰς 2 τέθηκε a 4 ὁ Πλάτων’] cf. Tim. p. 79 Α sqq. 5 ἡ τοῦ στόματος—μυκτήρων (7) in rnarg. add. P 12 ἀναπνεῖ S 12. 13 τὴν δόξαν Ἀριστοτέλης coll. S 13. 14 βουληθεὶς δι’ αὐτῆς coll. S 14 κοτε cm. S 21 δὲ post τίθησι om. Pa 23 ἡ εἴσοδος om. P ἐπακτέον] ἀπαρκτέον Pa 26 παλιννοστοῦντος P 28 ἄνωθεν S 31 ὁ Πλάτων] cf. Bonitz, Ind. Ar. p. 599a14 32 ἑκάτερον scripsi: ἕκαστον libri ἐναντίας διαφοράς, ὡς δείξει, ὅπερ οὐ καλόν· ἡ γὰρ διαίρεσις ἐπὶ τούτῳ γίνεται, ἵνα ἐν θατέρῳ τμήματι τὸ ζητούμενον ἐμπεσεῖται. ἀλλ’ οὐκ ἐν τοῖς ἀμφοτέροις· γίνεται δὲ τοῦτο διὰ τὸ τὴν διαίρεσιν εἰς δύο βούλεσθαι ποιεῖν. πῶς δὲ δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, αὐτὸς ἐρεῖ μετὰ τὰς πρὸς τὴν Πλάτωνα ἀντιλογίας. ἃ δὲ νῦν λέγει ταῦτα ἂν εἴη· λαμβάνειν, φησί, πειρῶνται τὸ καθ’ ἕκαστον ἤτοι τὸ εἰδικώτατον εἶδος, διαιροῦντες τὸ γένος εἰς δύο διαφοράς· τὸ δὲ οὕτω λαμβάνειν αὐτὸ πειρᾶσθαι τῇ μέν ἐστιν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. καὶ τῆς δυσκολίας καὶ τοῦ ἀδυνάτου τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τουτέστιν ἐπί τινων μία διαφορὰ ἡ τελευταία ἐστὶν ἡ τὸ πρᾶγμα εἰδοποιοῦ σὰ· συμβαίνει οὖν ἐκ τῆς διχοτομίας πολλάκις λέγειν τὸ αὐτό. ἔστω οὗν λαβεῖν ἐκ τῆς τοιαύτης διαιρέσεως τὸν ἄνθρωπον καὶ ῥητέον τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν· ὁ δὲ ἄνθρωπος ἄπουν μὲν οὐκ ἔστιν, ὑπόπουν ἄρα. καὶ τοῦ ὑπόποδος τὸ μέν ἐστι δίπουν τὸ δὲ πολύπουν· | ὁ δ’ ἄνθρωπος πολύπουν μὲν οὐκ ἔστι, δίπουν δ’ ἄρ. ὁ ἄνθρωπος ἄρα ἔστι ζῷον ὑπόπουν δίπουν. ὥστε δὶς εἴρηται τὸ ὑπόπουν· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. οὕτως δὲ ἔδει λέγειν, ὁ ἄνθρωπός ἐστι ζῷον δίπουν, οὐ μὴν ζῷον ὑπόπουν δίπουν. πάλιν τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, τὸ δίπουν εἰς σχιζόπουν καὶ ἀσχιδές· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον πεζὸν δίπουν σχιζόπουν. τρὶς ἄρα εἴρηται τὸ ὑπόπουν καὶ δὶς τὸ δίπουν, καὶ πολύπουν τὸ δίπουν]· ὅτε γὰρ εἶπε δίπουν, ὑπόπουν εἶπεν, ἀλλὰ μὴν εἶπε τὸ ὑπόπουν καὶ ἐν τῇ ἀπαριθμήσει, ὅτε ἔλεγεν ὁ ἄνθρωπός ἐστι ζῶον ὑπόπουν δίπουν· ὥστε ὅτε εἶπεν ὑπόπουν, εἶπεν ἐξ ἀνάγκης τὸ ὑπόπουν, ἀλλὰ καὶ ὅτε εἶπε τὸ δίπουν, ὑπόπουν εἶπε· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. ἀλλὰ καὶ ὅτε σχιζόπουν εἶπεν, ὑπόπουν εἴρηκεν ὁμοίως καὶ δίπουν]. εἰ δὴ ἡ ἐσχάτη διαφορὰ κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα, μάτην ἦσαν εἰλημμέναι αἱ λοιπαί· συνεπιφέρει γὰρ ἡ ἐσχάτη τὰς πρὸ αὐτῆς. εἰ δὲ λέγει τις ὡς οὐκ ἔστιν αὕτη κυρία, ἀλλὰ καὶ αἱ λοιπαί, καὶ δεῖ κἀκείνας λέγειν, συμβήσεται τὸ αὐτὸ πολλάκις λέγειν. τοῦτο δὲ εἴρηκε καὶ ἐν τῷ Z τῶν Μετὰ τὰ φυσικά.

Ἔτι, φησί, προσήκει μὴ διασπᾶν ἕκαστον γένος, λέγων γένος τὸ εἰδικώτατον εἶδος. οὐ δεῖ οὗν διασπᾶν καὶ τιθέναι τὸ αὐτὸ καὶ ἓν εἶδος ἐν ταῖς ἐναντίαις διαφοραῖς, οἷον εἴ τις διαιρεῖ τοὺς ὄρνιθας καὶ τοὺς μὲν τίθησιν ἐν τῇδε τοὺς δὲ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι τῷ Πλάτωνι διαιρέσεις· ἐν ἐκείναις γὰρ τοὺς μὲν τῶν ὀρνίθων μετὰ τῶν ἐνύδρων τετάχθαι λέγει, τοὺς δὲ ἐν ἄλλῳ γένει.

Καὶ ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι, τῷ τε σχιζοπτέρῳ <καὶ> τῷ ῥυγχωτῷ κεῖται ὄνομα ὄρνις, ἄλλῃ δὲ ὁμοιότητι ἰχθύς, τινὲς δὲ ὁμοιότητες ἀνώνυμοί εἰσιν· ἐπὶ γὰρ τῶν ἐναίμων οὐ κεῖται ὄνομα ὥσπερ ἐπὶ τῶν σχιζοπτίρων ὁ ὄρνις. ἀπορήσειε δ’ ἄν τις, πῶς ὥσπερ ὁ ὄρνις ὄνομά ἐστιν, οὐκ ἄν εἴη καὶ τὸ ἔναιμον ὄνομα, ἀλλ’ ἀνώνυμον. ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης· καὶ γὰρ κατὰ τὸ σχιζόπτερον ὅμοιά εἰσι κόραξ, κορώνη, τὰ ἄλλα καὶ κατὰ τὰ ῥύγχη καὶ κατὰ τοὺς πόδας, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἐντός, μόνῳ δὲ τῷ μεγάλῳ καὶ μικρῷ διαφέρουσι· τῶν γὰρ ὀρνίθων τινῶν μέν εἰσι καὶ οἱ πόδες καὶ τὰ πτερὰ μείζονα, τινῶν δ’ ἐλάττονα. διὰ οὖν τὴν τοιαύτην ὁμοιότητα ὄνομα καλεῖν τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, φημὶ δὴ τὸν ὄρνιν, οὐκ ἀπηξίωσεν. ἐπὶ δὲ τῶν ἐναίμων, ἐπειδὴ λίαν ἀνόμοια ἢ καὶ πάντῃ πρὸς ἄλληλα τυγχάνουσιν, οὐκ ἠθέλησε τὸ ἔναιμον ὄνομα εἰπεῖν. τίνα γὰρ ὁμοιότητα ἔχει ὁ τοῦ ἀνθρώπου ποὺς πρὸς τὸν τοῦ ἵππου ἡ ἡ κεφαλὴ πρὸς τὴν κεφαλὴν ἢ τὰ πλείω τούτων, ἵνα μὴ λέγω πάντα.

Εἰπὼν οὖν ἔτι προσήκει μὴ διασπᾶν ἕκστον γένος, καὶ μεταξὺ ἀκόλουθά τινα τοῖς λεχθεῖσιν εἰπὼν ἐπήγαγεν εἴπερ οὖν μηδὲν τῶν ὁμογενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη, τουτέστιν εἰ δεῖ μὴ διασπᾶν τὰ ὁμογενῆ μηδὲ τὸ αὐτὸ καὶ ἓν ὑπὸ τἀς ἐναντίας τιθέναι διαιρέσεις, μάταιός ἐστιν ἡ εἰς δύο διαίρεσις· διασπᾷ γὰρ καὶ ὑπὸ ἐναντίας τίθησι διαιρέσεις τὸ αὐτὸ καὶ ἕν. τοῦ γὰρ πολύποδος τὸ μέν ἐστιν ἐν τοῖς πεζοῖς, τὸ δ’ ἐν τοῖς ἐνύδροις.

Ἔτι τοὺς εἰς δύο τὴν διαίρεσιν ποιοῦντας ἀναγκαῖον στερήσει διαιρεῖν, καὶ οὐχ ἡμεῖς τοῦτό φαμεν, ἀλλὰ κἀκεῖνοι οὕτω ποιοῦσι. τοῦ γὰρ ζῴου φσὶ τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ τὸ μὲν πτερωτὸν τὸ δ’ ἄπτερον· στέρησις δὲ καὶ τὸ ἄπτερον καὶ τὸ ἄπουν, συμβαίνει δ’ ἐκ τούτου εἴδη εἶναι τῆς στερήσεως. οὐκ ἔστι δὲ διαφορά, τουτέστιν οὐκ ἔστιν εἴδη τῆς στερήσεως, καθὸ στέρησις· τοῦ γὰρ μὴ ὄντος (μὴ ὂν γὰρ ἡ στέρησις, ὡς ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως εἴρηται) τοῦ γὰρ δὴ μὴ ὄντος ἀδύνατον εἶναι εἴδη. δεῖ δὲ καὶ ἔχειν εἴὸη, εἴπερ ἐστὶ καθόλου διαφορά· εἰ γὰρ μὴ ἔχει εἴδη, διὰ τί ἄν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα; τὰ μὲν οὖν λεγόμενα οἶμαι τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν οὐκ ἔστι δἑ διαφορὰ στερήσεως ᾗ στέρησις τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν· ἔδει γὰρ εἰπεῖν ‘οὐκ ἔστι δὲ εἶδος στερήσεως’. τοῦτο δὲ εἶπε διὰ τὸ τὰ εἴδη ὑπὸ τῶν διαφορπων συνίστασθαί τε καὶ οὐσιῶσθαι.

Χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη.

Εἰπὼν ὅτι τοῖς διαιροῦσιν εἰς δύο τὰ γένη ἀναγκαῖον στερήσει τὴν διαίρεσιν ποιεῖν, καὶ δὴ ποιοῦσι, καὶ εἰς ἄτοπον συνωθήσας τὸν λόγον τὸ εἴδη εἶναι τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος, λέγει ὅτι καὶ ἐπὶ τῶν διαφορῶν τῶν ὡς ἕξεων λεγομένων, ὑφ’ ἃς φανερῶς ἐστιν εἴδη, χαλεπόν ἐστι διχοτομοῦντας διαλα|βεῖν καὶ ὑπὸ μίαν διαίρεσιν θεῖναι εἶδός τι, ὡς μὴ ἐμπεσεῖν καὶ εἰς τὴν ἀντικειμένην. εὐθὺς γὰρ ὁ μύρμηξ καὶ ὑπὸ τὸ πτερωτόν ἐστι καὶ ὑπὸ τὸ ἄπτερον· ἀνάγκη οὗν μὴ μόνον ἐπὶ τῆς στερήσεως τοῦτο πάσχειν πρὸς τῷ καὶ εἴδη εἶναι αὐτῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἕξεων. πάντων δὲ χαλεπώτατον ἡ ἀδύνατον εἰς τά ἄναιμα. τοῦτο οὐ πρὸς τὸ χαλεπὸν μὲν οὗν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη εἴρηται, ἀλλὰ πρὸς τὸ δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου; ὥστε ἔσται τῆς στερήσεως εἴδη, <οἶον> τῆς ἀποδίας. τοῦτο δὴ κἀνταῦθα λέγων πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα, καὶ προσυπακουστέον τὸ μὴ εὑρίσκεσθαι εἴδη. ἀδύνατον γάρ, φησί, μὴ εἶναι εἴδη τῆς ἀναιμίας, καὶ συντόμως ἐπήγαγε τὴν τοῦ ἀδυνάτου αἰτίαν εἰπὼν ἀναγκαῖον ἑκάστην τῶν διαφορῶν ὑπάρχειν τινὶ τῶν καθ’ ἕκαστον. εἰ οὗν τὸ ἔναιμον ὑπάρχει τινί, δῆλον ὅτι καὶ τὸ ἀντικείμενον τὸ ἄναιμον, εἴπερ ἐστὶ διαφορά. δείξας οὖν οὕτως ὅτι ὑπάρχει καὶ τὸ ἄναιμόν τισι τῇ τοῦ ἐναίμου παραθέσει, κατασκευάζει τὸ προκείμενον, φημὶ δὴ τὸ εἶναι εἴδη καὶ τοῦ ἀναίμου, λέγων εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσι, καὶ τὰ ἑξῆς. διαφέρει δὲ τῷ εἴδει ἄνθρωπος καὶ ὄρνις καὶ τὰ ὅμοια· εἰ οὖν μὴ ἐνδέχεται τοῖς διαφέρουσι τῷ εἴδει ὑπάρχειν εἶδός τι ἄτομον τῆς οὐσίας καὶ ἕν λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν, οἷον τὴν διποδίαν), εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ διποδίαν ὑπάρχειν ἀνθρώπῳ καὶ ὄρνιθι (ἄλλη γὰρ ἡ ἐν τῷ ἀνθρώπῳ διποδία καὶ ἑτέρα ἡ ἐν τῷ ὄρνιθι) ὡσαύτως ἄλλο τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἕτερον τὸ ἐν ὄρνιθι. καὶ ὅτι ἕτερον καὶ ἕτερον καὶ τὸ ἔναιμον καὶ τὸ δίπουν, κατασκευάζει διὰ τοῦ ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον. ἐλλιπῶς δὲ τοῦτο τεθὲν καὶ ἀσαφῶς εἴη ἄν τὸ πλῆρες τοιοῦτον· πότερον τὸ ἔναιμον τῆς οὐσίας ἔστι τοῦ ἀνθρώπου καὶ ὄρνιθος ἢ οὕ; εἰ μὲν οὐκ ἔστιν, ἔσται ἄναιμον ὁ ἄνθρωπος καὶ ὁ ὄρνις, ὅπερ ἀδύνατον· εἰ ὅ ἔστι τῆς οὐσίας, πότερον ἕτερον τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἄλλο τὸ ἐν ὄρνιθι, ἢ 4 δὴ om. S 6 ἕξεις S 7 διαλαβεῖν] διχοτομεῖν P 8 τὸ ἀντικείμενον Pa γὰρ om. Pa 12 οὑν supr. v. P εἰς τὸ τὰς τοιαύτας P 15 οἷον addidi 17 τὸ] τοῦ Pa 22 τὰ προκείμενα Pa 24 καὶ post ὄρνις om. PS 26 λέγει S 30 καὶ ἄλλο τὸ ἐν S 32 Ἐλλειπῶς a 33 post μὲν ras. II litt. S 34 ὁ ante ὄρνις om. a 34. 35 εἰ—οὐσίας] εἴπερ δὲ τῆς οὐσίας αὐτοῦ Pa (δὲ supr. v. ταὐτόν; εἰ μὲν οὖν ταὐτόν, ἡ μία καὶ ἡ αὐτὴ διαφορὰ ὑπάρξει δυσί, καὶ ἔσται ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὸ αὐτό· λείπεται ἄρα ἕτερον εἶναι καὶ ἕτερον. εἰσὶν ἄρα εἴδη τοῦ ἐναίμου· εἰ δὲ τοῦτο, ἢ ἀδύνατον τὸ ἄναιμον καὶ τὴν στέρησιν διαφορὰν εἶναι, ἢ εἴπερ ἔστιν, ἔσονται τῆς στερήσεως εἴδη· διὰ τί γὰρ τοῦ ἐναίμου διαφορᾶς ὄντος ἔσονται εἴδη, τοῦ δὲ ἀναίμου διαφορᾶς καὶ αὐτοῦ ὄντος οὐκ ἔσται; ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη ἱεῖ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν διαφορὰν ὑπάρχειν τοῖς διαφέρουσι τῷ εἴδει, ἔσονται τοῦ ἐναίμου εἴδη. ἀλλὰ μὴν οὐκ ἐνδέχεται, ὡς δέδεικται· εἰσὶν ἄρα τοῦ ἐναίμου εἴδη. εἰ δὲ τοῦτο, καὶ τοῦ ἀναίμου ὅπερ ἔδει δεῖξαι.

Ἔσονται δὲ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις.

Καὶ τοῦτο ἐκ τῆς εἰς δύο διαιρέσεως τῶν γενῶν συνάγεται, τὸ εἶναι τοσαύτας τὰς διαφοράς, ὅσα τὰ εἴδη. ἐπειδὴ γὰρ τὴν διαίρεσιν ποιοῦνται ἕως ἄν εἰς διαφορὰν καταντήσωσι μὴ ἐπιδεχομένην διαίρεσιν, αὕτη δὲ μετὰ τοῦ οἰκείου γένους εὐθὺς εἶδός ἐστι, φανερὸν ὅτι ὅσα ἄτομα ζῷα, ἤγουν εἰδικώτατα εἴδη, τοσαῦται καὶ αἱ διαφοραί, εἴπερ ἄτομοι καὶ αὗται καὶ μηδεμία κοινή· εἰ γάρ ἐστι κοινή τις διαφορά, ἔσται τὸ αὐτὸ ὑπὸ τὰς ἀντικειμένας διαφοράς, ὅπερ ἤδη λέγειν πεπαύμεθα. τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι δυνάμει τοιοῦτόν ἐστιν ‘εἰ δὲ λέγουσιν οἱ τὰς τοιαύτας διαιρέσεις ποιούμενοι ὅτι οὐκ ἐνδέχεται ἐν τῇ τοῦ εἴδους συστάσει κοινὴν καὶ κατ’ ἄλλων εἰδῶν λεγομένην λαμβάνειν διαφοράν, ἀλλ’ ἄτομον, εἰ δὲ τοῦτο, οὐκ ἔσονται τῆς στερήσεως εἴδη εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει), εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς εἰ μὴ κατὰ τὰς ἀτόμους τοῦτο συμβαίνει διαφοράς, ἀλλὰ κατὰ τὴν κοινὴν συμβήσεται, καὶ ἔσται τὰ ἕτερα τῷ εἴδει ζῷα ἐν τῇ αὐτῇ διαφορᾷ·…

The complete text is available when the reading interface loads.