The Greek Library Author

Michael Of Ephesius

In Librum De Animalium Motione Commentarium

Scientific editors
Michael Hayduck
Edition reference
Michaelis Ephesii in libros de partibus animalium, de animalium motione, de animalium incessu commentaria · Berlin · Reimer · 1904
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΣΧΟΛΙΑ ΕΙΣ TO ΠΕΡΙ ΖΩΩΝ ΚΙΝΗΣΕΩΣ.

Ἐπειδὴ ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ τῆς ψυχῆς δύναμις οὖσαι ἀλλήλαις (ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις) αἰτίαι εἰσὶ τῆς κατὰ κινήσεως τῶν ζῴων (ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ κινεῖται ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί τε καὶ φυγεῖν), ἔχουσι δὲ τὴν τάξιν μετὰ τὴν φανταστικὴν τῆς ψυχῆς δύναμιν (δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμή ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ᾿ οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς τοῦ πρακτικοῦ· εἰς δύο γὰρ ἡ τῶν ζῴων διαιρουμένη ψυχή, εἴς τε τὸ κριτικὸν καὶ τὸ πρακτικόν, τοῦ πρακτικοῦ ἐστιν ἡ ὁρμητική τε καὶ ὀρεκτική) ἐπεὶ οὖν ἡ ὀρεκτική τε καὶ ὁρμητικὴ αἰτίαι οὖσαι τῆς κατὰ τόπον κινήσεως μετὰ τὴν φαντασίαν εἰσίν, ἡ δὲ μνήμη ἐστὶν ἕξις φαντάσματος ὡς εἰκόνος οὗ φάντασμα, εἰκότως μετὰ τὸ Περὶ μνήμης τάττεται τὸ Περὶ ζῴων κινήσεως. ζητεῖ δὲ ἐν αὐτῷ τίς ἡ αἰτία τοῦ κινεῖσθαι τὰ ζῷα κίνησιν ὁποιανοῦν, καὶ ὅτι τὸ κινούμενον ὑφ’ ἑαυτοῦ δεῖ τι ἔχειν ἐν αὑτῷ ἀκίνητον δείκνυσι καὶ ὅτι καὶ ἐκτός, ἕτερόν γε ὂν αὐτοῦ. μετὰ ταῦτα ζητεῖ τί ἐστι τὸ κινοῦν τὸν οὐρανόν, εἶτα ἐνίσταται πρὸς τοὺς λέγοντας τὸν Ἄτλαντα ὀχεῖν τὸν οὐρανόν. εἶτα ζητεῖ εἰ ἐνδέχεται φθαρῆναι ὁ κόσμος, εἶτα λέγει διὰ τί δεῖ ἀκίνητον εἶναι, ἵνα κινῆται ὁ κόσμος. εἶτα ἐπιστάνει εἰ τοῖς ἀψύχοις τοῖς κινουμένοις δεῖ τι καὶ ἐντὸς καὶ ἐκτὸς εἶναι ἀκίνητον. εἶτα ζητεῖ πότερον τῶν κατὰ τόπον κινουμένων δεῖ τι ἐκτὸς ἠρεμεῖν ἢ καὶ τῶν αὐξανομένων καὶ ἀλλοιουμένων. εἶτα πῶς ἡ ψυχὴ κινεῖ τὰ σώματα, καὶ τίς ἀρχὴ τῶν ζῴων τῆς ἑκουσίου κινήσεως, καὶ πῶς ἐνίοτε νοοῦντες οὐ πράττουσιν. εἶτα λέγει ὅτι τὸ πρῶτον κινοῦν τὸ ζῷον σὺν τῇ ἀρχῇ ἐστιν, εἶτα ὅτι τῶ πνεύματι κινουμένω τὰ ζῷα κινεῖται. καὶ πῶς κινεῖται 1 Tit. Σχόλια—κινήσεως SCa: ante σχόλια add. τοῦ αὐτοῦς PR 2 τε om. CPR δύναμις καὶ ὁρμητικὴ τῆς ψυχῆς coll. CPR 4 τοῖς ζώοις CPR αὐτὰ S 8 ἑτέρου] ἡμετέρου CSa 10 πρακτικὸν καὶ τὸ κριτικὸν coll. C et omisso τὸ PR 14 ἐν αὐτῶ om. Sa 17 οὐρανόν] ἄνθρωπον CPR 19 τὸν κόσμον CPR 23 post τίς add. ἡ a νοοῦντες] κινοῦντα CPR 25 post εἶτα add. λέγει CPR κινούμενα CPR τὰ ζῷα τὰς οὐχ ἑκουσίους κινήσεις καὶ τὰς ἑκουσίους, καὶ διὰ τί μάλιστα 149r καρδία καὶ αἰδοῖον οὕτω κινοῦνται, καὶ πῶς ἡ μὲν ἀρχὴ ἀπὸ τῶν μορίων, τὰ δὲ μόρια πάλιν ἀπὸ τῆς ἀρχῆς κινεῖται. φροιμίων μὲν ἅλις, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν ἴωμεν εὐχόμενοι τῷ τῶν λόγων ἐφόρῳ θεῷ ἀκριβῆ τούτων δοῦναι ἡμῖν κατανόησιν.

Περὶ δὲ κινήσεως τῆς τῶν ζῴων, ὅσα μὲν περὶ ἕκαστον αὐτῶν ὑπάρχει γένος καὶ τίνες διαφοραί.

Εἴρηκεν ἐν τῇ Περὶ ζῴων πορείας περὶ ἁπάντων τῶν ὑπαρχόντων ἑκάστῳ γένει ἢ εἴδει τῶν ζῴων | καὶ περὶ τῆς διαφορᾶς αὐτῶν· εἶπε 149v γὰρ ἐκεῖ διὰ τί τὰ μὲν αὐτῶν τέτρασι σημείοις κινεῖται τὰ δὲ πλείοσι, καὶ διὰ τί τὰ μέν ἐστιν αὐτῶν ἄποδα τὰ δ’ ὑπόποδα, καὶ ὅλως περί τε τῆς διαφορᾶς αὐτῶν περί τε τῶν ὑπαρχόντων αὐτοῖς χρησίμων πρὸς τὴν πορείαν εἶπεν ἐν ἐκείνῳ τῷ βιβλίῳ. ἐνταῦθα δὲ ζητήσει τί τὸ κοινὸν αἴτιον τοῦ κινεῖσθαι ἕκαστον ὡς πέφυκε κινεῖσθαι· καὶ γὰρ τὰ μὲν πτήσει τὰ δὲ ἕρψει τὰ δὲ ἄλλως πέφυκε κινεῖσθαι. δέδεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι τοῦ αὐτοκινήτου τὸ ἀκίνητον, τοῦτο δ’ ἐστὶν ἡ ψυχή, ἀρχὴ τῶν ἄλλων ἐστὶ κινήσεων. πρῶτον δὲ κινοῦν λέγει τὸν πρῶτον θεόν.

Δεῖ δὲ τοῦτο μὴ μόνον τῷ λόγῳ λαβεῖν.

Τὸ <τῷ> λόγῳ ἀντὶ τοῦ καθόλου. εἰπὼν ῾ὅτι δὲ τῶν κινήσεων ἀρχή ἐστι τὸ ἀκίνητον, δέδεικται καθόλου᾿ (ἐδείχθη γὰρ ἐν Θ τῆς Φυσικῆς ἀκροάσεως) λέγει ὅτι δεῖ δὲ τοῦτο, τουτέστι τὸ λέγειν ὡς ἀνάγκη εἶναί τι ἀκίνητον, εἰ μέλλει εἶναι κίνησις, μὴ μόνον τῷ λόγῳ καὶ καθόλου λαβεῖν, μηδὲ ἀρκεῖσθαι τῇ ἐν τῷ Θ καθόλου δείξει, ἀλλὰ καὶ ἐπὶ τῶν καθ’ ἕκαστα βασανίσαι τὸν λόγον. διὰ γὰρ τῶν καθ’ ἕκαστα ζητοῦμεν καὶ τοὺς καθόλου λόγους· οὓς εἰ μὲν εὑρήσομεν ἐφαρμόζοντας τοῖς μερικοῖς, πιστεύομεν, εἰ δὲ μή, ἀποσειόμεθα. ὅτι δ᾿ ἠρεμοῦσιν ἐν ἡμῖν αἱ καμπαί, εἴρηται ἐν τῷ Περὶ πορείας ζῴων· τοῦ γὰρ βραχίονος κινουμένου ἠρεμεῖ τὸ ὠλέκρανον καὶ τῆς κνήμης τὸ γόνυ· ἐκτὸς δ᾿ ἡμῶν 2 κινεῖται CPR 5 ἀκριβῶς C ἡμῖν δοῦναι τὴν κατανόησιν CPR 6 τῆς τῶν om. CPR 6. 7 ἑκάτερον γένος αὐτῶν ὑπάρχει S 9 γένη ἢ εἴδη a 10. 11 αὐτῶν—μέν ἐστιν om. CPR 12 πρὸς] εἰς CPR 13 ante ἐνταῦθα add. τά PR ζητεῖ C 15 ῥέψει a δὲ καὶ om. CPR 15. 16 et 20. 21 ἐν τῷ Θ τῆς Φυσικῆς ἄκρ’.] c. 5 17 ἐστὶ om. S post τὸν add. παρ’ ἐκείνω CPR 18 λόγω καθόλου λαβεῖν a Arist. vulg. 19 Τὸ—καθόλου om. a: Τὸ—λόγῳ om. S τῷ addidi εἰπὼν om. R 21 λέγει] λέγει δὲ S: λόγω CR δεῖ δὲ ὅτι coll. a 22 εἶναί τι] θεῖναί τι a μέλλοι a 23 τῆ θῆτα a 26 ἀποσειώμεθα a 27 ἐν τῷ Περὶ πορείας ζῴων] c. 3. 9 ἠρεμεῖ ἡ γῆ ἢ ὅ τι ἄν ᾖ ἐφ’ οὗ τὴν πορείαν ποιούμεθα. τὸ δὲ ὅλον 149v κῶλον ἓν μέν ἐστι δυνάμει ἐνεργείᾳ δὲ δύο ἐν τῇ κάμψει, ἓν δὲ ἐνεργεία δυνάμει δὲ δύο ἐν τῇ ἐκτάσει, ὥσπερ, φησίν, ἄν ἐπὶ τῆς διαμέτρου ἡ μὲν Α καὶ Δ μένοι, τουτέστιν ἡ ΑΔ μένοι, ἡ δὲ Β κινοῖτο, τουτέστιν ἡ δὲ ΑΒ κινοῖτο, καὶ γίνοιτο ἡ ΑΓ κίνησις. ἔστω δὲ ΑΔ τὸ ἀπὸ τοῦ ὤμου ἕως τοῦ ὠλεκράνου, AB δὲ ὁ βραχίων. ἀλλ᾿ ἐπὶ μὲν τῆς διαμέτρου τοῦ κύκλου δοκεῖ κατὰ πάντα ἀδιαίρετον εἶναι τὸ κέντρον, τὰ δὲ ἐν ταῖς καμπαῖς ὁτὲ μὲν γίνεται ἕν, ὁτὲ δὲ διαιρετά, τουτέστιν ὁτὲ δὲ δύο. καὶ εἴρηται πότε ἓν καὶ πότε δύο δυνάμει καὶ ἐνεργείᾳ. σαφῶς δὲ τὰ λοιπὰ ἀπαγγέλλει. ὅλον δὲ ἀθρόον κινεῖται τὸ ἁλλόμενον. τὸ δὲ ἀλλὰ πᾶσα ἡ ἐν αὐτῷ ἠρεμία τοιοῦτόν ἐστι δυνάμει μέρη τινὰ ἠρεμῇ κἄν ἅπαντα, εἰ μὴ ᾖ τι ἔξωθεν ἁπλῶς ἠρεμοῦν καὶ κυρίως,

Ἔχει γὰρ τὴν θεωρίαν οὐ μόνον ὅσον ἐπὶ τὰ ζῷα συντείνουσαν.

Τὸ δεικνύναι, φησίν, ὡς εἰ μὴ εἴη τι ἔξωθεν ἀπλῶς ἀκίνητον, οὐκ ἄν γένοιτο κίνησις, οὐ μόνον ἐπὶ τὰ ζῷα συντείνει, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ καὶ ἐν τούτῳ εἶναί τι πάντως ἀκίνητον, εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός. πάντῃ δὲ ἀκίνητόν ἐστιν ὅπερ αὐτὸς ἐν τῆ Μετὰ τὰ φυσικὰ ζῷον ἀίδιον ἄριστον εἶπεν· τοιαῦτα γὰρ περὶ τούτου ἐν τῷ Λ τῆς πραγματείας ἐκείνης μεγαληγορεῖ. ταῦτα εἰπὼν λέγει ἱεῖ γὰρ ὑποδώσει καὶ ὑπείξει ἀεὶ ἡ γῆ τοῖς ἐν τῇ γῇ πορευομένοις μυσίν (ἔστω γὰρ λόγου ἕνεκεν τὰ πορευόμενα μῦς), οὐκ ἔσται πορεία᾿. ἀνάγκη δὲ κυρίως μένον ἕτερον εἶναι τοῦ κινουμένου, καὶ ὅλον ὅλου. δεῖ γὰρ 150r ὅλον τὸ μένον ἕτερον εἶναι ὅλου τοῦ κινουμένου, καὶ μηδὲν εἶναι μόριον τοῦ κινουμένου τὸ οὕτως ἀκίνητον, τουτέστι τὸ κυρίως ἀκίνητον. προσέθηκε δὲ τοῦτο, διότι ὁ ἐν τῷ πλοίῳ ὤν, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ 1 ἄν εἴη Sa 3 ἐκστάσει R2a φησίν, ἄν] φησὶ καὶ a 4 μένοι ante τουτέστιν ex μένει corr. S1: μένει PRa ἡ αδ μένει CRa δὲ ante ΑΒ om. Ca 4.5 κινεῖται utrobique a 5 βα PR γίνεται CSa: γίνη R 6 AB scripsi: β libri 8 εἶναι ἀδιαίρετον coll. CPR 11 πότε om. Sa 13. 14 ἡ ἐν αὐτῷ om. PR: ἐν αὐτῷ om. C 14 post μέρη add. αὐτοῦ CPR 15 εἰ μὴ εἴη τὸ ἔξωθεν CPR ἠρεμοῦν ἀπλῶς coll. CPR 16 οὐδὲν ἄν ὅλως CPR γένηται libri 19 εἰ om. PR 21 τούτοις PR τι πάντη πάντως CPR 22 μέλλοι PRa 22. 23 ἐν τῇ Μετὰ τὰ φυσικὰ] Λ 7 24 τῆς] τῶν C πραγματείας ἐκείνης] μετὰ τὰ φυσικὰ CPR εἰ] τῆ PR 25 ὑποδήσει PR 26 μῦς (sic) CPRS: μύες a 27. 28 τοῦ κινουμένου—ἕτερον εἶναι om. P 28 post μόριον add. αὐτοῦ CPR 30 ὁ om. PRS ὠθῶν τὸν ἱστὸν τῷ κοντῷ μόριόν ἐστι τοῦ πλοίου καὶ ἐπὶ τούτῳ οὐ κινεῖται 150r τὸ πλοῖον· καὶ γὰρ ὁ ἐν τῷ πλοίῳ ὢν τρόπον τινὰ μόριόν ἐστι τοῦ πλοίου.

Μαρτύριον δὲ τούτου τὸ ἀπορούμενον, διὰ τί ποτε τὸ πλοῖον ἔξωθεν μὲν ἄν τις ὠθῇ τῷ κοντῷ τὸν ἱστόν.

Τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον ‘δοὰ τί ποτε τὸ πλοῖον κινεῖται ῥᾳδίως, ἄν τις ἔξωθεν τοῦ πλοίου ὢν ὠθῇ τὸ πλοῖον προσβάλλων τῷ ἱστῷ τὸν κοντόν᾿; τὸ δὲ λεγόμενον ‘μαρτύριον δὲ καὶ πίστις ἐναργὴς τοῦ τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, τὸ συμβαῖνον ἐπὶ τοῦ πλοίου· τὸ γὰρ πλοῖον ἄν τις ἐν τῇ γῇ ἱστάμενος ὠθῇ μετὰ ῥάβδου ἢ κοντοῦ προσβάλλων καὶ ἀπερείδων τὸν κοντὸν τῷ ἱστῷ ἢ ἄλλῳ τινὶ μέρει τοῦ πλοίου, οἷον τῇ πρύμνῃ, κινεῖται ῥᾳδίως· ἄν δ’ ἐν αὐτῇ τῇ πρύμνῃ καθήμενος προσβάλλῃ τὸν κοντὸν τῷ ἱστῷ καὶ πειρᾶται κινῆσαι, οὐκ ὅν δυνήσεται τοῦτο ποιῆσαι, οὔτε ἂν ὁ Τιτυὸς ᾖ ὁ κινῶν οὔτε ἄν ὁ Βορέας ἦν ἐν αὐτῷ τῷ πλοίῳ καὶ ἔπνει ἀπ’ αὐτοῦ, ἐκίνησεν ἂν αὐτό. ἀλλὰ πῶς κινοῦσιν οἱ ἄνεμοι τὰ πλοῖα; ἢ ὅτι ἐκτὸς ὄντες τοῦ πλοίου πνέουσιν· εἰ δ ἀπ’ αὐτοῦ ἔπνεον, οὐκ ἂν ἐκίνησαν αὐτό. πῶς οὖν ταῦτα συμβαίνει; ἢ ὁ μὲν ἐν τῶ αἰγιαλῷ ἢ πέτρᾳ ἢ ὅλως γῇ ἑστὼς διὰ τὸ ἐν ἀκινήτῳ ἵστασθαι καὶ μὴ μέρος εἶναι τοῦ πλοίου κινεῖν αὐτὸ δύναται, ὁ δ᾿ ἐν αὐτῷ τῷ πλοίῳ ὢν κινεῖν οὐ δύναται διὰ τὸ δεῖν εἶναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις. εἰ δ᾿ ἐκινήθη τὸ πλοῖον ὑπὸ τοῦ ἐν αὐτῷ ὄντος, ἦν ἄρα καὶ ἠρεμοῦν καὶ κινούμενον, ὅπερ ἀδύνατον, ἠρεμοῦν μὲν διὰ τὸ δεῖν τὸν μέλλοντα κινήσειν πρὸς ἠρεμοῦν τι ἀπερείδεσθαι, ἵν ὠθήσῃ, κινούμενον δὲ διὰ τὸ ὑποκεῖσθαι ὅτι κινεῖται ὑπὸ τοῦ ὄντος ἐν αὐτῷ. εἰ οὖν μήθ’ ὁ Τιτυὸς μήθ᾿ ὁ Βορέας δύνανται κινεῖν τὸ πλοῖον ἐν αὐτῷ ὄντες, φανερὸν ἄρα ὅτι ἀνάγκη εἷναί τι ἀκίνητον, εἰ μέλλει γενέσθαι κίνησις, καὶ τοῦτο ἐκτὸς καὶ μηδὲν εἶναι τοῦ κινουμένου μόριον᾿. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. τοὺς δὲ ἀνέμους ὅτι ὡς ἀνθρώπους γράφουσιν οἱ γραφεῖς ἐκ τοῦ στόματος αὐτῶν πέμποντας τὸ πνεῦμα, δῆλον παντί. τὸ δὲ ἀνάγκη πρῶτον μὲν πρὸς ἠρεμοῦν τι τῶν αὑτοῦ μορίων ἀπερειδόμενον ὠθεῖν τοιοῦτόν ἐστιν· ὁ κυβερνήτης ὠθῶν τὸ πλοῖον πρῶτον μὲν φέρε εἰπεῖν ἀπερείδει 1 ἐστι τοῦ—μόριον (2) in marg. P 2 καὶ γὰρ—πλοίου om. a 3 τοῦ R ποτε om. S 4 μὲν ἔξωθεν coll. a 6. 7 τὸν ἱστὸν τῷ κοντῷ Sa 7 post πίστις add. ἱκανὴ καὶ GPR 8 μέλλοι libri γίνεσθαι Ca ἐπὶ τὸ πλοῖον PR 9 ἐν τῇ γῇ ὠθῇ ἱστάμενον PR 10 τόν κοντὸν ex τῶ κοντῷ corr. S 12 τὸν ἱστὸν τῷ κοντῷ S δυνήσηται R: δύνηται SCa 13 ἂν prius] ἐξ a βορρἐας S: βορρἐως a 16 ἡ ὅτι ὁ μὲν CPR 17 πέτρα ὅλως ἑστὼς ἡ γῆ διὰ Sa 18 τῷ πλοίῳ om. CPR 19 μελλ S: μέλλοι CPRa γίνεσθαι a itemque 25 20 post ἄρα add. ἅμα a 22 κινῆσαι CPR 23 Τιτυὸς] τινὸς a 24 δύναται PR ἄρα om. CPR 25 μέλλοι CPRa 26 μόριον τοῦ κινουμένου coll. PR post μὲν add. οὖν a 30 ὠθῶν ὁ κυβερνήτης coll. CPR πρῶτον om. S: πρότερον C τὸν βραχίονα εἰς τὸ ὠλέκρανον, εἶτα ἢ αὐτὸ τὸ ὠλέκρανον ἀποστηρίζεται 150r πρός τι τῶν ἔξωθεν, οἷον πρὸς πέτραν ἢ ἄλλο τι, ἢ οὖν αὐτὸ ἀποστηρίζεται ἢ ὁ κυβερνήτης, οὗ τινος κυβερνήτου μέρος ἐστὶ τὸ ὠλέκρανον. τὸ δὲ συμβαίνει δὲ αὐτῷ τὸ αὐτὸ ὅ τε κινεῖται καὶ πρὸς ὃ ἀποστηρίζεται ἴσον ἐστὶ τῷ συμβέβηκε δὲ αὐτῷ τῷ πλοίῳ ἅρα εἶναι καὶ κινούμενον καὶ μένον· πρὸς ὃ γὰρ ἀποστηριζόμεθα μένειν ἀνάγκη.

Ἀπορήσειε δ᾿ ἄν τις, ἀρ’ εἴ τι κινεῖ τὸν ὅλον εἷναι θέλει ἀκίνητον.

Ὅπερ ἀπορεῖ τοιοῦτόν ἐστι· πότερον τὸ κινοῦν τὸν οὐρανὸν ἀκίνητόν ἐστι, καὶ πότερον ἔστιν αὐτοῦ μόριον ἢ οὔ; καὶ γὰρ ἡ ψυχὴ κινεῖ τὸ ζῷον ἀκίνητος οὖσα, καὶ ὅμως μόριόν ἐστι τοῦ ὅλου ζῴου. ἀρ’ οὖν καὶ τὸ κινοῦν τὸν οὐρανὸν μόριόν ἐστι τοῦ οὐρανοῦ, ὡς καὶ ἡ ψυχὴ τοῦ ζῴου, ἢ οὔ; εἰσὶ δὲ τὰ ζητούμενα τρία, ἓν μὲν εἰ κινεῖται τὸ κινοῦν τὸν οὐρανόν, δεύτερον δὲ εἰ ἔστι μόριον τοῦ οὐρανοῦ, καὶ τρίτον εἰ ἐν τῷ οὐρανῷ ἐστιν ὥσπερ καὶ ὁ κυβερνήτης ἐν τῷ πλοίῳ ἢ ὡς ἡ ψυχὴ ἐν τῷ ζῴῳ. θεὶς οὖν τὸ πρόβλημα δείκνυσι τέως πρῶτον ὅτι οὐ κινεῖται λέγων ῾εἴτε κινούμενον τὸ πρώτως κινοῦν τὸν οὐρανόν, ἀνάγκη εἶναί τι ἀκίνητον, ὡς δέδεικται, οὗ θιγγάνον κινήσει, καὶ τοῦτο, ἐν ᾧ ἀπερείδεται καὶ οὗ θιγγάνει, μηδὲν εἶναι μόριον τοῦ κινοῦντος. εἰ γάρ ἐστι μόριον αὐτοῦ ὥσπερ τῆς 150v χειρὸς τὸ ὠλέκρανον, δεήσει πάλιν ἄλλου, ἐν ᾧ ἀπερείσεται. ἀλλὰ μὴν ἀδύνατον τὸ πρώτως κινοῦν θιγγάνειν τινὸς καὶ πρός τι ἀπερείδεσθαι ἀμερὲς ὂν καὶ ἀσώματον, ὡς ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως δέδεικται· ὥστε οὐδὲ κινεῖται᾿. εἰ γὰρ ἀνάγκη τὸ κινοῦν κινούμενον πρός τι καὶ οὕτω κινούμενον κινεῖν, μὴ οἷόν τε δὲ ἀπερείδεσθαι πρός τι τὸ πρώτως κινοῦν, οὐδὲ κινεῖται ὅλως, ἀλλ’ ἔστιν ἀκίνητον. εἰ δὲ ἔστιν ἀκίνητον, ἀνάγκη μηδὲν εἶναι μόριον τοῦ κινουμένου· εἰ γὰρ εἴη μόριον τοῦ οὐρανοῦ, ἐπειδὴ δεῖ ἀκίνητον εἶναι, ἢ καὶ πᾶς ὁ οὐρανὸς μενεῖ ἢ εἰ κινεῖται, μένοντος τοῦ μέρους διασπασθήσεται. διὰ ταύτην οὖν τὴν αἰτίαν ὀρθῶς εἶπον οἱ λέγοντες ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδ’ οτιουν μένει μόριον, ὅπερ ταὐτόν ἐστι τῶ κινοῦν οὐκ ἔστι μόριον. καὶ τοῦτο μὲν λέγουσι καλῶς· σφάλλονται δὲ ἧ φασιν ὡς οἱ πόλοι κινοῦσι αὐτὸ 1 εἶτα—ὠλέκρανον om. C ἢ om. a 2 post αὐτὸ add. τὲ C 4 τὸ αὐτῷ coll. CPR 6 μένον] κινούμενον S 8 θέλει CPRS Arist. PS: τε δεῖ a Arist. vulg. 12 ὡς καὶ—οὐρανοῦ (14) om. CPR 16 οὖν om. PR: δὲ Ca post γὰρ add. τὸ S 18 θιγγάνον κινήσει] θιγγάνει κινούμενον PR 19 μόριον μηδέν εἶναι cull. CPR κινοῦντος] κινητοῦ S 20 post ὧ add. πάλιν CPR ἀπερείδεται P 22 ὡς om. CPR ἐν τῷ τέλει τῆς Φυσικῆς ἀκροάσεως] Θ 10 post τέλει add. τοῦ θ CPR 23 post οὐδὲ add. ὡς δέδεικται CPR aute κινούμενον add. τὸ Sa 27 ἢ εἰ] ἢ ἡ a 30 μενεῖ P post τῷ add. τὸ a 31 καλῶς λέγουσι coll. CP τὸν οὐρανόν. οἱ γὰρ πόλοι οὐδέν εἰσιν· ἐπινοίᾳ γὰρ ἡμετέρᾳ τὸ εἶναι 150v ἔχουσι. καὶ ἔτι πρὸς τῷ μηδεμίαν οὐσίαν καὶ φύσιν εἶναι τῶν πόλων, ἀδύνατον καὶ τὸ τὴν μίαν κινεῖσθαι κίνησιν ὑπὸ δυοῖν· ἡ γὰρ μία τῷ ἀριθμῷ κίνησις ὑπὸ ἑνὸς τῷ ἀριθμῷ κινουμένου, ὁμοίως δὲ κινοῦντος γίνεται, ὡς ἐν τοῖς Φυσικοῖς δέδεικται, οἱ δὲ πόλοι οὐχ εἷς, ἀλλὰ δύο· πῶς οὖν δυνατὸν τὴν μίαν κίνησιν τὴν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ὑπὸ δύο κινούντων γίνεσθαι; ὅτι μὲν οὖν ἔστι τι καὶ ἐν ὅλῃ τῇ φύσει ἀκίνητον, ὑφ’ οὗ τὸ πᾶν κινεῖται, καὶ ἐκ τῶν τοιούτων διαπορημάτων ἄν τις πιστεύσειεν· τούτου γὰρ οἶμαι δηλωτικόν ἐστι τὸ ἐκ τῶν τοιούτων ἄν τις διαπορήσειεν.

Οἱ δὲ μυθικῶς τὸν Ἄτλαντα ποιοῦντες ἐπὶ τῆς γῆς ἔχοντα τοὺς πόδας.

Ἡ μὲν περὶ τὸν Ἄτλαντα ἱστορία δήλη πᾶσιν· ποιοῦσι γὰρ κίονας βαστάζοντα καὶ ἐπὶ τῆς γῆς ἱστάμενον κινεῖν τὸν οὐρανόν, ἀνάλογον ὄντα τῇ ἡμισείᾳ τοῦ κύκλου διαμέτρῳ τῇ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν προσπιπτούσῃ. ὡς γὰρ ἐκείνη ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν, οὕτως ὁ Ἄτλας ἀπὸ τῆς γῆς κέντρου οὔσης πρὸς τὸν οὐρανόν. λέγει δὲ τοὺς ταῦτα λέγοντας ἀπὸ διανοίας λέγειν, καὶ εἶναι πλάσματα τῶν εἰπόντων, ἀλλ’ οὐκ ἀληθῆ. ὅμως, φησίν, εἰ καὶ δῶμεν εἶναι τοῦτο ἀληθές, μαρτύριον ἂν εἴη τοῖς ὑφ’ ἡμῶν λεγομένοις ὅτι εἰ μέλλει εἶναι κίνησις, ἀνάγκη εἶναί τι ἀκίνητον. διὰ γὰρ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν τὴν γῆν μένειν, τὸν Ἄτλαντα ἐπὶ ταύτης ἱστῶσι. θεὶς δὲ ταῦτα ἐνίσταται πρὸς τὴν δόξαν δεικνύων αὐτὴν ψευδῆ, καί φησιν ἀλλὰ τοῖς ταῦτα λέγουσιν ἀναγκαῖον φάναι μηδὲν εἶναι μόριον αὐτὴν τοῦ παντός. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν μὴ ἦν ἡ γῆ μόριον τοῦ παντός, εἰκότως ταῦτα λέγουσιν, εἰ δὲ μή, μάτην· ὥσπερ γὰρ ὁ ἐν τῇ πρύμνῃ καθήμενος οὐκ ἄν κινήσειε τὸ πλοῖον, διὰ τὸ εἶναι τὴν πρύμναν μόριον τοῦ πλοίου, οὕτως οὐδ’ ὁ ἐν τῇ γῇ ἱστάμενος κινήσειε τὸ πᾶν· μέρος γὰρ ἡ γῆ τοῦ παντός᾿.

Πρὸς δὲ τούτοις δεῖ τὴν ἰσχὺν ἰσάζειν τοῦ κινοῦντος καὶ τὴν του μένοντος.

Καὶ τοῦτο κατὰ τῆς περὶ τὸν Ἄτλαντα δόξης ἐστί. τὸ δὲ λεγόμενον τοιοῦτον· ὥσπερ ἔστιν ἰσχύς τις, καθ’ ἣν κινεῖ τὸ κινοῦν, οὕτω καὶ καθ᾿ 2 τῷ] τὸ P: ex τὸ corr. R τὸν πόλον Sa 3 κίνησιν κινεῖσθαι coll. CPR δυεῖν R 4 κινουμένη PR 5 ἐν τοῖς Φυσικοῖς] Θ 6 p. 259a 18 7 ἀκίνητον] ἀδύνατον C 11 μυθικοὶ a 13 τοῦ Ἄτλαντος CPR πᾶσι δήλη coll. CPR 15 post ἡμισείᾳ add. τῆ ἐκ PR, τῆς C 17 κέντρον CSa, fort, recte 18 δὲ om. R 18. 19 τῶν λεγόντων CPR 19 οὐκ ἀληθές CPR 20 μέλλοι CRa 21 καὶ om. PRa 26 κινήσειε sciipsi: κινήσει P: κινήση CSa et fort. R 30 τὴν om. C ἣν μένει τὸ μένον, ἀνάλογον ἐξ ἀνάγκης οὖσαι. ὡς γὰρ ἡ κίνησις πρὸς 150v τὴν κίνησιν, οὕτω καὶ ἡ ἠρεμία πρὸς τὴν ἠρεμίαν, καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὴν ἠρεμίαν, οὕτω πάλιν ἡ κίνησις πρὸς τὴν ἠρεμίαν. καὶ αἱ μὲν ἴσαι κινήσεις ἢ δυνάμεις ἀπαθεῖς ὑπ’ ἀλλήλων, κινοῦνται δὲ κατὰ τὴν ὑπροχήν. ὥστε εἰ μὴ ἔστιν ἡ τῆς γῆς ἐσχύς, καθ᾿ ἣν ἠρεμεῖ, ἴση πρὸς τὴν τοῦ ἐν αὐτῇ ἀπερειδομένου καὶ κινοῦντος, κινηθήσεται ἀπὸ τοῦ μέσου καὶ τοῦ κατὰ φύσιν αὐτῇ τόπου.

Κινεῖ δὲ τὸ ἠρεμοῦν πρῶτον.

Ἠρεμοῦν πρῶτον λέγει τὸν Ἄτλαντα· αὐτὸς γὰρ ἐπὶ τῆς γῆς κινεῖ τὸν οὐρανὸν μετὰ τῶν κιόνων, κινουμένων τῶν κιόνων. καὶ ἐπεὶ τὴν τῆς γῆς ἰσχὺν οὐ μόνον πρὸς τὴν τοῦ Ἄτλαντος ἰσχύν, ἀλλὰ καὶ πρὸς τὴν τοῦ ὑπὸ Ἄτλαντος κινουμένου οὐρανοῦ ἰσχὺν ἀντιμάχεσθαί ἐστιν ἀναγκαῖον, δῆλον ὅτι χωρὶς ἑκάστης ἰσχύος μείζων ἐστὶν ἡ τῆς γῆς, τῆς τε τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Ἄτλαντος. | ἀλλὰ μὴν ἀδύνατον λέγον ἔχουσαν 151r σημείου πρὸς τὸ πᾶν ἴσην εἷναι τὴν δύναμιν αὐτῆς τῇ τε τοῦ παντὸς καὶ τῇ τοῦ Ἄτλαντος.

Ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανου μορίων.

Δείξας ὅτι ἀδύνατόν ἐστι κινεῖσθαι τὸν οὐρανὸν ὑπὸ τοῦ Ἄτλαντος διὰ τοῦ δεῖξαι ὅτι ἀδύνατόν ἐστι τὴν τῆς γῆς ἰσχὺν ἴσην εἶναι τῇ τε τοῦ οὐρανοῦ καὶ τῇ τοῦ Ἄτλαντος, ἐπάγει ἔστι δέ τις ἀπορία περὶ τὰς κινήσεις τῶν τοῦ οὐρανοῦ μορίων, λέγων νῦν οὐρανὸν τὸν σύμπαντα κόσμον, μόρια δὲ αὐτοῦ γῆν πῦρ καὶ τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα, κινήσεις δὲ τὰς ἀπὸ τῶν κατὰ φύσιν ἑκάστου τόπων μεταστάσεις. ἔστι δὲ τὸ ἀπορούμενον, ἆρά γε εἴ τις εὑρεθείη δύναμις μείζων οὖσα τῆς τῆς γῆς δυνάμεως, καθ’ ἣν ἠρεμεῖ, κινήσει αὐτὴν ἢ οὔ. ὅτι δὲ ἐνδέχεται εὑρεθῆναι μείζονα τῆς δυνάμεως τῆς γῆς, δῆλον. εἰ μὲν γὰρ ἦν ἡ γῆ ἄπειρος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ ἰσχὺς δὲ ἀφ’ ἧς αὕτη ἡ δύναμις ὅτι οὐκ ἄπειρος) εἰ μὲν οὖν ἦν ἡ γῆ ἄπειρος, ἦν ἄν καὶ ἡ ἰσχὺς αὐτῆς ἡ βαρύτης, δι᾿ ἣν οὐ κινεῖται, ἄπειρος, ἀπείρου δὲ οὔσης οὐκ ἄν εὑρέθη μείζων· 2 ὡς in lit. R 2. 3 ὡς ἡ ἠρεμία πρὸς τὴν κίνησιν οὕτω πάλιν καὶ κίνησις πρός ἠρεμίαν SPRa 5 ἰσχὺς τῆς γῆς coll. et post γῆς add. ἐξ ἀνάγκης CPR ἴση om. a 7 τοῦ supr. vers. S αὐτῆς PR: αὐτοῦ C 9 λέγοι a 11 τὴν τῆς ex τῆς γῆς corr. P1 12 τοῦ om. S post ὑπὸ add. τοῦ PR 13 ἑκάστου P 13. 14 μείζων ἐστὶν—ἀδύνατον iterat a 14 τε om. PR τοῦ prius om. S ἔχουσα CPRa 20 τοῦ ante οὐρανοῦ om. a 21. 22 τῶν μορίων τοῦ οὐρανοῦ κινήσεις coll. a 22 τοῦ om. PR 23 γῆν καὶ πῦρ CPR καὶ τὰ κυκλοφορητικὰ CPR 24 τόπου PR καταστάσεις S 25 ἀρά τε C 26 post εὐρεθῆναι add. δύναμιν CPR 28 δηλωτικόν ἐστι coll. CPR ἡ ante ἰσχὺς om. PR 30 μείζων] μεῖζον P τῆς γὰρ ἀπείρου οὐδέν ἐστι μεῖζον· ἐπεὶ δὲ πεπέρασται (οὐδὲν γάρ 151r ἐστιν ἐνεργείᾳ ἄπειρον, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δέδεικται), τοῦ πεπερασμένου μεῖζον εὑρεθῆναι οὐδὲν κωλύει. ὥστε εἰ ταύτης, καὶ τῆς τῶν θείων καὶ κυκλοφορητικῶν σωμάτων δυνάμεως εὑρεθήσεταί τις δύναμις μείζων· πεπερασμένα γὰρ καὶ ταῦτα, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. ταῦτα εἰπὼν ἐπάγει ‘τὸν δ’ οὐρανὸν οἰόμεθα ἐξ ἀνάγκης ἄφθαρτον εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον· συμβαίνει δὲ εἶναι αὐτὸν φθαρτόν, διὰ τὸ ἐνδέχεσθαι μείζω δύναμιν εὑρεθῆναι τῶν δυνάμεων, ἀφ᾿ ὧν αὐτός τε κινεῖται καὶ τὸ πῦρ, καὶ ἡ γῆ ἠρεμεῖ᾿. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὅτι ἄδηλόν ἐστιν, εἴπερ τις ὅλως ἐστὶ μείζων δύναμις τῶν δυνάμεων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν λοιπῶν, ἐπήγαγεν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι κινήσεις, τουτεστιν εἰ μὲν οὖν εἰσιν ὑπερέχουσαι δυνάμεις. ἔστι δὲ τὸ λεγόμενον ‘εἰ μὲν οὖν εἰσιν ἐκ τῶν ὄντων καὶ ὕπαρξιν ἐχόντων δυνάμεις τινὲς μείζους τῶν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δυνάμεων, κινήσουσι νῦν ἢ αὔριον ἢ ὅλως ποτὲ καὶ φθεροῦσι τὸν κόσμον᾿ (τὸ γὰρ ὑπ᾿ ἴσον ἐδτὶ τῷ ἡ μὲν γῆ ὑπὸ τῆς μείζονος ἰσχύος τῆς ἑαυτῆς δυνάμεως, καὶ ὁ οὐρανὸς ὑπὸ τῆς μείζονος τῆς ἑαυτοῦ)· ῾εἰ δὲ μή εἰσιν ὄντα αἱ μείζονες δυνάμεις, δύνανται δ᾿ ὅμως ποτὲ γεμέσιαι᾿ (ἄπειρον γὰρ ἐνδέχεται, τουτέστιν οὐ γάρ εἰσιν ἄπειρα τὰ σώματα, ἵνα καὶ αἱ δυνάμεις αὐτῶν ἄπειροι ὦσιν, ἢ τὸ ἄπειρον γὰρ οὐκ ἐνδέχεται ἴσον ἐστὶ τῷ οὐδὲν γὰρ ἐνδεχόμενον γενέσθαι εἰς ἄπειρον ἔχει τὴν δύναμιν, ἀλλ’ ἔρχεταί ποτε εἰς ἐνέργειαν, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται· εἰ γὰρ ἐνδέχεται τὸ ὕδωρ γενέσθαι ἀέρα, κἂν γενήσεταί ποτε) ῾εἰ οὖν μή εἰσι μείζονες δυνάμεις τῶν τῆς γῆς καὶ τοῦ οὐρανοῦ δυνάμεων, δύνανται δ᾿ ὅμως γενέσθαι, ἐνδέχοιτ᾿ ἄν διαλυθῆναι τὸν οὐρανόν. τί γὰρ κωλύει φθαρῆναι, εἴπερ μὴ ἀδύνατον ἀλλ᾿ ἐνδεχόμενόν ἐστι φθαρῆναι τὸν οὐρανόν; οὐκ ἔστι δὲ ἀδύνατον, εἰ μὴ τὸ ἀντικείμενον ἀναγκαῖον. ὅταν γάρ ἐστι τόδε τι ἀναγκαῖον, τότε τὸ ἀντικείμενον αὐτῷ ἀδύνατόν ἐστι γενέσθαι, οἷον ἀναγκαῖόν ἐστιν εἶναι τὸν ἄνθρωπον ζῷον, ἀδύνατον ἄρα εἶναι αὐτὸν μὴ ζῷον· ἀντίκειται δὲ τῷ μὴ ζῷον τὸ ζῷον. ὅταν δέ ἐστι τὸ ἀντικείμενον ἐνδεχόμενον ἤτοι μὴ ἀναγκαῖον, καὶ τὸ ἀντικείμενον οὐκ ἀδύνατον ἀλλὰ δυνατόν, οἷον οὐκ ἔστιν ἀναγκαῖον βαδίζειν τὸν Σωκράτην, ὥστε τὸ μὴ βαδίζειν οὐκ ἀδύνατον, ἀλλὰ δυνατόν· ἀντίκεινται γὰρ πάλιν τὸ βαδίζειν καὶ μὴ βαδίζειν. 1 τῆς—μεῖζον om. PR 2 ἐν τῆ Φυσικῇ ἀκροάσει] Γ 5 5. 6 ἐν τῇ Περὶ οὐρανοῦ] Α 5 7 ὥσπερ καὶ in lit. Ρ αὐτὸν εἶναι coll. CPR 9 ἔμελλε CPa 11 καὶ τῆς γῆς om. C 12 κινήσεις] δυνάμεις C 13 έστι—λεγόμενον] ὡς εἶναι CPR post εἰσιν add. ὑπερέχουσαι δυνάμεις CPR καὶ om. S 14 δυνάμεις τινὲς] ἤγουν CPR 16 ἡ μὲν γῆ] ἡμᾶς μὴ S ἑαυτῆς] ἑαυτοῦ S: αὐτῆς C 18 δύναται PR 22 ἐν τῇ Περὶ οὐρανοῦ] Α 12 23 ἀέρα] ὕδωρ S 26 post ἀδύνατον add. ἐστιν CPR ἐστι om. CPR 27 post ἀναγκαῖον add. εἴη a ἐστι PRS: ἦ Ca, sed cf. 30 29 ἐστιν τὸ τὸν ἄνθρωπον εἶναι ζῶον C 30 τὸ μὴ ζῶον R1: τῶ μὴ ζώω CPR2 ἐστι] CPRS: ἦ a ante ἐνδεχόμενον add. μὴ PR 31 οὐκ ἐναντίον ἀλλὰ PR 32 ἐστιν ἐναντίον βαδίζειν CR μὴ om. CPRa ὥστε ἄν οὐκ ἔστιν ἀναγκαῖον μὴ φθαρῆναι τὸν οὐρανόν, ἀλλ’ ἐνδεχόμενον. 151r οὐδὲ τὸ φθαρῆναι ἀδύνατον ἔσται, ἀλλὰ δυνατόν᾿. τὰ μὲν οὗν λεγόμενα τοιαῦτα. τὴν δ᾿ ἀπορίαν αὐτὸς μετ’ ὀλίγον ἐπιλύσεται. ὅτι δὲ οἰκεία ἐστὶ τοῖς εἰρημένοις, ὡς εἴρηται, ἐντεῦθεν δῆλον· ἐζήτει γὰρ ὅτι εἰ κινεῖ τὸν οὐρανὸν ὁ Ἄτλας, ἔσται ἡ τῆς γῆς δύναμις χωρὶς μείζων τῆς τοῦ Ἄτλαντος καὶ μείζων τῆς τοῦ οὐρανοῦ δυνάμεως· εἰ δὲ τοῦτο, τί κωλύει εἶναι καὶ μείζονα δύναμιν τῆς δυνάμεως τῆς γῆς. |

Ἄρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου.

Δείξας ὅτι εἰ μέλλει γίνεσθαι κίνησις, ἀνάγκη εἶναί τι ἠρεμοῦν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινουμένου, καὶ μέλλων ζητεῖν, εἰ ἐνδέχεται καὶ ἐπὶ τῆς τοῦ οὐρανοῦ κινήσεως εἶναί τι ἀκίνητον, ἵνα κινῆται ὁ οὐρανός, πάλιν ἐπανέλαβε τὸν λόγον, καὶ ἐρωτήσας ἐπὶ τῶν ζῴων μεταβαίνει ἀπὸ τῶν ζῴων ἐπὶ τὸν οὐρανόν, καὶ κατὰ τὸ σιωπώμενον δοὺς ἡμῖν ἐννοεῖν ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ πάντῃ πάντως ἀκίνητον ἐπήγαγεν ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός. ὥσπερ γὰρ ἀδύνατόν ἐστι τὸ πλοῖον κινηθῆναι ὑπὸ τοῦ καθημένου εἰς τὴν πρύμναν, διὰ τὸ μέρος γίνεσθαι τὸν καθήμενον τοῦ πλοίου, οὕτω καὶ τὸν οὐρανὸν ἀδύνατον κινηθῆναι ἐντὸς ὄντος τοῦ τῆς κινήσεως αἰτίου· μέρος γὰρ ἂν καὶ τοῦτο εἴη τοῦ παντὸς ἐντὸς ὂν αὐτοῦ. διὸ τοῖς ὑπολαμβάνουσι καὶ ἀποδεχομένοις ὅτι εἰ μέλλει κινεῖσθαι ὁ οὐρανός, ἀνάγκη πάντῃ πάντως εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ, δόξει καλῶς εἰρῆσθαι ῾Ομήρῳ ‟ἀλλ᾿ οὐκ ἄν ἐρύσαιτ᾿ ἐξ οὐρανόθεν πεδίονδε’’. ἔοικε γὰρ καὶ Ὅμηρος διὰ τὸ νομίζειν δεῖν εἶναί τι ἀκίνητον καὶ ἐκτὸς τοῦ οὐρανοῦ πεποιηκέναι τὸν Δία ταῦτα λέγοντα πρὸς τοὺς ἄλλους θεοὺς ὅτι ‟οὐκ ἄν δυνήσεσθέ ποτε πάντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θέαιναι κατασπάσαι καὶ καταγαγεῖν με ἐξ οὐρανοῦ εἰς τὴν γῆν”. τὸ γὰρ πρῶτον κινητικόν, δι’ οὗ κινεῖται ἡ ἀπλανής, πάντῃ ἀκίνητον ὂν οὐδεὶς ἄν κινήσειεν. ὥστε διὰ μὲν τοῦ εἰπεῖν ‟ἀλλ᾿ οὐκ ἄν ἐρύσαιτε” ἐδήλωσεν ὅτι πάντῃ ἐστὶν ἀκίνητον, διὰ δὲ τοῦ ἐπενεγκεῖν ὅτι ‟ἐξ οὐρανοῦ” ᾐνίξατο ὅτι ἐκτὸς τοῦ οὐρανοῦ. εἰ δ᾿ ἔστιν ἀκίνητον τὸ πρώτως κινοῦν, λύεται καὶ ἡ προσεχῶς ῥηθεῖσα ἀπορία, ἣν αὐτὸς πάλαι εἶπεν, ἡ λέγουσα πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ; τὸ γὰρ ὑπ᾿ ἀκινήτου κινούμενον αἰτίου οὐδέποτε φθαρήσεται, ἕως ἄν μένῃ τὸ κινοῦν. τὸ δὲ τῆς λέξεως 1 ἂν] εἰ a μὴ om. CPR 6 καὶ post εἶναι om. CPR 8 ἀκίνητόν τι coll. a 10 et 21 μέλλοι CPRa 15 ἐντὸς PR 17 ὑπὸ τοῦ—κινηθῆναι (18. 19) om. CPR 19 εἴη καὶ τοῦτο coll. CPR 20 ἐντὸς ὢν C 21 καὶ om. a 22 Ὁμήρῳ] Il. Θ 21 sqq. post ῾Ομήρῳ add. γὰρ S: III eras. R ἐρύσετε CS: ἐρύσητ᾿ a 23 ἐξ οὐνου PRS post νομίζειν add. ἔξω τοῦ οὐνου CPR 24 καὶ ἐκτὸς τοῦ οὐρανοῦ om. CPR 25 δυνήσησθε a 28 κινήσαιεν PR ἐρύσετε S: ἐρύσῃ τε CPRa 29 ἐστὶν om. P 30 post ἐκτὸς add. ἐστὶ CPR 31 exspectas πάλαι λεχθεῖσαν εἶπεν (cf. Arist. p. 700a4) 33 μένει a συνεχὲς τοιοῦτόν ἐστιν ῾ὅθεν, εἰ ἐξ ἀκινήτου ἤρτηται ἀρχῆς, λύεται καὶ ἡ 151v πάλαι λεχθεῖσα ἀπορία, πότερον ἐνδέχεται᾿ καὶ τὰ ἑξῆς. φέρεται καὶ ἄλλη γραφὴ ἡ διὰ τοῦ Δ ἔχουσα οὕτως ὅθεν δύεται καὶ ἡ πάλαι λεχθεῖσα ἀπορία᾿. καὶ εἴη ἂν τὸ λεγόμενον ῾ὅθεν, τουτέστι διὰ τὸ εἶναι ἄδηλον, εἴτε ἔστιν ἐκτὸς τοῦ οὐρανοῦ τι ἀκίνητον εἴτε μή, δύεται καὶ χώραν ἔχει καὶ εὑρίσκει τὸ ἀπορεῖν, πότερον ἐνδέχεται φθαρῆναι τὸν οὐρανὸν ἢ οὔ. εἰ δὲ ἦν δῆλον ὡς ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ ἀκίνητον, οὐκ ἄν εἰσεδύετο καὶ εἰσήρχετο καὶ χώραν εὕρισκεν ἡ τοιαύτη ἀπορία᾿. σαφῶς δὲ τὰ ἑξῆς καταλέγει. τὸ δὲ ἀλλ’ ὑφ’ ὧν ταῦτα κινεῖται τοιοῦτόν ἐστιν· ῾ ἢ ἐν μὲν τοῖς ἀψύχοις εἶναι καὶ ἐκτὸς καὶ ἐν αὐτοῖς ἠρεμοῦν οὐκ ἐνδέχεται ἀλλ᾿ ἐν τοῖς ζῴοις, ὑφ’ ὧν τὰ ἄψυχα κινεῖται· ὑπὸ γὰρ τῶν ζῴων τὰ ἄψυχα κινεῖται᾿. ἐν δὲ τῇ λέξει τῇ τῶν δὲ τοιούτων περὶ μὲν τῶν ζῴων εἴρηται τὸ τοιούτων περὶ πάντων ἀπλῶς τῶν κινουμένων εἴρηται καὶ ἐμψύχων καὶ ἀψύχων. ὅτι δὲ καὶ τὰ ζῷα καὶ εἰσπνέοντα καὶ ἐκπνέοντα πρὸς τὸ ἔξω ἀπερειδόμενα τοῦτο ποιεῖ, δῆλον τοῖς προσέχουσιν· ὅταν μὲν γὰρ ἠρεμῶμεν, καὶ πάντῃ προδήλως, ἀλλὰ καὶ ὅταν βαδίζωμεν, εἴπερ ἐξ ἠρεμίας καὶ κινήσεως ἡ βάδισις γίνεται καὶ πᾶσα ἡ κατὰ τόπον μεταβολή, ὡς ἐν τῷ Περὶ ζῴων μορίων δέδεικται. κἄν τις δὲ προσέχῃ, γνώσεται ἑαυτὸν ἐν ταῖς ἐκπνοαῖς καὶ εἰσπνοαῖς ἀπερειδόμενον ὡς πέφυκε τότε γίνεσθαι ἡ ἀπέρεισις. δῆλον δὲ καὶ ὅτι ὅταν μέγα βάρος ῥῖψαι βουληθῶμεν, ἀπερειδόμεθα, ἀλλὰ καὶ ὅταν πτύσαι καὶ βῆξαι. |

Πότερον δὲ ἐν τῷ αὑτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ 152r τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφ’ αὑτοῦ καὶ αὐξανομενῳ;

Οὐκ ἀλλοιοῦται οὐδ’ αὔξεται ὑφ’ αὑτῶν τὰ κατὰ γαστρὸς ὄντα· ὑπὸ τῆς μητρὸς γὰρ ὡς μέρη αὐτῆς τότε καὶ αὔξεται καὶ ἀλλοιοῦται τὰ ἔμβρυα· ὑφ᾿ αὑτῶν δὲ ἀλλοιοῦται καὶ αὔξεται ἐκτός. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον καὶ τὴν ἡδονὴν καὶ τὸν θυμὸν καὶ τὰς ἄλλας ἁπάσας· ἀλλοιούμεθα γὰρ καὶ ὑπὸ τοῦ περιέχοντος, ἀλλὰ καὶ ὑφ’ αὑτῶν, τινὸς ἐντὸς γινομένης κινήσεως. γένεσιν δὲ ἐξ ἀρχῆς λέγει καὶ φθορὰν τὴν ἐξ ἀρχῆς ἐν τῇ μήτρᾳ 1 καὶ om. a 2 post πότερον acid, εἰ CPR post φέρεται add. δὲ CPR 3 ἡ διὰ om. P λύεται S καὶ om. a 4 ἄν om. CPU 5 δέεται S 5. 6 ἔχει καὶ om. CPR 7 ἔστιν ἐκτὸς CPR 9 ἀλλ᾿ ὑφ᾿ ὧν libri; cf. Arist. P: ἄλλ᾿ ὑφ᾿ ὧν Arist. vulg. 11. 12 ὑπὸ—κινεῖται om. C 12 τῶν ante δὲ ex τὸ corr. PS: τὸ CR τοιούτων] τούτων R: ex τούτων corr. P 18 τοιούτων ex τοιοῦτον corr. P εἴρηται om. CPR 15 ἀπερειδόμενον P1R 18 ἐν τῷ Περὶ ζῴων μορίων] immo ἐν τῷ Περὶ ζ. πορείας c. 3 προσέχοι S: προσέχων PR γνώσηται PR 19 ἀπερειδόμενος PR 20 τὴν ἀπέρεισιν CPR: ἀπερίεισις a post βουληθῶμεν add. ὡς a 22 αὑτὸ Arist. vulg.: αὐτὸ αὐτό PS Arist. EP: αὑτὸ αὐτὸ ex corr. R: αὑτὸ αὐτὸ C: αὐτὸ (semel) a Arist. SY μόνῳ om. SC Arist. P 25 ὑφ’ αὐτῶν] ὑπ’ αὐτοῦ S 26 τότε post ἀλλοιοῦται ponunt CPR 27 ἀλλοιοῦται καὶ αὔξεται om. CPR 27. 28 ἀκουστέον οὐ τὴν CPR 30 ante ἐν add. ἡμῶν CPR σύστασιν· περὶ γὰρ ταύτης νῦν παραιτεῖται ζητεῖν. ἀπορήσας οὖν εἰ ἐνδέχεται 152r εἶναί τι καὶ ἐπὶ τῶν αὐξανομένων καὶ ἐπὶ τῶν ἀλλοιουμένων ἠρεμοῦν ὥσπερ καὶ ἐπὶ τῶν κινουμένων κατὰ τόπον, ἐπάγει εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς, πρώτην κίνησιν λέγων τὴν κατὰ τόπον μεταβολήν· αὕτη γὰρ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται πρώτη τῶν ἄλλων, καὶ ταύτης ἡ κύκλῳ. ἔστι δὲ τὸ λεγόμενον ῾εἰ μὲν οὖν ἔστιν ἡ κατὰ τόπον κίνησις προτέρα γενέσεως καὶ ἀλλοιώσεως, αὗται δὲ αὐξήσεως, καὶ χωρὶς τῆς κατὰ τόπον κινήσεως οὐκ ἐνδέχεται οὔτε γένεσιν οὔτε ἄλλην τινὰ γενέσθαι μεταβολήν, ἡ δὲ κατὰ τόπον κίνησις χωρὶς ἠρεμοῦντός τινος γενέσθαι οὐ δύναται, οὐδὲ αὗται χωρὶς ἠρεμοῦντος γενήσονται᾿. εἰ δὲ μή, οὐκ ἀνάγκη, τουτέστιν εἰ δὲ μὴ ἔστιν ἡ κατὰ τόπον μεταβολὴ προτέρα τῶν ἄλλων, οὐκ ἀνάγκη εἶναί τι τῶν ἀλλοιουμένων καὶ αὐξανομένων ὑφ’ αὑτῶν ἠρεμοῦν. ἀλλὰ μήν, ὡς δέδεικται, ἔστι προτέρα· ἔστιν ἄρα καὶ ἐπὶ τούτων ἠρεμοῦν τι. ὅτι δὲ ἡ κατὰ τόπον, ἥτις εἰς τὴν κύκλῳ καὶ εἰς τὴν ἐπ’ εὐθείας διαιρεῖται, πρώτη καὶ ἐν τῷ παντὶ καὶ ἐν τοῖς ζῴοις, δέδεικται. τελειωθέντα γὰρ τὰ ζῷα πρῶτον μεταβάλλει κατὰ τόπον καὶ οὕτως ὀχεύει· ἀλλὰ καὶ ὅτε θηλάζει προηγεῖται ἡ κατὰ τόπον κίνησις. ἀλλὰ καὶ τοῦ αἵματος πρῶτον ἄνω καὶ κάτω κινηθέντος οὕτως ἕπεται ἡ πρόσκρισις, καὶ οὕτως ἡ αὔξησις. ὅταν δὲ λέγῃ ὅτι πρότερόν ἐστι τὸ κινοῦν τοῦ κινουμένου, οὐκ ἐπὶ παντὸς κινοῦντος καὶ κινουμένου ἀκούειν δεῖ, ἀλλ’ ἐπί τινων. τί δὲ διαφέρει φαντασία καὶ νοῦς καὶ ὄρεξις εἴρηται ἐν τῷ Περὶ ψυχῆς. καὶ ἐπεὶ ἡ προαίρεσις κίνησις διανοίας καὶ ὀρέξεως, ἔσται καί τι διανοητὸν προαιρετόν· οὐ γὰρ πᾶν διανοητόν. τὰ γὰρ μαθήματα διανοητὰ μέν, οὐ προαιρετὰ δέ, ἀλλ᾿ ὅσων διανοητῶν ἐστι τὸ τέλος πρακτόν, ὡς ἐπὶ τῶν τεχναστῶν καὶ ἄλλων τινῶν, τούτων καὶ τὸ τέλος προαιρετόν. τοῦτο γὰρ τὸ τῶν πρακτῶν τέλος ἀπὸ πάντων τῶν ἀγαθῶν ἐστι τὸ κινοῦν τὸ ζῷον, ἀλλ’ οὐ πᾶν τὸ καλόν. ἡ γὰρ γνῶσις τῶν ὄντων ᾗ ὄντα, καλὸν οὖσα, ἠρεμίας μᾶλλον ἀλλ’ οὐ κινήσεως ἐστιν αἰτία, ὡς ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς εἴρηται, ὅτε τὸν Πλάτωνα ἤλεγχε λέγοντα τὴν ψυχὴν αὐτοκίνητον. κινεῖ οὖν τὸ ὡς πρακτὸν ἀγαθὸν τὸ ζῷον, ᾗ ἐστιν ἄλλα τούτου ἕνεκεν, καὶ ᾗ τέλος ἐστὶ τῶν ἄλλου τινὸς ἕνεκα ὄντων. πάντα γὰρ τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους ἐστίν.|

Ὥστε δῆλον ὡς ἔστι μὲν ᾗ ὁμοίως κινεῖται τὸ ἀεὶ 152v κινουμενον.

Τὸ ἔστι μὲν ᾗ ὁμοίως κινεῖται ἴσον ἐστὶ τῷ τρόπον μέν τινα ὁμοίως κινεῖται ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινητικοῦ καὶ τὰ ζῷα ὑπὸ τοῦ ὀρεκτοῦ· τοῦτο γὰρ κινεῖ τὴν ὀρεκτικὴν καὶ ὁρμητικὴν τῆς ψυχῆς δύναμιν, ἥτις κινεῖ τὰ ζῷα· ἔστι δ’ ᾗ ἄλλως, τουτέστι τρόπον δέ τινα ἀνομοίως, ὁμοίως μὲν διότι καὶ τὸ κινοῦν τὸν οὐρανὸν καὶ τὸ κινοῦν τὰ ζῷα ὡς ἐφετὰ κινοῦσιν, ἀνομοίως δὲ διότι τὸ μὲν ἀεὶ κινεῖ τὸν οὐρανόν, τὸ δὲ οὐκ ἀεὶ τὰ ζῷα. τὸ δὲ ἀίδιον καλὸν καὶ τὸ ἀληθῶς καὶ τὸ πρώτως ἀγαθόν. τὸ δέ ἀντὶ τοῦ γάρ, ἵν ᾖ ‘τὸ γὰρ ἀίδιον καλόν᾿. εἰπὼν γὰρ ὅτι τὸ πρώτως κινοῦν ἀεὶ κινεῖ, ἐπήγαγε τὸ γὰρ ἀίδιον καλὸν καὶ τὸ πρώτως καὶ ἀληθῶς ἀγαθὸν καὶ μὴ ποτὲ μὲν ποτὲ δ’ οὔ, ὥσπερ τὰ παρ᾿ ἡμῖν ἀγαθά (ταῦτα γὰρ οὐκ ἀεὶ ἀγαθά) θειότερον καὶ τιμιώτερον ὥστ᾿ εἶναι πρότερον· τουτέστιν οὕτως ἐστὶ θειότερον, ὥστε μὴ ἔχειν αὐτοῦ πρότερόν τι κατὰ τὸ τίμιον· πάντων γὰρ τιμιώτερον τὸ τοιοῦτον. ὥστε τὰ μὲν παρ’ ἡμῖν, διὰ τὸ ποτὲ μὲν εἶναι ἀγαθὰ ποτὲ δὲ μή, καὶ ποτὲ μὲν κινεῖ ποτὲ δὲ οὐ κινεῖ, ἐκεῖνο δὲ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ κινήσει. τελευταῖον δὲ τῶν κινουμένων λέγει τὸ ζῷον, ὅπερ κινεῖ ἡ ὄρεξις καὶ αὐτὴ κινουμένη, κινουμένη δὲ οὐ κατὰ τόπον (δέδεικται γὰρ ὅτι ἡ ψυχὴ πάντῃ ἐστιν) ἀλλ’ ὡς ἀγομένη ἀπὸ ἀνενεργησίας εἰς ἐνέργειαν. εὐλόγως δ᾿ ἐστὶ φορὰ ὑστέρα τῆς ὀρέξεως· προτέρα γὰρ ἡ ὄρεξις κινεῖται, καὶ οὕτω τὸ ζῷον φέρεται. ἀλλὰ ταῦτα μὲν οὕτως. τίσι δὲ ὀργάνοις χρωμένη κινεῖ τὸ ζῷον ἡ ψυχή, καὶ ὅλως πῶς κινεῖ οὐ κινουμένη, εἴρηται ὅτε περὶ ὁρμῆς καὶ τῆς ὁρμητικῆς δυνάμεως ὁ λόγος ἦν. διὸ ἐξ ἐκείνου τοῦ βιβλίου τὴν πᾶσαν τοῦ Ἀριστοτέλους διάνοιαν ἀναλέγεσθαι χρὴ τῷ βουλομένῳ τῆς ἀληθείας ἐπιτυγχάνειν· ὅμως καὶ νῦν ὀλίγα τῶν ἐκεῖσε παραγράψομεν. εἴρηται πρῶτον ὅτι τοῦ ὀρεκτικοῦ τε καὶ ὁρμητικοῦ αἱ δυνάμεις πλείους εἰσί, τελευταῖον δὲ ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεων ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτική (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ ἡ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν· τοιοῦτον γὰρ τὸ λογιστικόν, ὃ 1 ὡς] ὅτι a: cm. CPR 4 κινητικοῦ] κινεῖται PR 5 ὀρεκτικοῦ a 6 τινα om. CPR 7 μὲν] δὲ CPR 8 κινεῖ om. CPR 9 τὸ ὡς ἀληθῶς a 9. 10 καὶ τὸ πρώτως libri et Arist. P: τὸ om. Arist. vulg. 10 τὸ δέ—ἀγαθὸν (12) om. Sa 12 ποτέ δέ μὴ CPRa 13 θειότερα καὶ τιμιώτερα S 14 ὥστ’ εἶναι a Arist. vulg.: ὥστε GPRS πρότερον libri et Arist. ESY: πρὸς ἕτερον Arist. vulg. 16 μὲν post τὰ om. CPR μὲν tertium om. Sa 16. 17 μὲν κινεῖν P 17 κινεῖ post οὐ om. CPR ἀεὶ ante ὃν om. S ἀεὶ κινεῖ a 19 δέδεικται] de an. A3 20 ἀπὸ] ὑπὸ P 21 προτέρα] πρῶτον CPR 24. 25 ἐξ ἐκείνου τοῦ βιβλίου] suum aliquem Περὶ ὁρμῆς librun dicere videtur (cf. p. 116,10. 13 117,16. 17); ceterum cf. Arist. de an. Γ 9. 10 27 παραγράψομαι CPR 28 πλείους αἱ δυνάμεις coll. CPR 29 καὶ τῶν κριτικῶν a 30 post ὑπηρετικὴ add. καὶ CP ἡ ante φαντασία om. CSa 31 ante κριτικόν add. καὶ a διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν 152v ἔχει τὴν ἀναφορὰν ἐν ὅσοις ἐστὶν ἄμφω, ὅπως εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις ὡς ὑπηρετικόν, ὃ καὶ νευροσπαστικὸν καλοῦμεν. δύναμις γάρ ἐστι καὶ ἐν τοῖς νεύροις, καθ᾿ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἐπεὶ γὰρ τὰ κατ᾿ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγινομένου πράττεται, ὧν παθῶν τὰ μὲν ἀνίησί τε τὸ σῶμα καὶ αὔξην αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἱ αἰσθήσεις αἱ ἔννοιαι τῶν πραγμάτων καθ’ ὁμοίωσιν αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσι τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν) ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα, καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ᾿ ὁρμὴν ἐνεργείας, τὴν ἀρχὴν τῆς κινήσεως ἀπὸ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τὴν ἀρχὴν γινομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίνεται. τοῦ γὰρ οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρῴρας γίνεται μετάστασις· καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ ὅταν ἀλλοίωσίς τις γένηται δι’ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεταί τις κίνησις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖται τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ὠχρότησι, θερμότησιν, ψύχεσι, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχοις γινομένη κατὰ φαντασίαν διωκτοῦ ἢ φευκτοῦ. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη, ὡς ἐν ἐκείνοις εἴρηται· ἀκίνητος γὰρ καθ’ αὑτὴν πᾶσα ἐντελέχεια, ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. διὸ οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς (τοῦτο γὰρ λέγεται ἐφ’ ὧν κεχώρισται κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν) ἀλλ᾿ ἐπεὶ κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ᾿ αὐτὸ κινούμενον (οὕτω γὰρ ὁ τεχνίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ, ὅτι κατ᾿ αὐτήν) οὕτω λέγ᾿ ἔται τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατ᾿ αὐτήν· κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις 1 ἐστι om. CPR 2 post ὅπως add. γὰρ CPR 4 καὶ om. a 5 ὂ] ὅπερ a τί om. a 9 αὔξησιν CPR αὐτοῖς] fort, αὐτῷ 10. 11 καὶ αἰσθήσεις καὶ ἔννοιαι PR 12 ἀνίησι S: ἀνιοῦσι C: ἀνιεῖσι a 12. 13 ὧν γινομένων] exspectas γινομένων οὖν τῶν 13. 14 ἀπὸ τούτων PSa 18 περὶ] παρὰ PR 19. 20 κίνησίς τις CPRa 20…

The complete text is available when the reading interface loads.