In Platonis Rem Publicam Commentarii
Author namesProclus · Proklos · Προκλος
- Scientific editors
- Wilhelm Kroll
- Edition reference
- Procli Diadochi in Platonis Rem publicam commentarii · Leipzig · Teubner · 1899-1901
- CTS identifier
urn:cts:greekLit:tlg4036.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΡΟΚΛΟΥ ΦΙΛΟΣΟΦΟΥ
Τὰ τῆς βίβλου κεφάλαια.
Περὶ τοῦ τίνα χρὴ καὶ πόσα πρὸ τῆς συναναγνώσεως τῆς Πολιτείας Πλάτωνος κεφάλαια διαρθρῶσαι τοὺς ὀρθῶς ἐξηγουμένους αὐτήν.
Περὶ τῶν πρὸς τὸν ὅρον τῆς δικαιοσύνης τὸν τοῦ Πολεμάρχου ῥηθέντων ὑπὸ τοῦ Σωκράτους συλλογισμῶν.
Περὶ τῶν ὑπὲρ δικαιοσύνης τεττάρων λόγων ἐν Πολιτείᾳ πρὸς τὰ Θρασυμάχου μάχου τέτταρα δόγματα περὶ αὐτῆς.
Περὶ τῶν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας εἰρημένων θεο- λογικῶν τύπων.
Περὶ ποιητικῆς καὶ τῶν ὑπ' αὐτὴν εἰδῶν καὶ τῆς ἀρίστης ἁρμονίας καὶ ῥυθμοῦ τὰ Πλάτωνι δοκοῦντα.
Α΄ Περὶ τῶν ἐν Πολιτείᾳ πρὸς Ὅμηρον καὶ ποιητικὴν Βιβ. Πλάτωνι ῥηθέντων.
Β΄ Περὶ xov τρόπου τῆς τῶν θείων μύθων διασκευῆς παρὰ τοῖς θεολόγοις αἰτίων ἀποδόσεις καὶ λύσεις τῶν πρὸς αὑτοὺς ἐπιστάσεων.
Γ¨΄. Τίνες οἱ παρὰ τοῖς θεολόγοις θεομαχίας διάφοροι τρόποι, τὴν ἐν αὐτῇ ἀπόρρητον ἀλήθειαν εἰς φῶς ἄγοντες.
Δ΄ . Πῶς ἄν τις ὑπὲρ τῶν θείων ἀπολογήσατιο μύθων τῶν δοκούντων τοὺς θεοὺς αἰτιᾶσθαι τῶν κακῶν.
Ε΄. Πῶς τὴν τῶν ὅρκων σύγχυσιν δοκεῖ ἡ ποίησις εἰς θεοὺς ἀναπέμπειν, ἡ ἀληθὴς περὶ αὐτῶν ὑφήγησις.
ς΄. Τίς ἐστιν ἡ ἐν τῇ ποιήσει τοῦ Διὸς τῶν θεῶν εἰς ἔριν κατάστασις διὰ Θέμιδος, ἀνάπτυξις τῆς ὅλης τοῦ μύθου θεωρίας.
Ζ΄. Τίς ἡ τῶν θεῶν κρίσις ἡ ἐν τοῖς μύθοις τοῖς τοῦ ποιητοῦ καὶ τίνας αἰνίσσεται βίων διαφοράς.
Η΄. Τίνες εἰσὶν αἱ ἐν ταῖς θεομυθίαις μεταβολαὶ τῶν θεῶν εἰσαγόμεναι καὶ κατὰ πόσους τρόπους αὐτὰς διατιθέασι καὶ διὰ ποίας αἰτίας.
Θ΄. Περὶ τῆς τοῦ ἐνυπνίου πομπῆς δοκούσης ψεῦδος ἐπὶ θεοὺς ἀναπέμπειν πῶς ἀπολογητέον , ἀψευδὲς τὸ θεῖον δεικνύουσιν.
Ι΄. Κοινὴ ἀπολογία ὑπὲρ τῶν Ὁμηρικῶν μύθων καὶ f. 3 v. τῶν Πλατωνικῶν, ἐν οἷς περὶ τῶν ἐν Ἅιδου λέγουσι δικαιωτηρίων καὶ τῶν ἐν αὐτοῖς λήξεων τῶν διαφόρων, ἃς ἔχουσιν αἱ ἐξελθοῦσαι τῶν σωμάτων ψυχαὶ κατὰ τὰ ἰδιώματα τῆς ἐν σώματι ζωῆς.
ΙΑ΄. Τίνες αἰτίαι, δι' ἃς ἡ ποίησις ἀναπέμπει θρήνους κἀπὶ τοὺς ἥρωας καὶ ἐπὶ τοὺς θεοὺς καὶ ἐπὶ τὸν ἄριστον αὐτὸν τῶν ἡρώων καὶ ἐπὶ τὸν μέγιστον τῶν θεῶν.
ΙΒ΄. Τίς αἰτία τοῦ ἐν τοῖς θεοῖς λεγομένου γέλωτος ἐν τοῖς μύθοις, καὶ διὰ τί ἡ ποίησις ἐπὶ τῷ Ἡφαίστῳ τοὺς θεοὺς ἐποίησε γελῶντας ἀσχέτως.
ΙΓ΄. Ἀπολογία ὑπὲρ τῶν ἐν τῇ Ὁμήρου ποιήσει δοκούντων εἰς καταφρόνησιν σωφροσύνης τοὺς ἀκούοντας κινεῖν παντοδαπῶν τρόπων.
ΙΔ΄. Τί αἰνίττεται ἡ τοῦ Διὸς πρὸς τὴν Ἥραν συνουσία, καὶ τίς ὁ τῆς Ἥρας κόσμος, καὶ τίς ὁ τόπος, ἐν ᾡ ἡ συνουσία, καὶ τίς ὁ ἔρως τοῦ Διός, καὶ τίς ὁ θεῖος ὕπνος, καὶ ἁπλῶς πάσης ἐκείνης τῆς μυθολογίας ἐξήγησις.
ΙΕ΄. Τί αἰνίττεται ἡ μυθολογία περὶ Ἀφροδίτης καὶ Ἄρεως καὶ τῶν Ἡφαίστου δεσμῶν, οἷς λέγει συνδεῖν ἀμφοτέρους τὸν Ἥφαιστον.
Ις΄. Τίνα ῥητέον πρὸς τὰς τοῦ Σωκράτους ἐπιστάσεις περὶ φιλοχρηματίας τῆς παρ᾿ Ὁμήρῳ τοῖς ἥρωσιν ἀποδιδομένης.
ΙΖ΄. Πῶς δεῖ ἀπολογεῖσθαι ὑπὲρ τῆς φαινομένης περὶ τὸ θεῖον ὀλιγωρίας ἐν τῇ ποιήσει τῶν ἡρώων.
ΙΗ΄. Πῶς ἀπολογητέον ὑπὲρ τῆς τῶν ἡρώων ἐν τῇ ποιήσει περὶ τὸν βίον φαινομένης ὀλιγωρίας ἢ ὅλως ἀτόπου παρὰ τοῖς ποιηταῖς ἐν τοῖς μύθοις ἱστορίας.
Α΄. Ὅτι πανταχοῦ τὸν Ὅμηρον ὡς ἡγεμόνα πάσης Βιβ. β΄. ἀληθείας ὁ Πλάτων εἰωθε γεραίρειν.
Β΄. Διὰ τίνας αἰτίας ἐν Πολιτείᾳ τὴν Ὁμήρου ποίησιν f. 4r.ὡς | ἀνεπιτήθειον ἀκούειν τοῖς νέοις ἀπεδοκίμασεν.
Γ΄. Ὅτι διὰ πάσης τῆς ἑαυτοῦ συγγραφῆς Ὁμήρου ζηλωτής ἐστιν ὁ Πλάτων ταῖς τε λεκτικαῖς ἀρεταῖς καὶ ταῖς παργματικαις.
Δ΄. Πῶς ἄν τις ἀπολογήσαιτο πρὸς τὰ ἐν Φαίδρῳ ῥηθέντα περὶ Ὁμήρου , ἐν οἷς δοκεῖ τὸν Στησίχορον ὡς μουσικώτερον προκρίνειν.
Ε΄. Τίνες εἰσὶν αἱ τρεῖς ἕξεις τῶν ψυχῶν, καὶ πῶς τὴν ποιητικὴν τριττὴν ἀποδείξομεν κατὰ ταύτας συνδιαιρουμένην τὰς τρεῖς ἕξεις ἐν ἡμῖν.
ς΄. Ὅτι κατὰ Πλάτωνα τὰς τρεῖς ἰδέας τῆς ποιητικῆς ἀποδείξομεν τοιαύτας οὔσας καὶ τοσαύτας.
Ζ΄. Ὅτι καὶ ἡ Ὁμήρου ποίησις ἐπιδείκνυσιν τὰς τρεῖς ἰδέας ἐν ἑαυτῇ τῆς ποιητικῆς.
Η΄. Τί ἐστιν ὅπερ ὁ Σωκράτης ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ἐκβάλλει τῆς Ὁμήρου ποιητικῆς, καὶ διὰ τίνας αἰτίας, καὶ ὅτι οὐχ ὅλην αὐτήν, ἀλλ᾿ ὅτι τὸ ἔσχατον αὐτῆς ἀποδοκιμάζει μόνον.
Θ΄. Τίνα ἄν τις ἀπολογήσαιτο πρὸς τοὺς ἐλέγχοντας λόγους, ὡς οὐκ ὄντα τὸν Ὅμηρον ἀνθρώπων παιδευτικὸν οὐδὲ ὅλως πολιτικόν.
Ι΄. Διὰ ποίας αἰτίας ὁ Πλάτων ἐλέγχειν εἵλετο τὸν Ὅμηρον ὡς μὴ ὄντα παιδευτικὸν ἀνθρώπων ἱκανόν.
Περὶ τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ἀποδείξεων τοῦ τρία εἶναι μόρια τῆς ἀνθρωπίνης ψυχῆς καὶ τέτταρας τὰς ἐν αὐτοῖς ἀρετάς.
Περὶ τῶν ἐν τῷ πέμπτῳ τῆς Πολιτείας δεικνύντων λόγων κοινὰς εἶναι τὰς ἀρετὰς καὶ τὴν παιδείαν ἀνδρῶν καὶ γυναικων.
Περὶ τῶν Θεοδώρου τοῦ Ἀσιναίου λόγων τῶν κατασκευαζόντων τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς εἶναι καὶ γυναικός, καὶ ὧν ὁ Σωκράτης εἷπεν ἐξέτασις.
Περὶ τοῦ ἐν τῷ πέμπτῳ τῆς Πολιτείας λόγου δεικνύντος, τίς ἡ τῶν | φιλοσόφων ξιλομαθία καὶ τίς ἡ τῶν πολλῶν. f. 4 v.
Περὶ τοῦ ἐν Πολιτείᾳ λόγου τοῦ δεικνύντος, τί ποτέ ἐστι τἀγαθόν.
Περὶ τοῦ ἐν τῷ ἑβδόμῳ τῆς Πολιτείας σπηλαίου.
Μέλισσα εἰς τὸν ἐν Πολιτείᾳ λόγον τῶν Μουσῶν.
Περὶ τῶν δεικνύντων τριῶν λόγων εὐδαιμονέστερον τοῦ ἀδίκου τὸ δίκαιον.
Περὶ τῶν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας κεφαλαίων.
Εἰς τὸν ἐν Πολιτείᾳ μῦθον.
Τίς ἡ πρόθεσις τοῦ μύθου παντός.
Πόσα δεῖ προληφθῆναι τῶν ψυχικῶν κρίσεων.
Πῶς δεῖ νοεῖν τὸ εἰσιέναι καὶ ἐξιέναι ψυχὴν ἀπὸ σώματος.
Πῶς ἡ τῶν παίδων βρῶσις γίνεται ἐκ τοῦ παντός, καὶ πῶς τοῦτο φιλεῖται ψυχῇ ἐκ τοῦ οὐρανοῦ κατιούσῃ.
Ἐπίσκεψις τῶν ὑπ' Ἀριστοτέλους ἐν δευτέρῳ τῶν Πολιτικῶν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἀντειρημένων.
ΠPOKAOT ATKIOT HAATiiNIKOT AIAAOXOT
περὶ τοῦ τίνα χρὴ καὶ πόσα πρὸ τῆς συναναγνώσεως τῆς Πολιτείας Πλάτωνος κεφάλαια διαρθρῶσαι τοὺς ὀρθῶς ἐξηγουμένους αὐτήν.
Τοὺς προλόγους τῶν Πλατωνικῶν διαλόγων ὅπως χρὴ διατιθέναι τὸν μὴ παρέργως αὐτῶν ἁπτόμενον δηλῶσαι βουλόμενος, ἐνδείξομαι καὶ ὑμῖν ἐφ’ ἑνὸς τοῦ τῆς Πολιτείας συγγράμματος· ὑμεῖς δὲ ὥσπερ ἴχνεσιν ἑπόμενοι τοῖς ῥηθησομένοις λόγοις , τὸν αὐτὸν καὶ ἐπὶ τῶν ἄλλων τρόπον μετιόντες τὰς ἐξηγήσεις στοχάζοισθε ἂν τῆς περὶ ταῦτα μεθόδου. δεῖ γὰρ δὴ μήτε τοὺς πολλοὺς τῶν ἐξηγητῶν μιμουμένους ξηρὸν καὶ ἐλλιπῆ τὸν τόπον τοῦτον παραλείπειν, τοσοῦτον μόνον προαυδῶντας τὸ πρόβλημα περὶ οὗ ὁ λόγος, μήτε προσπεριβάλλεσθαι πόρρωθέν τινας καὶ μηδὲν προσᾳδούσας τοῖς προκειμένοις ζητήσεις ἐν τοῖς πρὸ τῆς λέξεως σκέμμασιν, ὥσπερ ἑτέρους οἶδα τῶν Πλάτωνος φίλων ἀμήχανον ὅσην ἀπεραντολογίαν ἐπεισάγοντας διὰ τὰς πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεις , ἀλλ' αὐτὸ μόνον τὸ προκείμενον σύγγραμμα προστησαμένους ὑπ' ὄψιν ἄγειν τοῖς συσχολάζουσιν, τὴν πρόθεσιν διερευνωμένους ἑκάστου, τὸ εἶδος, τὴν ὕλην, τὰ δόγματα, συνῃρημένως τὴν δι' ὄλου του συγγράμματος διήκουσαν τῶν λόγων ὑπόθεσιν. οὕτω γὰρ ἂν τοῖς ἀκούουσι γένοιτο καταφανὲς τὸ πᾶν βούλημα τοῦ διαλόγου. λόγου.
Φέρ’ οὖν ὅπερ εἶπον τὸν τύπον ἐπὶ τῆς Πολιτείας ἐπεκδιηγήσωμαι. λέγω τοίνυν πρὸ τῆς ἀναγνώσεως τῆς Πολιτείας ἑπτὰ ταῦτα χρῆναι τὸν πρεπόντως αὐτῆς ἀκουσόμενον 1 — 5 Inscr. im. sup. uncialibus scripta, ductus partim evanidi et a m. rec. renovati 10 λόγοισ] λ m. rec. ir. 18 iXXinfi (ἐλλ eras. et ἀλ scr. m. rec.)] im. ἀλειπῆ 24 poflt διαλόγου extat ‘τοῖσ ἀκουσομένοισ' αݲ διεγνωκέναι. πρῶτον μέν, ὅστις ποτέ ἐστιν αὐτῆς ὁ ὃν δεῖ καταδήσασθαι κατ’ ἐκείνους, οὓς πολλάκις οἶδα κανόνας εἰπὼν περὶ τῆς εὑρέσε|ως τῶν ἐν τοῖς Πλατωνικοῖς f. 5 v. βݲ διαλόγοις σκοπῶν. δεύτερον δέ, ποῖόν ἐστιν τῶν λόγων καθ’ ὃ τὴν Πολιτείαν διέθηκεν ὁ τῆς Πολιτείας συγγραφεύς· δῆλον δὲ ἔσται καὶ τοῦτο τοῖς μεμνημένοις τῶν ἐν τοῖς γݲ διαλόγοις εἰδῶν, ποῖά τε καὶ πόσα τυγχάνει ὄντα. τρίτον τὴν ὕλην καθ’ ἑαυτὴν ἐπισκέψασθαι τῶν ἐν τῇ Πολιτείᾳ λόγων, ἣν ἴν τε προσώποις καὶ τόποις καὶ καιροῖς θεωρεῖσθαι συμβέβηκεν· οἶδα γοῦν καὶ περὶ τούτων εἰπών, ὡς ἄρα δέοι συμβαίνοντα δείκνυσθαι πάντα πρὸς τὸν ἑκάστου διαλόγου δݲ σκοπόν. τέταρτον, ἐπειδὴ περὶ πολιτείας ὁ πολὺς ἐν τῷ συγγράμματι λόγος, διελέσθαι τὰς πολιτείας κατὰ Πλάτωνα τοῦτον τὸν τρόπον, ὃν ἐνταῦθα καὶ ἀλλαχοῦ παραὐτῷ διῄρηνται, καὶ εἰπεῖν ὑπὲρ τῆς ποίας ἐστὶν αὐτῷ εݲ πολιτείας ὁ λόγος. πέμπτον τὴν κατὰ λόγον μόνον αὐτὴν ἐφ’ ἑαυτῆς λαβόντας ἀπὸ τῶν κατὰ τὰ πάθη πολιτειῶν, κατιδεῖν εἰ μία μόνον ἢ καὶ πολλαί, καὶ εἰ πολλαί, πόσαι καὶ τίνες, καὶ ταῦτα καταδησάμενον δι ἀναγκαίων λόγων, περὶ ποίας τῶν πολλῶν τούτων ἔσται ςݲ προηγουμένως ἡ θεωρία τῷ λογισμῷ λαβεῖν. ἕκτον πάλιν τὴν ἐγκριθεῖσαν θεάσασθαι ποσαχῶς αὐτὸς ἀξιοῖ Πλάτων ἡμᾶς ὁρᾶν, καὶ εἰ μηδένα τρόπον ἀδιερεύνητον ἀφῆκεν ζݲ τῆς περὶ αὐτὴν θεωρίας. ἕβδομον τὴν δι’ ὅλου τοῦ διήκουσαν τῶν δογμάτων ἀκολουθίαν ὑπ' ὄψιν ἀγαγεῖν καὶ ἐπιδεῖξαι, καθάπερ αὐτὸς ἐν τῷ Φαίδρῳ φησίν [p. 264 c], ὡς εἰς ἑνὸς ζῴου μέρη τε καὶ μέλη συντεταγμένα πρὸς ἄλληλα σύστασιν τὴν πρα|γματείαν ἅπασαν ἀπηκριβωκατ' f. 6 r. 2 ἐκεῖνογε οὓσ π., im. κατ’ ἐκείνους m. rec. 18 λόγοσ] ras. inter ο et σ in qua ι scr. m. rec. 16 μόνην cf. add. 18 εἰ μία] ἢ μία 28 aliquid turbatum; possis ἔχοντος addere ante πρὸς | σύστᾶσαν (α alterum ex ι) | m 1, ἀπ ss. m 3 μένην· ἐν γὰρ ταύτῃ τῇ διεξόδῳ καὶ τὸ πλῆθος τῶν κεφαλαίων ἔσται γνώριμον, καὶ ἡ ἐν αὐτοὶς εἰρομένη τάξις κατάδηλος ὀφθήσεται, καὶ ὅπως εἰς τὸν ἕνα βλέπει πάντα σκοπον.
Πρῶτον οὖν εἰ βούλεσθε τῶν ἑπτὰ τούτων ὅ πρῶτον #x772; εἴπομεν σκοπήσωμεν· τοῦτο δὲ ἦν τὸν σκοπὸν αὐτὸν ἰδεῖν τῆς πολιτείας. δοκῶ γάρ μοι πολλῶν διαμφισβητούντων ἀκούειν ἀνδρῶν εὖ μάλα προϊσταμένων τῆς ἑαυτῶν δόξης. εἰσὶ γοῦν τινες συχνοὶ περὶ δικαιοσύνης τὴν πρόθεσιν εἶναι διατεινόμενοι καὶ ἀξιοῦντες ἡμᾶς ἐννοεῖν, πρῶτον μὲν ὅτι τοῦτ' ἐστὶν τὸ πρῶτον ἐν τῷ συγγράμματι ζήτημα, τί ποτέ ἐστιν τὸ δίκαιον καὶ τίς ὁ δίκαιος, καὶ οἱ πρὸς Κέφαλον λόγοι καὶ Πολέμαρχον καὶ Θρασύμαχον περὶ τούτου γεγόνασιν. δέυτερον δὲ ὅτι καὶ ἡ περὶ πολιτείας σκέψις δικαιοσύνης ἕνεκα τοῖς περὶ αὐτῆς ἐπεισῆλθεν λόγοις, ἵν' ἐν μεγάλοις γράμμασιν θεάσασθαι δυνηθῶμεν , ὅσα μὴ ῥᾴδιον ἐν μικροῖς ἰδεῖν, ἀπὸ τῆς Ἀδειμάντου καἰ Γλαύκωνος ἀπορίας τῆς ἀκριβεστέρας περὶ δικαιοσύνης ζητήσεως ἀρξαμένης, καὶ τοῦ Σωκράτους ἐναργέστερον αὐτὴν δεῖξαι τοῖς παροῦσιν ἐθελήσαντος ἀπὸ τῶν περὶ πολιτείας τούτων λόγων. εἰ οὖν τὸ μὲν ἕνεκά του σκέψεως ἀξιοῦται, τὸ δὲ οὗ ἕνεκά ἐστιν ἐν τοῖς ζητουμένοις, ἀνάγκη δήπου φασὶν ἐκεῖνον τίθεσθαι σκοπόν, οὗ ἕνεκα θάτερον εἰσῆκται τῶν ζητημάτων· τὸ μὲν γάρ ἐστι προηγούμενον, τὸ δὲ ἐμπῖπτον τοῖν δυοῖν. τρίτον τοίνυν καὶ αὐτὸν μαρτυρεῖν τὸν Σωκράτη πολλάκις βοῶντα περὶ δικαιοσύνης εἶναι τὴν πρόθεσιν, ὅταν ἄλλου του μεμνη|μένος f. 6 v. εἰς εἰς τὴν δικαιοσύνην ἐμπέσῃ προαγόμενος ὑπὸ τῶν λόγων καὶ ἐπάγῃ συχνόν· οὗ δὴ ἕνεκα ἡμῖν ἐστιν ἡ ζήτησις· καὶ τέλος ὅταν ἀποτελέσῃ τὸν δίκαιον, καὶ περὶ τῶν ης ασ 17 cf. Pl. n p. 868 | των . . . ἀποριων 19 post σωκράτουσ extat τὸ 21 an τὸ δὲ <τὸ> οὗ ἕνεκά ἐπτιν? 23 indttQov, corr. m 1 26 μεμνημένου ex οσ m. rec. 28 cf. Pl. I 336 e || 368 e IX 588 b ἐν Ἅιδου τιμῶν ὧν λαγχάνει διαλεχθεὶς ἐπιφέρῃ, πάντων ἕνεκα χρῆναι δικαιοσύνην ἐπιτηδεύειν καὶ ζῆν οὕτως ὡς ὑπὸ θεοῖς ἀθλοθέταις ἀγωνιζομένους, καὶ τῶν ἄθλων μεγάλων ὄντων τῆς τοιᾶσδε ζωῆς [X p. 621 cd]. οὗτοι μὲν οὖν τοιούτοις δή τισιν χρῶνται λόγοις εἰς τὸν περὶ δικαιοσύνης ἡμᾶς ἄγουσι σκοπόν. — Ἕτεροι δὲ οὐκ ἐλάττους τούτων οὐδὲ ἀνεχεγγυώτερα γράφοντες περὶ πολιτείας εἶναι τὴν πρόθεσιν ἀξιοῦσιν, εἰ καὶ πρότερον ζήτημα γέγονεν περὶ δικαιοσύνης, οὐχ ὡς προηγούμενον ὄν, ἀλλ’ ὡς † εὐρυπρόσωπον τῷ περὶ πολιτείας σκέμματι παρέχον ὁδόν. καὶ μαρτύρονται καὶ οὗτοι τὴν ἐπιγραφὴν ἀρχαιοτάτην οὖσαν· καὶ γὰρ Ἀριστοτέλης ἐπιτεμνόμενος τὴν πραγματείαν ταύτην οὕτωσί φησιν, ἐπιτέμνεσθαι τὴν Πολιτείαν, καὶ ἐν τῷ Συσσιτικῷ τοῦτον αὐτὴν προσαγορεύει τὸν τρόπον καὶ ἐν τοῖς Πολιτικοῖς ὡσαύτως, καὶ Θεόφραστος ἐν Νόμοις καὶ ἄλλοθι πολλαχοῦ. τῆς δὲ ἐπιγραφῆς ἀρχαίας οὔσης τοῦτ’ εἶναι πᾶσι δῆλον, ὡς οἱ ἐκ τῶν πραγμάτων ὑπὸ τοῦ Πλάτωνος ἐπιγεγραμμένοι διάλογοι, καὶ μὴ ἐκ προσώπων ὡς ὁ Ἀλκιβιάδης ἢ Φαίδων, καὶ ἐκ τῶν ἐν τοῖς διαλόγοις ζητουμένων πραγμάτων , ἀλλ’ οὐ τῶν περιστατικῶν, ὥσπερ τὸ Συμπόσιον, οὗτοι δ’ οὖν πάντες ἀπὸ τοῦ προηγουμένου προβλήματος ἔχουσιν ἐπιγραφήν , ἀλλ’ οὐκ ἀπὸ τοῦ ἕνεκά του καὶ μὴ προηγουμένην ἔχοντος τὴν σκέψιν. τὸν γοῦν Σο|φιστὴν οὕτως ἐπέγραψεν, ἐπειδὴ τοῦτ’ ἦν τὸ προκείμενον f. 7 r. εἰς τὴν ἐν ἐκείνῳ τῷ διαλόγῳ σκέψιν, ὁ σοφιστής· καίτοι καὶ περὶ τοῦ ὄντος εἴρηται μυρία καὶ περὶ τοῦ μὴ ὄντος, ἀλλὰ ταῦτα συνέωσται πρὸς τὸν περὶ τοῦ σοφιστοῦ λόγον. ὡσαύτως δὲ καὶ τὸν Πολιτικὸν ἀπὸ τοῦ προηγου- 9 ἀλλ’ ἢ (η ex ι) ὡς] corr. b | εὐπρόσωπον b possis 10 μαρτυροῦνται corr. m 3 12 fr. 180. 181 Rose 13 συσσιτικῶι] σιτι ir. 14 Ar. pol. II 1261 a 6 etc. | locus Theophrasti fragmentis addendus 16 ἄλλοι, ss. θι 17 cf. Diog. La. III 57 prol. in Plat. 18 19 φαίδων ex φαῖδροσ μένου ζητήματος ἐπέγραψε, καίτοι περὶ τῆς ἀνακυκλήσεως τοῦ κόσμου πολλὰ διεξελθών [p. · ἀλλ' ὡς καὶ τούτων xov πολιτικοῦ ῥηθέντων χάριν ἡ ἐπιγραφὴ μόνον ἀπείληφεν τὸν πολιτικόν. οὕτω τοίνυν καὶ τοῦτο τὸ ἐπίγραμμα τῆσδε τῆς πραγματείας, ἡ πολιτεία ὄν, ἐναργέστατα παρίστησιν, ὅτι τὸ ζητούμενον τοῦτ' ἐστὶν ἐν ταύτῃ προηγουμένως, εἴπερ αἱ ἀπὸ τῶν πραγμάτων ἐπιγραφαὶ τῶν μὴ περιστατικῶν ἀπ' αὐτῶν κεῖνται τῶν ζητουμένων προηγουμένως ἐν τοῖς διαλόγοις. πρῶτον μὲν οὖν ὅπερ ἔφην δύο ταῦτα δείξαντες περὶ τῆς ἐπιγραφῆς, ‘ὲν μὲν ὅτι ἀρχαία καὶ οὐ νενοθευμένη καθάπερ ἄλλαι τῶν ἐπιγραφῶν προσθέσεις οὖσαι τῶν νεωτέρων τῆς ἐξουσίας ἀπολαυόντων, ἕτερον δὲ ὅτι πραγματικὴ καὶ ἀπὸ τῶν προηγουμένων , ἀλλ’ οὐ περιστατικῶν, ἵνα μὴ τὰς ἀπὸ τῶν προσώπων ἢ ἀπὸ τῶν περιστατικῶν παραφέρωμεν , ἐναργῆ ταύτην οἴονται πεπορίσθαι τὴν ἐπιγραφὴν, περὶ πολιτείας εἶναι τὴν πρόθεσιν. δεύτερον δὲ καὶ οὗτοι μαρτύρονται τὸν Πλάτωνα σαφῶς ἐν πέμπτῳ λέγοντα xcbv Νόμων αὐτόν [p. 739 b ss.], πρώτην εἶναι καὶ ἀρίστην πολιτείαν, ἐν ᾗ πᾶσα κοινωνία πάντων f. 7v. ἐστίν, γυναικῶν παίδων κτημάτων χρημάτων, εἴτε θεῶν | οὖσαν εἴτε θείων τινῶν φύσει, παράδειγμα πολιτείας οὖσαν τῆς τῷ ὄντι θείας· δευτέραν δὲ ἐκείνην τὴν ἐν Νόμοις, ἣν ἐκδιδάσκειν φησίν, ἀθανασίας πῃ κἀκείνην μετέχουσαν καὶ οὐ πόρρω τῆς πρὸ αὐτῆς οὖσαν· τρίτην δὲ μετ’ αὐτὴν διαπερανεῖσθαι συνᾴδουσαν μὲν ταύταις, πολὺ δὲ λειπομένην dficpoxiQcov, εἰ οὖν τὴν μὲν διϊέναι φησίν, τὴν δὲ εἰσαῦθις Μιν λόγου, δῆλον δήπουθεν ὅτι τὴν πρὸ τούτων ὡς ἤδη που διαπερανάμενος οὔτε λέγειν οὔτε λέξειν φησίν. ποῦ δὴ οὖν πάντα κοινὰ εἶναι καὶ μηδὲν ἴδιόν ἐστιν παρ’ αὐτῷ κεκηρυγτοὐπίγραμμα 4 ex τὸ ἐπίγραμμα 14 περιστατικῶν corruptum; an ἐπεισάκτων? 16 malim ἐναργῆ <πίστιν> | οἱόν τε ex οἴονται 26 διαπεραίνεσθαι corr. m 3 28 λέξειν ex λέγειν m. rec.] λείπειν b μένον ἢ ἐν τῇδε τῇ πραγματείᾳ; καὶ τί τὸ μάλιστα χαρακτηρίζον τὴν πολιτείαν ταύτην ἢ τὸ διὰ πάντων κοινόν; εἰ οὖν ταύτην εἰρηκέναι φησὶν οὕτως ὡς τὴν δευτέραν λέγειν καὶ τὴν τρίτην διαπερανεῖσθαι, παντί που δῆλον, ὅτι τὸν αὐτὸν τρόπον τῶν τε Νόμων ὁ σκοπός ἐστιν περὶ τῆς δευτέρας πολιτείας, καὶ ταύτης τῆς προκειμένης πραγματείας περὶ τῆς πρώτης, καὶ ἐκείνης τῆς τὴν τρίτην ἐκδιδαξούσης περὶ τῆς τρίτης. ὡς οὖν οἱ Νόμοι τοῦτον ἔχουσι τὸν σκοπόν, τὴν πρώτην διῃρημένην κατὰ κλήρους ὑφηγήσασθαι πολιτείαν, οὕτως ἡ Πολιτεία τὴν ἀδιαιρέτως κατὰ μίαν εὐζωΐαν ἀφοριζομένην κοινωνίαν ἐκφῆναι τῶν εἰς τὴν αὐτὴν εὐνοϊκῶς συνοίκησιν ἠθροισμένων ἀνθρώπων, καὶ οὐχ ἕν τι τῆς ἀρετῆς εἶδος τῶν ἄλλων ἀποδιῃρημένον, οἶόν τινες εἶναι τὴν δικαιοσύνην φασίν. καὶ γὰρ πολὺ τοῦτο καὶ ἐπιστημονικώτερόν ἐστι καὶ τελείοτερον, πάντα μετὰ τῆς δικαιοσύνης τὰ ἀγαθὰ συνῃρηκὸς καὶ οὐχ ἑνὶ μόνῳ | τῆς ἀρετῆς f. 8 r. εἴδει κατεχόμενον. τρίτον τοίνυν φασὶν οἱ τόνδε τὸν λόγον χορηγοῦντες , καὶ αὐτὸν ἐν Τιμαίῳ τὸν Σωκράτην παρὰ τῶν ἀμφὶ Τίμαιον ἀξιωθέντα τοὺς τῇ προτεραίᾳ ῥηθέντας αὐτῷ λόγους ἀνακεφαλαιώσασθαι τοὺς περὶ τῆς πολιτείας τύπους ἀναλαβεῖν πάντας ἑξῆς, ὅσους ἦν τῇ προτεραίᾳ κατατείνας [p. 17 b ss.], ὡς ἂν καὶ τῶν περὶ δικαιοσύνης σκεμμάτων ταύτης ἕνεκα κεκινημένων, καὶ τούτου μὲν ὄντος παρέργου, θεωρῆσαι τὴν δικαιοσύνην καὶ αὐτὴν καθ' ἑαυτὴν καὶ ὅπως ἔχει πρὸς τὴν ἀδικίαν, ἔργου δὲ τὴν ἀρίστην ὑφηγήσασθαι πολιτείαν, ὁποίαν ἔχει γένεσιν καὶ γενομένη πῶς σῴζεται καὶ διὰ ποίων ἐπιτηδευμάτων. οὐ γὰρ ἂν αἰτηθεὶς τῶν ῥηθέντων ὑπομνῆσαι πάλιν τοὺς ἀκούσαντας λόγων μόνων ἀνεμίμνησκεν τῶν εἰς τὴν τῆς πολιτείας σύστασιν τειωόντων, εἰ μὴ καὶ τῶν ῥηθέντων αὐτῷ λόγων τοῦτ' ἦν τὸ 9 πρώτην, ως ss. m 2 12 εὐνοικῶσυν | ἠθροισμένων] ad συν im. οίκησιν 16 μόνωσ 27 σώζεται σκοπιμώτατον τέλος, ἡ τῆς πολιτείας σύστασις. Με διὰ πάντων εἶναι δῆλον τὸν τῆς Πολιτείας εἶναι σκοπὸν μὴ ἄλλον ἢ τὴν τῆς ἀρίστης πολιτείας ὑφήγησιν, ὡς τῶν Νόμι·ον τὴν τῶν νόμων.
Τοιαῦτα δὴ τούτων ἀμφοτέρων κατατεινόντων ἡμεῖς τοὺς ἀμφοτέρων ἀποδεχόμεθα λόγους, καὶ μὴ διαφέρεσθαι κατ’ ἀλήθειαν τοὺς ἄνδρας, ἀλλ' εἶναι περί τε πολιτείας τὴν πρόθεσιν καὶ τῆς ὡς ἀληθῶς δικαιοσύνης, οὐχ ὡς δύο τῶν σκοπῶν ὄντων (οὐδὲ γὰρ δυνατόν· δεῖ γοῦν ἐπείπερ προσέοικεν ὁ λόγος, οὗ τι καὶ ὄφελός ἐστιν, ἴνα σκοπὸν ἔχειν, ὥσπερ πᾶν ζῷον πρὸς τὰ μέρη πάντα συντέτακται f. S v. κατὰ | μίαν ὁμολογίαν), Μ’ ὡς τῶν δύο τούτων ἀλλήλοις τῶν αὐτῶν ὄντων. ὃ γάρ ἐστιν ἐν μιᾷ ψυχῇ δικαιοσύνη, τοῦτο ἐν τῇ εὖ οἰκουμένῃ πόλει πάντως ἡ τοιαύτη πολιτεία· καὶ γὰρ τὰ γένη τὰ ἐν τῇ πολιτείᾳ τρία τοῖς τρισὶ μορίοις ἐστὶ τῆς ψυχῆς ἀνάλογον, τὸ φυλακικὸν ὡς βουλευόμενον τῷ λόγῳ, τὸ ἐπικουρικὸν ὡς προπολεμοῦν τῷ θυμῷ, τὸ θητικὸν ὡς τὰς φυσικὰς χρείας ἐκπληροῦν τῷ ἐπιθυμητικῷ. εἰ οὖν ἕκαστος ὃ ζῇ τοῦτο ἔστιν, ὁ μέν ἐστι λόγος ὁ φύλαξ, ὁ δὲ θυμὸς ὁ ἐπίκουρος, ὁ δὲ ἐπιθυμία τις ὁ θής, ὥστε καὶ <δικαιοσύνη> ἡ διὰ πάντων διήκουσα πολιτεία, τὸ πράττοντος ἑκάστου, καὶ ζῶντος του μὲν θητικῶς τοῦ δὲ τικουρικῶς τοῦ δὲ φυλακικῶς, ταῦτα δέ ἐστιν, φυσικῶς φρουρητικῶς νοερῶς· ἐπεὶ Tcal τοῦτο δοκεῖ Πλάτωνι, μίαν ἕξιν εἶναι τήν τε πόλιν κοσμοῦσαν καὶ οἶκον καὶ ἔνα ἕκαστον. εἰ δὲ τοῦτο, καὶ ἕκαστος ἡμῶν ζῇ πολιτικῶς ὑπὸ δικαιοσύνης κεκοσμημένος, καὶ ἡ πόλις ζῇ δικαίως ταχθεῖσα κατὰ τὴν ἀρίστην πολιτείαν. εἰ δὲ καὶ ὅπερ δῆμος ἐν πόλει, τοῦτό ἐστιν ἐν ἑκάστῳ τὸ ἐπιθυμητικόν, ὅπερ δὲ τὸ βουλευόμενον, τοῦτο ὁ λόγος, ὡς ἐν Νόμοις φησίν [III p. 689 b], 1 ‘δι' αὐτῶν', im. γρ. διὰ πάντων 2 μὴ ἄλλον: μᾶλλον 9 cf. p. 6, 26 12 ἀλλ' ὡς b] ἄλλως | cf. in Tim. 10 c sqq. 19 8 : ὦ sed ω ptmcto del. et ss. ο ζῆ (id. 26) μέν ἐστι αι εἴη ἂν καὶ ἡ δικαιοσύνη κατ' αὐτὸν πολιτεία ψυχῆς, καὶ ἡ ἀρίστη πολιτεία δικαιοσύνη πόλεως. εἰ δὲ ταῦτα ἀληθῆ καὶ ὁ περὶ δικαιοσύνης διδάσκων, εἰ μὴ ἀτελῶς αὐτὴν διδάσκοι, τὴν πανταχοῦ δικαιοσύνην ὁρῶν περὶ πολιτείας διδάσκει, καὶ ὁ περὶ τῆς ὀρθῆς πολιτείας λέγων, εἰ πᾶσαν ὁρῴη καὶ μὴ τινά, πάντως ἐρεῖ καὶ περὶ δικαιοσύνης τῆς ἐν ἑνὶ πολιτείας οὔσης καὶ ταττούσης | τὸν ἐν ἡμῖν δῆμον f. 9r. διὰ τοῦ ἐν ἡμῖν ἐπικουρικοῦ κατὰ τὴν τοῦ ἐν ἡμῖν φυλακικοῦ κρίσιν. ὅτι δὲ καὶ Πλάτων ταύτην ἔχει περὶ τούτων τὴν δόξαν, λάβοιμεν ἂν ἐννόησαντες ὅπως μεταβαίνων ἀπὸ τοῦ περὶ δικαιοσύνης ζητήματος ἐπὶ τὸν περὶ τῆς πολιτείας λόγον οὕτω φησὶν ποιεῖσθαι τὴν μετάβασιν, οὐχ ὡς ἀπ’ ἄλλου πράγματος ἐπ' ἄλλο τῇ φύσει διαφέρον, ἀλλ’ ὡς ἀπὸ μικρῶν γραμμάτων ἐπὶ μείζω καὶ φανερώτερα, τὰ αὐτὰ δὲ δηλοῦντα [II p. 368 d]. οὐκοῦν ἡ μὲν ὕλη διάφορος ὡς τῶν μικρῶν καὶ μεγάλων γραμμάτων , τὸ δὲ εἶδος ταυτὸν ὡς ἐκείνων· μόνῳ ἄρα τῷ ποσῷ τῶν ὑποκειμένων διεστήκατον τό τε τῆς ἀρίστης πολιτείας εἶδος καὶ τὸ τῆς πολιτικῆς δικαιοσύνης, τὴν δὲ οὐσίαν μίαν εἰλήχατον. καὶ διὰ ταῦτα ἄρα καὶ τὸν ἕκαστον ἡμῶν φησιν βλέπειν εἰς τὴν ἐν αὑτῷ πολιτείαν, οὑτωσὶ καὶ τῷ ῥήματι λέγων [IX p. 591 e], καὶ τῷ ἀρίστῳ παραδιδόναι τὴν ἀρχὴν αὐτῆς ἀλλὰ μὴ τῷ φιλοχρημάτῳ· ταῦτα γὰρ ἐν τῷ ἐνάτῳ γέγραπται. καὶ κατὰ τοῦτον πάλιν τὸν λόγον τὴν ἐν ἑκάστῳ δικαιοσύνην πολιτείαν ὑπ' αὐτοῦ λεγομένην ηὑρήκαμεν· καὶ γὰρ αὖ καὶ ὡς ἐν ἄλλοις διείλομεν, ἡ μὲν σωφροσύνη μάλιστα χαρακτηρίζει τὴν ἠθικὴν ἀρετήν οὐδὲν γὰρ (οὐδὲν τοῖς οἰκεῖον ὡς τὸ σωφρονεῖν) , ἡ δὲ δικαιοσύνη τὴν 2 ἀληθῶσ ss. ῆ 10 ἐννοήσαντες ss. m 3 14 φανερα m 1 15 δηλοῦντα] δηλούντων 17 μόνων ¨πἄρα 21 αὑτῷ Us.: αὐτῶι 22 αὐτῆς b] ἑαυτῆς sed ἑ post add. 25 ηὑρήκαμεν] ἠρρήκαμεν m. rec. 26 χαρικτηρίζει πολιτικήν τὸ γὰρ κοσμεῖν ἄλλους μάλιστα δεῖται τῆς τὸ κατ' ἀξίαν ἑκάστοις ὁριζούσης), ἡ δὲ ἀνδρεία τὴν καθαρτικὴν τὸ γὰρ ἄτρωτον ὑπὸ τῶν παθῶν ἀληθινῶν ἡμῖν f. 9 v. πολεμίων ἕνδον ἐγκαθημένων ταύτης ἐξαί|ρετον), ἡ <δὲ> φρόνησις τὴν θεωρητικήν· τοῦτο γὰρ θεωρίας ἴδιον φρονεῖν ἃ δεῖ δεῖ τῶν ὄντων. εἰ οὖν τὴν πολιτικὴν ἡ δικαιοσύνη χαρακτηρίζει, πῶς οὐκ ἀνάγκη ψυχῆς τε πολιτείαν εἶναι τὴν δικαιοσύνην ἑκάστης, καὶ πόλεως δικαιοσύνην πάσης τὴν ὡς ἀληθῶς πολιτείαν· μὴ οὖν λέγωμεν δύο σκοπούς, ἀλλ' ἴνα τόν τε περὶ τῆς πολιτικῆς δικαιοσύνης καὶ τὸν περὶ τῆς ἀρί·στης πολιτείας· καὶ ἄρξασθαι μὲν ἀπὸ τῆς δικαιοσύνης τὴν ζήτησιν ὡς ἐν ἑνὶ πολιτείας οὔσης, μεταβῆναι δὲ εἰς τὴν περὶ πολιτείας τῆς ἀρίστης ὡς ἐν πολλοῖς δικαιοσύνης οὔσης, nad-dTteQ ἀπὸ σμικρῶν γραμμάτων ἐπὶ μείζω τῆς μεταβάσεως γιγνομένης, ὡς αὐτός φησιν, τῆς [δὲ] κατὰ τὸ ὑποκείμενον διαφορᾶς τὸ εἶδος οὐκ ἓν καὶ ταὐτὸν ὄν ἐν ὑποκειμένοις διαφόροις. ἀπὸ πολιτείας ovv ἐπὶ πολιτείαν ἡ μετάβασις, ἀπὸ τῆς ἐν ἑνὶ δεωρουμένης ἐπὶ τὴν ἐν πολλοῖς, καὶ ἀπὸ δικαιοσύνης ἐπὶ δικαιοσύνην ἀπὸ τῆς συνῃρημένης ἐπὶ τὴν φανοτέραν. καὶ οὐκ ἔστιν τὸ μὲν προηγούμενον ζήτημα, τὸ δὲ ἐμπῖπτον· τὸ γὰρ προηγεῖσθαι καὶ τὸ ἐμπίπτειν ἐπὶ δυεῖν ἀληθές, ταῦτα δὲ οὐ δύο φαμὲν ἀλλ’ ἴν. καὶ διὰ ταῦτα ἄρα καὶ ἐν τοῖς περὶ μεταβολῆς τῶν πολιτειῶν λόγοις ἑκάστην ἐφ’ ἑνός τε ἀνδρὸς ὁρᾷ καὶ ἐπὶ πόλεως συμπάσης, τὸν τιμοκρατικὸν ἄνδρα σκοπῶν καὶ τὴν τιμοκρατικὴν πόλιν, καὶ αὐ τὸν ὀλιγαρχικὸν καὶ τὴν ὀλιγαρχικήν, καὶ τὸν δημοκρατικὸν καὶ τὴν δημοκρατικήν , καὶ τὸν τυραννικὸν καὶ τὴν τυραννικήν [VIII p. 544 d ss.]. καὶ τὴν αὐτὴν ἐκφέρει φῆφον περὶ τῆς ἀριστοκρατικῆς πολιτείας καὶ τῆς τυραννιπολιτείαν 1 ss. ική 2 τὴν] τῆσ' m. rec, quid m 1 inc. 5 θεωρητικῆς 88, ιας 7 πολιτικῆς ss. είαν 22 ἐμπίπτειν b] ἐμπῖπτον κῆς, ἣν περὶ δικαιοσύνης αὐτῆς καὶ ἀδικίας τῆς ἐσχάτης, ὡς ἂν οὐδὲν διαφερόντων ἀλλήλων, ἀλλὰ τῆς ἐν ἑνὶ δικαιοσύνης ἀριστοκρα|τίας οὔσης ἐν πόλει, καὶ τῆς ἐσχάτης f. 10 r. ἀδικίας τυραννίδος ἐν πόλει. συνᾴδειν ἄρα φήσομεν ἡμεῖς καὶ τὴν ἐπιγραφὴν τῆς πραγματείας πρὸς τὴν περὶ δικαιοσύνης ζήτησιν, αὐτὸ τοῦτο λέγουσαν, ὅ ἐστιν ἡ δικαιοσύνη, πολιτεία ψυχῆς οὖσα ζώσης κατὰ λόγον τὸν ὀρθόν. εἰ δὲ μὴ τῷ τῆς δικαιοσύνης ὀνόματι τὴν πραγματείαν ἐσήμηνεν, ἀλλὰ τῷ τῆς πολιτείας, ὥσπερ ἄλλην τῷ τῶν νόμων, οὐδὲν οἶμαι χρὴ θαυμάζειν. δεῖ γὰρ τὰς ἐπιγραφὰς ἀπὸ τῶν γνωριμωτέρων ποεῖσθαι· γνωριμώτερον δὲ τὸ τῆς πολιτείας ὄνομα, καθάπερ καὶ αὐτὸς εἶπεν ΙΙ p. 368 d], ἢ τὸ τῆς δικαιοσύνης. τοῦτο μὲν οὖν καὶ δὴ πεπεράνθαι φῶμεν καὶ τὸν σκοπὸν ἡμῖν τελέως πεπιέσθαι τοῦ τῆς πολιτείας συγγράμματος.
βݲ Δεύτερον δὲ ἦν ἐπὶ τούτῳ κεφάλαιον, ὁποῖόν ἐστιν τῶν λόγων τὸ εἶδος, καθ’ ὃ διέθηκεν τὴν πραγματείαν ταύτην ὁ συγγραφεύς. τοῦτο δὲ οὐ πολλῶν οἶμαι δεήσεσθαί μοι λόγων, ἀλλ' ἀναμνῆσαι χρῆναι μόνον ὅτι καὶ αὐτὸς ἐν τῷδε τῷ συγγράμματι [ΙΙΙ p. 392 d ss.] τρία φησὶν εἴδη λέξεως ὑπάρχειν, τὸ μὲν δραματικὸν καὶ μιμητικὸν μόνως τῆς κωμῳδίας λέγων καὶ τραγῳδίας· τὸ δὲ ἀφηγηματικὸν καὶ ἀμίμητον, οἷον καὶ οἱ τοὺς διθυράμβους γράφοντες καὶ οἱ τὰς ἱστορίας τῶν γεγονότων ἄνευ προσωποποιίας μετέρχονται· τρίτον δὲ τὸ μικτὸν ἐξ ἀμφοτέρων , οἴαν καὶ τὴν Ὁμήρου ποίησιν εἶναι, τὰ μὲν ταῖς τῶν πραγμάτων ἀφηγήσεσι, τὰ δὲ ταῖς τῶν προσώπων μιμήσεσι πεποικιλμένην. τριῶν δὲ τούτων παρ’ αὐτῷ διῃρημένων, δεῖ δήπου τὴν προκειμένην πραγματείαν εἰς τὸ μικτὸν εἶδος τῶν λόγων ἀναπέμπειν, τὰ μὲν ὡς ἔργα λέγουσαν, τὰ δὲ λόγους, καὶ ἐν μὲν τοῖς ἔργοις| τὴν f. 10 v. 3 ἀριστοκρατείας 4 πόλει : πόλεσι 8 ἑσήμη νεν 19 συγγράμματι] συγ ss. m 3 20 an <τὸ> τῆς? 24 post extat τὴν ἐν 25 τὰ μὲν — τὰ δὲ im. m 3 29 ἐν μὲν] μὲν ss. m 3 ἀφήγησιν μόνην παρεχομένην, δυεῖν δεομένην ἰδέαιν, εὐκρινείας τε τῶν προσώπων καὶ πραγμάτων καὶ ἀκριβείας εἰς παράστασιν (οἷον ὅτι κατῆλθεν εἰς Πειραιᾶ καὶ προσηύξατο τῇ θεῷ καὶ τὴν ἑορτὴν ἐθεάσατο καὶ τὴν πομπὴν ἀπεδέξατο τὴν ἀστικὴν καὶ τὴν ξενικήν, καὶ ἐπανιὼν οἴκαδε πάλιν ἀνέστρεψεν καὶ εἰσῆλθεν εἰς τοῦ Πολεμάρχου καὶ εἶδεν τὸν Κέφαλον καὶ τοὺς τῷ Κεφάλῳ συνόντας, καὶ ὅσα τοιαῦτα ἱστορίαν περιέχοντα τῆς συνουσίας), ἐν δὲ τοῖς ἑκάστων λόγοις τὴν Μιν ἀκριβεστάτην ποιουμένην, τῶν μὲν πρεσβυτικῶς φθεγγομένων, τῶν δὲ μυθοειδῶς, τῶν δὲ σοφιστικῶς, καὶ τήν τε γνῶσιν καὶ τὴν ζωὴν οἰκείως ἑκάστοις ἀποδιδοῦσαν. τὸ γὰρ ἐν τούτοις διασώσασθαι τὸ πρέπον τῆς ἀκροτάτης ἐστὶ μιμήσεως· ὥσπερ καὶ ἐν τοῖς δράμασιν ἄλλως μὲν τὰ οἰκετικὰ πρόσωπα φθεγγόμενα μιμητέον, ἄλλως δὲ τὰ τῶν ἐλευθέρων, καὶ ἄλλως μὲν γυναῖκας, ἄλλως δὲ ἄνδρας τι λέγοντας· δεῖ γὰρ ἀποδιδόναι τὰ οἰκεῖα ταῖς φύσεσι ταῖς ἡλικίαις ταῖς τύχαις τοῖς ἐπιτηδεύμασι ταῖς ἀξίαις ῥήματα τὸν ἑκάστων μιμητήν. τὴν δ᾿ οὖν πραγματείαν ταύτην εἰς τὸ μικτὸν εἶδος τῶν λόγων ἀνενεκτέον. εἰ δὲ δὴ καὶ οὕτω τὰ εἴδη διαιροῖμεν ὡς τῶν Πλατωνικῶν τινες, εἰς τὸ ὐφηγητικὸν εἰς τὸ ζητητικὸν εἰς τὸ μικτόν, πάλιν καὶ τούτων τὸ μικτὸν ἐκλεξάμενοι τὴν πολιτείαν εἰς τοῦτο φέροντες ἀναπέμψομεν. καὶ γὰρ εἰσὶ μὲν καὶ ζητητικοί τινες ἐν αὐτῇ λόγοι πλείους, εἴσὶν δὲ καὶ ὑφηγητικοί, τοῦ Σωκράτους ἢ τὴν λύσιν ὑφηγουμένου τῆς ἀρίστης πολιτείας διὰ τοῦ λόγου τῶν Μουσῶν ἢ τῶν ἐν Ἅιδου τὴν σκηνὴν διὰ τῶν 11 r τοῦ Ἠρὸς ῥημάτων. καὶ ἴσως | καὶ ἔστι τὸ μικτὸν εἶδος τῶν λόγων πρέπον τοῖς περὶ πολιτείας λόγοις, ἐν ᾗ καὶ 6 εἶδεν] ι rapra ει 7 Κέφαλον] πολέμαρχον ss. m3 | τοιτα αὖτην ss. m3 8 cf. [Dionys.] ars XI 4 ss. (W.) 9 ην in ποιουμένην ss. et τῶν μὲν im. add, m3 10 μυθοειδῶς b] αρ θυμοειδῶς (ss. m 3) 28 cf. Diog. La. III 49 Albin. introd. 3 25 ὑφηγημένου corr. b 27 ηρὸς | ante καὶ prius est η ἔργων ἐστὶ καὶ λόγων παντοίων ὥσπερ καὶ ζωῶν σύλληψις. ἐπεὶ καὶ τοῦτο δεῖ μὴ παρέργως ἰδεῖν, ὅτι τρὶς τῆς πολιτείας ταύτης ῥηθείσης, ἐν Πειραιεῖ μὲν ἀγωνιστικῶς, ἐν δὲ τοῖς πρὸς Τίμαιον τῇ τρίτῃ μετ’ ἐκείνην ἄνευ προσώπων συνοπτικῶς, ἐν δὲ τῇ μέσῃ διηγηματικῶς, τά τε πρόσωπα καὶ τὰ πράγματα τῆς διηγήσεως ἐχούσης, ἀλλ’ ἐν τάξει μᾶλλον ἢ τῆς πρὸ αὐτῆς, οὔθ' ἡ πρώτη προσᾴδειν ἔδοξεν οὔθ’ ἡ τρίτη τοῖς περὶ πολιτείας οὕτω λόγοις ὡς ἡ μέση. μιμεῖται γὰρ ἣ μὲν ψυχῆς ἔτι πρὸς τὰ πάθη μαχομένης ζωήν, ἣ δὲ παντελῶς εἰς θεωρίαν ἀνηγμένης καὶ ἀπεκδυσαμένης τὴν μνήμην τῶν ἀγώνων ἐκείνων, ἡ δὲ μέση τούτων ἠρεμούσης μὲν ἤδη, μεμνημένης δὲ ὅμως ὧν ἤθλησεν καταστέλλουσα τὸν πολὺν ὄχλον τῶν ἀλόγων εἰδῶν. εἰκότως δὴ οὖν τὴν μέσην ταύτην συνουσίαν προσήκειν ὑπέλαβεν τοῖς περὶ πολιτείας λόγοις· καὶ γὰρ ἡ πολιτικὴ ζωὴ τούτων ἐστὶ θεραπευτικὴ καὶ [εἰ] τέλος ἔχει τὴν θεωρίαν τὸν ἐν ἡμῖν λόγον, ὃς μόνος ἐν τῇ συναιρέσει συνοπτικῶς μὲν οἶδεν ὅπως ἐκόσμησεν τὰ μεθ’ ἑαυτόν, ἀναπλοῖ δὲ λοιπὸν ἑαυτὸν εἰς τὴν θεωρίαν τῶν ὅλων, ἵνα ἴδῃ τὴν ἐν ἐκείνοις πολιτείαν καὶ τὸν ἕνα πολιτικὸν τοῦ κόσμου. καὶ γὰρ εἰ ἐν οὐρανῷ τὸ παράδειγμα τῆς ἀρίστης ἐστὶ ταύτης πολιτείας καὶ τῶν πολιτικῶν ἄριστος ὁ τοῦ οὐρανοῦ δημιουργὸς, ὃν θεωρήσει μόνος ὁ τὴν ἐν ἑαυτῷ πολιτείαν καταστησάμενος. ἀλλὰ τὸ μὲν εἶδος τῶν | λόγων ἱκανῶς οἶμαι f. ν. δεδηλωκέναι.
Τρίτον δὲ ἦν ἐν τοῖς προκειμένοις τὴν ὕλην ἰδεῖν τῆς πραγματείας ἐν τρισὶν ὁρωμένην, προσώποις καιροῖς τόποις. 1 ζώιων ex ζωῶν m 3 2 ἰδεῖν m 3] εἰδεῖν m 1 4 τῆι m 3] τοῖς m 1 10 ζωήν ex ζωη m 3 | ἀπεκδυσαμένης] ss. m 3 16 εἰ] ἴν Raderm. 17 μόνος non sanum; an μένων| | συνοπτικῶς ut vid. m 1, mv ex ῶς m. rec. 18 an εἶδεν? | ἀναπλοῖ] ἀνάπτοι ἀνάπτει b) 19 ὅλων] λόγων ὄντων b) 23 καιταστησάμενος 25 δεδήλωκεν corr. Raderm. λέγωμεν οὖν ἑπομένως τοῖς ἔμπροσθεν. ὁ μὲν δὴ τόπος ἐστὶν ὡς τῆς πρώτης συνουσίας ὁ Πειραιεύς, οὕτω τῆς δευτέρας καὶ τρίτης ἡ πόλις. δῆλον δέ που τοῦτο τοῖς Πλάτωνος ἀκηκοόσιν , ὅτι τοὺς ἐπιθαλαττιδίους τόπους τῆς θορυβώδους ζωῆς καὶ ποικίλης γέμειν ἀναγκαῖον, τὰς δὲ πορρωτέρω θαλάττης πόλεις ἐκείνων καθαρεύειν τῶν κακῶν. εἰ δὲ καὶ τοιούτων εἶεν θεῶν αἱ πόλεις οἷς ἀνεῖνται, διότι φρονιμωτάτων εἰσὶν δεκτικαὶ ψυχῶν, ὅπερ πάλιν αὐτός φησιν [Crit. p. 109 c] περὶ τοῦ κλήρου τῆς Ἀθηνᾶς, ὃν ἐκλέξασθαι τὴν θεὸν ὡς ἄνδρας οἴσοντα προσφερεστάτους αὐτῇ διαφ·ερόντως), δῆλον δήπουθέν ἐστι μᾶλλον, ὅτι τάξις καὶ [ἡ] ἔμφρων ζωὴ καὶ λόγος οἰκεῖος ἂν εἴη πρὸς τοιαύτην πόλιν. εἰ δὴ ταῦτα Πλάτωνι δέδοκται περὶ ἀμφοτέρων, οὐκ ἂν ἀπᾴδοντα λέγοιμεν, εἰ τὸν μὲν τυ πρώτῃ συνουτσίᾳ φαῖμεν οἰκειότατον εἶναι, καθ’ ἣν ὡς τὸ εἰκὸς οὐκ ἀθόρυβος ἦν ὁ περὶ δικαιοσύνης, εἰ δὲ βούλει, καὶ ὁ περὶ πολιτείας λόγος, οὐδ’ ἄνευ τῶν σοφιστικῶν ἀγώνων τοῦ Σωκράτους ἀθλοῦντος ὑπὲρ τῆς δικαιοσύνης πρὸς τὴν πολυκέφαλον σοφιστικὴν ζωήν, τὸν δὲ πάλιν τῇ ἀθορύβῳ καὶ μετὰ τῆς πρεπούσης φιλοσοφίᾳ γαλήνης ἀναχωρησάσῃ πρὸς ἑαυτὴν καὶ τοῖς ὁμοίοις συνούσῃ θεωρίᾳ τῶν αὐτῶν, ὧν ἐν τῷ θορυβώδει τότε μετὰ πραγμάτων ἐθεάσατο πολλῶν. f. 12 r. τάχα ἂν ὃ μὲν εἴη γενέσει προσήκων τῶν | τόπων, ὃ δὲ τῷ γενέσεως καθαρεύοντι καὶ αἰθερίῳ, φαίῃ ἂν ὁ ἐν Φαίδωνι Σωκράτης. ἥ τε γὰρ γένεσις ἁλμυρᾶς ἐστι πλήρης ζωῆς 3 ἠ πόλις] πολιτείας | cf. legg. IV 704 d 4 ὅτι ss. m 3 ων ων ἡ σ 9 τῆσ ἀθηνᾶσ ov 88, m 3 10 cf. Pr. hymn. 7, 23 | οἴοντα προσ φερεστάτουσ ss. m 2, acc. in ά a ’ 16 post φαῖμεν extat ἠ ό ωσ exp, 19 cf Pl, Soph. 240 | τὸν δὲ πάλιν ss. m 3 20 ἀναχωρησάσῃ et συνούσῃ] ἀναχωρησάσησ et συνούσησ 22 τότε πω (s ex ο)] ss. m 3 24 φαΜι ss. m 3 cf. Pl. Phaed. 109 b. 111 b 26 cf. Pl. legg. IV 705 a rep. V 472 a Paoclus, ed. Kroll. καὶ ζάλης μεστὴ καὶ τῶν τρικυμιῶν τῶν τὰς ψυχὰς παπτιζουσῶν, ὅθεν ἀθόρυβος οὐκ ἔστιν αὐταῖς ἡ ζωή, κἂν ζῶσι κατὰ λόγον, καὶ ἐκεῖνος ὁ τόπος ψυχῶν ἐστιν καθαρὰν καὶ ἀπήμονα περίοδον ἤδη λαχουσῶν, εἰ καὶ μέμνηνται τῆς ἐν τῇ γενέσει ταραχῆς ἔτι καὶ τῶν ἄθλων, ὧν ἤθλησαν ἐν τοῖσδε τοῖς τόποις. — Περὶ μὲν δὴ τῶν τόπων τοσαῦτα. τοὺς δὲ καιροὺς τούτοις συνᾴδοντας ἔξεστιν ὁρᾶν, οἷς διεῖλεν τὰς συνουσίας, τὴν μὲν ἐν Πειραιεῖ τοῖς βενδιδίοις ἀποδούς, τὴν δὲ ἐν ἄστει τοῖς Παναθηναίοις. ἢ οὐκ ἴσμεν ὡς τὰ μὲν Βενδίδια τὴν Ἄρτεμιν θεραπεύειν κατὰ τὸν Θρᾳκῶν νόμον ἐθέλει, καὶ τὸ ὄνομα τοῦτο Θρᾴκιον ἡ Βένδις; οὕτω καὶ τοῦ Θρᾳκὸς θεολόγου μετὰ τῶν πολλῶν τῆς Σελήνης ὀνομάτων καὶ τὴν Βένδιν εἰς τὴν θεὸν ἀναπέμψαντος· Πλουτώνη τε καὶ Εὐφροσύνη Βένδις τε κραταιά· τὰ δὲ Παναθήναια καὶ ταῦτα μικρὰ λέγων τοῖς Βενδιδίοις ἑπόμενα τὴν Ἀθηνᾶν εἶχεν τῆς ἑορτῆς πρόφασιν. οὐκοῦν ἄμφω μὲν παῖδες Διός, ἄμφω παρθένοι, προσκείσθω δὲ ὅτι καὶ ἄμφω φωσφόροι, εἰ καὶ ἣ μὲν ὡς εἰς φῶς ἄγουσα τοὺς ἀφανεῖς λόγους τῆς φύσεώς ἐστι φωσφόρος, ἣ δὲ ὡς τὸ νοερὸν ἀνάπτουσα φῶς ταῖς ψυχαῖς· δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ· καὶ ὡς ἀφαιροῦσα τὴν ἀχλύν, ἦς παρούσης οὐχ ὁρᾷ ψυχή, τί μὲν τὸ θεῖον, τί δὲ τὸ ἀνθρώπειον. ἀμφοῖν δὲ τοιαύτας ἰδιότητας ἐχουσῶν δῆλον, ὡς ἣ μὲν γενέσεώς ἐστιν προστάτις καὶ λο|χευτικὴ τῶν γενεσιουργῶν λόγων, ἡ δὲ ἀναγωγὸς f. 12 ν. ψυχῶν καὶ νοῦ χορηγὸς καὶ φρονήσεως ἀληθοῦς καὶ ἐν τοῖς 4 μέμνηνται] μέμνηται 5 ἔτι m3] τε ex τι m1 | τῶν ss. m3 8 οἷσ ss. m3] εἰσ δύο (εἰσδ ir.) m1 9 cf. scliol. Pl. 327a 12 Orph. fr. 184 17 cf. in Tim. 9b. 26e sqq. | λέγων suspectum 23 Iliad. Ε 4 cf. Ε 127 sq. 26 ἀμφοῖν] ν ss. m3 οὐρανίοις δυναστεύουσα μειζόνως, ἄνωθεν δὲ τελειοῦσα πᾶσαν τὴν σεληναίαν διακόσμησιν. εἰ δὴ ταῦτ’ ἀληθῆ φαμεν, πρέποι ἂν ἡ μὲν τῶν Βενδιδίων ἑορτὴ τῇ πρώτῃ συνουσίᾳ, καθάπερ καὶ ὁ τόπος, τυ μιμουμένῃ ψυχὴν κοσμοῦσαν οὐκ ἀθορύβως δὲ τὴν γένεσιν· τὰ δὲ Παναθήναια τῇ δευτέρᾳ καὶ τρίτῃ μιμουμέναις ψυχὴν ἀναχωροῦσαν εἰς ἑαυτὴν καὶ συμπτύσσουσαν τὴν ζωὴν ἀπὸ τῶν κάτω πρὸς τὸν ἑαυτῆς vovv, καὶ ἀντὶ τοῦ τὰ ἀνόμοια πρὸς ἑαυτὴν κοσμεῖν τοῖς ὁμοίοις συνοῦσαν καὶ κοινωνοῦσαν νοήσεων καὶ θεαμάτων εὐδαίμοσιν θεαταῖς πρεπόντων. εἰ δὲ βούλει, καὶ τὸ μὲν ξενικὸν τῶν ἱερῶν οἰκεῖον τίθει τῇ ζώσῃ μὲν ἱερῶς κἀν τῇ γενέσει, ξένοις δὲ ἱεροῖς πλησιαζούσῃ , τοῖς γενεσιουργοῖς ἀντὶ τῶν οὐρανίων, τὸ δὲ πάτριον οἷον δὴ τὸ τῶν Παναθηναίων τῇ εἰς τὰ οἰκεῖα ἤθη ἐπιστρεψάσῃ καὶ ζώσῃ ωοερῶς καὶ πρεπόντως τῷ συννόμῳ, φησίν ἐκεῖνος [Tim. 42 b], ἄστρῳ. πάτρια γὰρ ὄντως ἐκεῖνα ἐκεῖνα ταῖς ψυχαῖς, διότι καὶ πατρὶς ἡμῖν ἐκεῖ κατὰ τὴν δημιουργικήν ἐστι σποράν· ξενικὰ δὲ τὰ τῆς γενέσεως ἱερά, καὶ ταῦτα ἱερὰ θεῶν ἐφόρων τυγχάνοντα· καὶ δεῖ καὶ τούτοις ἐκπληροῦν τὰ καθήκοντα τὸν ἔχοντα νοῦν, βλέπειν δὲ εἰς ἐκεῖνα καὶ ἐπιστρέφειν ὅτι τάχιστα, καθάπερ ὁ Σωκράτης ἐποίησεν, τυ μὲν ἐν τούτοις ἑορτῆς μετασχών, προσευξάμενος δὲ καὶ θεωρήσας οἴκαδε εὐθὺς ὁρμήσας. τοσαῦτα καὶ περὶ τῶν καιρῶν. — Λείπεται δὲ ἔτι περὶ τῶν προσώπων διελθεῖν. οὐκοῦν δέκα μὲν οἱ συνόντες ἀλλήλοις * * * * *
<Περὶ τῶν πρὸς τὸν ὅρον τῆς δικαιοσύνης τὸν τοῦ Πολεμάρχου ῥηθέντων ὑπὸ τοῦ Σωκράτους <συλλογισμῶν.>
〈Περὶ τῶν ὑπὲρ δικαιοσύνης τεττάρων λόγων ἐν Πολιτείᾳ πρὸς τὰ Θρασυμάχου τέτταρα δόγματα περὶ x003E;
* * * * * | δυνατώτερόν ἐστιν τοῦ δεομένου τὸ μὴ δεόμενον, f. 13r. ἀλλ’ αὔταρκες ἑαυτῷ πρὸς τὸ εἶναι ὅ ἐστιν. τούτου γὰρ ὄντος ἀληθοῦς δείκνυσιν τὴν ἀδικίαν εἰς τὸ ὁπωσοῦν εἶναι δεομένην τῆς δικαιοσύνης. μὴ γὰρ οὔσης δικαιοσύνης ἀργὸν εἶναι καὶ ἄπρακτον τὴν ἀδικίαν· καὶ τοῦθ’ ὑπομιμνήσκει διὰ πολλῶν, οἷον πόλεως, εἰ αὕτη γέμουσα εἴη ἀδικίας, μὴ ἄν ποτε δυνηθῆναι αὐτὴν ἢ πρὸς ἄλλην τι πόλιν πρᾶξαι ἢ αὐτὴν πρὸς αὑτὴν διὰ τὸ διχονοεῖν, ἐξ ἀδικούντων οὖσαν καὶ ἀδικουμένων· ὁμοίως δὲ καὶ στρατοπέδου, εἰ ἐν αὐτῷ εἴη πᾶσα ἀδικία, στασιάσει πρὸς αὑτὸ καὶ στασιάζον περὶ αὑτὸ καταρρεύσεται καὶ ἀδρανὲς ἔσται κατὰ τῶν πολεμίων· ὡσαύτως δὲ καὶ οἴκου τινός, ἐν ᾧ μηδέν ἐστιν ἴχνος δικαιοσύνης , τοῦτον ἀνάγκη διχονοίας ὄντα μεστὸν μηδὲν δύνασθαι πράττειν οὐ συμβαινόντων ἀλλήλοις τῶν ἐνοικούντων. τὸ δὲ πάντων θαυμαστότατον, ὅτι καὶ ἐν ἑνὶ μόνῳ τὴν ἀδικίαν ἐνοῦσαν ἀνάγκη στάσεως αὐτὸν πρὸς ἑαυτὸν πληροῦν καὶ διὰ τοῦ στασιάζειν ἀσθενέστερον ἀποφαίνειν, ἐπ' ἄλλα μὲν καὶ ἄλλα φερόμενον, ἑαυτὸν δὲ ἀρέσκειν οὐ δυνάμενον. ἀναγκαῖον ἄρα πάντ' ἄδικον, εἰ μέλλοι τι καὶ ὁπωσοῦν δυνήσεσθαι, δικαιοσύνης ἴχνος ἔχειν. ἐκ δὴ τούτων γίνεται συλλογισμὸς τοιόςδε· πᾶσα 7 pertinent haec ad tertium Socratis argumentum p. 351 c sqq. 13 ἢ ss. m 3 14 αὑτὴν] αὐτὴν ’ ex ’) 16 αὑτὸ] αὐτὸ 17 αὑτὸ] αυτωι cf. Demosth. 2, 10 22 ἐτηνοῦσαν ἐ add. m 3) 25 ἄδίκαιον ἀδικία χωρὶς δικαιοσύνης ἀσθενής ἐστιν ’ πᾶν τὸ δικαιοσύνης χωρίς, ἀσθενὲς ὄν, δεῖται τῆς δικαιοσύνης εἰς τὸ δύνασθαι· π·ᾶσα ἄρα ἀδικία δεῖται δικαιοσύνης εἰς τὸ δύνασθαι. πάλιν ἄλλος συλλογισμός· πᾶσα ἀδικία δεῖται δικαιοσύνης εἰς τὸ f. 13 v. δύνασθαι· πᾶν τὸ | δεόμενον δικαιοσύνης εἰς τὸ δύνασθαι δικαιοσύνης ἐστὶν ἀσθενέστερον· πᾶσα ἄρα ἀδικία δικαιοσύνης ἐστὶν ἀσθενέστερον. τοῦτο δ’ ἦν τὸ προκείμενον. — Ἵσως δ’ ἄν τις ἀπορήσειεν , μήποτε τὴν τελέαν ἀδικίαν οὐ λαμβάνομεν ἐφ’ ἑνός, ὅταν λέγωμεν καὶ τοῦτον, εἴπερ ἄδικος εἴη, διχονοεῖν πρὸς ἑαυτόν. τὸν μὲν γὰρ τοιοῦτον ἔχειν τι τοῦ δικαίου, καθ' ὅσον ὁ λόγος ἔτι δύναται μάχεσθαι τῷ πάθει, τὸν δὲ τελέως ἄδικον χρῆσθαι τῷ λόγῳ δουλεύοντι καὶ συνηγοροῦντι τῷ πάθει καὶ ὁδοὺς ὑπαγορεύοντι τῶν πράξεων. πῶς οὖν ἐν τῷ τοιούτῳ διχόνοιαν εἶναι συγχωρήσομεν, πάσης τῆς ψυχῆς ἓν λεγούσης ὃ φθέγγεται τὸ πάθος, καὶ ὁρμώσης ἐφ’ ὅπερ ἐκεῖνο κινεῖ τὴν ζωήν, καὶ πραττούσης τῆς ἀδικίας ἃ δοκεῖ αὐτῇ, δικαιοσύνης οὐκ ἐνούσης; Λέγωμεν οὖν πρὸς τὴν ἀπορίαν ταύτην, ὅτι πρώτη μέν ἐστιν ἕξις ψυχῆς, ἐν ᾗ πάντῃ κρατεῖ τοῦ πάθους ὁ λόγος καὶ ἔχει τὴν ἑαυτοῦ τελειότητα τὴν διττήν, τὴν τε γνωστικὴν καὶ τὴν ζωτικήν· ἐσχάτη δὲ ἐν ᾗ πάντῃ δυναστεύει τοῦ λόγου τὸ πάθος, ὥστ’ ἀπ' ἐναντίας ἔχειν ἐκείνῃ καὶ μήτε διορατικόν τινος εἶναι…
Λο…
The complete text is available when the reading interface loads.