In Librum Quintum Ethicorum Nicomacheorum Commentarium
- Scientific editors
- Michael Hayduck
- Edition reference
- Michaelis Ephesii in librum quintum ethicorum Nicomacheorum commentarium · Berlin · Reimer · 1901
- CTS identifier
urn:cts:greekLit:tlg4034.tlg006.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
MICHAELIS EPHESII IN LIBRUM QUINTUM ETHICORUM NICOMACHEORUM COMMENTARIUM
ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΕΦΕΣΙΟΥ ΚΥΡΙΟΥ ΜΙΧΑΗΛ ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ Ed. Aldina f. 59v ΤΩΝ ΗΘΙΚΩΝ.
Ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι τῶν τῆς Ἀριστοτέλους Ἠθικῶν Νικομαχείων πραγματείας πρόθεσίς ἐστιν εἰπεῖν περὶ τῆς μερικωτέρας δικαιοσύνης καὶ τοῦ συστοίχου ταύτῃ δικαίου, τῶν ἀντικειμένων τε τούτοις ἀδικίας καὶ ἀδίκου. διττὴ γὰρ ἡ δικαιοσύνη λέγεται, ἥ τε ὅλη ἀρετὴ καὶ ἡ προκειμένη, ἥτις καὶ ἀντιδιῄρηται τῇ φρονήσει, τῇ ἀνδρίᾳ, τῇ σωφροσύνῃ, ὧν ἑκάστη πρὸς τῷ δικαιοσύνη λέγεσθαι καὶ ἰδίως ἡ μὲν φρόνησις ἡ δ’ ἀνδρία, ἡ δὲ σωφροσύνη ὀνομάζεται. ἡ δὲ προκειμένη ἀρετὴ δικαιοσύνη μὲν λέγεται καὶ ὀνομάζεται τῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι, ὄνομα δ’ ἴδιον οὐκ ἐκληρώσατο, ἀλλ’ ὥσπερ ἐκεῖνος ὁ ὀλυμπιονίκης οὐ Σωκράτης, οὐ Πλάτων, οὐκ Ἀριστείδης, ἀλλὰ τῷ κοινῷ πάντων ἀνθρώπων ὀνόματι ἄνθρωπος ὠνομάζετο, οὕτω καὶ ἡ παροῦσα ἀρετὴ δικαιοσύνη καλεῖται τῶ κοινῷ τῆς ὅλης δικαιοσύνης ὀνόματι. εἰσὶ δὲ αὐτῆς μέρη δύο, τό τε διανεμητικὸν δίκαιον καὶ τὸ διορθωτικόν. τί δὲ τούτων ἑκάτερόν ἐστιν, ἐροῦμεν ὅταν ὁ δαιμόνιος Ἀριστοτέλης περὶ τούτων λέγῃ.
Περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας τε τυγχάνουσιν οὖσαι πράξεις.
Ἐπειδὴ τῆς αὐτῆς καὶ μιᾶς ἐστιν ἐπιστήμης θεωρεῖν τἀναντία, οἷον 24 μουσικῆς τὸ ἡρμοσμένον καὶ ἀνάρμοστον, ἀριθμητικῆς τὸ περιττὸν καὶ ἄρτιον, καὶ τῶν ἄλλων ὁμοίως, ἔστι δὲ καὶ ἡ δικαιοσύνη τῇ ἀδικίᾳ καὶ τὸ δίκαιον τῷ ἀδίκῳ ἐναντία, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, περὶ ἀμφοῖν ἰδεῖν, περὶ ποίας πράξεις οὖσαι τυγχάνουσιν. ὡς γὰρ ἡ δειλία καὶ 1. 2 ἐξήγησις—ἠθικῶν inscr. Β: ἐξήγησις κυρίου Μιχαὴλ Ἐφεσίου εἰς τὸ πέμπτον τοῦ Ἀριστοτέλους ἠθικῶν Νικομαχείων a 3 βιβλίῳ πέμπτῳ ὄντι] πέμπτῳ βιβλίῳ a τῶν τῆς] τῆς τῶν S: τῆς om. a 4 ante πρόθεσις add. ἡ S 7 ἥτις] ἡ S 8 πρὸς τὸ a 13 ὀνομάζετο S: ὠνομάζεται a 16 λέγει Sa 19 ἐστι σκέψεως τε καὶ ἐπιστήμης S 20 μουσικῆς LN (de quibus cf. Suppl. praef.): μουσικοῦ BSa ἀριθμητικοῦ a 20. 21 καὶ τὸ ἄρτιον S 22 ἐναντίον S ἀναγκαίως a 23 οὖσι om. Ba Comment, in Arist. XXII 3. Michael in Eth. V. 1 ἡ ἀνδρία περὶ φόβους ἦσαν καὶ θάρση τὰ περὶ τοὺς πολέμους, καὶ ἡ 59v σωφροσύνη καὶ ἡ ἀκολασία περὶ ἡδονὰς καὶ λύπας τὰς περὶ μῖξιν ἄρρενος καὶ θήλεος, οὕτω καὶ ἡ προκειμένη δικαιοσύνη χαἰ ἀδικία περὶ τὸ ἴσον καὶ ἄνισον, ὡς δείξει προιών. σκεπτέον, φησί, περὶ ποίας τυγχάνουσιν οὖσαι πράξεις. λέγει δὲ πρᾶξιν τὴν δικαίαν διανομήν,. οὖσαν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, καὶ τὴν τῶν ἀδικημάτων ἐπανόρθωσιν, οὖσαν καὶ αὐτὴν κατὰ ἀναλογίαν, οὐ τὴν γεωμετρικὴν ἀλλὰ τὴν ἀριθμητικήν, ὧν τὴν διαφορὰν ἐροῦμεν, ὅταν λέγῃ περὶ αὐτῶν ἐν τῷ παρόντι βιβλίῳ. τὸ δὲ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη ἐπεὶ αἱ ἀρεταὶ μεσότητες ἐδείχθησαν οὖσαι, καὶ τίνων μέσον ἐστίν. ἔστι δὲ ὡς δείξει μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως, καὶ τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος· ἡ δὲ σκέψις ἡμῖν ἔστω κατὰ τἡν αὐτὴν μέθοδον τοῖς προειρημένοις. εἴρηκε γὰρ καὶ κατ’ ἀρχὰς ἐν τῷ πρώτῳ τῆς παρούσης πραγματείας ὅτι οὐ πάντα τὴν ἀποδεικτικὴν ἀκρίβειαν ἐπιδέχεται τὴν ἐκ τῶν καθ’ αὑτὰ ᾗ αὐτὰ τοῖς πράγμασιν ὑπαρχόντων γινομένην, καὶ νῦν πάλιν τὸ αὐτὸ διὰ τούτου λέγει, δυνάμει λέγων ὡς καὶ περὶ δικαιοσύνης ἐκ τῶν πολλαχῶς, ὡς εἶπεν ἐκεῖ, καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δεῖ τοὺς λόγους συμπεραίνειν, καὶ ἐκ τῶν δοκούντων τοῖς πᾶσιν ἢ τοῖς σοφοῖς. διὸ καὶ τὴν ἀρχὴν ἐκ τῶν δοκούντων ποιεῖται λέγων ὁρῶμεν δὲ πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν. ἔστι δὲ ὁ λόγος οὗτος ὁ λέγων ὅτι δικαιοσύνη ἐστὶν ἕξις ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν οὐχ ὁρισμὸς ἀλλ’ ὑπογραφή· οὐ γὰρ οἷόν τε ἕνα λόγον καὶ ὁρισμὸν τῶν πολλαχῶς λεγομένων ἀποδοῦναι, ἡ δὲ δικαιοσύνη, ὡς προιὼν δείξει, τῶν πολλαχῶς λεγομένων ἐστί· καὶ διὰ τοῦτο ἐπήνεγκε διὸ καὶ ἡμῖν ὡς ἐν τύπῳ ἤτοι ὡς ἐν ὑπογραφῇ τοῦτο ἔστω δικαιοσύνη. οὐ γὰρ τὸν αὐτὸν ἔχει τρόπον ἔπι τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ τῶν ἕξεων. ἰδίως νῦν ἕξεις εἶπε τὰς ἀρετὰς ἀντιδιαιρῶν καὶ χωρίζων αὐτὰς ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων, ἐπεὶ ὅτι. καὶ τὰς ἐπιστήμας ἕξεις πολλαχῇ καλεῖ, οὐδεὶς ἀγνοεῖ. εἰπὼν δὲ τὴν δικαιοσύνην ἕξιν ἀφ’ ἧς βούλονται τὰ δίκαια πράττειν, τὴν αἰτίαν λέγει τοῦ τίνος ἕνεκα ἐν τῇ τοιαύτῃ ὑπογραφῇ προσέθηκε τὸ βούλονται, καὶ οὐχ ἁπλῶς οὑτωσὶ εἶπεν, ἕξις ἀφ’ ἧς τὰ δίκαια πράττουσι, δυνάμει λέγων καὶ διὰ τοῦτο προσέθηκα τὸ βούλονται, ἵνα χωρίσω αὐτὴν ἀπὸ τῶν ἐπι- στημῶν καὶ δυνάμεων· ἐκείναις γὰρ οὐκ ἐν τῷ βούλεσθαι πράττειν ἐστὶ τὸ εἶναι, ἀλλ’ ἐν τῷ δύνασθαι. ὁ γὰρ τὴν ἰα|τρικὴν ἔχων κἄν μὴ 0r 1 ἦσαν] οὖσα a 8 ὅτε S λέγει Sa 9 post δὲ add. καὶ a post δικαιοσύνη add. ἀντὶ τοῦ τίνων μεσότης ἐστὶν ἡ δικαιοσύνη Sa ἐπειδὴ S 11 δίκαιον orn. S 12 ἔσται a 13 ante εἴρηκε add. ὡς a γὰρ om. Sa καταρχὴν a ἐν τῷ πρώτῳ] Α 1 p. 1094b12 16 ἐκ τῶν] ἐν τῷ a: om. S 18 τοῖς ante πᾶσιν om. S 19. 20 τὴν αὐτὴν ἕξιν Ba 20 et 22 βούλεται S 22 ὁρισμῷ a 23 ἀποδιδόναι a 25 ἀπήνηκε S 26 οὐ Ba Arist. Mb; οὐδὲν S: οὐδὲ Arist. vulg. 27 καὶ ἐπὶ τῶν Arist. 30 βούλεται S post πράττειν add. διὰ τοῦτο S 32 οὑτωσὶ] οὕτως δὲ S καὶ om. S προσέθηκε a χωρήσω Sa 35 τί εἶναι a δύναμιν ἔχων, κἄν μὴ ὑπὲρ τῶν δικαίων λέγῃ ἀλλὰ τῶν ἀδίκων, ῥήτωρ ἐστί, καὶ ὅλως ἄν δύνηται ὑπὲρ ἀμφοτέρων τῶν τε δικαίων καὶ τῶν ἀδίκων, ῥήτωρ ἐστί. δίκαιος δέ ἐστιν οὐχ ὁ τὰ δίκαια πράττειν δυνάμενος· δύναται γὰρ καὶ ὁ ἄδικος ταῦτα ποιεῖν· ἀλλὰ δίκαιός ἐστιν ὁ βουλόμενος, βούλεται δὲ ὁ τὴν ἕξιν ἔχων τὴν εἰρημένην. ἀλλὰ διὰ τί ἰατρὸν λέγομεν τὸν δυνάμενον καὶ τὰ ὑγιεινὰ καὶ τὰ νοσώδη πράττειν, ὁμοίως δὲ καὶ διαλεκτικὸν καὶ ῥήτορα τὸν δυνάμενον ἐφ’ ἑκάτερα ἐπιχειρεῖν; ἢ ὅτι καὶ αἱ ἐπιστῆμαι καὶ αἱ δυνάμεις αἱ αὐταί εἰσι τῶν ἐναντίων· οὐ γὰρ ἔχουσι τὸ εἷναι ἐν τῷ τὸ ἕτερον τῶν ἀντικειμένων δύνασθαι καὶ βούλεσθαι δεικνύναι, ὥσπερ ἡ δικαιοσύνη ἐν τῷ βούλεσθαι καὶ δύνασθαι μόνα τὰ δίκαια, ἀλλ’ ἔστιν αὐταῖς ἥ τε παρασκευὴ καὶ ἡ βούλησις καὶ τὸ εἶναι πρὸς τὰ ἀντικείμενα ἐπιχειρεῖν. τοῦτο δὲ λέγω ἐπὶ τῆς ῥητορικῆς καὶ διαλεκτικῆς· ἐπὶ δὲ τῆς ἰατρικῆς οὐχ οὕτως, ἀλλ’ ἔστιν αὐτῇ τὸ εἶναι ἐν τῷ γινώσκειν τὰ ἀντικείμενα. δυνάμεις δὲ λέγει τὴν διαλεκτικὴν καὶ ῥητορικήν, ἐπιστήμας δὲ μουσικὴν καὶ ἰατρικήν· καὶ γὰρ αὗται τῶν ἀντικειμένων εἰσὶ γνωστικαί. λέγει δὲ ἕξεις οὐ τὰς ἀρετὰς μόνον ἀλλὰ συμπάσας ὁμοῦ τὰς ἀρετὰς καὶ κακίας τῆς ψυχῆς καὶ τοῦ σώματος. ὅτι δὲ αἱ ὡς ἀρειᾶί ἕξεις λεγόμεναι οὔκ εἰσι τῶν ἐναντίων αἱ αὐταί, ἔδειξε σαφῶς ἐπὶ τῆς ὑγείας, ἀρετῆς οὔσης σώματος· ἐκ γὰρ τῆς ὑγείας τὰ ὑγιεινά πράττεται, οὐκέτι δὲ καὶ τὰ νοσώδη, ὡς καὶ τὰ νοσώδη ἐκ τῆς νόσου, οὐ μὴν καὶ τὰ ὑγιεινά. ἐκεῖνος γὰρ βαδίζει ὑγιεινῶς ὁ τὴν ὑγείαν ἔχων, οὐκ ἐνδέχεται δὲ καὶ τὸν νοσοῦντα οὕτως βαδίζειν. ὁμοίως καὶ ὁ τὴν δικαιοσύνην ἔχων τῶν δικαίων μόνων ἐστὶ πρακτικὸς καὶ ὁ τὴν ἀδικίαν τῶν ἀδίκων, οὐ μὴν τἀνάπαλιν.
Πολλάκις μὲν οὗν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας.
Μέλλων δεικνύειν ὅτι πολλαχῶς ἡ δικαιοσύνη, καὶ ἔστιν ἡ μὲν ὡς 39 ὅλον ἡ καθόλου δικαιοσύνη ἡ δὲ ὡς μέρος, ἡ ἡ μὲν ὡς γένος ἡ δ’ ὡς εἶδος (τινὲν μὲν γὰρ τὴν καθόλου δικαιοσύνην γένος ἀπεφήναντο τῆς καὶ τῶν λοιπῶν τριῶν ἀρετῶν, τινὲς δὲ οὐ γένος ἀλλ’ ὅλον) μέλλων δὴ τοῦτο δεικνύειν, πρῶτον λέγει καὶ συνίστησιν ἐκεῖνα, οἷς μέλλει χρῆσθαι πρὸς τὴν τοιαύτην δεῖξιν, λέγων πολλάκις μὲν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας· οἷον ὁ εἰδὼς ὅτι εὐεξία ἐστὶν ἡ τῶν σαρκῶν πύκνωσις, οἶδεν ὅτι καχεξία ἐστὶν ἡ τῶν σαρκῶν μάνωσις. καὶ οὐ μόνον 2 ἔχων δύναμιν Sa λέγει a ἀλλ’ ὑπέρ τῶν S 3 καὶ ὅλως—ῥήτωρ ἐστί (4) 0111. S ἄν scripsi: κἄν libri 6 τί] τὸν S 8. 9 καὶ ἐπιστῆμαι καὶ δυνάμεις S 9. 10 ἐν τῷ ἑτέρω τῶν S 11 δύνασθαι καὶ βούλεσθαι S 16 post γὰρ add. καὶ Sa 18 ὡς om. Ba 20 ἐκ γὰρ] καὶ γὰρ ἐκ a 21 ὥσπερ S 22 post ἔχων add. καὶ S δὲ om. BS 23 post ὁμοίως add. δὲ a 24 τἀνάπαλιν] οὔθ' οὗτος τῶν δικαίων οὔθ’ ὁ δίκαιος τῶν ἀδίκων S 25 μὲν om. S 25.26 τῶν ἐναντίων BS 27. 28 ὡς ὅλον ὅλον—ἢ ἢ ἡ μὲν om. a 30 γένος] μέρος S 31 λιγῶ S 34 εἶδε a 1* ἡ ἕξις ἀπὸ τῆς ἐναντίας ἕξεως γνωρίζεται, ἀλλὰ καὶ ἤδη ἀπὸ τῶν 60r ὑπ’ αὐτὴν ἑκτῶν, καὶ τὰ ἑκτὰ ἐκ τῆς ἕξεως. εἰπὼν δὲ τὴν ἐναντίαν ἕξιν ἀπὸ τῆς ἐναντίας γνωρίζεσθαι, προσέθηκε πάνυ ἀκριβῶς τὸ πολλάκις· οὐ γὰρ ἀεὶ ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ ἡ ἐναντία ἀπὸ τῆς ἐναντίας γνωρίζεται. τοῦ γὰρ φιλεῖν, ὡς ἐν τοῖς τοπικοῖς εἶπε, πολλαχῶς λεγομένου τὸ μισεῖν πολλαχῶς οὐ λέγεται· ὥστε ἐπὶ τούτου οὐκ ἐκ τοῦ θατέρου θάτερον γνωρισθήσεται. λέγεται δὲ τὸ φιλεῖν ἐπί τε τοῦ κατὰ διάνοιαν ἀγαπᾶν καὶ ἐπὶ τοῦ τοῖς χείλεσιν ἀσπάζεσθαι, ᾧ τῷ τοῖς χείλεσι φιλεῖν οὐκ ἔστι τι ἐναντίον, τῷ δὲ κατὰ διάνοιαν φιλεῖν ἔστι τι ἐναντίον, τὸ κατὰ διάνοιαν μισεῖν. ἔοικε δὲ πολλαχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν. διὰ τούτων τὴν αἰτίαν λέγει τοὐ διὰ τί πολλαχῶς λεγομένης τῆς δικαιοσύνης οὐκ ἔστι γνώριμον τοῦτο· καὶ φησὶν ὅτι αἴτιον τούτου ἐστὶ τὸ σύνεγγυς ἀλλήλων εἶναι τὰς δικαιοσύνας καὶ πολλὴν ἔχειν τὴν ὁμοιότητα. ἐν γὰρ τοῖς τοιούτοις πᾶσι τοῖς ἐπιτεταμένην ἔχουσι τὴν ὁμοιότητα λανθάνειν συμβαίνει τὴν κατὰ αὐτὰ ὁμωνυμίαν. τῶν γὰρ ὁμωνύμων ὅσα μὲν πολὺ ἀπ’ ἀλλήλων διέστηκε, γνώριμα ταῦτα ὅτι ὁμώνυμα, ὡς ὁ Ἀλέξανδρος ὁ βασιλεὺς καὶ Ἀλέξανδρος ὁ ἐξηγητής, καὶ ἡ κλεὶς ᾗ τὰς θύρας κλείομεν, καὶ τὸ κατὰ τὸν αὐχένα τῶν ζῴων ὀστοῦν, καὶ ὅλως τὰ ἔκ τινος τύχης ὀνομασθέντα· ὅσα δὲ σύνεγγύς ἐστιν ἀλλήλων, ταῦτα οὐκέτι δοκεῖ ὀνόματος μόνου κοινωνεῖν. σύνεγγυς δὲ ἀλλήλων τὰ ὄντα, αἱ κινήσεις, τὰ ἀγαθά, αἱ δικαιοσύναι, ὡς δειχθήσεται περὶ αὐτῶν, λέγω δὴ τῶν δικαιοσυνῶν. τούτων γὰρ ἡ μέν ἐστιν ὥσπερ γένος δικαιοσύνη ἡ λεγομένη κατὰ πάσης ἀρετῆς, ἡ δὲ ὥσπερ ταύτης εἶδος· ὥστε ὡς μὲν γένος καὶ εἶδος συνώνυμα ἔσονται (ἐπιδέχονται γὰρ τὰ εἴδη τὸν τῶν γενῶν καθ’ ὅσον δὲ ἡ ὡς εἶδος λαμβανομένη δικαιοσύνη τὸ αὐτὸ ὄνομα ἔχει τῇ ὡς γένος λαμβανομένῃ, κατὰ τοῦτο ἔσονται ὁμώνυμοι· ἄλλο γὰρ ἑκατέρας αὐτῶν ὑπὸ τοῦ ὀνόματος τῆς δικαιοσύνης σημαίνεται. ὁ δ αὐτὸς λόγος καὶ ἐπὶ ἀδικίας· τοῦτο δὲ δῆλον ἔσται προἰόντος τοῦ λόγου. μέλλων δὲ ἤδη δείκνυ ’ναι ὅτι πολλαχῶς ἡ δικαιοσύνη λέγεται, ἀπὸ τῆς 60v ἀδικίας ἄρχεται, μᾶλλον δὲ τοῦ ἀδίκου· γνωριμώτερον γὰρ ὅτι ὁ ἄδικος πολλαχῶς λέγεται ἤπερ ἡ ἀδικία. εἰ δὲ ὁ ἄδικος πλεοναχῶς, καὶ ἡ ἀδικία· εἰ δὲ ἡ ἀδικία, καὶ ἡ δικαιοσύνη· τοῦτο γὰρ εἴρηται ὅτι ὡς ἐπὶ πολύ, ἄν θάτερον τῶν ἐναντίων πλεοναχῶς λέγηται, καὶ θάτερον.
Δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι.
Εἰπὼν ὅτι ἡ δικαιοσύνη μεσότης ἐστί, διὰ τούτων δείκνυσι καὶ ὅτι 1 ἀλλᾶ καὶ—τῆς ἕξεως (2) om. S 2 εἶπεν S 3 ante τὸ add. καὶ S 5 ἐν τοῖς τοπικοῖς] Α 15 p. 106b 1 sqq. τοῖς om. Sa 8 ᾦ] ὧ τινι S τῷ μὲν τοῖς a 9 κατὰ τὴν διάνοιαν utrobique S 11 post ὁμωνυμίαν add. αὐτῶν S 12 διὰ τὸ S 14 ἔχει S 15 συνέβη S 17 post ὁμώνυμα add. ἐστὶν S 20 post κοινωνεῖν add. ταῦτα δέ ἐστιν τὰ S δὲ om. S 22. 23 ἡ λεγομένη om. Ba 24 ἐπιδέχεται S 26 τῇ] τῆς Ba λαμβανομένης a ὁμώνυμαι a 29 ἤδη om. S 32 ἡ post καὶ om. B 33 λίγεται S 34 post παράνομος add. καὶ S νόμος καὶ ὁ παράνομος πλεονέκτης, ὁ δὲ πλεονέκτης ἄνισος, ὁ ἄδικος ἄρα ἄνισος. οὕτως καὶ τὸ ἄδικον ἄνισον, τὸ δὲ ἄνισον περιέχει τὸ πλέον καὶ ἔλαττον καὶ κοινῶς κατηγορεῖται κατ’ ἀμφοῖν, τοὐ τε πλείονος καὶ τοῦ ἐλάττονος. εἰ οὗν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον, καὶ εἰ τὸ ἄδικον πλέον καὶ ἔλαττον, τὸ δίκαιον μέσον τοῦ πλείονος καὶ ἐλάττονος, καὶ ἡ δικαιοσύνη μεσότης, ὅπερ ἐστὶν ἀρετῆς γνώρισμα. εἶπε γὰρ ἐν τῷ Β ὅτι ἀρετή ἐστιν ἕξις ἐν μεσότητι τῆ πρὸς ἡμᾶς. ὅτι δὲ ὁ ἄοικος ἄνισος καὶ οὐδέποτε τὸ ἴσον καὶ μέσον αἱρεῖται, ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶς ἀγαθῶν τὸ πλεῖον, ἐπὶ δὲ τῶν κακῶν τὸ ἔλαττον, δῆλον ἐκ τῶν ὁσημέραι γινομένων· χρημάτων γὰρ ἢ τιμῶν ἢ διανομῆς χρυσοῦ γινομένης ἀεὶ τὸ πλέον λαβεῖν σπουδάζει, ζημίας δὲ προύσης ἤ τινος ἄλλου ὧν οὐ βουλόμεθα, πάντα τρόπον μηχανᾶται ἢ μηδέν τι ἢ μικρόν τι καὶ ὧν οἱ ἄλλοι πάντες εἰσενηνόχασι τὸ βραχύτατον εἰσενεγκεῖν. ὥστε τοῦ μὲν ἀγαθοῦ τὸ πλέον, τοῦ δὲ κακοῦ 15 τὸ ἔλαττον αἱρεῖται καὶ διώκει. αἱρεῖται δὲ τὸ ἔλαττον κακὸν οὐχ ὡς κακόν, ἀλλ’ ὡς ἀγαθόν. τὸ μὲν γὰρ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακὸν παραβαλλόμενον ἀγαθὸν εἶναι δοκεῖ· τὸ γὰρ ἀντὶ δέκα νομισμάτων δοῦναι νόμισμα ἓν ὡς ἀγαθὸν αἱρεῖται. ἔστιν οὖν τὸ μὲν δίκαιον τὸ νόμιμον καὶ ἴσον, τὸ δ’ ἄδικον τὸ παράνομον καὶ ἄνισον.
Ἐπεὶ δ’ ὁ πλεονέκτης ἄδικος, οὐ περὶ πάντα τὰ ἀγαθὰ εσται.
Εἰπὼν τὸν πλεονέκτην ἄδικον εἶναι περὶ τὰ ἀγαθά, λέγει μὴ περὶ πάντα τὰ ἀγαθὰ πλεονέκτην εἶναι· οὔτε γὰρ τοῦ ἰατροῦ ἢ τοῦ ῥήτορος ἰατρικώτερος ἢ ῥητορικώτερος σπεύδει γενέσθαι οὔτε τοῦ μουσικοῦ μουσικώτερος καὶ τὸ πλέον τούτων ἐν τούτοις ἔχειν, ἀλλὰ περὶ ἐκεῖνα τὰ ἀγαθὰ πλεονεκτεῖ, ἅπερ ἐστὶν ἁπλῶς καὶ τῇ ἑαυτῶν φύσει ἀγαθά, τοῖς φύλοις δὲ καὶ μοχθηροῖς οὐκ ἀγαθά. εἰ·σὶ δ’ ἁπλῶς ἀγαθὰ ὑγεία, πλοῦτος, κάλλος, εὐγένεια, ἀρχή, ἐξουσία, ἃ τῇ ἑαυτῶν φύσει ἀγαθὰ ὄντα τοῖς φαύλοις κακά ἐστι· μᾶλλον δ’ ἀγαθὰ καὶ συμφέροντα αὐτοῖς ἐστιν αἶσχος, νόσος, πενία. εἰπὼν δὲ ὅτι περὶ τὰ ἁπλῶς ἀγαθὰ ὁ πλεονέκτης ἐστί, τίνα ταῦτά ἐστιν ἐπήγαγεν, ὅτι ὑπὲρ ὧν τῆς λήψεως τῷ θεῷ εὔχονται οἱ ἄνθρωποι· εὔχονται δὲ πλουτεῖν, ὑγιαίνειν· ταῦτά ἐστι τὰ ἀπλῶς ἀγαθά. ἐνδειξάμενος δὲ τίν εἰσὶ τὰ ἁπλῶς ἀγαθὰ διὰ τοῦ εἰπεῖν οἱ δ' ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσιν, ἐπιδιορθούμενος τὸ πλημμελὲς τῆς τοιαύτης εὐχῆς ἐπήδὲ 2 om. Ba 2. 3 ἄνισος ἄρα ἄδικος Ba 3 οὕτως] ὥστε S 5 εἰ post καὶ om. S 6 καὶ τοῦ ἐλάττονος S 7 ἐν τῷ Β] c. 6 p. 1106b36: ἐν τῷ ἄλφα BS 9 ἁπλῶν ἀγαθῶν 8 10 γενομένων S 11 fort. ἡ χρυσοῦ διανομῆς 14 ὥστε] ὥσπερ S 16 τὸ post πρὸς om. a 18 post μὲν add. οὖν S 20 δ’ ὁ BS: δὲ Arist. K b M b O b: γὰρ καὶ a Arist. Ha Nb ὁ ἄδικος a Arist. 20.21 ἄδικος περὶ τὰ ἀγαθά ἔσται οὐ πάντα a Arist. 20 πάντα om. Β 22 περὶ τὰ ἀγαθὰ] παρὰ τὸν ἀγαθὸν Β 27 ὑγίεια S 29 αἰσχρὸς S 30 τὸ ἀπλῶς ἀγαθόν BS 31 λήψεως] Λύκης a τοῖς θεοῖς S 33 ἐστὶ S γαγεν οὐ δεῖ εὔχεσθαι λαβεῖν ταῦτα, ἀλλ’ εὔχεσθαι καὶ τὸν ὑγιαίνοντα καὶ 60v τὸν πλουτοῦντα καὶ τὸν καλὸν τὴν ὑγείαν καὶ τὸν πλοῦτον καὶ τὸ κάλλος εἰς καλὸν αὐτοῖς καὶ ἀγαθὸν γενέσθαι, καὶ μὴ εἰς βλάβην ἢ λώβην ψυχῆς. τοῦ δ’ ἄγα θοῦ ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἐπεὶ πλεονέκτης λέγεται ὁ τὸ πλεῖον ἔχων, ὁ δ’ ἄδικος ἐπὶ τοῦ κακοῦ τὸ ἔλαττον ἔσχε κακόν, λέγει ὅτι τὸ τοιοῦτον κακὸν ὡς ἀγαθὸν ᾑρετίσατο καὶ ἐδίωξεν· ὥστε πλεονέκτης ἐστί, καθ’ ὅσον τοῦ ἀγαθοῦ ἐστιν ἡ πλεονεξία. εἰπὼν δὲ ἔστιν ἄνισος ἐπήγαγε τοῦτο γὰρ περιέχον καὶ κοινόν, λέγων τοῦτο τὸ ἄνισον· τὸ γὰρ ἄνισον περιέχει τὸ πλέον καὶ ἔλαττον, ὡς εἴρηται.
Ἐπεὶ δ’ ὁ παράνομος ἄδικος ὁ δὲ νόμιμος δίκαιος, δῆλον ὅτι πάντα τὰ νόμιμά ἐστί πὼς δίκαια. Δείξας τὸ ἄδικον ἄνισον, πιστούμενος ὅτι ὁ δίκαιος ἴσος ἐπὶ τὸ δεικνύναι τὴν διαφορὰν τοῦ δικαίου τοῦ τε | ὡς νομίμου καὶ τοῦ ὡς ἴσου πρόεισι, 61r καὶ τίς ἐστιν ὁ νόμιμος δίκαιος λέγει. τὸ μὲν οὖν ὅτι νόμιμός ἐστι λαμβάνει πάλιν ἐκ τοῦ καὶ τὸ ἄδικον παράνομον εἶναι. εἰ δὲ ὁ νόμιμος δίκαιος, δῆλον ὡς καὶ τὰ νόμιμα πάντα δίκαια ἂν εἴη. πρόσκειται δὲ τὸ πῶ δίκαια, ὅτι μὴ κατὰ τὴν ἰδίως λεγομένην δικαιοσύνην πάντα τὰ νόμιμα δίκαια, ἀλλά κατὰ τὴν κοινῶς. καθ’ ὅσον γὰρ τοῖς νόμοις πειθόμενός τις ταῦτα ποιεῖ, δίκαιός ἐστι, καὶ αὐτὰ δίκαια, αὐτὰ δὲ καθ’ αὑτὰ ἢ ἀνδρεῖά ἢ σωφρονικά εἰσιν, ἢ ἐξ οἵας ἂν εἴη ἀρετῆς. ἀλλὰ μὴν περὶ πάντων οἱ νόμοι ὁρίζουσι τῶν κατὰ τἀς ἀρετὰς καὶ προαγορεύουσι τὴν ἀναφορὰν ποιούμενοι αὐτῶν ἐπὶ σύστασιν τῆς καθεστώσης πολιτείας ἢ εὐδαιμονίαν καὶ σωτηρίαν, ἡ μὲν δημοκρατία, ὥς φησιν αὐτός, τοῦ κοινῇ συμφέροντος πᾶσι καταστοχαζομένη· ὁμοίως ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων πολιτειῶν, τῆς ἀριστοκρατίας καὶ τιμοκρατίας καὶ τῶν λοιπῶν. ἡ γὰρ ἠθικὴ καὶ ἡ πολιτικὴ τῷ σκοπῷ διαφέρουσι μόνῳ, ἐπεὶ ἀμφοτέραις περὶ ἀρετῆς ἡ πραγματεία, ἀλλὰ τῇ μὲν ἠθικῇ ἑνὸς ἑκάστου διὰ τῶν ἀρετῶν ἡ εὐταξία καὶ εὐστάθεια σκοπός, τῇ δὲ πολιτικῇ ἡ τῆς πόλεως, ἣν οὐχ οἷόν τε διοικεῖσθαι καλῶς χωρὶς ἀρετῶν καὶ τῆς κατ’ αὐτὰς ἐνεργεόας. ὁ δὴ τούτοις πειθόμενος νόμιμός τε καὶ δίκαιος, καὶ τὸ νόμιμον ἄρα δίκαιον. ἀλλὰ μὴν τὰ κατὰ τἀς ἀρετὰς πάντα ποιητικά τέ ἐστιν εὐδαιμονίας καὶ φυλακτικὰ τῶν μορίων αὐτῆς, μόρια δὲ εὐδαιμονίας αἱ ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι. καὶ τὸ δίκαιον ἄρα ποιητικόν τέ ἐστι καὶ φυλακτικὸν εὐδαιμονίας καὶ τῶν 2 καὶ τὸν καλὸν—πλοῦτον om. Ba 6 ἔλαττον] ἄδικον S 7 ᾑρετίσατο B: ἡρετήσατο Sa 8 περιέχοι S: περιέχει Arist. 9 τὸ post τοῦτο om. S 11 post ἄδικος add. ἦν a Arist. 12 τὰ om. S 14 ὡς ante ἴσου om. S 17. 18 πῶς δίκαιος a 18 μὴ om. S 19 τις post γὰρ ponit S 21 ἐστὶν S 22 τῶν] τὰ Β προαγορεύουσι Anon.: προσαγορεύουσι libri διαφορὰν a 23 σύστασιν scripsi: συστάσει libri ἢ—σωτηρίαν (24) scripsi: ἡ εὐδαιμονία καὶ σωτηρία libri 25. 26 τῆς τ’ ἀριστοκρατείας S 26 καὶ] τῆς S τιμοκρατίας] δημοκρατίας a post ἠθικὴ add. ἀρετὴ S 27 ἀρετῶν S 28. 29 εὐσταθίᾳ Sa 29 ὁ σκοπὸς S 31 μὲν S 32 εὐδαιμονικὰ S μορίων αὐτῆς. ἢ λέγοι ἄν μόρια εὐδαιμονίας τὰς ἀρετὰς πάσας τὰς ψυχικὰς 61r καὶ σωματικὰς καὶ τὰ ἐκτός, ἅπερ ἐκτός εἰσι χρήματα, κτήματα, κτῆσις ἄλλη πᾶσα· ἐκ τούτων γὰρ πάντων τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν βούλεται συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν τὴν πολιτικήν, ἐπεὶ μὴ ὅτι ἐκ τούτου καὶ τὴν θεωρητικήν, ἐν τῷ Κ τῆσδε τῆς πραγματείας γνωσόμεθα. εἰπὼν δὲ ἕνα τρόπον δίκαια λέγεσθαι καὶ τὰ ποιητικὰ καὶ φυλακτικὰ εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς, ἐπήγαγε τῇ πολιτικῇ κοινωνίᾳ, διότι οἱ νομοθέται περὶ τῶν κατὰ τὰς ἀρετὰς διαγορεύουσιν οὐχ ἁπλῶς τὴν φύσιν τῶν ἀρετῶν σκοποῦντες, ἥτις ἐστὶν ἑκάστη αὐτῶν, καὶ τί τὸ #x003E; ἦν εἶναί ἐστιν αὐτῶν καὶ ἡ οὐσία, ἀλλὰ στοχαζόμενοι τοῦ κοινῇ συμφέροντος καὶ ἐπ’ ἐκεῖνο τὴν ἀναφορὰν ποιούμενοι προστάττουσι τὰ κατὰ τὰς ἀρετὰς πράττειν. ἀπεσχεδιασμένον δὲ νόμον λέγει τὸν μὴ ἐκ πολλῆς μελέτης καὶ ἐξετάσεως τεθέντα, ἀλλ’ ἀθρόον καὶ ἀμελετήτως.
Αὕτη οὖν ἡ δίκαιοσύνη ἀρετὴ μέν ἐστι τελεία.
Τριχῶς ἡ τελεία ἀρετὴ λέγεται. λέγεται γὰρ τελεία ἀρετὴ καὶ ἡ ἀνδρία μόνη ἡ ἠθικὴ ἡ μετὰ φρονήσεως καὶ ὀρθοῦ λόγου ὑπομενετικὴ τῶν μεγίστων ἐν τοῖς πολέμοις κινδύνων· λέγεται δὲ τελεία αὕτη ἡ ἀνδρία πρὸς ἀντιδιαστολὴν τῆς φυσικῆς ἀνδρίας, καθ’ ἣν φυσικὴν ἀνδρίαν ὁ Ἀχιλλεὺς ἀνδρεῖος ἐλέγετο. λέγεται πάλιν τελεία ἀρετὴ καὶ τὸ ἐκ πασῶν τῶν ἀρετῶν ἄθροισμα, ἥτις καὶ ἀπλῶς ἀρετὴ λέγεται καὶ μόνως ἀρετὴ τελεία. λέγεται δὲ ἀρετὴ τελεία καὶ ἡ κατὰ τὴν νομιμότητα, περὶ ἧς νῦν λέγει, ἥτις ἡ αὐτή ἐστι τῇ ἐκ πασῶν ἀρετῶν οὔσῃ, ὡς προιὼν ἐρεῖ· δια- φέρουσι δ’ ὅτι ἡ μὲν προτέρα ὡς ἕξις ψυχῆς ἁπλῶς θεωρεῖται, ἡ δὲ κατὰ τὴν νομιμότητα ἀρετή, ἥτις καὶ δικαιοσύνη λέγεται, ἐν τῇ πρὸς ἕτερον χρήσει κρίνεται. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς ἐνέργεια ἐπὶ σωτηρία γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγομένη τελεία μὲν ἀρετή, ἀλλ’· οὐχ ἁπλῶς ἀλλ’ ὡς πρὸς ἕτερον, ἤτοι πρὸς τὸ διαμένειν καὶ διασώζεσθαι τὸ πολίτευμα. ὥστε δῆλον γέγονεν ὅτι ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δικαιοσύνη τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ αἰ αὐταί εἰσι, διαφέρουσι δὲ κατά τι, ὡς εἴρηται· ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις θεωρεῖται ψυχῆς, ἀρετὴ μόνως λέγεται, ὅταν δὲ ὡς σωστικὴ τῆς πολιτείας, δικαιοσύνη προσαγορεύεται. τούτῳ τε οὖν διαφέρουσι καὶ καθὸ τελειοτέρα ἡ δικαιοσύνη δοκεῖ εἶναι τῆς ἀρετῆς· τελειο- τέρα γὰρ αὕτη, ἣν ὁ ἔχων καὶ πρὸς ἄλλους χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ 1. 2 σωματικὰς καὶ ψυχικὰς Ba 2 καὶ τὰ—εἰσι] οἷον Ba 4 post ἀγαθῶν add. αὐτὸς S 5 Κ] ἐκ S: κοινῷ a: cf. K 7 6 τρόπω S 8 περὶ om. B 9 post ἐστὶν add. ἡ S 10 alterum τί addidi 15 Αὕτη μὲν οὑν a Arist. 17 καὶ δι’ ὀρθοῦ S ὑπομονητικὴ Sa: ὑπομενητικὴ Anon. 18 τοῖς om. S 21 μόνον S 23 ἡ] τ ὡς Sa 25 χρήσει] κρίσει S 28 ἀλλὰ πρὸς S σώζεσθαι S 29 ἡ post καὶ om. S 32 ὡς συστατικὴ τῆς a 33 τελειότερον S εἶναι om. Β 34 ὁ om. S χρᾶσθαι Β μόνον καθ’ ἑαυτόν· ἔστι δὲ ὡς εἴρηται πρὸς ἄλλον ἡ κατὰ νομιμότητα. 61r διὰ οὗν τὸ πρὸς ἄλλον εἶναι τὴν δικαιοσύνην καὶ πρὸς σωτηρίαν τῆς πολιτικῆς κοινωνίας κρατίστη, φησί, καὶ ἀρίστη δοκεῖ εἶναι ἡ δικαιοσύνη, καὶ θαυμασιωτέρα καὶ αὐτοῦ τοῦ τῆς Ἀφροδίτης ἀστέρος. ἑῴα δὲ φαῦσις ἀστέρος λέγεται, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου φαίνηται ὁ ἀστήρ, ἕσπερος δὲ ὅταν μετὰ τὴν τοὐ ἡλίου δύσιν ὁρᾶται. οὐχ οὕτω δοκεῖ, φησί, θαυμαστὴ ἡ Ἀφροδίτη, καίτοι λαμπροτάτη οὖσα ἑῴα καὶ ἑσπέριος φαινομένη, ὡς ἡ δικαιοσύνη. ὅτι δὲ καὶ κρατίστη καὶ θαυμαστὴ καὶ ἀρίστη ἐστὶν ἡ δικαιοσύνη πιστούμενος ἐπήνεγκε καὶ τὴν λέγουσαν παροιμίαν
’Ev δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι.
Τουτέστιν ἅπαν κακὸν πόρρω τῆς δικαιοσύνης. ἡ δὲ παροιμία Θεόγνιδός ἐστιν, ὡς Θεόφραστός φησιν ἐν τῷ πρώτῳ Περὶ ἠθῶν λέγων, ἐν δὲ τῷ πρώτῳ τῶν Ἠθικῶν ὡς Φωκυλίδης αὐτοῦ μέμνηται, καὶ οὐδὲν θαυμαστὸν καὶ Φωκυλίδην αὐτῷ καὶ Θέογνιν χνήσασθαι. πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις δύνανται τῇ ἀρετῇ χρῆσθαι. οὐχ ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἐστὶν ἡ γνῶσις τοῦ γνωστοῦ αὐτῷ τε ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, καὶ ὅλως περὶ τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα τε πρακτέον καὶ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν πραχθείη εἰδέναι χρή, ὧν ἡ γνῶσις δι’ ἐμπειρίαν παραγίνεται. διὸ δεῖ πολλοῖς καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο δὴ ἐν μὲν τοῖς οἰκείοις δύνανται πολλοὶ τῇ πολιτικῇ κοινωνίᾳ χρῆσθαι, οἷον ἐν γυναιξὶ καὶ παισὶ καὶ ἀδελφοῖς, ἐν δὲ τοῖς ἄλλοις ἀδυνατοῦσι διὰ τὸ μὴ ἐμπειρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς πρὸς τῷ τοὺς καθόλου λόγους ἔχειν καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας, ὡς καὶ ὁ στρατηγὸς καὶ ὁ ἰατρὸς καὶ ὁ κυθερνήτης, ὅτι δὲ τὸ πρὸς ἑτέρους χρῆσθαι τῇ ἀρετῇ χαλεπόν ἐστι, μάρτυρα ἐπάγει τὸν Βίαντα εἰπόντα ἲς ἀρχὴ τὸν ἄνδρα δείξει“· ὁ γὰρ ἄρχων πρὸς ἑτέρους· τινῶν γὰρ ὁ ἄρχων ἄρχει καὶ ἐν κοινωνίᾳ ἡ ἀρχή, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι. εἰπὼν δὲ τὴν κατὰ τὴν νομιμότητα δικαιοσύνην πρὸς ἄλλον εἶναι, πιστούμενος τοῦτο λέγει διὰ δὲ τὸ αὐτὸ τοῦτο, τουτέστι τὸ πρὸς ἕτερον ἢ πρὸς ἑτέρους εἶναι τὴν δικαιο- 1 ἑαυτὴν S 4 τοῦ om. S 5 πρὸ] πρὸς S 7 ἕσπερος S 8 θαυμαστικὴ a 10 post συλλήβδην add. εἰπεῖν Β· ἔνι BS Arist. K b L b O b: ἐστὶ a Arist. H a M b N b 11 ἡ δὲ παροιμία] ἐστί. τὸ δέ δικαιοσύνη σύμπασα συλλήβδην ἀρετὴ ἔνι S 11. 12 Θεόγνιδος] ν. 147 Bergk 13 Φωκυλίδης] fr. 17 Bergk: Φωκιλλίδους S: Φωκυλιδείου Bergk, at cf. Anonym, vol. XX p. 210,17 15 ὥσπερ] ὥστε Ba 17 τοῦ γνωστοῦ om. S αὐτὸ S 19 πρακτὰ Sa 19. 20 πραχθῇ S 20 παρήγεται a 24 πολλὰ a 26 πρὸς τὸ S 29 τὸν Βίαντα] cf. Leutsch Paroemiogr. Gr. Ι 212. II 101, 310 εἰπόντα om. S ἀρχὰ S 30 γὰρ post τινῶν om. S 32 πρὸς ἄλλο Ba πιστούμενος om. Ba συνῆν, οὐ τοῦ ἔχοντος τὴν τοιαύτην ἕξιν λέγουσιν εἶναι οὐδὲ ἀγαθὸν 61v αὐτοῦ τυγχάνειν, ἀλλ’ ἐκείνοις εἶναι ἀγαθόν, οἷς τὰ συμφέροντα πράττει, ἄρχουσιν ἢ κυρίοις, ἢ τοῖς βασιλεῦσιν ἢ τοῖς ἀρίστοις, ὡς ἐν ἀριστοκρατίᾳ.
Κάκιστος μὲν οὖν ὁ καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους. οὐχ ὥσπερ, φησίν, κάκιστός ἐστιν ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ μοχθηρίᾳ, οὕτω δὴ καὶ ἄριστός ἐστιν ὁ πρὸς ἑαυτὸν καὶ φίλους καὶ κοινωνοὺς χρώμενος τῇ ἀρετῇ· ὁ γὰρ τῇ ἀρετῇ πρὸς τοὺς φίλους χρώμενος τρόπον τινὰ πρὸς ἑαυτὸν χρῆται· ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους, ὁποῖοι ἄν τύχωσιν ὄντες. τοῦτο δὲ εἶπεν ὡς κατασκευαστικὸν τοῦ τὴν τοιαύτην δικαιοσύνην τελείαν εἶναι, εἴ γε ἄριστος ὁ τῇ ἀρετῇ πρὸς ἄλλους χρώμενος, ὃ ἴδιόν ἐστι τῆς δικαιοσύνης. ταῦτα εἰπὼν ἐπάγει αὕτη μὲν οὖν ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη οὐ μέρος ἀρετῆς ἐστιν, ὡς ἡ ἀνδρία καὶ ἡ σωφροσύνη, ἀλλ’ ὅλη καὶ πᾶσα ἀρετή ἐστι, καὶ οὐ μία τις ἀρετὴ ἢ μέρος ἀρετῆς. τί δὲ διαφέρει ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη, ἐκ τῶν εἰρημένων δῆλον. ὥσπερ ὁ θεωρητικὸς καὶ πρακτικὸς νοῦς τῆ μὲν οὐσίᾳ εἷς ἐστι καὶ ὁ αὐτός, ταῖς δ’ ἐνεργείαις δύο ὅταν μὲν γὰρ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης ὄντα θεωρῇ, θεωρητικὸς ὀνομάζεται, ὅταν δὲ τὰ πρακτά καὶ ἐνδεχόμενα ἄλλως ἔχειν σκοπῇ καὶ βουλεύηται πῶς ἄν κάλλιστα γένοιτο, πρακτικὸς λέγεται), καὶ ὥσπερ ὁ αὐτὸς καὶ εἷς, ὅταν μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ διωρισμένῳ ποσῷ σκοπῆται, ἀριθμητικὸς ἐπονομάζεται, ὅταν δὲ τῷ συνεχεῖ ποσῷ, γεωμέτρης, οὕτω καὶ ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δικαιοσύνη τῷ μὲν ὑποκειμένῳ ἕν ἐστι, πῇ δὲ διαφέρουσιν. ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις ψυχῆς σκοπῆται ἀρίστη καὶ μηδέν τι πλέον, ἀρετὴ λέγεται, ὅταν δὲ ὡς χρῆσις πρὸς ἕτερον, δικαιοσύνη ὀνομάζεται. καὶ ἐπεὶ ἄλλη ἐστὶ δικαιοσύνη ἑτέρα τῆς ὅλης καὶ καθόλου ἀρετῆς καὶ δικαιοσύνης, με- ρική τις οὖσα καὶ σύστοιχος τῇ ἀνδρίᾳ καὶ σωφροσύνῃ [καὶ] καὶ περὶ ταύτης λεκτέον· ὁμοίως καὶ περὶ τῆς μερικῆς ἀδικίας. καὶ τοῦτο εἰπὼν πρότερον δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη καὶ ἀδικία ἑτέρα τῆς καθόλου δικαιοσύνης καὶ ἀδικίας, εἶτα λέγει τίς ἐστι· πρότερον γὰρ ἐν τοῖς ζητουμένοις τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ὡς ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν μεμαθήκαμεν.
Κατὰ μὲν τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δ’ οὐδέν.
Μέλλων δεικνύειν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν καθόλου, πρότερον ὡς γνωριμώτερον δεί|κνυσιν ὅτι ἔστι τις μερικωτέρα ἀδικία, ἄλλη 62r οὖσα τῆς κοινῆς ἀδικίας καὶ καθόλου, ἥτις καὶ ἀντίκειται τῇ ζητουμένῃ μερικωτέρᾳ δικαιοσύνῃ. μεμνήμεθα ὅτι καθόλου δικαιοσύνην καὶ καθόλου δίκαιον ἐλέγομεν τὸν πάντα τὰ ὑπὸ τῶν νόμων διατεταγμένα τηροῦντα καὶ πράττοντα, καθόλου δὲ ἀδικίαν καὶ καθόλου ἄδικον τὸν παράνομον καὶ μὴ κατὰ τὰ τῶν νόμων προστάγματα πολιτευόμενον. εἰ οὖν δειχθῇ ὅτι ἐστι τις ἄλλος ἄδικος παρὰ τὸν παράνομον, δῆλον ἔσται ὡς ἔσται καὶ δίκαιός τις μερικώτερος παρὰ τὸν καθόλου, ὅστις καθόλου, ὡς εἴρηται, νόμιμος δίκαιος λέγεται. ὅτι δέ ἐστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν πλεονεξίαν, ἄλλη μὲν οὖσα τῆς καθόλου, ὑπ’ αὐτὴν δὲ τὴν καθόλου οὖσα, καὶ ὁμωνύμως τῇ καθόλου καὶ αὐτὴ ἀδικία λεγομένη, δείκνυσι λέγων· οἱ μὲν γὰρ κατὰ τὰς ἄλλας μοχθηρίας ἐνεργοῦντες πλεονέκται οὐ λέγονται, ἀλλ’ ἄδικοι καὶ παράνομοι· οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα ἐν πολέμῳ πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιήσας καὶ διὰ τοῦτο ἀδικῶν καὶ παρανομῶν, οὔθ’ ὁ κακῶς εἰπών τινα πλεονεκτεῖ, καίτοι δι’ ὕβριν τοῦτο ποιήσας καὶ παρὰ νόμον, οὔθ’ ὁ μὴ ἐπαρκέσας τινὶ δεομένῳ, καίτοι δι’ ἀνελευθερίαν τοῦτ’ εἰργασμένος. εἰ οὖν οὗτοι καὶ πάντες ὅμοιοι παράνομοι μὲν καὶ ἄδικοι λέγονται. πλεονέκται δὲ οὔ, δῆλον ὡς ὁ πλεονέκτης ἕτερός ἐστι τούτων, καὶ ἡ πλεονεξία ἄλλη τῆς καθόλου ἀδικίας. καὶ ὥσπερ ἐκείνων ἕκαστος ὃ εἰργάσατο οὐ διὰ πλεονεξίαν ἐποίησεν, ἀλλ’ ὁ μὲν διὰ δειλίαν, ὁ δὲ δι’ ἀνελευθερίαν, ὁ δὲ διὰ χαλεπότητα, οὕτως οὐδ’ ὁ πλεονέκτης κατά τινα τῶν εἰρημένων ἀδικιῶν ἡ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, ἀλλὰ κατὰ μόνην τὴν πλεονεξίαν, ἥτις πλεονεξία οὐκ ἔστιν οὐ δειλία, οὐκ ἀνελευθερία, οὐκ ὀργή, οὐκ ἄλλο τῶν ὁμοίων οἷς ὁ παράνομος χαρακτηρίζεται. ὥστε ὁ πλεονέκτης ἃ ποιεῖ κατὰ κακίαν τινὰ ποιεῖ καὶ πλεονεκτεῖ· κἀκείνους μὲν ψέγοντες λέγομεν δειλοὺς καὶ ἀνελευθέρους καὶ ὑβριστὰς καὶ ὀργίλους καὶ παρανόμους, τοῦτον δὲ πονηρὸν καὶ πλεονέκτην· κἀκείνους μὲν λέγομεν ἀδικίαν ποιεῖν τοῦτον δὲ πλεονεξίαν. ἐκεῖνοι ἄρα ἄδικοι μέν εἰσι κατὰ τὴν καθόλου ἀδικίαν, οὗτος δὲ ἄοικος κατὰ τὴν μερικωτέραν. καὶ ἔστιν ἡ ἀδικία αὕτη ἤτοι ἡ πλεονεξία ὑπὸ τὴν καθόλου ἀδικίαν, ὡς καὶ ἡ δεία καὶ ἡ θρασύτης, ὠνομασμένη τῷ κοινῷ ὀνόματι ἀδικία ὁμωνύμως τῇ καθόλου ἀδικίᾳ, κἄν μὴ δοκῇ ὁμώνυμος διὰ τὸ ὑποτετάσθαι αὐτῇ, ὡς εἶδος γένει. ὅτι δὲ 1 μὲν γὰρ τὰς a Arist. 4 μερικωτέρη et 6 μερικωτέρῃ a 5 καὶ post ἥτις om. a 6 καὶ] τε καὶ S 8 ἀδικία Ba 9 τὰ om. Sa τὸν νόμον S 11 post ὡς add. καθόλου S 13 ἄλλη] ἄλλων ἡ S καθόλου οὖσαν S 19 νόμον] τὸ ὑπὸ τῶν νόμων διατεταγμένον S 20 μὲν om. S 21 post οὐ add. λέγονται S τούτου S 23 ὃ] ὅπερ S 25 ἀδικιῶν] κακιῶν S 26 διλεία a 27 post ἄλλο add. τι a 28 ὃ ποιεῖ a 30 ἀδικίας S 32 post μερικωτέραν add. ἀδικίαν S ἡ κακία αὕτη S 34 ὁμώνυμος Ba 35 δοκεῖ S εἰ γὰρ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, δῆλον ὡς κτὰ τὴν κοινήν· τὸ γὰρ κοινὸν οὐδὲν ἄλλο ἐστὶν ἡ ὁμοῦ πάντα· εἰ δὲ κτὰ τὴν κοινήν, ἔσται ἡ πλεονεξία ἡ αὐτὴ τῆ κοινῇ ἀδικίᾳ, καὶ κατηγοροῖτο ἄν ὥσπερ ἡ κοινὴ κατὰ πασῶν τῶν ἄλλων, καὶ ῥηθείη ἄν καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἀμαρτανόντων πλεονέκτης, ὥσπερ καὶ ἄδικος. οὐ λέγεται δὲ ἐκείνων τις πλεο- νέκτης ἀλλ’ ἄδικος· ὥστε οὐδὲ κτὰ πάσας ὁμοῦ τὰς κακίας ὁ πλεονέκτης ἀδικεῖ. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τις ἄδικος καὶ ἀδικία τις ὡς μέρη τινὰ τῶν ὅλων, τοῦ ἀδίκου καὶ τῆς ἀδικίας τῶν παρὰ τὸν νόμον. ἔτι δὲ εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνει. καὶ διὰ τούτων τὸ αὐτὸ δείκνυσιν ὅτι ἐστὶν ἡ πλεονεξία ἀδικία ἑτέρα τῆς κοινῆς ·ἀδικίας. λαμβάνει δὲ δύο μοιχούς, τὸν μὲν μοιχεύοντα οὐ δι’ ἀκολασίαν οἰκείαν, ἀλλὰ διὰ χρήματα διδόμενα αὐτῷ παρὰ τῆς μοιχευομένης ἀκολάστου οὔσης, τὸν δὲ μοιχεύοντα δι’ ἀκολασίαν καὶ διὰ τοῦτο διδόντα τῇ μοιχευομένῃ καὶ ζημιούμενον, καὶ φησὶ τὸν μὲν ἀναλίσκοντα καὶ ζημιούμενον δι’ ἀκολασίαν ἀκόλαστον μὲν καὶ παράνομον λέγεσθαι, πλεονέκτην δὲ μή, τὸν δὲ μοιχεύοντα καὶ λαμβάνοντα πλεονέκτη·ν μέν (κερδαίνει ἀκόλαστον δ’ οὔ· οὐ γὰρ δι’ ἐπιθυμίαν καὶ ἀκολασίαν, ἀλλὰ διὰ χρημάτων ἔρωτα παρανόμως μίγνυται. ἄλλος ἄρα οὗτος ἄδικος ὁ κερδαίνων καὶ πλεονεκτῶν, καὶ ἄλλος ἐκεῖνος ἄδικος· εἰ δὲ τοῦτο, δύο ἀδικία·. εἰσίν, ἥ τε πλεονεξία καὶ ἡ κοινή, ὑφ’ ἣν αἱ ἄλλαι πονηρίαι καὶ ἡ δι’ ἀκολασίαν μοιχεία. ὅτι δ’ οὐδεὶς πλεονεκτεῖ, οὔθ’ ὁ τὴν ἀσπίδα ῥίψας οὔθ’ ὁ ὑβρίσας οὔθ’ ὁ μοιχεύων καὶ ζημιούμενος, ἀλλὰ μόνον παρανομοῦσι καὶ ἀδικοῦσι κατὰ τὴν κοινὴν ἀδικίαν, οὐδεὶς ἀγνοεῖ· τί γὰρ ἐκέρδανεν ὁ τὴν ἀσπίδα ῥίψας ἢ ὁ κακολογήσας ἢ ὁ τῶν ἑαυτοῦ διὰ μοιχείαν ἀποστερούμενος; ἄλλοι ἄρα ἄδικοι οὗτοι καὶ ἄλλος ὁ πλεονεκτῶν καὶ κερδαίνων.
Ἔτι περὶ μὲν τἄλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν. |
Ὃ λέγει τοιοῦτόν ἐστιν· ἐὰν αἱ μοχθηρίαι καὶ αἱ κακίαι πᾶσαι πρὸς 62v τῷ κοινῷ τῷ τῆς ἀδικίας ὀνόματι καὶ ἰδίῳ τινὶ εἴδει κακίας ὑπάγωνται, οἷον ἡ μοιχεία τῷ τῆς ἀκολασίας εἴδει καὶ ἡ τῶν ὅπλων ἀποβολὴ καὶ ῥῖψις τῷ τῆς δειλίας καὶ ἡ ὕβρις τῷ τῆς χλεπότητος καὶ αἰ ἄλλαι ὁμοίως, καὶ λέγεται ὁ μοιχὸς καὶ ἀκόλαστος καὶ ἄδικος, εἰ οὗν πᾶσαι αἱ ἄλλαι οὕτως, ὁ δὲ πλεονέκτης μόνῳ τῷ τῆς ἀδικίας κοινῷ ὀνόματι λέγεται, δῆλον ὅτι ἔστι τις ἄλλη μερικὴ ἀδικία ἀνάλογον τῇ δειλίᾳ καὶ τῇ ἀκολασίᾳ, ἐν] ἡ 2 post ὡς add. καὶ S 6 πλεονέκτην Ba 10 μοιχεύοι Β προσλαμβάνει Sa Arist. L b M b: προσλαμβάνοι Β Arist. O b: προσλαμβάνων Arist. vulg. 12 δύο μοιχούς] δ’ ὁ μοιχὸς S οὐ om. S 13 χρημάτων S 15. 16 καὶ φησὶ—ζημιούμενον om. S 19 et 20 ἄλλως S 19 οὕτως S 20 εἰ καὶ τοῦτο Ba 24 κερδαίνει S 25 διὰ τὴν μοιχίαν S 25 et 25 ἄλλως a 27. 28 ἀναφορὰ 30 ὑπάγοντι Ba 32 ἡ om. S 35 ἐν delevi ὁ πλεονέκτης ὑπάγεται. καὶ εἴη ἂν ἡ ἀναλογία τοιαύτη * * πρὸς 62v τὴν ἀκολασίαν, ὡς ὁ πλεονέκτης πρὸς τὴν μερικὴν ἀδικίαν, καὶ ὡς ἡ ἀκολασία πρὸς τὴν ἀδικίαν, οὕτως ἡ μερικὴ ἀδικία πρὸς τὴν κοινὴν ἀδικίαν. δῆλον τοίνυν γέγονεν ἤδη ὡς ἔστι τις ἀδικία ἄλλη παρὰ τὴν ὅλην ἀδικίαν ἐν μέρει, συνώνυμος τῇ ὅλῃ ἀδικίᾳ. ἔθος δὲ’ Ἀριστοτέλει συνώνυμα λέγειν καὶ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ἃ ὡς ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ Φυσικὰ * * μεταξύ ἐστι τῶν τε συνωνύμων καὶ τῶν κυρίως ὁμωνύμων. ὅτι ὁ ὁρισμὸς ἐν τῷ αὐτῷ γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον. ἀπ’ ἀρχῆς τοῦ παρόντος βιβλίου μέχρι καὶ τοῦδε τὴν ἐν μέρει κακίαν συνώνυμον λέγων τῇ ὅλῃ κακίᾳ ἤτοι τὴν ἐν μέρει ἀδικίαν τῇ ὅλῃ ἀδικίᾳ (εἰσὶ δὲ τῇ ἀληθείᾳ οὐ συνώνυμοι, ἀλλὰ μέσαι τῶν συνωνύμων καὶ ὁμωνύμων), δι’ ὧν παρατίθεται ἐμφαίνει ὡς οὐχ ἁπλῶς συνωνύμους τὰς ἀδικίας ἐκάλει, ἀλλὰ πῇ, οἷά ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἃ τρόπον μέν τινα συνώνυμά ἐστιν, ὡς ἐν τοῖς Μετὰ τὰ Φυσικὰ δέδεικται, τρόπον δέ τινα ὁμώνυμα. καθ’ ὅσον μὲν γὰρ ὁ ὁρισμὸς αὐτῶν, ὡς αὐτός φησιν, ἐν τῷ αὐτῷ γένει ἐστί, κατὰ τοῦτο συνώνυμόν ἐστι· πῶς δὲ ἐν τῷ αὐτᾷ γένει καὶ ἐν τίνι γένει, ἐδήλωσεν εἰπὼν ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον, 2.) ἥ τε κοινὴ ἀδικία καὶ ἡ κατὰ τὴν πλεονεξίαν, ἣν ἐπὶ μέρους λέγομεν· ἀμφότεραι γὰρ αἱ ἀδικίαι ἐν τῷ πρὸς ἑτέρους ἁμαρτάνειν τὸ εἶναι ἔχουσι. κατὰ μὲν δὴ τοῦτο συνώνυμοί εἰσι. καθ’ ὅσον δὲ ἡ μὲν ἐν μέρει ἀδικία ἡ κατὰ πλεονεξίαν περὶ τιμήν ἐστι καὶ χρήματα (λέγοι δ’ ἂν καὶ χρήματα τὰ τυχηρὰ τῶν ἀγαθῶν, ἐν οἷς δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἡ πλεονεξία) ἡ δὲ καθόλου ἀδικία περὶ πάντα περὶ ὅσα ὁ νόμιμος καὶ σπουδαῖος, κατὰ δὴ τοῦτο πάλιν ὁμώνυμοί εἰσιν αἱ ἀδικίαι. δύνανται δὲ καὶ συνώνυμοι λέγεσθαι μὴ κατὰ τὸ ἐν τῷ αὐτῷ εἶναι γένει, ἀλλὰ καθ’ ὅσον ἀμφοτέρων ὁ αὐτός πώς ἐστι λόγος καὶ κοινός. ἀμφότεραι γὰρ ἕξεις εἰσὶ πρακτικαί, διαφέρει δὲ ὅτι ἡ μὲν πλεονεξία τῶν αἰσχρῶν ἐστι πρακτική, ἡ δὲ περὶ ὅσα ἐστὶν ὁ σπουδαῖος. εἰπὼν δὲ ἀλλ’ ἡ μὲν πλεονεξία περὶ τιμὴν καὶ χρήματα (σπουδάζει γὰρ ἀεὶ τὸ πλέον ἡ καὶ τὸ ἔχειν ὁ πλεονέκτης) ἐπήγαγεν ἢ σωτηρίαν, λέγων σωτηρίαν ἁπλῶς πᾶν ὃ σωστικόν ἐστιν ἡμῶν καὶ εἰς τὸ ζῆν ἢ εὖ ζῆν συντελεῖ. ἐπεὶ δὲ περὶ ἃ ἡ πλεονεξία ἐστὶ πολλά εἰσι καὶ διάφορα κατ’ εἶδος, οὔκ εἰσι δὲ ἑνὶ ὀνόματι περιειλημμένα, ἐπήγαγεν ἡ εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν, δυνάμει λέγων ‘εἴπερ εἶχον ἑνὶ ὀνόματι πάντα δηλῶσαι, περὶ ἅ ἐστιν ἡ πλεονεξία, οὐκ ἄν ἔλεγον τιμήν, χρήματα, σωτηρίαν, ἀλλ’ εἶπον ἄν ὅτι ὁ μὲν πλεονέκτης ἐστὶ περὶ τόδε, ὁ δὲ καθόλου ἄδικος περὶ τόδε· ἐπεὶ δὲ 1 ἂν ἡ] ἄν καὶ Ba lacunam indicavi: fort, addendum ὡς ὁ μοιχὸς et v. 2 legendum οὕτως ὁ πλ. 5 δὲ] γὰρ S 6. 7 ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ φυσικά] Γ 2 p. 1003 a 33 sqq. 7 post Φυσικὰ adde δέδεικται 8 γένει] λέγεται a 9 καὶ μέχρι coll. S 11 μέσον Β: μέσα S 12 συνωνύμους scripsi: συνωνύμως libri 14 τοῖς] τῷ Β: τῆς S 15 ὁ om. S 16 τῷ τῶ αὐτῷ utrobique a 19 ἕτερον S 20 συνώνυμα S 26 γὰρ] δὲ S 28 ἐστὶν om. S 31 post ὃ add. ἄν S 34 δύναμιν S ἐστιν om. a 35 εἶπεν ex εἶπον S οὐ κεῖται αὐτοῖς ὄνομά τι κοινόν, ἀνάγκη αὐτὰ λέγειν τοῖς οἰκείοις ὀνόμασιν. 62v οὕτως οὖν δείξας ὅτι ἔστι τις ἐν μέρει ἀδικία ἑτέρα τῆς καθόλου, ἔχων δὲ ἀπὸ ταύτης τῆς ἀποδείξεως ὅτι ἔστι καὶ δικαιοσύνη τις ἑτέρα τῆς καθόλου εἴρηται γὰρ ὅτι τῶν ἐναντίων ἄν θάτερον λέγηται πλεοναχῶς, καὶ τὸ λοιπὸν ὡς ἐπὶ τὸ πολὺ πλεοναχῶς λέγεται), συμπεραίνεται λέγων ὅτι μὲν οὖν εἰσι δικαιοσύναι πλείους, καὶ ἑτέρα τις παρὰ τὴν ὅλην, δῆλον· ἡ γὰρ κατὰ τὸ ἴσον δικαιοσύνη, ὡς εἴρηται, ἑτέρα τίς ἐστι τῆς ὡς νομιμότητος καὶ καθόλου δικαιοσύνης. ὅτι μὲν οὖν πλείους εἰσὶ δικαιοσύναι, δέδεικται· τίς δὲ τῷ γένει ἡ ὡς ἐν μέρει δικαιοσύνη καὶ ὁποία τις τὸ εἶδος, ληπτέον. ἔστι δὴ οὗν τῷ γένει τέως ἰσότης. ἐπεὶ γὰρ ἄδικον κεῖται τό τε παράνομον καὶ τὸ ἄνισον, δίκαιον δὲ τό τε νόμιμον καὶ ἴσον, κατὰ μὲν τὸ παράνομον ἡ προτέρα ἤτοι ἡ ὅλη ἀδικία ἐστί, κατὰ δὲ τὸ ἄνισον ἡ ὡς μέρος ἀδικία· ὁμοίως δὲ καὶ κατὰ μὲν τὸ νόμιμον ἡ ὅλη δικαιοσύνη, κατὰ δὲ τὸ ἴσον ἡ ὡς μέρος, περὶ ἧς εἰπεῖν πρόκειται. ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ πλεῖον οὐ ταὐτόν, ἐξ ἀναλογίας τινὸς δείκνυσι τὴν διαφορὰν τῆς τε μερικῆς ἀδικίας καὶ τῆς ὅλης ἀδικίας, καὶ τῆς μερικῆς δικαιοσύνης καὶ τῆς ὅλης, δυνάμει λέγων, ὡς τὸ πλέον πρὸς τὸ ἄνισον, οὕτω ἡ μερικὴ δικαιοσύνη πρὸς τὴν ὅλην δικαιοσύνην. ἀμφότεραι γὰρ ἥ τε μερικὴ δικαιοσύνη καὶ τὸ πλέον ὡς μέρος ἐν ὅλοις εἰσίν, ἡ μὲν τῇ δικαιοσύνῃ, τὸ δὲ πλέον τῶ ἀνίσῳ. ὅτι…
The complete text is available when the reading interface loads.