The Greek Library Author

Anonymous

In Aristotelis sophisticos elenchos commentarius

Authority group
Michael (catalogue association; authorship remains anonymous)
Edition reference
In Aristotelis sophisticos elenchos commentarius (= Pseudo-Alexander 1) (olim sub auctore Alexandro Aphrodisiensi), ed. M. Wallies, Alexandri quod fertur in Aristotelis sophisticos elenchos commentarium, CAG 2.3 (1898) 1–198.
CTS identifier
urn:cts:greekLit:tlg4034.tlg008.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός

ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει

τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἂν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας

οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν

τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν

μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προ-

τέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου

παντὸς πόρρω καθισταμένου ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται

καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς

4

καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσ-

βαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ

ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρού-

σης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως

εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα.

p. 164a20 {<Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων.>}

Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς

διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν

συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρ-

τῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλο-

γισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν

τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισ-

μούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ

προτάσεων παρὰ τὴν ὕλην ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν

καὶ σοφιστικόν, ὡς ὅτε λέγει ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν

ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει’· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ

σοφιστικὸς οὐ παρ' ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν

ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ

σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς

μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων

μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν

καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν

οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι

πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ

πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη πλοκὴ τοῦ συλλογισμοῦ

καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν

δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις

ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐρι-

στικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες

εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν

ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ' ἐλέγχον-

ται οὗτοι παρ' αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προϊὼν γὰρ ἐν οἷς

5

τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ,

φησὶν ὅτι “ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ

τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ

τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν

περὶ <τῶν σοφιστικῶν ἐλέγχων> ἐπήγαγε <καὶ τῶν φαινομένων

ἐλέγχων ὄντων δὲ παραλογισμῶν,> ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν

γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνεσθαι. καὶ τούτων τὴν διαί-

ρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστι-

κῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς

τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν

εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων

ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλο-

γισμοί, συλλογισμοὶ δ' οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ

σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς·

φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ

μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ

συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἂν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ,

φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη

εἰσὶ δεκατρία· ἓξ μὲν τὰ “παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διά-

νοιαν, οὓς ὁ Ἀριστοτέλης “ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία

δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ

λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία

καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ

καὶ ὅτι ἐλέγχονται. ἢ τὸ <φαινομένων ἐλέγχων> ἐπήνεγκεν ὡς ἐξηγητι-

κόν〈· ἐξηγητικὸν〉 γὰρ τὸ πρότερον τοῦ δευτέρου. καὶ εἴη ἂν ὁ νοῦς τοῦ

λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν

φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι. ἀλλ' ἀναγκαῖόν ἐστιν

εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος

καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς

καὶ αὐτὸς ἐν τοῖς Τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα

ἔστι σιγῶντα λέγειν; οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους

λέγῃς, ἆρ' οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ

σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς “ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός,

μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ,

ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ

6

ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ

ἐρωτήσει τις ‘ἆρά γε ὁ κύων ζῷόν ἐστιν;’ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι

ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἂν ἐλέγχοι διὰ

τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις

καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ‘ἆρά γε

ζῷον περιπατεῖ;’, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ

ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι “καὶ ὀνόματος μὴ συνω-

νύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖ-

σθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ

“κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε

συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ' ἄλλο δὲ καὶ

ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν

ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας

οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ' οὐ κατὰ τὸ αὐτὸ

ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως

ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς

τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ “ὡσαύτως” λεγό-

μενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώ-

μενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος

ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοι-

μώμενον, διότι ὁ λέγων ‘ὁ ὄψιν ἔχων ὁρᾷ’ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ

ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. “καὶ ἐν τῷ αὐτῷ

χρόνῳ”. οἷον ἆρά γε οἱ ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ

γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ

τοῦ αὐτοῦ χρόνου συλλογισάμενος. ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου

τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ' ἢ

καθ' ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι

ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ' ἔλεγχον

ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς

ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ Ἀριστο-

τέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ

7

τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα

τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ

σχῆμα συλλογισμόν.

<Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων.> τινὲς τῶν ἐξηγησαμένων ἐν-

ταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι <τῶν σοφιστικῶν

ἐλέγχων καὶ τῶν φαινομένων> ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων

κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ' ἄν τις καὶ διαφορὰ σοφιστικοῦ

ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν

τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ

σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ

συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ

προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ

καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται.

p. 164a22 {<Ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων.>}

Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδει-

κτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ

γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι

πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ

ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ

ἡμᾶς <ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν> (οὕτως γὰρ ὀφείλεις

ποιῆσαι τὴν σύνταξιν), τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ

κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι

τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων’, ἢ φύσει πρῶτα

λέγοι ἂν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα·

ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμε-

τρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα,

περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος

διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ' ἂν

εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν

εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ

τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι' ἃ μετίασι καὶ ζητοῦσι τοὺς

τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ

8

πλοῦτος· “ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας,

διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς

ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ

〈καὶ〉 πρὸς τὸ χρηματίζεσθαι.

p. 164a23 {<Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ' οὐκ ὄντες

δοκοῦσιν.>}

Εἴπομεν ὥς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ

τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔν-

νοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι <οἱ μέν,> οἱ σοφιστικοὶ ἔλεγχοι

δηλαδή, <εἰσί> τε καὶ ὀνομάζονται <συλλογισμοί, οἱ δέ,> οἱ φαινόμενοι ἔλεγχοι

καὶ παραλογισμοί, <οὐκ ὄντες δοκοῦσιν> εἶναι, ἀλλ' οὐχ οὕτως ἔχουσι.

καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται

ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ

μὴ ὑγιῆ ἔχοντες οὐκ ἂν ῥηθεῖεν ἁπλῶς συλλογισμοὶ ἀλλὰ φαινόμενοι.

προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινό-

μενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ

τῶν Τοπικῶν γενομένης παρ' αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ.

τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν

εἰσι συλλογισμοὶ “ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι

συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι' ὧν ἐπάγει· <ὥσπερ

γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ

ἐπὶ τῶν λόγων,> τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν.

πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν

τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί

τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες (τοιοῦτοι δ' οἱ

ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά

τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες

ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν

ἱερείων ἐποίουν (σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς

καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσα-

γωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν

ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ

9

Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκ-

τοῦντες ποιοῦντες, ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ

ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύ-

δουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. <φυλετικῶς>

οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι' ἀσκήσεως

μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ

διά τινων ἐπιτεχνήσεων <ἐπισκευάζοντες ἑαυτοὺς> καὶ <κομμώσαντες>

οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς

φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ <ἐπὶ τῶν ἀψύχων> τὰ

μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν

ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος,

τῆς τῶν χρωμάτων λέγω, δι' ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος·

τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ

ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει

διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς

οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματι-

κῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων

καὶ συλλογισμῶν, 〈ὧν〉 ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ δὲ

οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλο-

γιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλο-

γισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, <φαίνεται διὰ

τὴν ἀπειρίαν,> τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ Ἀποδεικτικῇ αἰνιττό-

μενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις

ἀκροαταῖς “λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι' ἣν αἰ-

τίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· <οἱ γὰρ ἄπειροι, φησίν,

ὥσπερ ἂν ἀπέχοντες πόρρω θεωροῦσιν.> ὃ διττὴν ἔχει τὴν ἐξή-

γησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω

πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω

διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται·

ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν

οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές

τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ

διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν

αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκράτην Σωκράτην οἴονται καὶ <τὰ χολο-

βάφινα> διὰ τὸ ὁμοιόχρωμον <χρυσᾶ> καὶ <τὰ λιθαργύρινα καὶ τὰ κατ-

10

τιτέρινα ἀργυρᾶ,> οὕτως καὶ οἱ ἀνεπιστήμονες τῆς συλλογιστικῆς μεθόδου

ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων

τοὺς οὐχ οὕτως ἔχοντας δι' ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες.

p. 165a1 {<Ὁ μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων.>}

Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις Ἀνα-

λυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι “συλλογισμός

ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμ-

βαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη ἑκάστη

τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς Ἀναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευ-

τέροις τῶν Προτέρων ἀναλυτικῶν ὅτι ἔλεγχός ἐστι <συλλογισμὸς μετὰ

ἀντιφάσεως τοῦ συμπεράσματος·> οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος.

ἀλλ' οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς

τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ

συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντι-

φάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ' οὐ γίνεται ἐκ δύο

καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι

κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον

τῷ ἐξ ἀρχῆς συμπεράσματι <συλλογισμὸς μετὰ ἀντιφάσεως> λέγεται

<τοῦ συμπεράσματος,> τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα

ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ

ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει

τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ

ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς

μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα,

ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπε-

ράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογου-

μένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον. ἔστω γὰρ

τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀν-

θρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ

συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέ-

ψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἂν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον

λάβοιμεν. [συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοῦ αἱρετοῦ

μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν

11

ἀγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς

ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ

τούτου δεδειγμένον ἐν δευτέρῳ σχήματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ

οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει

ἂν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ

ἐλεγχθείη ἂν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ

ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ

κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ

τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα

ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε

συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τού-

τους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ' οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς,

<δοκοῦσι δὲ> ἐλέγχειν <διὰ πολλὰς αἰτίας,> αἰτίας λέγων τοὺς δεκατρεῖς

τρόπους δι' ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. <ὧν ἕνα τόπον> εἶναί

φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο <δημοσιώτατον,>

τουτέστι κοινότατον, <εὐφυέστατον> δὲ ὡς ῥᾴδιον, <τὸν διὰ τῶν ὀνομάτων,>

ὃς εἴη ἂν ἢ ὁ καθ' ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα

καὶ ἀμφότεροι. καὶ προστίθησιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται. εἰ μὲν

ἦν, φησί, δυνατὸν διαλεγομένους ἡμᾶς <αὐτὰ τὰ πράγματα> φέρειν εἰς μέσον

καὶ ὑπ' ὄψιν τιθέναι, οἷον περὶ κυνὸς τοῦ καύματα ποιοῦντος διαλεγομένους

αὐτὸν ἐκεῖνον παριστᾶν καὶ περὶ τούτου τοὺς λόγους ποιεῖσθαι, οὐκ ἄν

ποτε ἠπατήθημεν περὶ τῶν ὑποπιπτόντων αἰσθήσει καὶ προδήλων διαλεγό-

μενοι. ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι καὶ οὐ τοῖς πράγμασι χρώμεθα ἐν

ταῖς διαλέξεσιν, ἀλλ' <ἀντὶ τῶν πραγμάτων> τοῖς τούτων <συμβόλοις>

(σύμβολα δὲ τῶν πραγμάτων εἰσὶ τὰ ὀνόματα· τὰ γὰρ ἐν τῇ φωνῇ ὀνό-

ματα καὶ ῥήματα, ἃ καθ' αὑτὰ λεγόμενα καὶ αὐτὰ ὀνόματά ἐστι, διὰ

μέσων τῶν νοημάτων ἐξαγγελτικά εἰσι τῶν πραγμάτων), τὸ συμβαῖνον ἐπὶ

τῶν ὀνομάτων μεταφέρομεν ἐπὶ τὰ σημαινόμενα ὑπ' αὐτῶν· ὧν γὰρ ἓν

ὄνομα καὶ ταὐτὸν συμβέβηκεν εἶναι, τούτων καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν

τὴν αὐτὴν εἶναι νομίζομεν διὰ τὴν τοῦ ὀνόματος ταυτότητα. διὸ καὶ οὕτως

ἐρωτῶσιν· οὐχὶ ὁ λίθος ἄρρην ἐστίν; οὐχὶ ὁ Καλλίας ἄρρην ἐστίν; ὁ λίθος

ἄρα Καλλίας. καὶ πάλιν· οὐχὶ ὁ Πλάτων ἄρρην ἐστίν; οὐχὶ ὁ ποταμὸς

ἄρρην ἐστίν; ὁ Πλάτων ἄρα ποταμός ἐστι. κἀντεῦθεν ἡ ἀπάτη γίνεται

ὁμωνύμων ὄντων τῶν ὀνομάτων ἢ ἀμφιβόλων· νομίζομεν γάρ, ὅπερ συμ-

12

βαίνει τοῖς ὀνόμασι, τοῦτο ἀκολουθεῖν καὶ τοῖς πράγμασι. διὰ τί δὲ οὕτως

ἀπατᾶν πειρᾶται ὁ σοφιστής, λέγει, ὅτι διὰ τὸ ἀπορεῖν τὴν φύσιν ἡμῶν

ὀνομάτων τῶν ἁρμοζόντων ἑνὶ ἑκάστῳ τῶν πραγμάτων γίνεται αὕτη ἡ

ἀπάτη καὶ ὁ παραλογισμός· εἰ γὰρ εὐπορία ἦν πολλῶν ὀνομάτων, οὐκ ἂν

αὕτη ἡ ἀπάτη ἐπιπολάζειν ἠδύνατο. νῦν δὲ ἀποροῦσα ἡ φύσις ἡμῶν

πολλοῖς οὖσι καὶ διαφόροις τοῖς πράγμασι καὶ ἀπείροις, οὐχὶ τῇ φύσει

ἀλλ' ἡμῖν, ἐπιθεῖναι ἑνὶ ἑκάστῳ οἰκεῖον ὄνομα, πολλά τινα καὶ διάφορα

συναγαγοῦσα πράγματα τέθεικεν ἓν καὶ τὸ αὐτὸ ὄνομα· ἅπερ πράγματα

εἰ εἶχον τὸν οἰκεῖον ἓν ἕκαστον ὀνομασμόν, οὐκ ἂν ἠπατώμεθα, ἀλλ' ὅταν

διαλεγώμεθα, ὑπεφέρομεν ἂν τῇ αἰσθήσει τὰ πράγματα, καὶ οὕτως ἀπρόσ-

κοπος ἂν ἐγίνετο ἡ διάλεξις. νῦν δὲ ἐπειδὴ ἡ φύσις διὰ τὴν ἀπορίαν

οὐ προσήρμοσεν ἑνὶ ἑκάστῳ τὸ κατάλληλον ὄνομα, ἀλλὰ πολλοῖς πράγμασιν

τὸ αὐτὸ καὶ ἓν ὄνομα ἀγαγοῦσα ἐπέθηκε, διὰ τοῦτο καὶ ἡ ἀπάτη χώραν

ἔσχε· διὸ τὰ ἐπὶ τοῦ ὀνόματος ὁμολογηθέντα τὰ αὐτὰ καὶ ἐπὶ τοῦ ὑπὸ

τοῦ ὀνόματος σημαινομένου συμβαίνειν ἡγούμεθα, ὡς κἀκείνων μιᾶς

φύσεως ὄντων διὰ τὴν τοῦ ὀνόματος ταυτότητα, καὶ τῷ τὸ ὄνομα εἶναι

ἓν οἰόμεθα καὶ τὰ ὑπ' αὐτοῦ δηλούμενα πράγματα διάφορα καὶ ἀνομοούσια

ὄντα ἓν εἶναι κατὰ φύσιν, ὅπερ ἀδύνατον. οὐ γάρ, εἰ τὸ βασιλίσκος ὄνομά

ἐστιν ἕν τι, ἤδη καὶ τὸ σημαινόμενον παρ' αὐτοῦ πρᾶγμα ἔσται ἕν· ἄλλος

γὰρ ὁ τοῖς πολλοῖς ἐγνωσμένος βασιλίσκος καὶ ἄλλος ὁ τοῖς ἐπιστή-

μοσιν, ὁ ἐπὶ τῆς καρδίας δηλονότι ὢν τοῦ ἀστρῴου λέοντος. οὐκοῦν τὸ

ἀπατᾶν καὶ ἀπατᾶσθαι ἀπὸ μικρᾶς τινος κοινωνίας καὶ ὁμοιότητος σοφιστι-

κόν. καὶ ὅτι <τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγ-

μάτων τοῦτο ἡγεῖσθαι συμβαίνει,> φησί, τοῖς σοφισταῖς. παραδείγματι

χρῆται τῷ <ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις·> ἃ γὰρ ἐπὶ τῶν δακτύ-

λων ἐν ταῖς ψήφοις συλλογιζόμενοι εὑρίσκουσι, ταῦτα καὶ ἐπ' αὐτῶν τῶν

πραγμάτων μεταφέρουσι, καὶ τοσαῦτά φασιν ἔχειν καὶ ταῦτα εἶναι τὰ

δακτυλομετρούμενα. τὸ δ' οὐκ ἔστιν ὅμοιον, ἀλλὰ ἐπὶ μὲν τοῦ ἀριθμοῦ

τὰ συμβαίνοντα ἐπ' αὐτοῦ μεταφέρειν ἐπὶ τὰ ἀριθμούμενα ἀληθές· εἰ γὰρ

ὁ ἑπτὰ ἀριθμὸς εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖται, ἀνάγκη καὶ τοὺς ἑπτὰ

ἄνδρας, οἵτινές εἰσι τὰ ἀριθμούμενα, εἰς περιττὸν καὶ ἄρτιον διαιρεῖσθαι· ἐπὶ

δὲ τῶν ὀνομάτων οὐκ ἀληθές· οὐ γάρ, εἰ ὁ Δίων δισύλλαβον, τὸ δισύλλαβον

τετρασύλλαβον, ἀνάγκη τὸν Δίωνα, ὅς ἐστι τὸ πρᾶγμα, τετρασύλλαβον εἶναι.

Ταῦτα εἰπὼν καὶ δείξας πῶς ἀπατώμεθα, δηλονότι δι' ἀπειρίαν καὶ

ἄγνοιαν καὶ μᾶλλον διὰ τὴν ὁμωνυμίαν μεταφερόντων τῶν σοφιστικῶν τὴν

ἐπὶ τῶν ὀνομάτων ἀπάτην εἰς τὰ πράγματα, ὥσπερ οἱ λογαριασταὶ μετα-

13

φέρουσι τοὺς ἀριθμοὺς ἐπὶ τὰ ἀριθμητά, δείκνυσι τοῦτο διάφορον εἶναι

καὶ οὐχ ὅμοιον διὰ τοῦ εἰπεῖν <τοῦτο δὲ οὐκ ἔστιν ὅμοιον.> ἐπὶ μὲν

γὰρ τῶν ἀριθμῶν καὶ τῶν ἀριθμητῶν καὶ ἄμφω ἄπειρά εἰσι καὶ

ἀπερίληπτα, καὶ εὔδηλον ὅτι ὡς ἂν ἔχοι τὸ ἕτερον, οὕτως ἕξει καὶ θάτερον·

ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων οὐχ οὕτως ἔχει. <τὰ μὲν γὰρ

ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος·> ἐπεὶ γὰρ οἱ λόγοι

ἐξ ὀνομάτων σύγκεινται (λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα), τὰ δὲ

ὀνόματα ἐκ συλλαβῶν, αἱ δὲ συλλαβαὶ ἐκ στοιχείων, τὰ δὲ στοιχεῖα τῆς

ἐγγραμμάτου φωνῆς πεπερασμένα (εἰκοσιτέσσαρα γάρ), τὸ ἐκ πεπερασμένων

ἄρα, ὡς ἐν τῷ ἕκτῳ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται, ἀνάγκη συμπεπε-

ράνθαι. ἀλλ' οὕτω μὲν πεπερασμένα εἰσὶ τὰ ὀνόματα. πῶς δὲ ὁ ἀριθμὸς

καὶ τὰ πράγματα ἄπειρά εἰσι, καὶ ὅπως οὐχ ὅμοιόν ἐστι τὸ συμβαῖνον

ἐπί τε τῶν πραγμάτων καὶ ἐπὶ τῶν ἀριθμῶν, τὴν αἰτίαν τούτου ἐπάγει

δυνάμει λέγων· ἐπεὶ καὶ ὁ ἀριθμὸς ἐπ' ἄπειρον αὔξειν δύναται καὶ τὰ

ἀριθμητά, οὐκ ἐνδέχεται τὰ διάφορα ἀριθμητὰ καθὸ ἀριθμητὰ τῷ αὐτῷ

καὶ ἑνὶ ἀριθμῷ δηλοῦσθαι, οἷον τὰ ἑπτὰ καὶ ἓξ διὰ τοῦ πέντε ἀριθμοῦ·

<τὰ δὲ πράγματα> ἐπείπερ <ἄπειρά εἰσι τὸν ἀριθμόν,> τὰ δὲ ὀνόματα

πεπέρανται, <ἀναγκαῖον πλείω τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν

σημαίνειν.> τούτου δὲ ὄντος, εἰ μὲν ἐπ' ἄλλου δοίη ὁ ἀποκρινόμενος, ἐπ'

ἄλλου δὲ μεταγάγοι ὁ ἐρωτῶν, δόξειεν ἂν ὁ ἔλεγχος γίνεσθαι. χρᾶται δὲ

τοῖς ἀριθμοῖς καὶ ταῖς ψήφοις πρὸς τὸ δεῖξαι τοὺς σοφιστὰς τῷ τὰ ὀνό-

ματα μεταφέρειν ἐπ' αὐτὰ τὰ πράγματα παραλογιζομένους τοὺς ἀνεπιστή-

μονας. ὡς γὰρ ἐπὶ τῶν ψήφων <οἱ μὴ δεινοὶ> ἀλλ' ἐπιπόλαιοι καὶ ἰδιῶται

τῷ τοὺς ἀριθμοὺς φέρειν ἐπὶ τὰ ἀριθμούμενα παρ' ἑαυτῶν καὶ παρὰ τῶν

περὶ τὰς ψήφους καὶ τοὺς ἀριθμοὺς <ἐπιστημόνων> ἀπατῶνται καὶ διὰ

τοῦτο καὶ ὑπὸ τούτων <παρακρούονται, τὸν αὐτὸν δή φησι τρόπον

ἔχειν καὶ ἐπὶ τῶν λόγων τῶν> ἐξ ὀνομάτων· οἱ γὰρ ἀξύνετοι καὶ ἀνε-

πιστήμονες <τῆς τῶν ὀνομάτων δυνάμεως> κακῶς διαλεγόμενοι <παρα-

λογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες.> ὅτι

ἐλάττω τὰ ὀνόματα τῶν πραγμάτων, καὶ ἐκ τῆς ἐνεργείας ἔνεστι πιστοῦ-

σθαι· πολλὰ γὰρ οὐκ ὠνόμασται· καὶ τὰ μὲν πράγματα ἄλλοτε ἄλλα,

τὰ δὲ ὀνόματα τὰ αὐτά. οὐχ ὅτι δὲ διὰ τοῦτο μόνον αἱ ὁμωνυμίαι λέγει,

ἀλλ' ὅτι διὰ τοῦτο ἐξ ἀνάγκης, εἰ καὶ δι' ἄλλας αἰτίας τινὰς αἱ ὁμωνυμίαι.

ἢ ἡ μὲν ὁμωνυμία ἐξ ἀνάγκης διὰ τοῦτο· πάντως γὰρ ὁ τιθέμενός τινι

ὄνομά τι χρήσεται φωνῇ κατ' ἄλλου τινὸς εἰρημένῃ. ἡ μέντοι πρὸς τόνδε

14

ἢ τόνδε ὁμωνυμία οὐκ ἔστιν ἀναγκαία· ἠδύνατο γὰρ ἄλλῳ τινὶ καὶ μὴ τοιούτῳ

ὁμωνύμῳ εἶναι. ὅτι δὲ πεπέρανται τὰ ὀνόματα, δῆλον ἔκ τε τοῦ τὰ

στοιχεῖα, ὧν ἐν τῇ συνθέσει τὰ ὀνόματα, πεπεράνθαι· τῶν δὲ πεπερασ-

μένων καὶ ἡ σύνθεσις πεπερασμένη· καὶ ἔτι ἐκ τοῦ μηδὲ πᾶσαν σύνθεσιν

γραμμάτων συλλαβὰς ἢ ὀνόματα ποιεῖν δύνασθαι· αἱ γὰρ πρὸς τὰ φωνήεντα

συμπλοκαί τε καὶ συνθέσεις αὐτῶν μόναι τοῦτο ποιοῦσι.

p. 165a17 {<Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν.>}

Ποίαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας,

καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλο-

γισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν

σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν.

p. 165a19 {<Ἐπεὶ δ' ἐστί τισι μᾶλλον πρὸ ἔργου.>}

Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ

σοφιστική, προτίθεται εἰπεῖν καὶ δι' ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν

ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ

ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ <τὸ

τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν> παρὸ ποιεῖν κυρίως. οὐ

μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι

δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον

ἦν τοῖς σοφισταῖς· ἡ <γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία

οὐκ οὖσα δέ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης

σοφίας.> δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρό-

δικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνή-

θροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλά-

τωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ

θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων

ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφι-

στικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν

15

δοκήσει μόνον εἶναι σοφὸν τῇ δ' ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν

χρημάτων ἕνεκεν ἀγωνιζόμενον <ἀπὸ φαινομένης σοφίας.> ὅτι δ' ἡ

<σοφιστικὴ φαινομένη ἐστὶ σοφία> καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ

δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαι-

νομένη ἐστὶν ὑπάρξις, ἡ δὲ φαινομένη ὑπάρξις οὐ κυρίως ἐστὶν ὑπάρξις,

κατ' ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ

τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ

τὸ ἔργον τοῦ σοφοῦ 〈φαινομένου〉 φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ ἀπὸ

φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως <δοκεῖν μᾶλλον

ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν.> ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ

μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι

πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων

καὶ πράττων ἀπ' ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ

εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον’, φησὶν ὁ

Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε’, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ

πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώς’.

p. 165a24 {<Ἔστι δ' ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον.>}

Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ

ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν

προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς

δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ

ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων

καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ <ἀψευδεῖν> περὶ τὰς

ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον <ἐμφανίζειν ψευδόμενον,> εἴ που κακῶς

καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ' ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια-

ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν

ἔργον τοῦ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ

εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά

τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί

τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρω-

τῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει

ἀφ' ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ

δι' ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως,

ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.

16

p. 165a24 {<Ἔστι δ' ὡς ἓν πρὸς ἕν.>}

Ἵνα συνελὼν εἴπω <ὡς ἓν πρὸς ἓν> τὰ ἀμφοτέρων ἔργα, τοῦ μὲν

καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμ-

φιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα

ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται

παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι' ὧν ἀπατᾶν

πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ <ἓν πρὸς ἓν> οὕτω νοητέον ἢ καὶ οὕτως

ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ

παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστη-

μόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι' ὧν εἴπομεν,

ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ

τὸ πρῶτον νοητέον τὸ <ἓν πρὸς ἓν> ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ

τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι καὶ τὸ ἐρωτᾶν.

Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι <ἔστι

τοιοῦτον εἶδος λόγων,> ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς

καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι' ἣν <ἐφίενται>

τῆς <τοιαύτης> τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ

τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι' οὗ τυγχάνουσιν

οἱ σοφισταὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων

ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ' ἀλήθειαν καὶ ἐπι-

στημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς

σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον

ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων

τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός

ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη

πραγματεία· ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ

διὰ τίνων.

p. 165a34 {<Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν.>}

Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ

πρότερον <πόσα> εἰσὶν <εἴδη τῶν λόγων> τῆς σοφιστικῆς <καὶ ἐκ πόσων>

συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ <πόσα ἐστὶν εἴδη τῶν λόγων> καὶ <ἐκ

πόσων τὸν ἀριθμὸν> ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν <πόσα> ἀντὶ

17

τοῦ ‘τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων’, ἅπερ εἰσὶ δύο, τὰ παρὰ

τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ <πόσων δὲ> ἀντὶ τοῦ ‘πόσα μέρη

ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν’· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις

τῶν εἰδῶν λέγει. δύναται τὸ <καὶ πόσα μέρη τῆς πραγματείας

τυγχάνει> λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται’· οὐ

γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ' ὀλίγον ἐρεῖ.

δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ' ἐπιστήμη· περὶ

τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς

ποιητική” καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ

τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ

αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι.

p. 165a38 {<Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη.>}

Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπα-

ριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλο-

γισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ

ἄξιον, πῶς εἰπὼν <τῶν ἐν τῷ διαλέγεσθαι λόγων> εἶναι <τέτταρα γένη>

ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀπο-

δεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν

πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ

τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν 〈τοῖς〉 μάλιστα

γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται·

τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει,

οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ

ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ

διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων

τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων

διὰ συντόμου λόγου διδάσκει διαφοράν, <διδασκαλικοὶ μὲν> φάσκων εἰσὶν

<οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος> γινόμενοι ἀλλ' οὐχ

οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλο-

γισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζό-

μενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἁπλῶς ἕκαστος ἐξ οἰκείας

ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς

18

ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ <ἐκ τῶν τοῦ ἀποκρινο-

μένου δοξῶν.> αἴτιον δὲ τούτου τὸ <τὸν μανθάνοντα πιστεύειν,> ὃ

γίνεται, ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολού-

θους ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἂν μάθοι τις τὰ δεύτερα μὴ περὶ

τῶν πρώτων πεπεισμένος. <διαλεκτικοὶ> δέ εἰσι συλλογισμοὶ <οἱ ἐκ τῶν

ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως·> ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντί-

φασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν

ἐπ' ἀμφότερα ἐγχειρεῖ δι' ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλο-

γιστικός. τρίτον φησὶν εἶναι τὸν <πειραστικὸν> συλλογισμόν, ὅς ἐστι καὶ

αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον

ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἁπλῶς ἐνδόξων ἀλλὰ καὶ <ἐκ τῶν δοκούν-

των τῷ ἀποκρινομένῳ> περὶ οὗ <προσποιεῖται τὴν ἐπιστήμην

ἔχειν.> τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ

καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἁπλῶς

ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ

τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἁπλῶς ἐνδόξων καὶ ἐκ τῶν

δοκούντων πᾶσι <τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην> ἐκείνην

καθ' ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἁπλῶς, ἀλλὰ κατὰ

τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν

γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ' ἐκ τῶν

τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ' αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν

γινώσκεσθαι. γράφεται δὲ ἔν τισι <καὶ ἀναγκαῖον> διὰ τοῦ ο̅ μικροῦ, καὶ

εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν

ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι’. ἔν τισι μέντοι ἀντιγράφοις οὐ <τέτ-

ταρα γένη> ἀλλὰ <τρία> φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ

διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος

παρὰ Πλάτωνι ἔστιν εὑρεῖν ἔν τε τῷ Εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ

τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν

Τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ

ᾐνίξατο διὰ τοῦ <ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις.> ἐριστικοὺς δὲ

λέγει εἶναι τοὺς <ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ

19

(οὗτοι δέ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς <φαινομένους> συλλο-

γισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστι-

κοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί,

τῶν διδασκαλικῶν καὶ <ἀποδεικτικῶν λόγων, ἐν τοῖς> Ὑστέροις <εἴρηται

ἀναλυκτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν> ἐν τοῖς

Τοπικοῖς· <περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν> λεκτέον.

p. 165b12 {<Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς

The complete text is available when the reading interface loads.