The Greek Library Author

Michael Of Ephesus

In Librum De Animalium Incessu Commentarium

Scientific editors
Michael Hayduck
Edition reference
Michaelis Ephesii in libros de partibus animalium, de animalium motione, de animalium incessu commentaria · Berlin · Reimer · 1904
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg005.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

MICHAELIS EPHESII IN LIBRUM DE ANIMALIUM INCESSU COMMENTARIUM

τὸν σκοπὸν τίς ποτέ ἐστι καὶ περὶ τίνων ἐνταῦθα δεῖ διαλαβεῖν, αὐτὸς εὐθὺς ἀρχόμενος τοῦ βιβλίου ἀνακηρύττει λέγων περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κατὰ τόπον κίνησιν ἐπισκεπτέον διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν τοιοῦτόν ἐστιν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις, καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῶ γένει, ἤτοι τῷ εἴδει διαφόρων. ὄρων. διαφέρει μὲν γὰρ πρὸς ἄλληλα τὰ μόρια τοῦ αὐτοῦ καὶ ἑνὸς τῷ ἀριθμῷ ζῴου, οἷον τοῦδε τοῦ ἵππου τῷ τὰ μὲν ἐμπρόσθια σκέλη κάμπτειν πρὸς τὰ ὀπίσθια, τὰ δὲ ὀπίσθια πρὸς τὰ ἐμπρόσθαι· τῶν δὲ διαφόρων τῷ εἴδει διαφέρουσι τὰ μόρια, ὅτι ὃ ἐπ᾿ ἀνθρώπου χεῖρες, τοῦτο ἐπ᾿ ὄρνιος πτέρυγες, ἐπὶ δὲ τῶν τετραπόδων τὰ ἐμπρόσθια σκέλη. καί εἰσιν αἱ χεῖρες καὶ αἱ πτέρυγες καὶ τὰ πρόσθια τῶν τετραπόδων σκέλη τῶ μὲν ἀνάλογον τὰ αὐτά, τῷ δ’ εἴδει ἕτερα. ἀλλὰ πῶς μὲν καὶ ποῦ τὴν κάμψιν τῶν σκελῶν ποιεῖται ἕκαστον τῶν ζῴων, μετ᾿ ὀλίγον ἐροῦμεν, ἐπὰν καὶ αὐτὸς περὶ τούτων λέγῃ. ταῦτα δὲ εἰπὼν λέγει ὅτι ληπτέον καὶ κεφαλαιωδῶς θετέον πάντα τὰ προβλήματα, περὶ ὅσων μέλλει τὴν ἐπίσκεψιν ποιήσασθαι. φησὶ δὲ ὅτι τούτων ἓν μέν ἐστιν ἐν πόσοις ἐλαχίστοις σημείοις τὰ ζῷα κινεῖται· δείξει δὲ ὅτι τὰ ἔναιμα τέτρασιν ἐλαχίστοις, τὰ δ᾿ ἄναιμα πλείοσιν. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δὲ ὄρνις ἐπὶ τὸ κοῖλον, ἀσαφὲς ὄντως ὂν καὶ αἰνίγματι ἐοικὸς οὕτως ἂν οἶμαι σαφὲς γένοιτο. νενοήσθω ἄνθρωπός τις ἐξ εὐθυωρίας καμφθεὶς εἰς κύκλον, ὥστε ἅπτεσθαι τῆς οἰκεία; κεφαλῆς μετὰ τῶν δακτύλων τῶν οἰκείων ποδῶν, 1 Ἀριστοτέλους om. S 3 τίς τέ ἐστιν PR λαβεῖν PR 8 ἑνός om. S 10 τῷ (ante τὰ)] τὸ PR 10. 11 μὲν πρόσθια σκέλη PR 12 ὃ] ὅπερ PR 14 καὶ ante εἰσὶν om. PR ἐμπρόσθια a 15 ἀναλόγω PR 17 ἐπειδὰν PR δὲ om. a 19 μέλλομεν PR ποιήσεσθαι P μὲν ἓν coll. P 20 ante τέτρασιν add. ἐν a 23 ὄντος ὃν a 24 γένηται Sa τις om. a 25 δακτύλων τοῦ ποδὸς a καὶ εἶναι τοῦ ἐκ τῆς κάμψεως αὐτοῦ ἀποτελεσθέντος κύκλου τὴν μὲν κυρτὴν 176r περιφέρειαν τὸ ἰνίον, τὴν ῥάχιν πᾶσαν, τὰς γαστροκνημίας καὶ αὐτὰς τὰς πτέρνας, τὴν δὲ κοίλην τὸ βρέγμα, τὰ στέρνα, τὰ ἐμπροσθκνήμια ἄχρι τῶν δακτύλων τῶν ἑαυτοῦ ποδῶν. τοῦτ’ οὖν νενοήσθω καὶ ἐπὶ τῶν ὀρνίθων. εἰ δὴ ὁ ἄνθρωπος ὁ ἐξ εὐθείας εἰς κύκλον καμφθεὶς κάμψει τοὺς οἰκείους πόδας ὡς πεφύκασι κάμπτεσθαι, δῆλον ὅτι πρὸς τῇ ὀσφύι καὶ τῇ ῥάχει καμφθήσονται. πρὸς γὰρ τῇ ὀσφύι καὶ τῇ ῥάχει κάμπτονται κατὰ φύσιν ἡμῶν καμπτόντων αὐτούς, ὥστε εἰ ὕπτιοι πεσόντες ἐπὶ πολὺ κάμψομεν αὐτούς, ἅπτονται αἱ πτέρναι τῆς ὀσφύος· ὥστε πρὸς αὐτῇ καὶ τῇ ῥάχει ἡ κατὰ φύσιν κάμψις γίνεται τῶν ποδῶν. τὸ δὲ πρὸς τὴν ῥάχιν κάμπτειν ταὐτόν ἐστι τῷ πρὸς τὴν κυρτὴν περιφέρειαν τοῦ κύκλου κάμπτειν· τοῦτο γὰρ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος. καὶ δεῖ ἐν τῇ τοιαύτῃ λέξει προσυπακούειν τὸ τὴν κυρτήν, ἵν’ ᾖ τὸ πλῆρες ᾿ὁ μὲν γὰρ ἄνθρωπος κάμπτει τὸ σκέλος περὶ τὴν κυρτὴν περιφέρειαν τοῦ ὑπὸ τῆς τοῦ σώματος αὐτοῦ κάμψεως γεγονότος κύκλου. ἐπὶ δὲ τοῦ ὄρνιθος, ἐπεὶ τὴν τῶν σκελῶν κάμψιν οὗτος κατὰ φύσιν περὶ τὸ στῆθος ποιεῖται, καὶ οὐ περὶ τὴν ῥάχιν, δῆλον ὅτι περὶ τὴν κοίλην | περιφέρειαν τοῦ ἐξ αὐτοῦ γεγονότος κύκλου τὴν 176v τῶν σκελῶν κάμψιν ποιεῖται. τὸ γὰρ περὶ τὸ στῆθος ταὐτόν ἐστι τῷ περὶ τὴν κοίλην περιφέρειαν τοῦ κύκλου κάμπτειν· τοῦτο γὰρ πάλιν ἐδήλωσε διὰ τοῦ ὁ δ᾿ ὄρνις ἐπὶ τὸ κοῖλον. πάλιν ἁπτέσθω ἡ χεὶρ τῆς κεφαλῆς καὶ πεποιήσθω κύκλον κυρτὴν μὲν ἔχοντα περιφέρειν τὸν ἀγκῶνα, καὶ πᾶν τὸ ἐκτὸς τῆς χειρὸς ἄχρι τῶν ὀνύχων, κοίλην δὲ πᾶν τὸ ἐντός· δῆλον δὴ ἐκ τῶν εἰρημένων ὅτι τὴν κατὰ φύσιν κάμψιν περὶ τὴν κοίλην τοῦ κύκλου ποιεῖται περιφέρειαν. ἁπτέσθω δὴ καὶ ἐπὶ τῶν τετραπόδων τῆς κεφαλῆς ὁ ἐμπρόσθιος πούς, καὶ γινέσθω κύκλος ἔχων τὸ μὲν πρόσθιον μέρος τοῦ ποδός, ὅπερ ἐπὶ ἀνθρώπου μόνου λέγεται ἐμπροσθοκνήμιον, κοίλην περιφέρειαν, τὸ δ’ ὀπίσθιον, ὅπερ πάλιν ἐπὶ ἀνθρώπου μόνου λέγεται γαστροκνήμιον, κυρτὴν περιφέρειαν· καὶ φανερὸν ἐκ τῶν εἰρημένων ὅτι οἱ πρόσθεν πόδες ἐπὶ τὴν κυρτὴν περιφέρειαν τὴν κατὰ φύσιν κάμψιν ποιοῦνται. πάλιν ἁπτέσθω ὁ ὄπισθεν ποὺς τῆς κεφαλῆς καὶ γινέσθω κύκλος ἔχων κυρτὴν μὲν περιφέρειαν τὴν ῥάχιν, κοίλην δὲ τὸ στῆθος καὶ τὰ ἑξῆς· δῆλον οὗν ὅτι τὴν κατὰ φύσιν κάμψιν ἐπὶ τὸ κοῖλον ποιεῖται. φανερὸν ἄρα ὅτι 1 ἀποτελεσθέντος] τεθέντος PR 2 τήν τε ῥάχιν ἅπασαν PR γαστροκνήμας a 3 κοιλίαν CPR 5 ὁ ante ἐξ om. P 7 καμφθήσονται—ῥάχει (9) om. P 8 καμπτόντων] καμπτομένων PR ὥστε εἰ a, cx ὥστε οἱ corr. S: εἰ in lit. om. R1: καὶ ὅταν PR2 κάμψωμεν PR 9 τῇ om. PRS1 10 γίνεται om. Sa 12 καὶ om. PR μὲν γὰρ ὁ τοῦ coll. S 13 τἄ σκέλη PR 15 περὶ] πρὸς PR 16 ἐπὶ—ὄρνιθος] ὁ δὲ ὄρνις a ἐπειδὴ PR 19 ποιεῖται] litt. ται del. S post στῆθος add. κάμπτειν PR 20 γὰρ] δὲ a 23 ἐκτὸς] ἐκ PR δὴ] δὲ P 28 ὄπισθεν a 28. 29 γαστροκνήμιον λέγεται coll. PR 29 ante κυρτὴν add. ἔχων τοῦτο PR 29. 30 οἱ πρόσθιοι πόδες CPRa 32 ἐφεξῆς PR 32. 33 δῆλον οὖν] οὖν om. S: καὶ δῆλον a 33 κοῖλον] στῆθος Sa ἐναντίως ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὴν τῶν σκελῶν κάμψιν ποιοῦντι· ὁ μὲν 176v γὰρ ἄνθρωπος ἐπὶ τὴν κυρτὴν περιφέρειαν, ὁ δ’ ὄρνις ἐπὶ τὴν κοίλην. ἐναντίως δὲ καὶ ὁ ἄνθρωπος τὰ σκέλη καὶ τὰς χεῖρας κάμπτει· τὰ μὲν γὰρ σκέλη περὶ τὴν κυρτήν, τὰς δὲ χεῖρας περὶ τὴν κοίλην. καὶ μὲν δὴ τὰ τετράποδα τὰ μὲν πρόσθια σκέλη περὶ τὴν κυρτήν, τὰ δὲ ὀπίσθια περὶ τὴν κοίλην. τὰ δὲ τετράποδα, φησίν, ὅσα μὴ ζῳοτοκῖ, οἷον σῦραι καὶ τὰ ὅμοια, εἰς τὰ πλάγια τὴν τῶν σκελῶν κάμψιν ποιεῖται, καὶ οὐχ ὡς τὰ τετράποδα καὶ ζῳοτόκα.

Ἀρχὴ δὲ τῆς σκέψεως προθεμένοις ὡς εἰώθαμεν χρῆσθαι πολλάκις.

Ἐκθέμενος τὰ πράγματα πάντα ὧν τὰς αἰτίας μέλλει ζητῆσαι, καὶ εἰπὼν ‘ὅτι μὲν οὖν οὕτω ταῦτα γίνεται, δῆλον ἐκ τῆς ἱστορίας τῆς φυσικῆς, διὰ τί δὲ οὕτως ἔχουσι, τὰς αἰτίας νῦν ζητητέον᾿, φησὶν ὅτι ἀρχὴ δὲ καὶ ἀξίωμα καὶ κοινὴ ἡμῖν ἔννοια ἔστω τῆς σκέψεως, ἐπειδὴ περὶ τούτων προεθέμεθα λέγειν, ἔστω οὗν ἡμῖν ἀρχή, ἣν πολλάκις εἰώθαμεν λαμβάνειν πρὸς τὴν μέθοδον τὴν φυσικήν· αὕτη δὲ ἡ ἀρχή ἐστιν ὅτι οὐδὲν μάτην ἡ φύσις ποιεῖ. τὸ γὰρ λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν ἅπασι τοῖς τῆς φύσεως ἔργοις ἴσον ἐστὶ τῷ ‘ἐν ἅπασι τοῖς φυσικοῖς ἔργοις τὰ ἑαυτῆς ἡ φύσις ἔργα δημιουργεῖ τοῦτον τὸν τρόπον, ἤγουν τὸν ἐνδεχόμενον᾿. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνδεχομένων περὶ ἕκαστον γένος ζῴου, τουτέστιν εἶδος ἢ ὑποκείμενον, τὸ ἄριστον καὶ τὸ ἁρμόζον τῇ ὑποκειμένῃ οὐσίᾳ καὶ τῷ εἴδει ποιεῖ. ὅτι δὲ τὸ ὑπὸ τῆς λέξεως τῆς ῾τὸ λαβεῖν τὰ τοῦτον ἔχοντα τὸν τρόπον) δηλωτικόν ἐστι τοῦ οὐδὲν ἡ φύσις μάτην ποιεῖ, ἀλλ᾿ ἀεὶ πολλῶν ἐνδεχομένων· ἑκάστῳ τῶν ζῴων ὑπάρξειν τὸ ἄριστον προκρίνει᾿, ἐδήλωσε καὶ αὐτὸς εἰπὼν τούτων δὲ ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν μάτην ποιεῖ. εἰπὼν δὲ ὅτι ἀεὶ ἐκ τῶν ἐνδεχομένων τὸ ἄριστον καὶ τὸ βέλτιον ποιεῖ, ἐπήγαγεν δι᾿ ὅπερ βέλτιον δή, οὕτω καὶ ἔχει κατὰ φύσιν. ὑποστικτέον δὲ εἰς τὸ δή, καὶ οὕτως ἐπακτέον τὸ οὕτω καὶ ἔχει κατὰ φύσιν. ἀλλὰ καὶ τὸ δι’ ὅπερ οὐκ ἔστιν ἐπίρρημα, ἀλλὰ δύο μέρη λόγου. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον ᾿καὶ ἔχει τὰ πράγματα κατὰ φύσιν διὰ τὸ βέλτιον, ὅπερ ἡ φύσις ἐκλέγεται᾿. τὰ δ᾿ ἑξῆς 1 καὶ ὁ ὄρνις om. Sa ποιοῦνται] ποιεῖται S: ποιεῖται πρὸς τὸν ὄρνιν a 2 ὄρνις περὶ τὴν PRa 3 τὰς χεῖρας καὶ τὰ σκέλη coll. a 6 δὲ om. PRS καὶ om. PR 7 τὸ πλάγιον PR ποιοῦνται Sa ὥσπερ τὰ PR 9 σκέψεως ex κάμψεως corr. R προθεμένοις PRS Arist. SU: ὑποθεμένοις a Arist. vulg. ὡς PRS Arist. SUY: οἷς recte a Arist. vulg. 11 πράγματα] προβλήματα PRa ζητήσειν a 12 οὑν om. PRa 15 εἰώθαμεν λαμβάνειν πολλάκις coll. PR: εἰώθαμεν πολλάκις λαμβάνειν coll. a 16 αὐτὴ S ἡ ante ἀρχὴ om. PR 17 τοιοῦτον PR 26 ποιεῖ om. PR δέ om. PR 27 δι’ ὅπερ βέλτιον] cf. Arist. PS: ante βέλτιον add. εἰ Arist. vulg. δὴ PRa corr. Arist. U: δεῖ S: ᾠδὴ Arist. PS: ὡδί Arist. vulg. 28 ἔχειν PR τὸ ante ουτω om. a σαφῆ. ὅτι δὲ πᾶσα κίνησις ὑπὸ τὴν ἕλξιν ἐστὶ καὶ τὴν ὦσιν, καὶ τί 176v ἐστιν ἡ ἕλξις καὶ ὦσις, δέδεικται καὶ εἴρηται ἐν τῷ H τῆς Φυσικῆς ἀκροάσεως·

Τῶν δὴ ζῴων ὅσα μετάβαλλει κατὰ τόπον.|

ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς ἡ κατὰ τόπον γίνεται μεταβολή, 177r καί φησιν ὅτι ὅσα μὲν ἅλλεται, ταῦτα ἀθρόῳ καὶ ἅμα ὅλῳ τῷ σώματι μεταβάλλει, ἄλλα δ᾿ οὐχ οὕτως, ἀλλὰ μορίοις· προωθεῖ γὰρ τὸν ἔμπροσθεν πόδα, εἶτα τοῦτον ἀπερείσας ἐν τῷ ἐδάφει οὕτως ἕλκει τὸν λοιπόν, ἃ δὴ καὶ πορεύεσθαι λέγεται. ἄμφω δὲ καὶ τὰ ἁλλόμενα καὶ τὰ πορευόμενα κινεῖται πρὸς τὸ ὑποκείμενον· ὑπόκειται δὲ τοῖς μὲν πεζοῖς πρὸς τὴν πορείαν ἢ τὴν ἅλσιν ἡ γῆ ἢ ξύλον ἢ πέτρα ἢ ἄλλο τι γεῶδες καὶ στερεόν, τοῖς δὲ ἐνύδροις ὕδωρ καὶ τοῖς πτηνοῖς ἀήρ. διόπερ ἐάν τε ὑποφέρηται τὸ ὑποκείμενον καὶ ἐκφεύγῃ, ὃ συμβαίνει ἐπί τινων, ψάμμου, κέγχρου, καρύων καὶ ἄλλων πολλῶν, ἂν δὴ τοῦτο ὑποφέρηται καὶ θᾶττον ἐκφεύγῃ ἢ ὥστε ἀπερεῖσαι τοὺς πόδας τὸ ποιούμενον ἐπ’ αὐτοῦ τὴν κίνησιν, ἄν τε ὅλως μηδεμίαν ἔχῃ ἀντέρεισιν, ὃ συμβαίνει τοῖς πεζοῖς ἐπὶ τοῦ ὕδατος (οὐδὲν γὰρ αὐτῶν ἀπερεῖσαι τοὺς πόδας δύναται, ὥστε πορείαν ποιήσασθαι ἐν τῷ ὕδατι, οὐδὲ εἰς ἅλω πλήρη κέγχρου χωρὶς ἀχύρου οὔσης ἡ βάδισις ῥᾳδία γίνεται, ἀλλὰ πάνυ δύσκολος καὶ χαλεπή, οὔτε μὴν εἰς ἑτέραν ἅλω πλήρη καρύων, διὰ τὸ τὴν κέγχρον καὶ τὰ κάρυα θᾶττον ἐκφεύγειν ἢ ὥστε ἀπέρεισιν ἐν αὐτοῖς τῶν βαδιζόντων γενέσθαι) ἂν δή, ὡς εἴρηται, ὑποφέρηται τὸ ὑποκείμενον, ὃ γίνεται ἐπὶ τῆς ἅλω τῆς πλήρους καρύων ἢ κέγχρου, ἢ μηδεμίαν ἔχῃ ἀπέρεισιν, ὃ συμβαίνει τοῖς πεζοῖς ἐπὶ τοῦ ὕδατος, οὐδὲν οὔτε τῶν ἁλλομένων οὔτε τῶν πορευομένων ἐπί τινος τούτων δύναται κινηθῆναι. εἰπὼν δὲ ὅτι ἐν ἀμφοτέραις ταῖς μεταβολαῖς ἀεὶ τὸ κινούμενον μεταβάλλει ἀποστηριζόμενον ἐπήγαγε καὶ γὰρ τὸ ἁλλόμενον καὶ πρὸς αὐτὸ ἀπερειδόμενον τὸ ἄνω, τουτέστι καὶ γὰρ τὸ ἁλλόμενον οὐ μόνον πρὸς τὸ ὑποκείμενον τοῖς ποσί (γενέσθω γὰρ τὸ λεγόμενον σαφὲς ἐπὶ τῶν πεζῶν καὶ ἐχόντων πόδας) οὐ μόνον οὗν τὸ ἁλλόμενον πρὸς τὸ ὑποκείμενον τοῖς ποσὶ τοὺς πόδας ἀπερειδόμενον τὴν ἅλσιν ποιεῖται, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἄνω, λέγων ἄνω τὰ ἀνώτερα μέρη. ἀπερείδεται γὰρ ὁ βραχίων πρὸς τὸν πῆχυν, ἀνώτερος ὢν τοῦ πήχεως, καὶ ὁ πῆχυς πρὸς τὸν καρπόν. αἱ δὲ ἀπερείσεις γίνονται πρὸς ταῖς καμδὲ 1 om. PR τὴν post καὶ om. a 1. 2 τί ἐστιν] τίς PRS 2. 3 ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως] c. 2 6 ὅλῳ ἅμα coll. PR: ἄμα om. a 8 ἕλκει] ἕλκω (ex ἕλκον) S 9 ἀμφότερα PR 10 κινοῦνται PR 11 ἢ γῆ a ξύλα a πέτραι PR 13 φεύγη PR 13 et 16 ὅπερ συμβαίνει PR 13. 14 ψάμμων καὶ κέγχρου καὶ καρύων PR 18 post οὔσης add. τῆς κέγχρου PR 19 πάνυ] πάμπαν PR 21 εἰσφεύγειν S 22 et 23 ὅπερ PR 23 ἔχει Pa 25 κινεῖσθαι a 31 ἀνωτέρω PRa 32 ἀνωτέρω a παῖς, τοῦ μὲν βραχίονος πρὸς τῷ ἀγκῶνι, ὃς δὴ ἀγκὼν καὶ ὠλέκρανον 177r λέγεται· ἐν τῷ ἀγκῶνι οὗν τῆς κάμψεως τοῦ βραχίονος γινομένης, ἐν τούτῳ καὶ ἡ ἀπέρεισις αὐτοῦ. ὁ δὲ πῆχυς ἀπερείδεται ὅπου ὁ καρπὸς κάμπτει, ὁ δὲ καρπὸς ὅπου οἱ δάκτυλοι. ἀεὶ οὖν τὰ ἀνώτερα πρὸς τὰ κάτω τὴν ἀντέρεισιν ποιεῖται καὶ ὅλως τὰ πιεζόμενα πρὸς τὰ πιέζοντα, λέγων πιέζον τὸ ἀνώτερον καὶ ὑπερκείμενον, πιεζόμενον δὲ τὸ κάτω καὶ ὑποκείμενον. ὡς γὰρ οἱ πόδες βαδιζόντων ἡμῶν πιέζουσί τε καὶ θλίβουσιν ἐν ταῖς ἀπερείσεσι τὴν γῆν, οὕτω καὶ ὁ βραχίων τὸν πῆχυν ἐν τῇ ἅλσει καὶ ὁ πῆχυς τὸν καρπὸν καὶ ἡ ὀσφὺς τὸν μηρὸν καὶ οὗτος τὴν κνήμην. ὅτι δὲ πᾶσα κίνησις κατὰ ἀπέρεισιν γίνεται, σημεῖον τὸ καὶ τοὺς πεντάθλους μᾶλλον ἅλλεσθαι κατέχοντας τοὺς ἁλτῆρας, λέγων ἁλτῆρας τὰ ξύλινα σφαιρία, ἃ κατέχουσιν ἐν ταῖς χερσίν, ἡνίκα ἅλλονται· γίνεται γὰρ κἀν τοῖς τοιούτοις σφαιρίοις ἀντέρεισίς τις. καὶ οἱ θέοντες δὲ παρασείοντες τὰς χεῖρας θᾶττον θέουσιν· ἐν γὰρ τῇ διατάσει γίνεταί τις ἀντέρεισις τῶν χειρῶν πρὸς τοὺς καρπούς. καὶ ἐπεὶ πᾶσα ἡ κατὰ τόπον μεταβολὴ κατὰ ἀπέρεισιν γίνεται, τοῦτο δὲ ταὐτόν ἐστι τῶ ἐκ πιέζοντος καὶ πιεζομένου, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ θλίβοντος καὶ θλιβομένου, ἀνάγκη τὸ κινούμενον ἐλαχίστοις δυσὶ χρώμενον κινεῖσθαι, τουτέστιν ἀνάγκη τὸ κινούμενον ἐκ πιέζοντος καὶ πιεζομένου ἢ θλίβοντος καὶ θλιβομένου ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολήν. ὅτι δ᾿ ἐκ θλίβοντος καὶ θλιβομένου γίνεται, δῆλον. ὅταν γὰρ ὁ Σωκράτης προωθήσῃ τὸν ἀριστερὸν φέρε εἰπεῖν πόδα καὶ ἀπερείσας αὐτὸν πρὸς τὴν γῆν ἕλκῃ τὸν δεξιόν, ὁ ἀριστερὸς πούς, ὃς καὶ μένει, ἀνέχει τε καὶ φέρει πρὸς τῷ δεξιῷ ποδὶ καὶ τὸ λοιπὸν ἅπαν σῶμα· τότε δὲ ἡνίκα φέρει τὸ λοιπὸν ἅπαν σῶμα, πιέζεταί τε καὶ θλίβεται ὑπ’ αὐτοῦ διὰ τὸ φέρειν. ὁ δὲ δεξιός, ὃς καὶ αἴρεται, τείνεται τουτέστι προπέμπεται καὶ προωθεῖται ὑπὸ τοῦ ἀριστεροῦ τοῦ φέροντος τὸ φορτίον· ἐπὰν δὲ προπεμφθῇ, οὗτος μὲν γίνεται ὁ μένων καὶ φέρων τὸ λοιπὸν σῶμα, θλιβόμενός τε καὶ προπέμπων τὸν ἀριστερόν, ὁ δ’ ἀριστερὸς γίνεται ὁ αἰρόμενός τε καὶ προπεμπόμενος. διόπερ οὐδὲν ἀμελές (λέγων ἀμελὲς τὸ μὴ ἔχον ὀργανικὰ πρὸς τὴν κίνησιν μέρη) διόπερ οὐδὲν μὴ ἔχον ὀργανικὰ πρὸς τὴν κίνησιν μέρη δύναται κινηθῆναι οὕτως ὡς κινεῖται τὰ ἀπερειδόμενα 1 δὴ om. Sa 2 ἡ κάμψις τοῦ βραχίονος γινομένη Sa 4 ἀνωτέρω PR 6 ἀνωτέρω a 7 ὥσπερ γὰρ PR 8 post βραχίων add. πιέζει τε καὶ θλίβει PR 12 γὰρ] δὲ a 13 περισείοντες S 16 ἐκπιέζοντι καὶ πιεζο S 17 ἐκθλίβοντι καὶ θλιβομένῳ S 18 δυσὶ] τέτρασι a 18. 19 ἐκπιέζοντι καὶ πιεζομένῳ καὶ θλίβοντι καὶ θλιβομένῳ S 19 καὶ θλίβοντος a 22 τῇ γῇ a πούς] τότε a ὅστις PR 23 φέρει ex φέρῃ corr. R: φέρ’ S: φέρεται a τότε—σῶμα (24) om. PR 24 φέρει scripsi: φέρεται Sa 25 φέρειν] φέρ’ S: φέρεσθαι a ὅστις καὶ PR 26 ἐπειδὰν PR 27 post φέρων add. ἅπαν PR 28 τε utrumque om. PR 29 ἀμελές] sic libri et Arist. PSU: ἀμερές Arist. vulg. 30 ὀργανικὸν πρὸς τὴν κίνησιν μέρος S διόπερ οὐδὲν μὴ ἔχον—μέρη (31) in marg. P1 διὰ τῶν ὀργανικῶν μερῶν· οὐ γὰρ ἔχουσι τὰ ἀμελῆ διάληψιν (λέγων 177r διάληψιν τὴν διάρθρωσιν τῶν ὀργανικῶν μορίων) οὐκ ἔχουσιν οὖν διάληψιν, ἵνα τὸ μὲν ποιῆσαι καὶ οἱονεὶ θλῖψαι δύνηται, τὸ δὲ παθεῖν καὶ θλιβῆναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὐτῷ διάληψιν.

Ἐπεὶ δ᾿ εἰσὶν αἱ διαστάσεις τὸν ἀριθμὸν ἕξ. |

Διὰ τούτων διορίζεται ποῖα τῶν ζώντων ἔχει τὰς ἓξ διαστάσεις, οἷον 177v τὸ ἄνω καὶ κάτω, τὸ ἔμπροσθεν καὶ ὄπισθεν, τὸ δεξιὸν καὶ ἀριστερόν, καὶ ποῖα τὰς τέσσαρας, καὶ ποῖα μόνας τὰς δύο, καί φησιν ὅτι ἐπεὶ ἕξ εἰσιν αἱ πᾶσαι διαστάσεις, τὸ μὲν ἄνω καὶ κάτω πάντα ἔχει τὰ ζῶντα. ἔστι γὰρ καὶ ἐν τοῖς φυτοῖς τὸ ἄνω καὶ κάτω· ἐπεὶ γὰρ ἄνω μὲν λέγομεν τὸ στόμα, δι᾿ οὗ εἴσεισιν ἡ τροφή, κάτω δὲ δι’ οὗ ἡ τῆς τροφῆς ἐξέρχεται περίττωσις, οὐδὲν δὲ τῶν ζώντων δύναται ζῆν ἄνευ τοῦ τρέφεσθαι, ἀνάγκη πάντα τὰ ζῶντα ἔχειν τὸ ἄνω καὶ κάτω. διείληπται δὲ τὸ ἄνω καὶ κάτω ἐπὶ τῶν ἀνθρώπων καὶ πάντων ὅσα ὀρθοπεριπατητικά ἐστιν, οὐ μόνον τῷ ἔργῳ, ἀλλὰ καὶ τῇ θέσει τῇ γε πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τῳ μὲν οὖν ἔργῳ ἄνω λέγεται τὸ στόμα διὰ τὴν εἰρημένην αἰτίαν· εἴρηται γὰρ ὅτι ἄνω λέγεται ἐκεῖνο τὸ μόριον, δι’ οὗ εἴσεισιν ἡ τροφή, εἴσεισι δὲ διὰ τοὐ στόματος. ἔχει οὖν τὴν ἄνω χώραν τὸ τῶν ἀνθρώπων στόμα οὐ μόνον διὰ τὸ ἔργον αὐτοῦ, ἀλλὰ καὶ τῇ θέσει· κεῖται γὰρ πρὸς τὸ τοῦ παντὸς ἄνω. πρὸς γὰρ τὸν οὐρανὸν ἡ ξύμπασα πάσα κεφαλή, ἐν ἡ τὸ στόμα ἐστὶ καὶ τὰ ὧτα καὶ οἱ ὀφθαλμοί, νεύει. τὸ μὲν οὖν τῶν ἀνθρώπων ἄνω, ἤτοι τὸ στόμα καὶ ἡ πᾶσα κεφαλὴ καὶ τῶ ἔργῳ καὶ τῇ θέσει λέγεται ἄνω, τῶν δὲ τετραπόδων τῷ μὲν ἔργῳ λέγεται ἄνω, τῇ θέσει δ’ οὐδαμῶς· πρὸς γὰρ τὰ τοῦ παντὸς πλάγια ἡ κεφαλὴ τούτων καὶ τὸ στόμα τὴν θέσιν ἔχει. εἰ μὲν γὰρ φέρε εἰπεῖν ἢ κινεῖται ἀπὸ τῶν νοτίων πρὸς τὰ βόρεια ἢ καὶ ἵσταται βλέπων πρὸς αὐτὰ ὁ ἵππος ἢ βοῦς, πρὸς τὸ βόρειον ἔχει τὴν θέσιν ἡ κεφαλὴ αὐτοῦ καὶ τὸ στόμα καὶ ἔτι μᾶλλον τὸ ἀναλογοῦν μέρος κορυφῇ· εἰ δὲ πρὸς τὸ ἀνατολικὸν κινεῖται, πρὸς αὐτὸ καὶ τὴν θέσιν ἔχει τὸ ἀναλογοῦν τῇ κορυφῇ μέρος καὶ ἡ λοιπὴ πᾶσα κεφαλή· ὁμοίως δὲ κἂν εἲ πρὸς τὸ δυσμικὸν ἢ τὸ νότιον κινῆται ἡ ὁρᾷ. ὥστε κἀν τούτοις, διὰ τὸ ἔργον λέγεται τὸ στόμα αὐτῶν καὶ ἡ σὺν αὐτό νοουμένη κεφαλὴ ἄνω, τῇ 1 λέγων—οὖν διάληψιν (2) om. P 3 δύνηται post ἵνα ponunt PR 4 om. S 4. 5 τὴν τοῦ πεισομένου καὶ τοῦ Arist. vulg. 8 τὸ ἄνω τὸ κάτω PR καὶ τὸ ἀριστερόν PR 9 ὅτι om. PR 10 εἰσιν om. Sa 11 ἐν τῷ φυτῷ S ἐπειδὴ PR λέγεται a 13 τῶν ζώων a 15 ὅσα om. S 16 τῇ γῇ a 19 post στόμα add. διὰ δὲ τῆς τοῦ στόματος προσηγορίας καὶ ἡ κεφαλὴ πᾶσα· ἔχει οὖν τὸ τῶν ἀνθρώπων στόμα τὴν ἄνω χώραν PR 22 οἱ om. a 23 σύμπασα PR 27 πρὸς αὐτὰ βλέπων coll. PRa ἢ ὁ βοῦς a 30 post λοιπὴ add. δὲ R 31 κινεῖται PR καὶ ἐν τούτοις PR 32 στόμα αὐτοῦ a θέσει δ’ οὔ. καὶ ἐπὶ τῶν φυτῶν ὁμοίως τῷ μὲν ἔργῳ (ὃ γὰρ ἐργάζεται 177v ἐπὶ τῶν ζῴων τὸ στόμα, τοῦτο ἐπὶ τῶν φυτῶν αἱ ῥίζαι) τῷ μὲν δὴ ἔργῳ λέγεται ἄνω, τῇ θέσει δ’ οὐκ ἔστι· μάλιστα γὰρ πρὸς τὸ τοῦ παντὸς κάτω τὴν θέσιν ἔχουσιν· ἐν γὰρ τῇ γῇ τυγχάνουσιν ἐρριζωμέναι. διὸ καὶ αὐτὸς ἐπήγαγεν καίτοι δόξειέ γ’ ἄν ἐν τοῖς φυτοῖς οἰκεῖον εἶναι τὸ κάτω μᾶλλον, εἰπὼν τὸ οἰκεῖον ἀντὶ τοῦ εἰπεῖν κρεῖττον καὶ κυριώτατον καὶ ἀρχήν. ἐπεὶ γὰρ τὸ ἄνω κρεῖττον καὶ κυριώτατον τῶν κάτω καὶ πρὸς τούτῳ καὶ τῶν ἄλλων διαστάσεων ἀρχή (μὴ γὰρ ὄντος τοῦ ἄνω οὐδὲ τὸ κάτω ἔσται, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὰ λοιπὰ δύο) ἐπεὶ οὖν τὸ ἄνω κρεῖττον τῶν κάτω, κρίνεται δὲ τὸ ἄνω τῇ θέσει καὶ τῷ ἔργῳ ἤπερ τῷ ἔργῳ μόνῳ, τὰ δὲ φυτὰ τὸ ἄνω ἤτοι τὰς ῥίζας ἔχουσι πρὸς τὸ τοῦ παντὸς κάτω τὴν γῆν, ἔμπαλιν δὲ τὸ κάτω ἤτοι τοὺς κλάδους πρὸς τὸ τοῦ παντὸς ἄνω ἤτοι τὸν οὐρανόν, εἴ τις μὴ τῇ θέσει βούλεται τὸ ἄνω ἀφορίζειν ἀλλὰ τῷ ἔργῳ, τῷ τοιούτῳ δόξειεν ἂν ἐν τοῖς φυτοῖς τὸ κάτω εἶναι μᾶλλον τὸ κρεῖττον καὶ οἰκεῖον. οὐκ ἔστι δὲ τὸ κάτω τὸ τῶν ῥιζῶν πλῆθος, ἀλλὰ μᾶλλον τὸ ἄνω, ἔμπαλιν δὲ οἱ κλάδοι τὸ κάτω, εἰ καὶ τῇ θέσει ἄνω εἰσίν. ἔχουσιν οὖν τὰ ζῷα καὶ φυτὰ τὸ ἄνω καὶ κάτω τῷ μὲν ἔργῳ ὁμοίως καὶ ἀδιαφόρως, τῇ θέσει δὲ τῇ πρὸς τὸ πᾶν οὐχ ὁμοίως. ἔτι δὲ τὰ μὲν ζῶντα πάντα ἔχουσι τὸ ἄνω καὶ κάτω.

Ὅσα δὲ μὴ μόνον ζῇ ἀλλὰ καὶ ζῷά ἐστι, τούτοις ὑπάρχει καὶ τὸ ἔμπροσθεν καὶ ὄπισθεν. |

Καὶ τίνα τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ἐπάγει. πάντα γὰρ τὰ ζῷα 178r αἴσθησιν ἔχει· ἐφ᾿ ᾧ δ᾿ ἐστὶν ἡ αἴσθησις καὶ ὅθεν ἑκάστοις τὸ αἰσθάνεσθαι, τοῦτ᾿ ἔστι τὸ ἔμπροσθεν, τὰ δ᾿ ἀντικείμενα τούτοις ὄπισθεν. ὅσα δὲ πρὸς τῷ αἰσθάνεσθαι καὶ τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι᾿ ἑαυτῶν ποιεῖται, ἐν τούτοις πρὸς ταῖς λεχθείσαις διαστάσεσι διώρισται τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἔργῳ μέν, οὐ μὴν καὶ τῇ θέσει· οὐ γὰρ κεῖται τὸ μὲν αὐτῶν ἄνω τὸ δὲ κάτω. ἔργον δὲ τοῦ μὲν δεξιοῦ τὸ ἄρχεσθαι ἀπ’ αὐτοῦ τὴν κίνησιν. ὅθεν γὰρ τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει ὑπάρχει, τοῦτ’ ἔστι τὸ δεξιὸν ἑκάστου, τὸ δ’ ἀντικείμενον καὶ τούτῳ ἀκολουθοῦν ἀριστερόν. ἀλλ’ ὅτι μὲν πάντα, ὅσα τὴν κατὰ τόπον ποιεῖται μεταβολήν, ἔχει τὸ δεξιὸν καὶ ἀριστερόν, καὶ ὅτι ἀρχὴ τῆς τοιαύτης μεταβολῆς 1 post φυτῶν add. δὲ PR γὰρ om. P 3 λέγονται PR δ’ οὐκέτι a: οὐδαμῶς PR 5 δόξειεν ἂν τοῖς Arist. 6 εἰπεῖν om. PR 6. 7 κυριώτερον καὶ ἀργὴ a 7 ἐπειδὴ a post κάτω add. ἐστὶ PR 8 διαστημάτων a 9 ἔσται om. PRS δὲ om. PRS τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τῶν λοιπῶν S 10 δὲ] δὴ a 11 ante ἤπερ add. μᾶλλον PR 12 ἤτοι om. PR 14 ἐφορίζειν R 18 ἀδιαφόρους Pa 20 τούτοις] τοῖς τοιούτοις Arist. 23 ἐφ’ ὧ PRS Arist. S: ἐφ’ ὃ a Arist. vulg. post ὅθεν add. ἐστὶν PR 26 ποιεῖ a 27 ἔργῳ μὲν om. P 28 τὸ (post δεξιοῦ)] τοῦ R ἀπ’ αὐτῶν S 30 ἑκάστω P ex ἑκάστων corr. R: ἑκάστων a 31 ἀλλ’ ὅτι—ἀριστερόν (32) in marg. adscr. P1 βολῆς τὸ δεξιόν, καὶ εἴρηται καὶ ἔτι δειχθήσεται καὶ ἐνταῦθα καὶ ἐν τοῖς 178r Περὶ ζῴων κινήσεως. ὅτι μὲν οὖν ταῦτα ἔχει τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, εἴρηται. διήρθρωται δὲ τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον. ὅσα μὲν γὰρ ὀργανικοῖς μέρεσι χρώμενα, οἷον ποσί, πτέρυξιν ἤ τισιν ἄλλοις, κατὰ τόπον ποιεῖται μεταβολήν, ἐν τούτοις μᾶλλον διήρθρωται καὶ γνώριμόν ἐστι μᾶλλον τὸ λεχθέν, λέγων λεχθὲν τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ὅσα δ’ ὀργανικὰ μὲν οὐκ ἔχει μέρη, αὐτῷ δὲ τῷ σώματι δαλήψεις καὶ οἷον διαρθρώσεις ὀργανικῶν μερῶν ποιούμενα προέρχεται (αἱ γὰρ καμπαί, δι’ ὧν οἱ ὄφεις τὴν κατὰ τόπον, ὡς ἐρεῖ προίων, ποιοῦνται μεταβολήν, τὴν τῶν ὀργανικῶν μερῶν χρείαν ἀποπληροῦσι), τὰ μὲν δὴ μὴ ἔχοντα ὀργανικὰ μέρη, ὑπάρχει μὲν καὶ ἐν τούτοις τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, οὐ μὴν διασεσάφηταί γε καὶ διάδηλα ὁμοίως τυγχάνουσι τοῖς· ἔχουσι τὰ ὀργανικὰ μέρη. εἰπὼν δὲ ὅτι τὸ δεξιόν ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, πιστοῦται τοῦτο καὶ ἀπὸ τοῦ τὰ φορτία ἐν τοῖς ἀριστεροῖς φέρειν, ἵν’ ᾖ τὰ δεξιὰ ἀπολελυμένα τὰ μέλλοντα τῆς κινήσεως ἄρχεσθαι, καὶ ἀπὸ τοῦ ῥᾷον ἀσκωλιάζειν ἐν τοῖς ἀριστεροῖς. ὁ γὰρ τὸν ἀριστερὸν πόδα χωλεύων ῥᾷον βαδίζει τοῦ τὸν δεξιὸν χωλεύοντος· διὰ γὰρ τὸ ἄρχειν τῆς κινήσεως τὰ δεξιά, ἐπὰν πάθῃ, πάμπαν κακῶς τὸ οἰκεῖον ἐκπληροῖ ἔργον, τὰ δ᾿ ἀριστερὰ διὰ τὸ πεφυκέναι ἀκολουθεῖν τοῖς δεξιοῖς οὐ πάνυ κακῶς, ἀλλὰ μετρίως κακῶς τὸ ἑαυτῶν ἀποπληροῦσιν ἔργον. πιστοῦται δὲ τὸ εἶναι τὴν τῆς κινήσεως ἀρχὴν ἀπὸ τῶν δεξιῶν καὶ ἀπὸ τοῦ προβάλλειν καὶ προτιθέναι τοὺς ἀριστεροὺς πόδας κατὰ τὸν καιρὸν τοῦ δρόμου, ὡς ἀρξαμένων τῆς κινήσεως τῶν δεξιῶν. ταῦτα εἰπὼν λέγει ὅτι τὰ δεξιὰ πᾶσι ταὐτά ἐστιν. οὐ γὰρ ἄλλοις μέν εἰσι τὰ δεξιὰ ὅθεν ἄρχονται | τῆς κινήσεως, ἄλλοις δ᾿ ἄλλοθεν, ἀλλ᾿ ἐπὶ πάντων τὸ τῆς κινήσεως ἄρχον καὶ λέγεται καὶ ἔστι δεξιόν. ἐπεὶ δὲ τὰ στρομβώδη, ἤγουν τὰ στρογγύλα τῶν ὀστρακοδέρμων ἀπὸ παντὸς μέρους ἑαυτῶν τὴν ἀρχὴν τῆς κινήσεως ποιεῖται, πλὴν τῆς ἑλίκης (οὔτε γὰρ ἀπ’ αὐτῆς οὕτ’ ἐπὶ ταύτην κινεῖται, ἀλλ’ ἀπὸ τῶν καταντικρὺ τῆς ἑλίκης καὶ ἐπὶ ταῦτα τὴν κίνησιν ποιεῖται), ἐπεὶ οὖν ἀπὸ παντὸς μέρους κινεῖται πλὴν τῆς ἑλίκης, ἡ δὲ ἑλίκη πρὸς τὸ ὅλον ὄστρακον οὐδέν ἐστι, ῥητέον δεξιὰ πάντα τὰ τῶν στρομβοειδῶν καὶ στρογγύλων μέρη. ταῦτα εἰπὼν λέγει ὅτι μάλιστα τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος ἔχει τὰ ἀριστερὰ ἀπολελυμένα, τουτέστι διηρθρωμένα καὶ μεγάλην ἔχοντα πρὸς τὰ δεξιὰ διαφοράν, διὰ τὸ κατὰ φύσιν ἔχειν μάλιστα τῶν ζῴων. φύσει γὰρ τὸ ἄνω ἡμῖν πρὸς τὸ τοῦ παντὸς ἄνω καὶ τὸ κάτω ὁμοίως πρὸς τὸ κάτω, διότι καὶ 1.2 ἐν τοῖς Περὶ ζῴων κινήσεως] of. c. 9 2 τὸ post καὶ om. PRa 4 χρώμενον a post ἄλλοις add. καὶ a 6 ἀριστερὸν καὶ τὸ δεξιόν coll. PRa 9 ἐρεῖ] c. 7 προελθὼν PR 11 τὸ post καὶ om. PRa 11. 12 διασεσάφηταί a Arist.: διασεσάφησταί P: διασαφήσεταί R: διεσάφηταί S 13 τὸ om. PR post ὅθεν add. ἐστὶν PR 15 ἄρξασθαι PR 17 χωλεύσαντος Sa 18 ἐπειδὰν PR πάθοιεν PRS ἔργον ἐκπληροῖ coll. PR 19 πάνυ] πάμπαν a 21. 22 τὸν ἀριστερὸν πόδα a 22 ἀρξομένων Sa 25 ἄρχον om. S: ἀρχόμενον a 28 ἐπὶ ταύτης S 35 περὶ τὸ κάτω R2 φύσει ὀρθὸς ὁ ἄνθρωπος. ταῦτα εἰπὼν λέγει, ὅσοις μὲν ἄλλο ἐστὶ τὸ 178v ἄνω καὶ ἄλλο τὸ ἔμπροσθεν, καὶ διώρισται καὶ κεχώρισται ταῦτα ἀπ᾿ ἀλλήλων, ὡς ἐπ᾿ ἀνθρώπων καὶ ὀρνίθων (ἐπὶ τούτων γὰρ ἄλλο μὲν τὸ ἄνω, ἄλλο δὲ τὸ ἔμπροσθεν), ὅσοις οὖν κεχώρισται ταῦτα ἀπ᾿ ἀλλήλων, ταῦτα πάντα τὰ ζῷα δίποδά ἐστιν. ἐπεὶ δέ, ὡς δείξει, πάντα τὰ κινούμενα ἐλαχίστοις τέτρασι σημείοις κινεῖται, λέγει ὅτι τῶν τεσσάρων σημείων ἀντὶ τῶν λοιπῶν δύο οἱ μὲν ὄρνιθες τὰς πτέρυγας ὡς οἱ ἄνθρωποι τοὺς βραχίονας ἔχουσιν. ὅσα μὲν οὖν, ὡς εἴρηται, κεχωρισμένα ἔχουσιν ἀπ᾿ ἀλλήλων τὰ ἄνω καὶ τὰ ἔμπροσθεν, δίποδά ἐστιν· ὅσα δὲ οὐ κεχωρισμένα, ἀλλὰ τὰ αὐτὰ ἔχει καὶ πρόσθεν καὶ ἄνω * * τῶν γὰρ ἵππων καὶ βοῶν καὶ τῶν λοιπῶν τετραπόδων οἱ ἐμπρόσθιοι πόδες καὶ ἀντὶ ἄνω καὶ ἀντὶ πρόσθεν εἰσίν. ὃ γὰρ ἐπὶ ἀνθρώπου κάτω, ἔστι δὲ ἐπὶ τούτου κάτω οἱ πόδες, τοῦτο καὶ ἐπὶ τῶν τετραπόδων, καὶ ἔστιν αὐτοῖς τὸ κάτω οἱ ὄπισθεν πόδες· ὃ δὲ ἐπὶ ἀνθρώπου ἄνω, ἔστι δὲ αἱ χεῖρες διὰ τὸ πλησιάζειν τῷ αὐχένι, τοῦτο ἐπὶ τῶν τετραπόδων οἱ πρόσθιοι πόδες. τὸ αὐτὸ ἄρα καὶ ἄνω καὶ πρόσθεν ἐπὶ τῶν τετραπόδων, καὶ οὐ διώρισται ἀπ’ ὰλλήλων. ἄλλως τε τὸ μὲν τῶν ἀνθρώπων ἄνω οἷον ἡ κορυφὴ πρὸς τὸ τοῦ παντὸς ἄνω ἐστὶ τὸν οὐρανόν· τὸ γὰρ κατὰ κορυφὴν ἡμῶν λεγόμενον σημεῖον μέρος τοῦ οὐρανοῦ· τὸ δὲ πρόσθεν (λέγεται δὲ πρόσθεν ἐν ᾧ αἱ αἰσθήσεις) τοῦτο οὖν τὸ πρόσθεν εἰς τὰ τοῦ παντὸς πλάγια· ἢ γὰρ πρὸς ἀνατολὰς ἢ πρὸς δυσμὰς ἢ πρὸς νότον ἡ πρὸς βορρᾶν, ἢ ἔνθα ἄν τύχῃ ὁ ἄνθρωπος βλέπων. τοῦ δὲ ἵππου καὶ ἡ κορυφὴ καὶ αἱ αἰσθήσεις πρὸς τοῖς τοῦ παντός εἰσι πλαγίοις· δῆλον <οὖν> ὅτι ἐν τῷ αὐτῷ ἔχουσι τὸ καὶ τὸ πρόσθεν. καὶ εἰσί, φησί, ταῦτα πάντα τὰ ἐπὶ τὸ αὐτὸ ἔχοντα τὸ ἄνω καὶ τὸ πρόσθεν τετράποδα καὶ πολύποδα καὶ ἄποδα. ὁρίζεται δὲ καὶ τὸν πόδα καὶ λέγει αὐτὸν ὠνομάσθαι ἀπὸ τοῦ πέδου. τὰ δὲ μαλάκια, φησίν, ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθεν καὶ ὄπισθεν· συνήχθη γὰρ τὰ ὄπισθεν πρὸς τὰ ἔμπροσθεν, καὶ γέγονεν οἱονεὶ κύκλος, ὡς εἴρηται καὶ ἐν τοῖς Περὶ ζῴων μορίων. λέγει δὲ καὶ τὰ μὲν δίποδα ἔχειν τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω, τὰ δὲ πολύποδα καὶ ἄποδα πρὸς τὸ μέσον, ἤγουν πρὸς τὰ πλάγια τοῦ παντός, οἷον ἀνατολὴν ἢ δύσιν ἢ ἄρκτον ἢ ἄλλο τι τῶν τοιούτων. τὰ δὲ φυτὰ ἔχει τὸ ἄνω πρὸς τὴν γῆν, διότι εἰσὶν ἀκίνητα 1 post ὀρθὸς add. ἐστὶν PR, item v. 3 post μὲν 3 ὥσπερ ἐπὶ ἀνθρώπων PR τούτοις S 6 post τῶν add. δέ PR 10 ἔμπροσθεν PR lacunam indicavi; addendum ex Aristotele τετράποδα καὶ πολύποδα καὶ ἄποδα 11 post οἱ add. μὲν a ἔμπροσθεν πόδες a 12 πρόσθεν] προσθίων a 14 ὀπίσθιοι a post ἔστι δὲ add. ἐπὶ ἀνου ἄνω P, eademque R praeterquam quod τὸ ἄνω habet 15 post αὐχένι add. ὃ οὖν ἐπὶ ἀνου χεῖρες καὶ ἄνω PR post τετραπόδων add. ἐστί PR 16 οὐ om. RS 17 πρὸς τῶ PRa 18 post ἐστὶ add. οἷον PR τὸν οὐρανόν scripsi: τῷ οὐρανῶ libri 19 post μέρος add. ἐστὶ PR οὐρανοῦ] ἀνου S 21 ἀνατολὴν PRa δύσιν PRa 23 οὖν addidi post ἔχουσι add. καὶ PR 21 καὶ εἰσὶ—ταῦτα] ταῦτα δὴ a 25 post ἄποδα add. εἰσίν a 28 ὥσπερ PR 29 ἐν τοῖς Περὶ ζῴων μορίων] Δ 9 p. 684b14 31 τὸ πάγιον P καὶ ὅτι ἡ τροφὴ ἐκ τῶν ἄνω εἴσεισιν, ἔστι δὲ αὐτοῖς ἡ τροφὴ ἐκ τῆς γῆς. 178v τὰ δὲ τετράποδα ἔχει τὸ ἄνω πρὸς τὸ μέσον, διότι οὐκ ὀρθά ἐστιν, οἱ δ ἄνθρωποι πρὸς τὸ ἄνω, διότι ὀρθοί. ἀλλὰ μὴν καὶ αἱ ἀρχαί, ὡς ἐν τῷ Περὶ οὐρανοῦ εἴρηται, εὐλόγως εἰσὶν ἀπὸ τῶν ἄνω καὶ πρόσθεν καὶ δεξιῶν, διότι ἡ ἀρχὴ τίμιον, καὶ τὸ ἄνω καὶ πρόσθεν καὶ δεξιὸν τίμιον, ὥστε ὡς μὲν ἀρχαὶ τίμια τὸ δεξιὸν καὶ ἄνω καὶ πρόσθεν. καὶ ὡς τίμια ἀρχαί. ἀρχὴ δὲ τὸ μὲν ἄνω αὐξήσεως, τὸ δὲ δεξιὸν τῆς κατὰ τόπον μεταβολῆς, τὸ δὲ πρόσθεν τῶν αἰσθήσεων.

Ἐπεὶ δ᾿ ἀνάγκη παντὸς συνεχοῦς.

Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι πάντα τὰ ἔναιμα τέτρασι σημείοις κινεῖται. πρότερον δὲ προδιορίζεται ὅτι ἐν ἑκάστῳ μέρει δι’ οὗ ὡς ὑπὸ κόλλης συνεχίζονται τὰ ὀργανικὰ μέρη, δύναμίς τις ἔνεστι ψυχικὴ ὡς ἀρχὴ καὶ αἰτία αὐτοῖς οὖσα τοῦ κινεῖσθαι. αὗται δὲ πάλιν αἱ ψυχικαὶ δυνάμεις καὶ ἀρχαὶ ἀνάγονται ὑπὸ μίαν τινὰ ἀρχήν, λέγω δὴ τὴν ἐν τῇ καρδία ἀρχὴν καὶ ψυχήν, ἀφ’ ἧς ὡς ἀπὸ κοινῆς ἀρχῆς καὶ ῥίζης καὶ μητρὸς διαδίδονται πρὸς τοὺς τόπους, ὑφ’ ὧν συνάπτονται πρὸς τὰ ὀργανικὰ μόρια, ἵνα κινῶσιν αὐτὰ αἱ ψυχικαὶ δυνάμεις. ὅτι δ’ εἰσὶ μόριά τινα, ὑφ᾿ ὧν ἑνοῦται καὶ συνεχίζεται τὰ ὀργανικὰ μέρη, δῆλον ἐκ τῆς Περὶ τὰ ζῷα ἱστορίας καὶ τῶν ἀνατομῶν. αἱ γὰρ ὠμοπλάται καὶ οἱ μηροὶ πρός τινας κοινοὺς ὅρους συνάπτουσι, καὶ τὰ ἄλλα πάντα· καὶ αἱ μὲν ψυχικαὶ δυνάμεις αἱ κινητικαὶ τῶν ὀργανικῶν μερῶν ἐνιδρυμέναι εἰσὶν ἐν οἷς τὰ ὀργανικὰ μέρη ὡς πρός τινας κοινοὺς ὅρους συνάπτουσιν, ἡ δὲ ψυχή, πρὸς ἣν ὡς κοινὴν ἀρχὴν ἀνάγονται καὶ ῥίζαν, ἐν τῇ καρδία· ἐν ταύτῃ γὰρ ἐνίδρυται. καὶ ἔχει ὡς μὲν ἡ ψυχὴ πρὸς τὰς ἀπ’ αὐτῆς δυνάμεις, οὕτως ἡ καρ|δία 179r πρὸς τὰ ἐν οἷς εἰσιν αὗται μόρια. τῶν νεύρων γὰρ ἀρχὴ ἡ καρδία κατ᾿ αὐτόν. διὰ τῶν νεύρων δὲ ἡ κίνησις. προδιορίζεται δὲ ταῦτα, ἐπεὶ συμβάλλεται αὐτῶ πρὸς τὸ δεῖξαι ὅτι τέτρασι σημείοις τὰ ἔναιμα κινεῖται. ταῦτα μὲν οὖν προειρήσθω χάριν σαφηνείας τῶν μελλόντων λέγεσθαι. λέγει δὴ ὅτι ἐπεὶ ἀναγκαῖόν ἐστι παντὸς συνεχοῦς πράγματος, ὅλου μὲν δυναμένου τοῦ συνεχοῦς κινεῖσθαι, ἐν δὲ τῷ κινεῖσθαι τὸ μὲν αὐτοῦ ἠρεμεῖν τὸ δὲ κινεῖσθαι (ἀεὶ γὰρ ἐφ’ ἡμῶν ὁ μὲν εἷς τῶν ποδῶν ἠρεμεῖ, θάτερος δὲ 1 ἔστι om. a ἐκ τῆς γῆς ἡ τροφή coll. a 2 πρὸς τὸ μέσον om. PRS 3. 4 ἐν τῷ Περὶ οὐρανοῦ] Β 2 3 ἐν τῇ PR: ἐν τοῖς a 4 οὐρανῶν PR προσθίων a 5 τίμιον ὅτι τὸ ἄνω PR post ὥστε add. καὶ a 6 μὲν om. a 7 δὲ post τὸ om. PR 11 διορίζεται a 11. 12 δι’ οὗ—μέρη post ψυχικὴ (12) ponunt, deinde vv. δύναμις—ψυχικὴ repetnnt PR, sed del. haec omnia alio atr. P 16 διαδίδοται PR τοὺς τόπους] τὰ τόπια PR: μόρια supr. v. P πρὸς ante τὰ om. PR 18. 19 ἐκ τῆς—ἀνατομῶν] cf. Hist. anim. Γ 7, Bonitz Ind. Arist. p. 104a4 ssq. 18 περὶ τῶν ζώων S: περὶ ζώων a 19. 20 πρός τινα κοινὸν ὅρον Sa 21 αἱ] καὶ a 25. 26 κατ’ αὐτὸν] cf. Hist. anim. Γ 5 p. 515a28 26 προσδιορίζεται PR 29 δὴ] δὲ P ex δὴ corr. R ἐστι om. PR συνεχῶς a 30 ἠρεμεῖ a 31 κινεῖται a ἡμῖν PR κινεῖται, εἶτα ἠρεμεῖ μὲν οὗτος, θάτερος δὲ προωθεῖται καὶ κινεῖται) 179r ἐπεὶ οὖν ἀνάγκη ἐπὶ τοῦ τοιούτου συνεχοῦς σώματος εἶναι τὸ κοινόν, καθ᾿ ὃ ὥσπερ ὑπό τινος κοινοῦ ὅρου συνεχίζονται ταῦτα τὰ μόρια, τουτέστι τὰ ὀργανικά, δι᾿ ὧν τὴν κίνησιν πάντα τὰ κινούμενα δι᾿ ὀργά· νῶν τὴν κατὰ τόπον ποιεῖται μεταβολήν, καὶ πρὸς τούτῳ ἐπεὶ ἐνταῦθα ἀναγκαῖόν ἐστι, τουτέστιν ἐν τῷ κοινῷ, ὑφ’ οὗ συνεχίζονταί τὰ ὀργανικὰ δι᾿ ὧν, ὡς εἴρηται, ἡ κίνησις γίνεται, εἶναι δύναμίν τινα ψυχικὴν καὶ ἀρχὴν τῆς ἑκάστου τῶν ὀργανικῶν μερῶν κινήσεως, ὁμοίως δὲ καὶ στάσεως (τὸ γὰρ αἴτιον τοῦ κινεῖσθαι τοῦτό ἐστι καὶ τοῦ ἵστασθαι), ἐπεὶ οὖν ἀνάγκη ὑπάρχειν τὸ κοινὸν καὶ ἐν τῷ κοινῷ εἶναι ἀρχὴν καὶ αἰτίαν τῆς τε κινήσεως καὶ στάσεως, φανερὸν ὅτι καθ’ ὅσας τῶν λεχθεισῶν ἀντιθέσεων, τῆς τε ἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιοῦ καὶ ἀριστεροῦ, ἰδία ὑπάρχει κίνησις (ἄλλη γὰρ κίνησις ἡ τοῦ ἄνω καὶ κάτω καὶ ἄλλαι αἱ τῶν λοιπῶν δύο ἀντιθέσεων) φανερὸν οὖν ὅτι ταῦτα πάντα τὰ μέρη, ἐν οἷς θεωροῦνται αἱ λεχθεῖσαι ἀντιθέσεις, κοινὴν αἰτίαν καὶ ἀρχὴν τοῦ κινεῖσθαι ἔχει κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, λέγων σύμφυσιν τὰ νεῦρα καθ’ ἃ συνεχίζονται. εἰπὼν δὲ ὅτι κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, τίνα ἐστὶ τὰ εἰρημένα μέρη σαφηνίζων ἐπήγαγε λέγω δὲ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια, οἶμαι, τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὴν ᾗ ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ὅπου ἄν πεφύκῃ τὸ κινούμενον κινεῖσθαι, εἴτε ἐν ἀέρι εἴτε ἐν ὕδατι εἴτε ἐν γῇ, ἑστῶτος θατέρου κινουμένου δὲ θατέρου τὴν κίνησιν ποιεῖται. τῷ δὲ ᾗ ἄμφω κινεῖται πρόσκειται τὸ τὰς ἐναντίας κινήσεις πάνυ καλῶς· ὃ γὰρ δύνα. ται ἄνω κινεῖσθαι, τοῦτο καὶ κάτω. ἀλλὰ καὶ ἀντὶ τοῦ εἰπεῖν πληθυντικῶς ἐπεὶ δ’ ἀνάγκη εἶναι τὰ κοινά, καθ’ ἃ συνεχῆ ταῦτ’ ἐστὶν ἀλλήλοις, ἑνικῶς αὐτὸ ἀπήγγειλεν εἰπὼν ᾿ἐπεὶ δ’ ἀνάγκη εἶναι τὸ κοινόν, καθ’ ὃ συνεχῆ ταῦτ᾿ ἐστί᾿, καὶ διὰ τοῦτο ἀντὶ τοῦ εἰπεῖν ᾿καὶ ἐνταῦθα ὑπάρχειν τὰς ἀρχὰς᾿ εἴρηκε ἰτὴν ἀρχὴν᾿ ἑνικῶς. ἢ προσυπακουστέον ῾τὸ ἐν ἑκάστῃ, καὶ εἴη ἄν τοιοῦτον ῾ἐπεὶ δ᾿ ἀνάγκη ἐν ἑκάστῃ συζυγίᾳ τῶν ὀργανικῶν μερῶν εἶναί τι τὸ κοινόν᾿, καὶ τὰ ἑξῆς.

Κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἐστι τοιαυτη.

Ἐντεῦθεν ἡ δεῖξις τοῦ τέτρασι σημείοις κινεῖσθαι τὰ ἔναιμα. καὶ ἐπεί, ὡς εἴρηται, καθ’ ὃ συνάπτουσι τὰ ὀργανικὰ μέρη, ἔστι τις ψυχικὴ δύναμις (εἰ γὰρ μὴ ἦν, ἄψυχα ἄν καὶ ἀναίσθητα καὶ ὅλως ἀκίνητα ἦν), 4.5 post ὀργάνων add. καὶ a 5. 6 ἀναγκαῖόν ἐστιν ἐνταῦθα coll. PR 6 κοινῷ ὑφ’ οὗ in lit. P 7 ψυχικὴ a 13 ἡ ora. Sa 15 κοινὸν αἴτιον a 15. IG ἀρχὴν καὶ αἰτίαν coll. PR 16 κατὰ τὴν libri et Arist. P: κατὰ om. Arist. vulg. 19 καὶ τῶν ἀριστερῶν libri et Arist. SU: τῶν om. Arist. vulg. 21 πέφυκε PR 22 γῇ] ἀέρι PR 23 ἡ ἄμφω R 26 δ’ οὐκ ἀνάγκη S 29 τὸ] τοῦ PR 32 τό ante ὄπισθεν om. a 34 ἐνταῦθα PR Comment. in Arist. XXII 2. Mich. Ephes. in de part. mot. incess. anim. 10 δῆλον ὅτι ἔνθα οὔκ εἰσιν ὀργανικὰ μέρη, οὐδὲ τὸ κοινόν, εἰ δὲ μὴ τὸ 179r κοινόν, οὐδὲ κινητικὴ ἀρχή. ἓξ οὖν οὐσῶν διαστάσεων, τριῶν δὲ συζυγιῶν, εἰ δειχθείη ὅτι κατὰ μίαν συζυγίαν οὔκ εἰσιν ὀργανικὰ μέρη, δῆλον ὅτι οὐδὲ ἀρχὴ κινήσεως, εἰ δὲ μὴ ἀρχή, οὐδὲ κίνησις. ὥστε λείπεται κατὰ τὰς δύο συζυγίας εἶναι κίνησιν, ἐπεὶ ἀνάγκη καὶ ἀρχὴν ἐν αὐταῖς εἶναι κινητικήν. αἱ δὲ δύο συζυγίαι εἰς τέσσαρα διαιροῦνται σημεῖα· ἐν τέτρασιν ἄρα σημείοις ἡ τῶν ἐναίμων κίνησις. ἀλλὰ ταῦτα μὲν ἡμῖν προειρήσθω· αὐτὸς δέ φησιν ὅτι κατὰ τὰ ἔμπροσθεν καὶ ὄπισθεν διάληψις, τουτέστι διάρθρωσις ὀργανικῶν μερῶν, δι’ ὧν ἡ κατὰ τόπον μεταβολὴ γίνεται, οὐκ ἔστι. καὶ ἐπὶ μὲν τῶν ἀνθρώπων δῆλον· ὁ γὰρ δεξιὸς ποὺς κινητικόν ἐστι σημεῖον τοῦ δεξιοῦ, καὶ ὁ ἀριστερὸς τοῦ ἀριστεροῦ ὁμοίως. ἐπεὶ δ’ οὐ μόνον ἐστὶ δεξιὸν κάτω καὶ ἀριστερὸν κάτω, ἀλλὰ καὶ δεξιὸν ἄνω καὶ ἀριστερὸν ἄνω, ἡ μὲν δεξιὰ χεὶρ ἡ καὶ ἡ ὠμοπλάτη κινητικόν ἐστι σημεῖον τοὐ ἄνω δεξιοῦ, ἡ δὲ ἀριστερὰ τοῦ ἄνω ἀριστεροῦ, ὁ δὲ δεξιὸς ποὺς τοῦ κάτω δεξιοῦ καὶ ὁ ἀριστερὸς τοῦ κάτω ἀριστεροῦ. ὥστε ἐπὶ μὲν ἀνθρώπου δῆλον ὅτι τῶν ἄνω καὶ κάτω καὶ δεξιῶν καὶ ἀριστερῶν εἰσι κινητικὰ σημεῖα, τῶν δ’ ἔμπροσθεν καὶ ὄπισθεν οὐκ ἔστι· καίτοι κινεῖται μὲν ὁ ἄνθρωπος ἐπὶ τὸ ἔμπροσθεν (ἐφ᾿ ὃ γὰρ αἱ αἰσθήσεις), ἀλλὰ τὴν τοιαύτην κίνησιν διὰ τῶν σημείων τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τῶν ἄνω καὶ κάτω κινεῖται. ὅλως δὲ ὅτι καὶ ὁ ἄνθρωπος τέτρασι σημείοις κινεῖται ὡς τὰ τετράποδα, δείξει προιών. ἀλλὰ δὴ καὶ ἐπὶ τῶν τετραπόδων οἱ πρόσθιοι λεγόμενοι πόδες οὔκ εἰσι σημεῖα τῶν ἔμπροσθεν, ἀλλὰ τῶν ἄνω καὶ κάτω, εἴπερ ἀναλογοῦσι χερσίν, ὡς ἐν τῷ Περὶ ζῴων μορίων εἴρηται. ἀλλὰ ταῦτα μὲν ἡμῖν εἴρηται ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι οἱ δοκοῦντες εἶναι πρόσθιοι πόδες δοκοῦσι μὲν οὔκ εἰσι δὲ κατ’ ἀλήθειαν σημεῖα τῶν | ἔμπροσθεν. αὐτὸς δὲ δείκνυσιν ὅτι διάληψις καὶ διάρθρωσις 179v ὀργανικῶν μερῶν τοῦ ἔμπροσθεν οὐκ ἔστιν ἐκ τοῦ μηδὲ τοῦ ὄπισθεν εἶναι, τοῦτο δὲ πάλιν ἐκ τοῦ μηδὲ κίνησιν φυσικὴν ὑπάρχειν εἰς τὸ ὄπισθεν. εἰ γὰρ ἦν ὄργανα κινητικὰ τοῦ ὄπισθεν, οὐδὲν δὲ φυσικὸν ὄπισθεν κινεῖται, μάτην ἦσαν ἄν ὥστ᾿ ἐπεὶ τῶν ὄπισθεν οὐκ ἔστιν ὄργανα, ἐπεὶ μηδὲ κίνησις, οὐδὲ τῶν ἔμπροσθεν· τῶν δὲ λοιπῶν δύο συζυγιῶν εἰσι. καὶ διὰ τοῦτο τῶν ζῴων ὅσα ὀργανικοῖς χρώμενα μέρεσι πορεύεται, τῇ μὲν κάτα τὸ πρόσθεν διαφορᾷ οὐκ ἔχει ὀργανικὰ μέρη, ταῖς δὲ λοιπαῖς δύο, προτέρᾳ δὲ καὶ κατὰ πρῶτον τῇ φύσει λόγον τῇ διοριζούσῃ διαφορᾷ τὸ δεξιὸν καὶ ἀριστερόν, ἐπεὶ ἡ κατὰ τὸ δεξιὸν καὶ ἀριστερὸν διαφορὰ πρώτη ἐνορᾶται τοῖς δοκοῦσι τέτρασι σημείοις κινεῖσθαι.

Ἐπεὶ οὖν τό τε ἄνω καὶ κάτω.

Κοινὴν ἀρχὴν καὶ κυρίαν τῆς κινήσεως λέγει νῦν τὴν ἐν τῇ καρδίᾳ ψυχήν, ἀφ’ ἧς ὡς ἀπὸ ῥίζης καὶ πηγῆς προΐασιν αἱ τῶν ὀργανικῶν μερῶν κινητικαὶ αἰτίαι. εἴρηκε δὲ αὐτὴν καὶ κυρίαν τῆς κινήσεως, ὅτι καὶ αἱ λοιπαὶ διὰ ταύτην καὶ ἐκ ταύτης τὸ κινεῖν ἔχουσιν. ἀλλὰ πῶς πρότερον εἰπὼν ὅτι ἔστι τι κοινόν, ὑφ’ οὗ ὡς πρός τινος κοινοῦ ὅρου συνεχῆ εἰσι τὰ ὀργανικὰ μέρη, νῦν διὰ τὴν κοινὴν ἀρχὴν λέγει συνηρτῆσθαι συνηνῶσθαί τε πρὸς αὑτά; ἢ ὅτι καὶ τούτων καὶ πάντων ἀπλῶς τῶν μερῶν τοῦ συνεῖναι ἀλλήλοις αὕτη ἐστὶν ἡ αἰτία· ἐξελθούσης γὰρ αὐτῆς διαπνεῖ τε καὶ σήπεται τὰ σώματα. ἐπεὶ οὖν, φησί, διὰ ταύτην συνήρτηνται πρὸς ἑαυτὰ τὰ μέρη, καὶ δεῖ ἐν ἅπαντι τῷ μέλλοντι καλῶς καὶ κατὰ τρόπον κινεῖσθαι τὸ τῶν λεχθεισῶν ἀπασῶν κινήσεων αἴτιον, τουτέστιν τὴν ἀρχὴν καὶ κυρίαν τῆς κινήσεως, ὡρίσθαι πὼς καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχά, τουτέστι καὶ δεῖ τὴν ἀπόστασιν τῆς κυρίας τῶν κινήσεων, ἣν ἀφέστηκεν ἀπὸ τῶν ἄλλων ἀρχῶν τῶν ἐγκατῳκισμένων πρὸς τὰς…

Ὁμ…

The complete text is available when the reading interface loads.