The Greek Library Author

Anonymous

Theologia Platonica

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
Theologia Platonica (lib. 1–6), ed. H. D. Saffrey and L. G. Westerink, Proclus. Théologie platonicienne, vols. 1–6, Paris: Les Belles Lettres, 1:1968; 2:1974; 3:1978; 4:1981; 5:1987, 6:1997: 1:1–125; 2:1–73; 3:1–102; 4:1–113; 5:1–148; 6:1–114.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

7

καταλείπειν τῶν μακαρίων θεαμάτων, ὧν αὐτοὶ καὶ θεαταὶ

γενέσθαι φαμὲν καὶ ζηλωταὶ κατὰ δύναμιν ὑφ' ἡγεμόνι

τῷ τῶν καθ' ἡμᾶς τελεωτάτῳ καὶ εἰς ἄκρον ἥκοντι φιλοσο-

φίας, τάχ' ἂν εἰκότως αὐτοὺς τοὺς θεοὺς παρακαλοῖμεν τὸ

τῆς ἀληθείας φῶς ἀνάπτειν ἡμῶν ταῖς ψυχαῖς, καὶ τοὺς

τῶν κρειττόνων <ὀπαδοὺς> καὶ <θεραπευτὰς> κατιθύνειν

τὸν ἡμέτερον νοῦν, καὶ ποδηγετεῖν εἰς τὸ παντελὲς καὶ

θεῖον καὶ ὑψηλὸν τέλος τῆς Πλατωνικῆς θεωρίας. Πανταχοῦ

μὲν γάρ, οἶμαι, προσήκει τὸν <καὶ κατὰ βραχὺ μετέ-

χοντα σωφροσύνης> ἀπὸ θεῶν ποιεῖσθαι τὰς ἀρχάς,

οὐχ ἥκιστα δὲ ἐν ταῖς περὶ τῶν θεῶν ἐξηγήσεσιν· οὔτε γὰρ

νοῆσαι τὸ θεῖον ἄλλως δυνατὸν ἢ τῷ παρ' αὐτῶν φωτὶ

8

τελεσθέντας, οὔτε εἰς ἄλλους ἐξενεγκεῖν ἢ παρ' αὐτῶν

κυβερνωμένους καὶ τῶν πολυειδῶν δοξασμάτων καὶ τῆς

ἐν λόγοις φερομένης ποικιλίας ἐξῃρημένην φυλάττοντας

τὴν τῶν θείων ὀνομάτων ἀνέλιξιν.

Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες καὶ τῷ Πλατωνικῷ Τιμαίῳ

παραινοῦντι πειθόμενοι προστησώμεθα τοὺς θεοὺς ἡγε-

μόνας τῆς περὶ αὐτῶν διδασκαλίας· οἱ δὲ ἀκούσαντες

<ἵλεῴ τε καὶ εὐμενεῖς> ἐλθόντες, ἄγοιεν τὸν τῆς ψυχῆς

ἡμῶν νοῦν καὶ περιάγοιεν 〈εἰς〉 τὴν τοῦ Πλάτωνος ἑστίαν

καὶ τὸ <ἄναντες> τῆς θεωρίας ταύτης. Οὗ δὴ γενόμενοι

σύμπασαν τὴν περὶ αὐτῶν ἀλήθειαν ὑποδεξόμεθα, καὶ

τέλος τὸ ἄριστον ἕξομεν τῆς ἐν ἡμῖν ὠδῖνος ἣν ἔχομεν

περὶ τὰ θεῖα, γνῶναί τι περὶ τούτων ποθοῦντες καὶ

παρ' ἄλλων πυνθανόμενοι καὶ ἑαυτοὺς εἰς δύναμιν

βασανίζοντες.

{βʹ}

Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀναγκαῖον δέ ἐστί μοι

καὶ τὸν τρόπον ἐκθέσθαι τῆς προκειμένης διδασκαλίας,

ὁποῖόν τινα αὐτὸν ἔσεσθαι προσδοκᾶν χρή, καὶ 〈τῶν〉

τούτου ἀκροασομένων τὴν παρασκευὴν ἀφορίσασθαι,

καθ' ἣν οὐ πρὸς τοὺς ἡμετέρους λόγους ἀλλὰ πρὸς τὴν

<ὑψηλόνουν> καὶ ἔνθεον τοῦ Πλάτωνος φιλοσοφίαν ἐπιτη-

δείως ἔχοντες ἀπαντήσονται. Προσήκει γὰρ δήπου καὶ τὰ

9

εἴδη τῶν λόγων καὶ τὰς ἐπιτηδειότητας τῶν ἀκροατῶν

προσφόρους ὑποκεῖσθαι, καθάπερ ἐν ταῖς τελεταῖς οἰκείας

τὰς ὑποδοχὰς τοῖς θεοῖς προευτρεπίζουσιν οἱ περὶ ταῦτα

δεινοί, καὶ οὔτε ἀψύχοις ἀεὶ τοῖς αὐτοῖς ἅπασιν οὔτε τοῖς

ἄλλοις ζῴοις οὔτε ἀνθρώποις χρῶνται πρὸς τὴν παρουσίαν

τῶν θεῶν, ἀλλ' ἐφ' ἑκάστων τὸ μετέχειν συμφυῶς δυνάμενον

εἰς τὴν προκειμένην ἄγουσι τελετήν.

Ὁ μὲν οὖν λόγος ἔσται μοι τριχῇ τὴν πρώτην διῃρη-

μένος· ἐν ἀρχῇ μὲν τὰ κοινὰ πάντα νοήματα περὶ θεῶν,

ὅσα παραδίδωσιν ὁ Πλάτων, συγκεφαλαιούμενος καὶ τάς

τε δυνάμεις ἁπανταχοῦ καὶ τὰς ἀξίας τῶν ἀξιωμάτων ἐπι-

σκοπῶν· ἐν δὲ μέσοις τὰς ὅλας τάξεις τῶν θεῶν διαριθμού-

μενος [δέ], καὶ τὰς ἰδιότητας αὐτῶν καὶ τὰς προόδους

κατὰ τὸν Πλατωνικὸν τρόπον ἀφοριζόμενος, καὶ πάντα

ἐπανάγων εἰς τὰς τῶν θεολόγων ὑποθέσεις· ἐν δὲ τῇ τελευτῇ

περὶ τῶν σποράδην ἐν τοῖς Πλατωνικοῖς συγγράμμασιν

ὑμνημένων θεῶν εἴτε ὑπερκοσμίων εἴτε ἐγκοσμίων διαλε-

γόμενος, καὶ ἀναφέρων εἰς τὰ ὅλα γένη τῶν θείων διακόσμων

τὴν περὶ αὐτῶν θεωρίαν.

Ἐν ἅπασι δὲ τὸ σαφὲς καὶ διηρθρωμένον καὶ ἁπλοῦν

προθήσομεν τῶν ἐναντίων, τὰ μὲν διὰ συμβόλων παραδε-

δομένα μεταβιβάζοντες εἰς τὴν ἐναργῆ περὶ αὐτῶν διδασ-

καλίαν, τὰ δὲ δι' εἰκόνων ἀναπέμποντες ἐπὶ τὰ σφέτερα

παραδείγματα, καὶ τὰ μὲν ἀποφαντικώτερον ἀναγεγραμ-

μένα τοῖς τῆς <αἰτίας> βασανίζοντες <λογισμοῖς>, τὰ δὲ

δι' ἀποδείξεων συντεθέντα διερευνώμενοι καὶ τὸν τρόπον

τῆς ἐν αὐτοῖς ἀληθείας <ἐπεκδιηγούμενοι> καὶ γνώριμον

10

τοῖς ἀκούουσι ποιοῦντες, καὶ τῶν μὲν ἐν αἰνίγμασι κειμένων

ἀλλαχόθεν τὴν σαφήνειαν ἀνευρίσκοντες οὐκ ἐξ ἀλλοτρίων

ὑποθέσεων ἀλλ' ἐκ τῶν γνησιωτάτων τοῦ Πλάτωνος

συγγραμμάτων, τῶν δὲ αὐτόθεν τοῖς ἀκούουσι προσπιπ-

τόντων τὴν πρὸς τὰ πράγματα συμφωνίαν θεωροῦντες·

ἀφ' ὧν δὴ πάντων ἡμῖν τὸ ἓν καὶ τέλειον τῆς Πλατωνικῆς

θεολογίας εἶδος ἀναφανήσεται, καὶ ἡ δι' ὅλων αὐτοῦ τῶν

θείων νοήσεων ἀλήθεια διήκουσα, καὶ εἷς νοῦς 〈ὁ〉 τὸ

σύμπαν τούτου κάλλος ἀπογεννήσας καὶ τὴν μυστικὴν

ταύτης τῆς θεωρίας ἀνέλιξιν.

Ὁ μὲν οὖν λόγος τοιοῦτος ἔσται μοι, καθάπερ ἔφην· ὁ δὲ

αὖ τῶν προκειμένων δογμάτων ἀκροατὴς ταῖς μὲν ἠθικαῖς

ἀρεταῖς κεκοσμημένος ὑποκείσθω καὶ πάντα τὰ ἀγενῆ καὶ

ἀνάρμοστα τῆς ψυχῆς κινήματα τῷ τῆς ἀρετῆς λόγῳ

καταδησάμενος καὶ πρὸς ἓν τὸ τῆς φρονήσεως εἶδος ἁρμό-

σας. <Μὴ καθαρῷ γάρ>, φησὶν ὁ Σωκράτης, <καθαροῦ

ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν> ᾖ· πᾶς γε μὴν ὁ κακὸς

πάντως ἀκάθαρτος, καθαρὸς δὲ ὁ ἐναντίος. Ταῖς δὲ

λογικαῖς μεθόδοις ἁπάσαις γεγυμνάσθω καὶ πολλὰ μὲν

περὶ ἀναλύσεων πολλὰ δὲ περὶ τῶν ἐναντίων πρὸς ταύτας

διαιρέσεων ἀνέλεγκτα νοήματα τεθεαμένος παρέστω,

καθάπερ οἶμαι καὶ ὁ Παρμενίδης τῷ Σωκράτει παρεκελεύ-

σατο· πρὸ γὰρ τῆς τοιαύτης ἐν τοῖς λόγοις <πλάνης>,

χαλεπὴ καὶ ἄπορός ἐστιν ἡ τῶν θείων γενῶν καὶ τῆς ἐν αὐ-

τοῖς ἱδρυμένης ἀληθείας κατανόησις. Τὸ δὲ δὴ τρίτον ἐπὶ

τούτοις μηδὲ τῆς φυσικῆς ἀνήκοος ἔστω καὶ τῶν ἐν ταύτῃ

11

πολυειδῶν δοξασμάτων 〈ἵνα κἀν〉 ταῖς εἰκόσι κατὰ τρόπον

τὰς αἰτίας τῶν ὄντων διερευνησάμενος ἐπ' αὐτὴν ἤδη τὴν

τῶν χωριστῶν καὶ πρωτουργῶν ὑποστάσεων φύσιν ῥᾷον

πορεύηται. Μήτ' οὖν ταύτης, ὅπερ εἴπομεν, τῆς ἐν τοῖς

φαινομένοις ἀληθείας, μήτε <αὖ τῶν κατὰ παίδευσιν

ὁδῶν> καὶ τῶν ἐν αὐταῖς μαθήσεων ἀπολελείφθω· διὰ

γὰρ τούτων ἀυλότερον τὴν θείαν οὐσίαν γινώσκομεν.

Πάντα δὲ ταῦτα συνδησάμενος εἰς τὸν ἡγεμόνα νοῦν

καὶ τῆς Πλάτωνος διαλεκτικῆς μεταλαβὼν καὶ μελετήσας

τὰς ἀΰλους καὶ χωριστὰς τῶν σωματικῶν δυνάμεων

ἐνεργείας καὶ <νοήσει μετὰ λόγου> τὰ ὄντα θεωρεῖν

ἐφιέμενος, ἁπτέσθω λιπαρῶς τῆς τῶν θείων τε καὶ μακαρίων

δογμάτων ἐξηγήσεως, <ἔρωτι> μὲν 〈τὰ〉 <βάθη> κατὰ τὸ

Λόγιον ἀναπλώσας <τῆς ψυχῆς>, ἐπεὶ καὶ <συνεργὸν

ἔρωτος ἀμείνω λαβεῖν> εἰς τὴν τῆς θεωρίας ταύτης

ἀντίληψιν οὐκ ἔστιν, ὥς πού φησιν ὁ Πλάτωνος λόγος,

<ἀληθείᾳ> δὲ τῇ διὰ πάντων ἡκούσῃ γεγυμνασμένος καὶ

πρὸς αὐτὴν τὴν ὄντως ἀλήθειαν ἐγείρας τὸ νοητὸν ὄμμα,

τῷ δὲ μονίμῳ καὶ ἀκινήτῳ καὶ ἀσφαλεῖ τῆς τῶν θείων

γνώσεως εἴδει προσιδρύσας ἑαυτὸν καὶ μηδὲν ἄλλο

θαυμάζειν ἔτι μηδὲ ἀποβλέπειν εἰς ἄλλα <πειθόμενος>,

ἀλλ' ἀτρεμεῖ τῇ διανοίᾳ καὶ ζωῆς <ἀτρύτου δυνάμει>

πρὸς τὸ θεῖον φῶς ἐπειγόμενος καί, ὡς συνελόντι φάναι,

τοιοῦτον ἐνεργείας τε καὶ ἠρεμίας εἶδος ὁμοῦ προβεβλη-

μένος, ὁποῖον ἔχειν προσήκει τὸν ἐσόμενον οὕτως <κορυ-

φαῖον>, ὥς πού φησιν ὁ ἐν Θεαιτήτῳ Σωκράτης.

12

{γʹ}

Ἡ μὲν οὖν ὑπόθεσις οὕτω μεγάλη καὶ ὁ τρόπος τῶν

περὶ αὐτῆς λόγων τοιοῦτος καὶ ἡ τῶν μαθησομένων

παρασκευὴ τοιάδε τίς ἐστιν, ὥς γέ μοι καταφαίνεται·

πρὶν δὲ ἄρξωμαι τῆς τῶν προκειμένων ἡμῖν πραγμάτων

ὑφηγήσεως, βούλομαι περί τε αὐτῆς θεολογίας εἰπεῖν καὶ

τῶν κατ' αὐτὴν τρόπων, καὶ τίνας μὲν ὁ Πλάτων δογματίζει,

τίνας δὲ ἀποσκευάζεται τῶν θεολογικῶν τύπων, ἵνα

ταῦτα προειδότες ῥᾷον ἐν τοῖς ἐχομένοις τὰς τῶν ἀποδεί-

ξεων ἀφορμὰς καταμανθάνωμεν.

Ἅπαντες μὲν οὖν ὅσοι πώποτε θεολογίας εἰσὶν ἡμμένοι,

τὰ πρῶτα κατὰ φύσιν θεοὺς ἐπονομάζοντες, περὶ ταῦτα τὴν

θεολογικὴν ἐπιστήμην πραγματεύεσθαί φασιν. Καὶ οἱ μὲν

τὴν σωματικὴν ὑπόστασιν τοῦ εἶναι μόνον ἀξιοῦντες, τὰ

δὲ τῶν ἀσωμάτων γένη συμπάντα πρὸς οὐσίαν δεύτερα

τιθέμενοι, τάς τε ἀρχὰς τῶν ὄντων σωματοειδεῖς καὶ τὴν

ταύτας γνωρίζουσαν ἐν ἡμῖν ἕξιν σωματικὴν ἀποφαίνουσιν.

Οἱ δὲ τὰ μὲν σώματα πάντα τῶν ἀσωμάτων ἐξάψαντες, τὴν

〈δὲ〉 πρωτίστην ὕπαρξιν ἐν ψυχῇ καὶ ταῖς ψυχικαῖς

δυνάμεσιν ὁριζόμενοι, θεοὺς μέν, οἶμαι, καλοῦσι τῶν

ψυχῶν τὰς ἀρίστας, τὴν δὲ μέχρι τούτων ἀνιοῦσαν καὶ

ταύτας γινώσκουσαν ἐπιστήμην θεολογίαν ἐπονομάζουσιν.

Ὅσοι δὲ αὖ καὶ τὰ τῶν ψυχῶν πλήθη παράγουσιν ἐξ ἄλλης

13

πρεσβυτέρας ἀρχῆς καὶ <νοῦν ἡγεμόνα> τῶν ὅλων ὑποτί-

θενται, τέλος μὲν τὸ ἄριστον εἶναί φασι τὴν πρὸς τὸν νοῦν

τῆς ψυχῆς ἕνωσιν καὶ τὸ νοερὸν τῆς ζωῆς εἶδος τιμιότητι

τῶν πάντων διαφέρειν νομίζουσιν, εἰς δὲ ταὐτὸν ἄγουσι

θεολογίαν δήπου καὶ τὴν περὶ τῆς νοερᾶς οὐσίας ἐξήγησιν.

Ἅπαντες μὲν οὖν, ὅπερ ἔφην, τὰς πρωτίστας ἀρχὰς τῶν

ὄντων καὶ αὐταρκεστάτας θεοὺς ἀποκαλοῦσι καὶ θεολογίαν

τὴν τούτων ἐπιστήμην. Μόνη δὲ ἡ τοῦ Πλάτωνος ἔνθεος

ὑφήγησις τὰ μὲν σωματικὰ πάντα πρὸς ἀρχῆς λόγον

ἀτιμάσασα (διότι δὴ τὸ μεριστὸν πᾶν καὶ διαστατὸν οὔτε

παράγειν οὔτε σῴζειν ἑαυτὸ πέφυκεν ἀλλὰ καὶ τὸ εἶναι καὶ

τὸ ἐνεργεῖν ἢ πάσχειν διὰ ψυχῆς ἔχει καὶ τῶν ἐν αὐτῇ κινή-

σεων), τὴν δὲ ψυχικὴν οὐσίαν πρεσβυτέραν μὲν εἶναι σωμά-

των ἀποδείξασα τῆς δὲ νοερᾶς ὑποστάσεως ἐξηρτημένην

(ἐπειδὴ πᾶν τὸ κατὰ χρόνον κινούμενον, κἂν αὐτοκίνητον

ᾖ, τῶν μὲν ἑτεροκινήτων ἐστὶν ἡγεμονικώτερον τῆς δὲ

διαιωνίας κινήσεως δεύτερον), σωμάτων μέν, ὥσπερ εἴρηται,

καὶ ψυχῶν πατέρα τὸν νοῦν ἀποφαίνει καὶ αἴτιον, καὶ περὶ

ἐκεῖνον πάντα καὶ εἶναι καὶ ἐνεργεῖν ὅσα τὴν ζωὴν ἐν διεξό-

δοις καὶ ἀνελίξεσι κέκτηται, πρόεισι δὲ ἐπ' ἄλλην ἀρχὴν

τοῦ νοῦ παντελῶς ἐξῃρημένην καὶ ἀσωματωτέραν καὶ

ἄρρητον ἀφ' ἧς πάντα, κἂν τὰ ἔσχατα τῶν ὄντων λέγῃς,

τὴν ὑποστάσιν ἔχειν ἀναγκαῖον· ψυχῆς μὲν γὰρ οὐ πάντα

μετέχειν πέφυκεν ἀλλ' ὅσα ζωὴν ἔσχηκε τρανεστέραν ἢ

ἀμυδροτέραν ἐν αὑτοῖς, οὐδὲ νοῦ πάντα καὶ τοῦ ὄντος

14

ἀπολαύειν δυνατὸν ἀλλ' ὅσα κατ' εἶδος ὑφέστηκε, δεῖ δὲ

αὖ τὴν ἀρχὴν τῶν πάντων ὑπὸ πάντων μετέχεσθαι τῶν

ὄντων, εἴπερ <μηδενὸς ἀποστατήσει>, πάντων αἰτία

τῶν ὁπωσοῦν ὑφεστάναι λεγομένων οὖσα.

Ταύτην δὲ πρωτίστην τῶν ὅλων καὶ νοῦ πρεσβυτέραν

ἀρχὴν ἐν ἀβάτοις ἀποκεκρυμμένην ἐνθέως ἀνευροῦσα καὶ

τρεῖς ταύτας αἰτίας καὶ μονάδας ἐπέκεινα σωμάτων ἀναφή-

νασα, ψυχὴν λέγω καὶ νοῦν τὸν πρώτιστον καὶ τὴν ὑπὲρ

νοῦν ἕνωσιν, παράγει μὲν ἐκ τούτων ὡς μονάδων τοὺς

οἰκείους ἀριθμούς, τὸν μὲν ἑνοειδῆ τὸν δὲ νοερὸν τὸν δὲ

ψυχικόν (πᾶσα γὰρ μονὰς ἡγεῖται πλήθους ἑαυτῇ συστοί-

χου), συνάπτει δὲ ὥσπερ τὰ σώματα ταῖς ψυχαῖς οὕτω

δήπου καὶ 〈τὰς〉 ψυχὰς μὲν τοῖς νοεροῖς εἴδεσι, ταῦτα δὲ

ταῖς ἑνάσι τῶν ὄντων, πάντα δὲ εἰς μίαν ἐπιστρέφει τὴν

ἀμέθεκτον ἑνάδα. Καὶ μέχρι ταύτης ἀναδραμοῦσα, πέρας

οἴεται τὸ ἀκρότατον ἔχειν τῆς τῶν ὅλων θεωρίας, καὶ

ταύτην εἶναι τὴν περὶ θεῶν ἀλήθειαν, ἣ περὶ τὰς ἑνάδας

τῶν ὄντων πραγματεύεται, καὶ τάς τε προόδους αὐτῶν καὶ

τὰς ἰδιότητας παραδίδωσι καὶ τὴν τῶν ὄντων πρὸς αὐτὰς

συναφὴν καὶ τὰς τῶν εἰδῶν τάξεις, αἳ τούτων ἐξήρτηνται

τῶν ἑνιαίων ὑποστάσεων· τὴν δὲ περὶ νοῦν καὶ τὰ εἴδη καὶ

τὰ γένη τοῦ νοῦ στρεφομένην θεωρίαν δευτέραν εἶναι τῆς

περὶ αὐτῶν τῶν θεῶν πραγματευομένης ἐπιστήμης· καὶ

ταύτην μὲν ἔτι νοητῶν ἀντιλαμβάνεσθαι καὶ τῇ ψυχῇ

δι' ἐπιβολῆς γινώσκεσθαι δυναμένων εἰδῶν, τὴν δὲ ταύτης

ὑπερέχουσαν ἀρρήτων καὶ ἀφθέγκτων ὑπάρξεων μεταθεῖν

τήν τε ἐν ἀλλήλαις [αὐτῶν] διάκρισιν καὶ τὴν ἀπὸ μιᾶς

15

αἰτίας ἔκφανσιν. Ὅθεν οἶμαι καὶ τῆς ψυχῆς τὸ μὲν νοερὸν

ἰδίωμα καταληπτικὸν ὑπάρχειν τῶν νοερῶν εἰδῶν καὶ τῆς

ἐν αὐτοῖς διαφορᾶς, τὴν δὲ ἀκρότητα τοῦ <νοῦ> καί, ὥς

φασι, τὸ <ἄνθος> καὶ τὴν ὕπαρξιν συνάπτεσθαι πρὸς τὰς

ἑνάδας τῶν ὄντων καὶ διὰ τούτων πρὸς αὐτὴν τὴν πασῶν

τῶν θείων ἑνάδων ἀπόκρυφον ἕνωσιν. Πολλῶν γὰρ ἐν ἡμῖν

δυνάμεων οὐσῶν γνωριστικῶν, κατὰ ταύτην μόνην τῷ θείῳ

συγγίνεσθαι καὶ μετέχειν ἐκείνου πεφύκαμεν· οὔτε γὰρ

αἰσθήσει <τὸ θεῶν γένος> ληπτόν, εἴπερ ἐστὶ σωμάτων

ἁπάντων ἐξῃρημένον, οὔτε δόξῃ καὶ διανοίᾳ, μερισταὶ

γὰρ αὗται καὶ πολυειδῶν ἐφάπτονται πραγμάτων,

οὔτε <νοήσει μετὰ λόγου>, τῶν γὰρ ὄντως ὄντων εἰσὶν

αἱ τοιαῦται γνώσεις, ἡ δὲ τῶν θεῶν ὕπαρξις <ἐποχεῖται>

τοῖς οὖσι καὶ κατ' αὐτὴν ἀφώρισται τὴν ἕνωσιν τῶν ὅλων.

Λείπεται οὖν, εἴπερ ἐστὶ καὶ ὁπωσοῦν τὸ θεῖον γνωστόν,

τῇ τῆς ψυχῆς ὑπάρξει καταληπτὸν ὑπάρχειν καὶ διὰ ταύτης

γνωρίζεσθαι καθ' ὅσον δυνατόν. <Τῷ γὰρ ὁμοίῳ> παντα-

χοῦ <φαμὲν τὰ ὅμοια γινώσκεσθαι>· τῇ μὲν αἰσθήσει

δηλαδὴ τὸ αἰσθητόν, τῇ δὲ δόξῃ τὸ δοξαστόν, τῇ δὲ διανοίᾳ

τὸ διανοητόν, τῷ δὲ νῷ τὸ νοητόν, ὥστε καὶ τῷ ἑνὶ τὸ ἑνικώ-

τατον καὶ τῷ ἀρρήτῳ τὸ ἄρρητον. Ὀρθῶς γὰρ καὶ ὁ ἐν

Ἀλκιβιάδῃ Σωκράτης ἔλεγεν εἰς ἑαυτὴν εἰσιοῦσαν τὴν

ψυχὴν τά τε ἄλλα πάντα κατόψεσθαι καὶ τὸν θεόν·

συννεύουσα γὰρ εἰς τὴν ἑαυτῆς ἕνωσιν καὶ τὸ κέντρον τῆς

συμπάσης ζωῆς καὶ τὸ πλῆθος ἀποσκευαζομένη καὶ τὴν

ποικιλίαν τῶν ἐν αὑτῇ παντοδαπῶν δυνάμεων, ἐπ' αὐτὴν

16

ἄνεισι τὴν ἄκραν τῶν ὄντων <περιωπήν>. Καὶ ὥσπερ ἐν

ταῖς τῶν τελετῶν ἁγιωτάταις φασὶ τοὺς μύστας τὴν μὲν

πρώτην πολυειδέσι καὶ πολυμόρφοις τῶν θεῶν προβεβλη-

μένοις γένεσιν ἀπαντᾶν, εἰσιόντας δὲ ἀκλινεῖς καὶ ταῖς

τελεταῖς πεφραγμένους αὐτὴν τὴν θείαν ἔλλαμψιν ἀκραι-

φνῶς ἐγκολπίζεσθαι καὶ <γυμνῆτας>, ὡς ἂν ἐκεῖνοι φαῖεν,

τοῦ θείου μεταλαμβάνειν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐν

τῇ θεωρίᾳ τῶν ὅλων εἰς μὲν τὰ μεθ' ἑαυτὴν βλέπουσαν τὴν

ψυχὴν τὰς σκιὰς καὶ τὰ εἴδωλα τῶν ὄντων βλέπειν, εἰς

ἑαυτὴν δὲ ἐπιστρεφομένην τὴν ἑαυτῆς οὐσίαν καὶ τοὺς

ἑαυτῆς λόγους ἀνελίττειν· καὶ τὸ μὲν πρῶτον ὥσπερ ἑαυτὴν

μόνον καθορᾶν, βαθύνουσαν δὲ τῇ ἑαυτῆς γνώσει καὶ τὸν

νοῦν εὑρίσκειν ἐν αὑτῇ καὶ τὰς τῶν ὄντων τάξεις, χωροῦσαν

δὲ εἰς τὸ ἐντὸς αὑτῆς καὶ τὸ οἷον ἄδυτον τῆς ψυχῆς, ἐκείνῳ

καὶ τὸ <θεῶν γένος> καὶ τὰς ἑνάδας τῶν ὄντων <μύσασαν>

θεάσασθαι. Πάντα γάρ ἐστι καὶ ἐν ἡμῖν ψυχικῶς καὶ διὰ

τοῦτο τὰ πάντα γινώσκειν πεφύκαμεν, ἀνεγείροντες τὰς

ἐν ἡμῖν δυνάμεις καὶ τὰς εἰκόνας τῶν ὅλων.

Καὶ τοῦτό ἐστι τὸ ἄριστον τῆς ἐνεργείας, ἐν ἠρεμίᾳ τῶν

δυνάμεων πρὸς αὐτὸ τὸ θεῖον ἀνατείνεσθαι καὶ περιχο-

ρεύειν ἐκεῖνο, καὶ πᾶν τὸ πλῆθος τῆς ψυχῆς <συναγείρειν>

ἀεὶ πρὸς τὴν ἕνωσιν ταύτην, καὶ πάντα ἀφέντας ὅσα μετὰ

τὸ ἓν αὐτῷ προσιδρύεσθαι καὶ συνάπτεσθαι τῷ ἀρρήτῳ

καὶ πάντων ἐπέκεινα τῶν ὄντων. Μέχρι γὰρ τούτου τὴν

ψυχὴν ἀνιέναι θεμιτὸν ἕως ἂν ἐπ' αὐτὴν ἀνιοῦσα τελευτήσῃ

τὴν τῶν ὄντων ἀρχήν· ἐκεῖ δὲ γενομένην καὶ τὸν

17

ἐκεῖ τόπον θεασαμένην καὶ κατιοῦσαν ἐκεῖθεν καὶ διὰ τῶν

ὄντων πορευομένην καὶ ἀνελίττουσαν τὰ πλήθη τῶν εἰδῶν,

τάς τε μονάδας αὐτῶν καὶ τοὺς ἀριθμοὺς διεξιοῦσαν καὶ

ὅπως ἕκαστα τῶν οἰκείων ἑνάδων ἐξήρτηται νοερῶς διαγι-

νώσκουσαν, τελεωτάτην οἴεσθαι τῶν θείων ἐπιστήμην ἔχειν,

τάς τε τῶν θεῶν προόδους εἰς τὰ ὄντα καὶ τὰς τῶν ὄντων

περὶ τοὺς θεοὺς διακρίσεις ἑνοειδῶς θεασαμένην.

{δʹ}

Ὁ μὲν δὴ θεολογικὸς ἡμῖν ἔστω κατὰ τὴν τοῦ Πλάτωνος

ψῆφον τοιοῦτος καὶ ἡ θεολογία τοιάδε τις ἕξις, αὐτὴν τὴν

τῶν θεῶν ὕπαρξιν ἐκ φαίνουσα, καὶ τὸ ἄγνωστον αὐτῶν καὶ

ἑνιαῖον φῶς ἀπὸ τῆς τῶν μετεχόντων ἰδιότητος διακρίνουσα

καὶ <θεωμένη> καὶ ἀπαγγέλλουσα τοῖς ἀξίοις τῆς μακα-

ρίας ταύτης καὶ πάντων ὁμοῦ τῶν ἀγαθῶν παρεκτικῆς

ἐνεργείας· μετὰ δὲ ταύτην τὴν παντελῆ τῆς πρωτίστης

θεωρίας περίληψιν καὶ τοὺς τρόπους διαστησώμεθα

καθ' οὓς ὁ Πλάτων τὰ μυστικὰ περὶ τῶν θείων ἡμᾶς ἀναδι-

δάσκει νοήματα. Φαίνεται γὰρ οὐ τὸν αὐτὸν πανταχοῦ

τρόπον μετιὼν τὴν περὶ τῶν θείων διδασκαλίαν, ἀλλ' ὁτὲ

μὲν ἐνθεαστικῶς ὁτὲ δὲ διαλεκτικῶς ἀνελίττων τὴν περὶ

αὐτῶν ἀλήθειαν, καὶ ποτὲ μὲν συμβολικῶς ἐξαγγέλλων

τὰς ἀρρήτους αὐτῶν ἰδιότητας, ποτὲ δὲ ἀπὸ τῶν εἰκόνων

ἐπ' αὐτοὺς ἀνατρέχων καὶ τὰς πρωτουργοὺς ἐν αὐτοῖς

αἰτίας τῶν ὅλων ἀνευρίσκων.

Ἐν Φαίδρῳ μὲν γὰρ <νυμφόληπτος> γενόμενος καὶ τῆς

18

ἀνθρωπίνης νοήσεως τὴν κρείττονα μανίαν ἀλλαξάμενος,

ἐνθέῳ στόματι πολλὰ μὲν περὶ τῶν νοερῶν διέξεισι θεῶν

ἀπόρρητα δόγματα, πολλὰ δὲ περὶ τῶν ἀπολύτων ἡγεμόνων

τοῦ παντός, οἳ τὸ τῶν ἐγκοσμίων θεῶν πλῆθος ἐπὶ τὰς

νοητὰς καὶ χωριστὰς τῶν ὅλων μονάδας ἀνατείνουσιν, ἔτι

δὲ πλείω περὶ αὐτῶν τῶν τὸν κόσμον διαλαχόντων θεῶν,

τάς τε νοήσεις αὐτῶν καὶ τὰς περικοσμίους ποιήσεις

ἀνυμνῶν καὶ τήν τε πρόνοιαν τὴν ἄχραντον καὶ τὴν περὶ

τὰς ψυχὰς διακυβέρνησιν καὶ ὅσα ἄλλα παραδίδωσιν ὁ

Σωκράτης ἐν ἐκείνοις ἐνθεαστικῶς, ὡς αὐτὸς διαρρήδην

λέγει, καὶ τοῦτο τοὺς ἐγχωρίους θεοὺς τῆς τοιαύτης μανίας

αἰτιώμενος.

Ἐν δέ γε τῷ Σοφιστῇ περί τε τοῦ ὄντος καὶ τῆς τοῦ

ἑνὸς ἀπὸ τῶν ὄντων χωριστῆς ὑποστάσεως διαλεκτικῶς

ἀγωνιζόμενος καὶ ἀπορῶν πρὸς τοὺς παλαιοτέρους, ἐπι-

δείκνυσιν ὅπως τὰ μὲν ὄντα πάντα τῆς ἑαυτῶν αἰτίας

ἐξήρτηται καὶ τοῦ πρώτως ὄντος, αὐτὸ δὲ τὸ ὂν μετέχει

τῆς ἐξῃρημένης τῶν ὅλων ἑνάδος, καὶ ὡς πεπονθός ἐστι τὸ

ἓν ἀλλ' οὐκ αὐτοέν, ὑφειμένον τοῦ ἑνὸς καὶ ἡνωμένον

ὑπάρχον ἀλλ' οὐ πρώτως ἕν. Ὁμοίως δὲ αὖ κἀν τῷ Παρμε-

νίδῃ τάς τε τοῦ ὄντος ἀπὸ τοῦ ἑνὸς προόδους καὶ τὴν

τοῦ ἑνὸς ὑπεροχὴν διὰ τῶν πρώτων ὑποθέσεων ἐκφαίνει

διαλεκτικῶς καί, ὡς αὐτὸς ἐν ἐκείνοις λέγει, κατὰ τὴν

τελεωτάτην τῆς μεθόδου ταύτης διαίρεσιν.

Καὶ μὴν καὶ ἐν Γοργίᾳ μὲν περὶ τῶν τριῶν δημιουργῶν

καὶ περὶ τῆς δημιουργικῆς ἐν αὐτοῖς διακληρώσεως μῦθον

ἀπαγγέλλων, οὐ <μῦθον> ὄντα μόνον ἀλλὰ καὶ <λόγον>,

19

ἐν Συμποσίῳ δὲ περὶ τῆς τοῦ ἔρωτος ἑνώσεως, ἐν δὲ Πρωτα-

γόρᾳ περὶ τῆς τῶν θνητῶν ζῴων ἀπὸ θεῶν διακοσμήσεως,

τὸν συμβολικὸν τρόπον κατακρύπτει τὴν περὶ τῶν θείων

ἀλήθειαν, καὶ μέχρι ψιλῆς ἐνδείξεως ἐκφαίνει τὴν ἑαυτοῦ

βούλησιν τοῖς γνησιωτάτοις τῶν ἀκουόντων.

Εἰ δὲ βούλει καὶ τῆς διὰ τῶν μαθημάτων διδασκαλίας

μνησθῆναι καὶ τῆς ἐκ τῶν ἠθικῶν ἢ φυσικῶν λόγων περὶ

τῶν θείων πραγματείας, οἷα πολλὰ μὲν ἐν Τιμαίῳ πολλὰ

δὲ ἐν Πολιτικῷ πολλὰ δὲ ἐν ἄλλοις διαλόγοις ἐστὶ κατε-

σπαρμένα θεωρεῖν, ἐνταῦθα δήπου σοι καὶ 〈ὁ〉 διὰ τῶν

εἰκόνων τὰ θεῖα γινώσκειν ἐφιέμενος τρόπος ἔσται κατα-

φανής. Ἅπαντα γὰρ ταῦτα τὰς τῶν θείων ἀπεικονίζεται

δυνάμεις· ὁ μὲν πολιτικός, εἰ τύχοι, τὴν ἐν οὐρανῷ δημιουρ-

γίαν, τὰ δὲ τῶν πέντε στοιχείων ἐν λόγοις γεωμετρικοῖς

ἀποδεδομένα σχήματα τὰς τῶν θεῶν τῶν ἐπιβεβηκότων

τοῖς μέρεσι τοῦ παντὸς ἰδιότητας, αἱ δὲ τῆς ψυχικῆς οὐσίας

διαιρέσεις τὰς ὅλας τῶν θεῶν διακοσμήσεις. Ἐῶ γὰρ λέγειν

ὅτι καὶ τὰς πολιτείας ἃς συνίστησιν ἀπεικάζων τοῖς θείοις

καὶ τῷ παντὶ κόσμῳ καὶ ταῖς ἐν αὐτῷ δυνάμεσι διακοσμεῖ.

Πάντα δὴ οὖν ταῦτα δι' ὁμοιότητος τῶν τῇδε πρὸς τὰ θεῖα

τὰς ἐκείνων ἡμῖν προόδους καὶ τάξεις καὶ δημιουργίας ἐν

εἰκόσιν ἐπιδείκνυσιν.

Οἱ μὲν οὖν τρόποι τῆς παρὰ τῷ Πλάτωνι θεολογικῆς

διδασκαλίας τοιοίδε τινές εἰσι· δῆλον δὲ ἐκ τῶν εἰρημένων

20

ὅτι καὶ τὸν ἀριθμὸν εἶναι τοσούτους ἀναγκαῖον· οἱ μὲν γὰρ

δι' ἐνδείξεως περὶ τῶν θείων λέγοντες ἢ συμβολικῶς καὶ

μυθικῶς ἢ δι' εἰκόνων λέγουσιν, οἱ δὲ ἀπαρακαλύπτως τὰς

ἑαυτῶν διανοήσεις ἀπαγγέλλοντες οἱ μὲν κατ' ἐπιστήμην

οἱ δὲ κατὰ τὴν ἐκ θεῶν ἐπίπνοιαν ποιοῦνται τοὺς λόγους.

Ἔστι δὲ ὁ μὲν διὰ τῶν συμβόλων τὰ θεῖα μηνύειν ἐφιέμενος

Ὀρφικὸς καὶ ὅλως τοῖς τὰς θεομυθίας γράφουσιν οἰκεῖος.

Ὁ δὲ διὰ τῶν εἰκόνων Πυθαγόρειος, ἐπεὶ καὶ τοῖς Πυθαγο-

ρείοις τὰ μαθήματα πρὸς τὴν τῶν θείων ἀνάμνησιν ἐξηύρητο

καὶ διὰ τούτων ὡς εἰκόνων ἐπ' ἐκεῖνα διαβαίνειν ἐπεχείρουν·

καὶ γὰρ τοὺς ἀριθμοὺς ἀνεῖσαν τοῖς θεοῖς καὶ τὰ σχήματα,

καθάπερ λέγουσιν οἱ τὰ ἐκείνων ἱστορεῖν σπουδάζοντες.

Ὁ δὲ ἐνθεαστικῶς μὲν αὐτὴν καθ' ἑαυτὴν ἐκφαίνων τὴν

περὶ θεῶν ἀλήθειαν παρὰ τοῖς ἀκροτάτοις τῶν τελεστῶν

μάλιστα καταφανής· οὐ γὰρ ἀξιοῦσιν οὗτοι διὰ δή τινων

παραπετασμάτων τὰς θείας τάξεις ἢ τὰς ἰδιότητας αὐτῶν

τοῖς ἑαυτῶν γνωρίμοις ἀποδιδόναι, ἀλλὰ τάς τε δυνάμεις

καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὐτοῖς ὑπ' αὐτῶν κινούμενοι

τῶν θεῶν ἐξαγγέλλουσιν. Ὁ δὲ αὖ κατ' ἐπιστήμην ἐξαίρε-

τός ἐστι τῆς τοῦ Πλάτωνος φιλοσοφίας· καὶ γὰρ τὴν ἐν

τάξει πρόοδον τῶν θείων γενῶν καὶ τὴν πρὸς ἄλληλα

διαφορὰν καὶ τάς τε κοινὰς τῶν ὅλων διακόσμων ἰδιότητας

καὶ τὰς ἐν ἑκάστοις διῃρημένας μόνος, ὡς ἐμοὶ δοκεῖ, τῶν

ἡμῖν συνεγνωσμένων ὁ Πλάτων καὶ διελέσθαι καὶ τάξαι

κατὰ τρόπον ἐπεχείρησε.

21

Τοῦτο μὲν οὖν ἔσται καταφανές, ὅταν περὶ Παρμενίδου

τὰς προηγουμένας ἀποδείξεις ποιησώμεθα καὶ τῶν ἐν αὐτῷ

πασῶν διαιρέσεων· νῦν δὲ λέγωμεν ὅτι καὶ τῶν μυθικῶν

πλασμάτων οὐ πᾶσαν ὁ Πλάτων εἰσεδέξατο τὴν δραμα-

τουργίαν ἀλλ' ὅσον αὐτῆς τοῦ καλοῦ <στοχάζεται> καὶ

<τοῦ ἀγαθοῦ> καὶ πρὸς τὴν θείαν ὑπόστασίν ἐστιν οὐκ

ἀνάρμοστον. Ἔστι μὲν γὰρ ὁ τῆς μυθολογίας τρόπος

ἀρχαῖος, δι' ὑπονοιῶν τὰ θεῖα μηνύων καὶ πολλὰ παραπε-

τάσματα τῆς ἀληθείας προβεβλημένος καὶ τὴν φύσιν

ἀπεικονιζόμενος, ἣ τῶν νοητῶν αἰσθητὰ καὶ τῶν ἀύλων

ἔνυλα καὶ τῶν ἀμερίστων μεριστὰ προτείνει πλάσματα,

καὶ τῶν ἀληθινῶν εἴδωλα καὶ ψευδῶς ὄντα κατασκευάζει.

Τῶν δέ γε παλαιῶν ποιητῶν τραγικώτερον συντιθέναι τὰς

περὶ τῶν θεῶν ἀπορρήτους θεολογίας ἀξιούντων καὶ διὰ

τοῦτο πλάνας θεῶν καὶ τομὰς καὶ πολέμους καὶ σπαραγ-

μοὺς καὶ ἁρπαγὰς καὶ μοιχείας καὶ πολλὰ ἄλλα τοιαῦτα

σύμβολα ποιουμένων τῆς ἀποκεκρυμμένης παρ' αὐτοῖς

περὶ τῶν θείων ἀληθείας, τὸν μὲν τοιοῦτον τρόπον τῆς

μυθολογίας ὁ Πλάτων ἀποσκευάζεται καὶ πρὸς παιδείαν

εἶναί φησι παντελῶς ἀλλοτριώτατον, πιθανώτερον δὲ καὶ

πρὸς ἀλήθειαν καὶ φιλόσοφον ἕξιν οἰκειότερον πλάττειν

παρακελεύεται τοὺς περὶ θεῶν λόγους ἐν μύθων σχήμασι,

πάντων μὲν ἀγαθῶν τὸ θεῖον αἰτιωμένους κακοῦ δὲ οὐδενός,

μεταβολῆς μὲν ἁπάσης ἄμοιρον ἀεὶ δὲ τὴν ἑαυτοῦ τάξιν

ἄτρεπτον διαφυλάττον καὶ τῆς μὲν ἀληθείας ἐν ἑαυτῷ τὴν

πηγὴν προειληφὸς ἀπάτης δὲ οὐδεμιᾶς ἄλλοις αἴτιον

γινόμενον· τοιούτους γὰρ ἡμῖν θεολογίας τύπους ὁ ἐν

Πολιτείᾳ Σωκράτης ὑφηγήσατο. Πάντες τοίνυν οἱ τοῦ

22

Πλάτωνος μῦθοι τὴν ἀλήθειαν ἐν ἀπορρήτῳ φρουροῦντες

οὐδὲ τὴν ἐκτὸς προφαινομένην διασκευὴν ἀπᾴδουσαν

ἔχουσι τῆς περὶ θεῶν ἀδιδάκτου καὶ ἀδιαστρόφου κατὰ

φύσιν ἐν ἡμῖν προλήψεως, ἀλλ' [ὅτι] εἰκόνα φέρουσι 〈τῆς〉

κοσμικῆς συστάσεως, ἐν ᾗ καὶ τὸ φαινόμενον κάλλος

θεοπρεπές ἐστι καὶ 〈τὸ〉 τούτου θειότερον ἐν ταῖς ἀφανέσιν

ἵδρυται ζωαῖς καὶ δυνάμεσι τῶν θεῶν.

Ἕνα μὲν οὖν τοῦτον τὸν τρόπον τοὺς περὶ τῶν θείων

πραγμάτων μύθους ἐκ τοῦ φαινομένου παρανόμου καὶ ἀλο-

γίστου καὶ ἀτάκτου μετήγαγεν εἰς τάξιν καὶ ὅρον καὶ τὴν

τοῦ καλοῦ καὶ ἀγαθοῦ στοχαζομένην σύνθεσιν· ἕτερον

δὲ ὃν ἐν Φαίδρῳ παραδίδωσιν, ἄμικτον ἀξιῶν φυλάττειν

τὴν θεομυθίαν πανταχοῦ πρὸς τὰς φυσικὰς ἀποδόσεις καὶ

μηδαμοῦ συμφύρειν μηδὲ ἐπαλλάττειν θεολογίαν καὶ

φυσικὴν θεωρίαν. Ὡς γὰρ αὐτὸ τὸ θεῖον ἐξῄρηται τῆς ὅλης

φύσεως, οὕτω δήπου καὶ τοὺς περὶ θεῶν λόγους καθαρεύειν

πάντῃ προσήκει τῆς περὶ τὴν φύσιν πραγματείας· τὸ γὰρ

τοιοῦτον <ἐπίπονον καὶ οὐ πάνυ>, φησίν, <ἀνδρὸς

ἀγαθοῦ>, τέλος ποιεῖσθαι τῆς τῶν μύθων ὑπονοίας τὰ

φυσικὰ παθήματα, καὶ τήν τε <Χίμαιραν>, εἰ τύχοι, καὶ

τὴν <Γοργόνα> καὶ τῶν τοιούτων ἕκαστον ὑπὸ <σοφίας>

εἰς ταὐτὸν ἄγειν φυσικοῖς πλάσμασιν. Ταῦτα γὰρ δὴ καὶ ὁ

Σωκράτης ἐν ἐκείνοις αἰτιώμενος πεποίηται τοὺς τὴν

Ὠρείθυιαν παίζουσαν ὑπὸ τοῦ πνεύματος βορέου κατὰ

τῶν πετρῶν ὠσθεῖσαν ἐν μύθου σχήματι λέγοντας ὑπὸ τοῦ

23

Βορέου δι' ἔρωτα θνητὴν οὖσαν ἡρπάσθαι· δεῖ γὰρ, οἶμαι,

τὰ περὶ θεῶν μυθολογήματα σεμνοτέρας ἀεὶ τῶν φαινομένων

ἔχειν τὰς ἀποκεκρυμμένας ἐννοίας. Ὥστ' εἴ τινες καὶ τῶν

Πλατωνικῶν μύθων φυσικὰς ἡμῖν εἰσηγοῖντο καὶ περὶ τὰ

τῇδε στρεφομένας ὑποθέσεις, παντάπασιν αὐτοὺς τῆς τοῦ

φιλοσόφου διανοίας ἀποπλανᾶσθαι φήσομεν καὶ μόνους

ἐκείνους τῶν λόγων τῆς ἐν τούτοις ἀληθείας ὑπάρχειν

<ἐξηγητάς>, ὅσοι τῆς θείας καὶ ἀύλου καὶ χωριστῆς

ὑποστάσεως στοχάζονται καὶ πρὸς ταύτην βλέποντες τάς

τε συνθέσεις ποιοῦνται καὶ τὰς ἀναλύσεις τῶν μύθων

οἰκείας ταῖς περὶ τῶν θείων ἐν ἡμῖν προλήψεσιν.

{εʹ}

Ἐπειδὴ τοίνυν τούτους τε τοὺς τρόπους ἅπαντας τῆς

Πλατωνικῆς θεολογίας διηριθμησάμεθα καὶ τὰς τῶν

μύθων συνθέσεις τε καὶ ἀναλύσεις ὁποίας εἶναι προσήκει

τῆς περὶ θεῶν ἀληθείας παραδεδώκαμεν, τοῦτο μὲν οὖν

αὐτοῦ περιγεγράφθω· σκεψώμεθα δὲ ἐπὶ τούτοις πόθεν καὶ

ἐκ τίνων μάλιστα διαλόγων ἡγούμεθα χρῆναι τὰ περὶ θεῶν

δόγματα τοῦ Πλάτωνος ἀναλέγεσθαι, καὶ πρὸς τίνας

τύπους ἀποβλέποντες τά τε γνήσια καὶ τὰ νόθα τῶν εἰς

αὐτὸν ἀναφερομένων κρίνειν δυνησόμεθα.

Ἔστι μὲν οὖν διὰ πάντων, ὡς εἰπεῖν, τῶν Πλατωνικῶν

διαλόγων ἡ περὶ θεῶν ἀλήθεια διήκουσα καὶ πᾶσιν ἐνέ-

σπαρται τοῖς μὲν ἀμυδρότερα τοῖς δὲ εὐαγέστερα 〈τὰ〉 τῆς

πρωτίστης φιλοσοφίας νοήματα σεμνὰ καὶ ἐναργῆ καὶ

24

ὑπερφυῆ καὶ πρὸς τὴν ἄυλον καὶ χωριστὴν οὐσίαν τῶν

θεῶν ἀνεγείροντα τοὺς καὶ ὁπωσοῦν αὐτῶν μετασχεῖν

δυναμένους· καὶ ὥσπερ ἐν ἑκάστῃ μοίρᾳ τοῦ παντὸς καὶ

φύσει τῆς ἀγνώστου τῶν θεῶν ὑπάρξεως ἰνδάλματα

κατέθηκεν ὁ τῶν ἐν τῷ κόσμῳ πάντων δημιουργὸς ἵνα

πάντα πρὸς τὸ θεῖον ἐπιστρέφηται κατὰ τὴν πρὸς αὐτὸ

συγγένειαν, οὕτως οἶμαι καὶ τὸν ἔνθεον τοῦ Πλάτωνος

νοῦν ἅπασι τοῖς ἑαυτοῦ γεννήμασι τὰς περὶ θεῶν ἐννοίας

συνυφῆναι καὶ μηδὲν ἄμοιρον ἀφεῖναι τῆς τοῦ θείου μνήμης

ἵν' ἐκ πάντων ἀνάγεσθαι καὶ τῶν ὅλων ἀνάμνησιν πορίζεσ-

θαι τοῖς γνησίοις ὑπάρχῃ τῶν θείων ἐρασταῖς.

Εἰ δὲ δεῖ τοὺς μάλιστα τὴν περὶ θεῶν μυσταγωγίαν ἡμῖν

ἐκφαίνοντας τῶν πολλῶν προθεῖναι διαλόγων, οὐκ ἂν

φθάνοιμι τόν τε Φαίδωνα καὶ τὸν Φαῖδρον ἀπολογιζόμενος

καὶ τὸ Συμπόσιον καὶ τὸν Φίληβον, τόν τε αὖ Σοφιστὴν

καὶ τὸν Πολιτικὸν μετὰ τούτων καταλέγων καὶ Κρατύλον

καὶ Τίμαιον· ἅπαντες γὰρ οὗτοι τῆς ἐνθέου τοῦ Πλάτωνος

ἐπιστήμης δι' ὅλων, ὡς εἰπεῖν, ἑαυτῶν πλήρεις τυγχάνουσιν

ὄντες. Δευτέρους ἂν ἔγωγε θείην μετὰ τούτους τόν τε ἐν

Γοργίᾳ καὶ τὸν Πρωταγόρειον μῦθον καὶ τὰ περὶ προνοίας

θεῶν ἐν Νόμοις καὶ ὅσα περὶ Μοιρῶν ἢ τῆς μητρὸς τῶν

Μοιρῶν ἢ τῶν περιφορῶν τοῦ παντὸς ἐν τῷ δεκάτῳ τῆς

Πολιτείας ἡμῖν παραδέδοται. Εἰ δὲ βούλει, κατὰ τρίτην

τάξιν καὶ τὰς Ἐπιστολὰς τίθει παρ' ὅσων δυνατὸν εἰς τὴν

περὶ τῶν θείων ἐπιστήμην ἀναπέμπεσθαι· καὶ γὰρ περὶ

25

τῶν τριῶν βασιλέων ἐν ταύταις εἴρηται καὶ ἄλλα πάμπολλα

δόγματα θεῖα τῆς Πλατωνικῆς ἐπάξια θεωρίας.

Δεῖ τοίνυν πρὸς ταῦτα βλέποντας ἕκαστον διάκοσμον

θεῶν ἐν τούτοις ἀναζητεῖν, καὶ λαμβάνειν ἐκ μὲν τοῦ Φιλή-

βου τὴν περὶ τοῦ ἑνὸς ἀγαθοῦ καὶ τὴν περὶ τῶν δυεῖν

ἀρχῶν τῶν πρωτίστων καὶ τῆς ἐκ τούτων ἀναφανείσης

τριάδος ἐπιστήμην, εὑρήσεις γὰρ ταῦτα πάντα διακεκρι-

μένως ὑπὸ τοῦ Πλάτωνος ἡμῖν παραδεδομένα, ἐκ δὲ τοῦ

Τιμαίου τὴν περὶ τῶν νοητῶν θεωρίαν καὶ τὴν περὶ τῆς

δημιουργικῆς μονάδος ἔνθεον ὑφήγησιν καὶ τὴν περὶ τῶν

ἐγκοσμίων θεῶν πληρεστάτην ἀλήθειαν, ἐκ δὲ τοῦ Φαίδρου

τά τε νοητὰ πάντα καὶ νοερὰ γένη καὶ τὰς ἀπολύτους

τάξεις τῶν θεῶν ὅσαι προσεχῶς ὑπερίδρυνται τῶν οὐρανίων

περιφορῶν, ἐκ δὲ τοῦ Πολιτικοῦ τήν τε ἐν οὐρανῷ δημιουρ-

γίαν καὶ τὰς διττὰς περιόδους τοῦ παντὸς καὶ τὰς νοερὰς

αἰτίας αὐτῶν, ἐκ δὲ τοῦ Σοφιστοῦ σύμπασαν τὴν ὑπὸ

σελήνην γένεσιν καὶ τὴν ἰδιότητα τῶν ταύτην κληρωσαμέ-

νων θεῶν. Περὶ δὲ αὖ τῶν καθ' ἕκαστα θεῶν πολλὰ μὲν ἐκ

τοῦ Συμποσίου θηράσομεν ἱεροπρεπῆ νοήματα, πολλὰ δὲ

ἐκ τοῦ Κρατύλου, πολλὰ δὲ ἐκ τοῦ Φαίδωνος· 〈ἐν〉 ἑκάστῳ

γὰρ αὐτῶν πλείων ἢ ἐλάττων μνήμη γίνεται τῶν θείων

ὀνομάτων ἀφ' ὧν ῥᾴδιον τοῖς περὶ τὰ θεῖα γεγυμνασμένοις

τὰς ἰδιότητας αὐτῶν τῷ λογισμῷ περιλαμβάνειν.

Δεῖ δὲ ἕκαστα τῶν δογμάτων ταῖς Πλατωνικαῖς ἀρχαῖς

ἀποφαίνειν σύμφωνα καὶ ταῖς τῶν θεολόγων μυστικαῖς

παραδόσεσιν· ἅπασα γὰρ ἡ παρ' Ἕλλησι θεολογία τῆς

Ὀρφικῆς ἐστὶ μυσταγωγίας ἔκγονος, πρώτου μὲν Πυθα-

26

γόρου παρὰ Ἀγλαοφήμου τὰ περὶ θεῶν ὄργια διδαχθέντος,

δευτέρου δὲ Πλάτωνος ὑποδεξαμένου τὴν παντελῆ περὶ

τούτων ἐπιστήμην ἔκ τε τῶν Πυθαγορείων καὶ τῶν Ὀρφικῶν

γραμμάτων. Ἐν Φιλήβῳ μὲν γὰρ τὴν περὶ τῶν δυοειδῶν

ἀρχῶν θεωρίαν εἰς τοὺς Πυθαγορείους ἀναφέρων, <μετὰ

θεῶν οἰκοῦντας> αὐτοὺς καὶ μακαρίους ὄντως ἀποκαλεῖ·

πολλὰ γοῦν ἡμῖν περὶ τούτων καὶ Φιλόλαος ὁ Πυθαγόρειος

ἀνέγραψε νοήματα καὶ θαυμαστά, τήν τε κοινὴν αὐτῶν εἰς

τὰ ὄντα πρόοδον καὶ τὴν διακεκριμένην ποίησιν ἀνυμνῶν·

ἐν Τιμαίῳ 〈δὲ〉 περὶ τῶν ὑπὸ σελήνην θεῶν καὶ τῆς ἐν αὐτοῖς

τάξεως ἀναδιδάσκειν ἐγχειρῶν, ἐπὶ τοὺς θεολόγους κατα-

φεύγει καὶ <θεῶν παῖδας> αὐτοὺς ἀποκαλεῖ, καὶ πατέρας

ποιεῖται τῆς περὶ αὐτῶν ἀληθείας, καὶ τέλος κατὰ τὴν

παρ' αὐτοῖς τῶν νοερῶν βασιλέων πρόοδον καὶ τῶν ὑπὸ

σελήνην θεῶν παραδίδωσι τὰς ἀπὸ τῶν ὅλων προϊούσας

διακοσμήσεις· καὶ πάλιν ἐν Κρατύλῳ *** τῆς τῶν θείων

διακόσμων τάξεως, ἐν Γοργίᾳ δὲ τὸν Ὅμηρον τῆς τῶν

δημιουργικῶν 〈μονάδων〉 τριαδικῆς ὑποστάσεως. Παντα-

χοῦ δέ, ὡς εἰπεῖν συλλήβδην, ἑπομένως ταῖς ἀρχαῖς τῶν

θεολόγων τοὺς περὶ θεῶν λόγους ἀποδίδωσι, τῆς μὲν

μυθοποιίας τὸ τραγικὸν ἀφελὼν τὰς δὲ ὑποθέσεις τὰς

πρωτίστας κοινὰς πρὸς αὐτοὺς τιθέμενος.

27

{Ϛʹ}

Ἴσως δ' ἄν τις ἡμῖν ταῦτα διαταττομένοις ἀπαντήσειε

λέγων ὡς οὐκ ὀρθῶς διεσπαρμένην πανταχοῦ τὴν Πλατω-

νικὴν θεολογίαν ἀποφαίνομεν καὶ τὰ μὲν ἐξ ἄλλων τὰ δὲ

ἐξ ἄλλων διαλόγων ἀθροίζειν ἐπιχειροῦμεν, ὥσπερ νάματα

πολλὰ συνάγειν εἰς μίαν σύγκρασιν σπουδάζοντες οὐκ ἐκ

μιᾶς ὁρμώμενα πάντα καὶ τῆς αὐτῆς πηγῆς.

Εἰ γὰρ οὕτως ἔτυχε, τὰ μὲν ἄλλα δόγματα πρὸς τὰς

ἄλλας ἀναφέρειν ἕξομεν τοῦ Πλάτωνος πραγματείας, τὰ

δὲ περὶ θεῶν οὐδαμοῦ προηγουμένην ἕξει διδασκαλίαν

οὐδὲ εἴς τινα ταχθήσεται χώραν παντελῆ καὶ ὁλόκληρα τὰ

θεῖα γένη προάγουσαν καὶ μετὰ τῆς πρὸς ἄλληλα συντά-

ξεως· ἀλλὰ γὰρ ἐοίκαμεν τοῖς τὸ ὅλον ἐκ τῶν μερῶν

κατασκευάζειν ἐπιχειροῦσι δι' ἀπορίαν τῆς πρὸ τῶν μερῶν

ὁλότητος κἀκ τῶν ἀτελῶν τὸ τέλειον συνυφαίνειν, δέοντος

ἐν τῷ τελείῳ τὸ ἀτελὲς τὴν πρωτίστην αἰτίαν ἔχειν τῆς

αὑτοῦ γενέσεως. Ὁ μὲν γὰρ Τίμαιος ἡμᾶς, εἰ τύχοι, διδάξει

τὴν περὶ τῶν νοητῶν γενῶν θεωρίαν, ὁ δὲ Φαῖδρος τὰς

πρώτας νοερὰς διακοσμήσεις ἐν τάξει παραδιδοὺς ἀναφα-

νήσεται· ποῦ δὲ ἡ τῶν νοερῶν πρὸς τὰ νοητὰ σύνταξις καὶ

τίς ἡ τῶν δευτέρων ἀπὸ τῶν πρώτων γένεσις, καὶ ὅλως

τίνα τρόπον ἀπὸ τῆς μιᾶς τῶν πάντων ἀρχῆς εἰς τὸ πλῆθος

τῶν ἐγκοσμίων θεῶν ἡ πρόοδος γέγονε τῶν θείων διακόσμων

καὶ πῶς συμπεπλήρωται τὰ μέσα τοῦ τε ἑνὸς καὶ τοῦ

παντελοῦς ἀριθμοῦ ταῖς τῶν θεῶν ἀπογεννήσεσι κατὰ τὴν

28

ὁμοφυῆ καὶ ἀδιαίρετον ὑπόβασιν τῶν ὅλων, εἰπεῖν οὐχ

ἕξομεν.

Καὶ τί τὸ σεμνόν, ἔτι φαῖεν ἂν οἱ ταῦτα λέγοντες, τῆς

παρ' ὑμῖν θρυλλουμένης περὶ τῶν θείων ἐπιστήμης; Καὶ

γὰρ ταῦτα τὰ πολλαχόθεν ἀθροιζόμενα δόγματα Πλατω-

νικὰ προσονομάζειν ἄτοπον, <ἐξ ἀλλοτρίων> ὥς φατε

<ναμάτων> εἰς τὴν τοῦ Πλάτωνος ἀναχθέντα φιλοσοφίαν,

καὶ μίαν ὅλην περὶ τῶν θείων ἀλήθειαν δεικνύναι παρ' ὑμῖν

οὐχ ἕξετε. Καίτοι φαῖεν ἂν ἴσως καὶ τοὺς τοῦ Πλάτωνος

νεωτέρους ἓν καὶ τέλειον εἶδος θεολογίας ἐν ταῖς ἑαυτῶν

συνυφήναντας παραδιδόναι συγγραφαῖς τοῖς ἑαυτῶν κατη-

κόοις. Ὑμεῖς δὲ ἄρα ἐκ μὲν τοῦ Τιμαίου τὴν ὅλην περὶ τῆς

φύσεως θεωρίαν προάγειν δυνήσεσθε, ἐκ δὲ τῆς Πολιτείας

ἢ τῶν Νόμων τὰ περὶ τῶν ἠθῶν κάλλιστα δόγματα πρὸς ἓν

φιλοσοφίας εἶδος συντείνοντα, μόνην δὲ ἄρα τὴν Πλάτωνος

πραγματείαν τὴν περὶ τῆς πρώτης φιλοσοφίας [ἀγαθόν],

ὃ δὴ κεφάλαιον ἄν τις εἴποι τῆς συμπάσης θεωρίας, ἀπολι-

πόντες, τῆς τελεωτάτης ὑμᾶς 〈αὐτοὺς〉 ἀφαιρήσετε τῶν

ὄντων γνώσεως, εἰ μὴ λίαν εὐηθικῶς ἀπὸ τῶν μυθικῶν

πλασμάτων ἐθέλοιτε καλλωπίζεσθαι, πολλοῦ τοῦ εἰκότος

ἀναπεπλησμένης τῆς τῶν τοιούτων ἀναλύσεως, καίτοι καὶ

τούτων ἐπεισοδιώδη τὴν παράδοσιν ἐν τοῖς Πλατωνικοῖς

διαλόγοις ἐχόντων, οἷον ἐν Πρωταγόρᾳ τῆς πολιτικῆς

ἕνεκα καὶ τῶν περὶ αὐτῆς ἀποδείξεων, ἐν δὲ Πολιτείᾳ

τῆς δικαιοσύνης, ἐν δὲ Γοργίᾳ τῆς σωφροσύνης. Οὐ

29

γὰρ αὐτῶν ἀλλὰ τῶν προηγουμένων ἕνεκα σκοπῶν συμ-

πλέκει τὰς μυθολογίας ὁ Πλάτων ταῖς τῶν ἠθικῶν

δογμάτων ζητήσεσιν, ἵνα μὴ μόνον τὸ νοερὸν τῆς ψυχῆς

διὰ τῶν ἀγωνιστικῶν λόγων γυμνάζωμεν, ἀλλὰ καὶ τὸ

θεῖον τῆς ψυχῆς τῇ πρὸς τὰ μυστικώτερα συμπαθείᾳ

τελειότερον ἀντιλαμβάνηται τῆς τῶν ὄντων γνώσεως.

Ἐκ μὲν γὰρ τῶν ἄλλων λόγων ἀναγκαζομένοις ἐοίκαμεν

εἰς τὴν τῆς ἀληθείας παραδοχήν, ἐκ δὲ τῶν μύθων ἀρρήτως

πάσχομεν καὶ τὰς ἀδιαστρόφους ἐννοίας προβάλλομεν τὸ

ἐν αὐτοῖς μυστικὸν σέβοντες. Ὅθεν οἶμαι καὶ ὁ Τίμαιος

εἰκότως ἀξιοῖ τοῖς μυθοπλάσταις ὡς <παισὶ θεῶν> ἑπομέ-

νους τὰ θεῖα γένη προάγειν, ἀπὸ τῶν πρώτων ἀεὶ τὰ

δεύτερα γεννῶντας, εἰ καὶ <ἄνευ ἀποδείξεως> λέγοιεν.

Οὐ γὰρ ἀποδεικτικὸν τὸ τοιοῦτον εἶδος τῶν λόγων,

ἀλλ' ἐνθεαστικόν, οὐδὲ ἀνάγκης ἀλλὰ πειθοῦς ἕνεκα τοῖς

παλαιοῖς μεμηχανημένον, οὐδὲ μαθήσεως ψιλῆς ἀλλὰ τῆς

πρὸς τὰ πράγματα συμπαθείας στοχαζόμενον. Εἰ δὲ μὴ

τῶν μύθων μόνον ἀλλὰ καὶ τῶν ἄλλων θεολογικῶν δογμά-

των τὰς αἰτίας ἐθέλοιτε σκοπεῖν, εὑρήσετε 〈τὰ〉 μὲν

ἠθικῶν ἕνεκα τὰ δὲ φυσικῶν σκεμμάτων τοῖς Πλατωνικοῖς

παρεσπαρμένα διαλόγοις. Ἐν Φιλήβῳ μὲν γὰρ περί τε

<ἀπείρου καὶ πέρατος> τῆς ἡδονῆς ἕνεκα καὶ τοῦ κατὰ

τὸν νοῦν βίου πεποίηται τὸν λόγον· γένη γὰρ οἶμαι τὰ

ἕτερα τῶν ἑτέρων, δῆλον δὲ πότερα ποτέρων. Ἐν Τιμαίῳ

〈δὲ〉 τὰ περὶ τῶν νοητῶν θεῶν τῆς προκειμένης ἕνεκα

φυσιολογίας παρείληπται, διότι δὴ πανταχοῦ τὰς εἰκόνας

30

ἀπὸ τῶν παραδειγμάτων γινώσκειν ἀναγκαῖον, παραδείγ-

ματα δὲ τὰ ἄυλα τῶν ἐνύλων, τὰ νοητὰ τῶν αἰσθητῶν, τὰ

χωριστὰ τῶν φυσικῶν εἰδῶν. Ἐν δὲ αὖ τῷ Φαίδρῳ τόν τε

<ὑπερουράνιον τόπον> ἀνυμνεῖ καὶ τὸ ὑπουράνιον βάθος

καὶ πᾶν τὸ ὑπὸ τοῦτο γένος τῆς <ἐρωτικῆς> ἕνεκα

<μανίας> καὶ τοῦ τρόπου τῆς <ἀναμνήσεως> τῶν ψυχῶν

καὶ τῆς ἐντεῦθεν ἐπ' ἐκεῖνα <πορείας>. Πανταχοῦ δὲ ὡς

εἰπεῖν τὸ μὲν προηγούμενον τέλος ἐστὶ φυσικὸν ἢ πολιτικόν,

τὰ δὲ περὶ τῶν θείων νοήματα τῆς ἐκείνων εὑρέσεως ἢ

τελειώσεως ἕνεκα προτείνεται.

Πῶς οὖν ἔτι παρ' ὑμῖν ἡ τοιαύτη θεωρία σεμνὴ καὶ

ὑπερφυὴς ἔσται καὶ παντὸς μᾶλλον ἀξία σπουδάζεσθαι,

μήτε τὸ ὅλον ἐν ἑαυτῇ δεικνύειν ἔχουσα μήτε τὸ τέλειον

μήτε τὸ προηγούμενον ἐν τῇ πραγματείᾳ τοῦ Πλάτωνος,

ἀλλὰ πάντων τούτων ἀπολειπομένη καὶ βιαίως ἀλλ' οὐκ

αὐτοφυῶς οὐδὲ γνησίαν ἀλλ' ἐπεισοδιώδη τὴν τάξιν

ὥσπερ ἐν δράμασι κεκτημένη;

{ζʹ}

Ἃ μὲν οὖν δυσχεράνειεν ἄν τις ἐπὶ τοῖς προκειμένοις,

τοιαῦτα ἄττα ἐστίν. Ἐγὼ δὲ πρὸς μὲν τὴν τοιαύτην

ἀπάντησιν δικαίαν ποιήσομαι καὶ σαφῆ τὴν ἀπόκρισιν,

καὶ τὸν Πλάτωνα πανταχοῦ μὲν τοὺς περὶ θεῶν λόγους

ἑπομένως ταῖς παλαιαῖς φήμαις καὶ τῇ φύσει τῶν πραγμά-

των μετιέναι φήσω, καὶ ποτὲ μὲν τῆς αἰτίας ἕνεκα τῶν

προκειμένων ἐπὶ τὰς ἀρχὰς τῶν δογμάτων ἀνάγεσθαι

31

κἀκεῖθεν <ὥσπερ ἀπὸ σκοπιᾶς> καταθεωρεῖν τὴν τοῦ

προκειμένου φύσιν, ποτὲ δὲ καὶ προηγούμενον τέλος

τίθεσθαι τὴν θεολογικὴν ἐπιστήμην· καὶ γὰρ ἐν Φαίδρῳ

περὶ τοῦ νοητοῦ κάλλους καὶ τῆς ἐκεῖθεν ἐπὶ πάντα διη-

κούσης τῶν καλῶν μετουσίας καὶ ἐν Συμποσίῳ περὶ τῆς

ἐρωτικῆς τάξεως ἡ πραγματεία.

Εἰ δὲ δεῖ τὸ παντελὲς καὶ ὅλον καὶ συνεχὲς ἄνωθεν ἄχρι

τοῦ σύμπαντος ἀριθμοῦ τῆς θεολογίας ἐν ἑνὶ Πλατωνικῷ

διαλόγῳ σκοπεῖν, παράδοξον μὲν ἴσως εἰπεῖν καὶ τοῖς ἐκ

τῆς ἡμετέρας ἑστίας μόνης τὸ λεχθησόμενον καταφανές·

τολμητέον δ' οὖν ὅμως, ἐπείπερ ἠρξάμεθα τῶν τοιούτων

λόγων, καὶ ῥητέον πρὸς τοὺς ταῦτα λέγοντας ὡς ὁ Παρμε-

νίδης ὃν ποθεῖτε, καὶ τὰ μυστικὰ τοῦ διαλόγου τοῦδε

νοήματα φαντάζεσθε. Πάντα γὰρ ἐν τούτῳ τὰ θεῖα γένη

καὶ πρόεισιν ἐκ τῆς πρωτίστης αἰτίας ἐν τάξει καὶ τὴν

πρὸς ἄλληλα συνάρτησιν ἐπιδείκνυσι· καὶ τὰ μὲν ἀκρότατα

καὶ τῷ ἑνὶ συμφυόμενα καὶ πρωτουργὰ τὸ ἑνιαῖον καὶ

ἁπλοῦν καὶ κρύφιον ἔλαχε τῆς ὑπάρξεως εἶδος, τὰ δὲ

ἔσχατα πληθύνεται κατακερματιζόμενα καὶ τῷ μὲν ἀριθμῷ

πλεονάζει τῇ δὲ δυνάμει τῶν ὑπερτέρων ἐλασσοῦται, τὰ δὲ

μέσα κατὰ τὸν προσήκοντα λόγον συνθετώτερα μέν ἐστι

τῶν αἰτίων ἁπλούστερα δὲ τῶν οἰκείων γεννημάτων. Καὶ

πάντα, ὡς συνελόντι φάναι, τὰ τῆς θεολογικῆς ἐπιστήμης

ἀξιώματα τελέως ἐνταῦθα καταφαίνεται καὶ τῶν θείων οἱ

διάκοσμοι πάντες συνεχῶς ὑφιστάμενοι δείκνυνται· καὶ

οὐδὲν ἄλλο ἐστὶν ἢ θεῶν γένεσις ὑμνημένη καὶ τῶν ὁπωσοῦν

ὄντων ἀπὸ τῆς ἀρρήτου καὶ ἀγνώστου τῶν ὅλων αἰτίας.

32

Τό τε οὖν ὅλον καὶ τέλειον τῆς θεολογικῆς ἐπιστήμης

<φῶς> ὁ Παρμενίδης <ἀνάπτει> τοῖς τοῦ Πλάτωνος ἐρασταῖς,

καὶ μετὰ τοῦτον οἱ προειρημένοι διάλογοι μέρη κατενεί-

μαντο τῆς περὶ θεῶν μυσταγωγίας, καὶ πάντες ὡς εἰπεῖν

τῆς ἐνθέου σοφίας μετειλήφασιν καὶ τὰς αὐτοφυεῖς ἡμῶν

ἐννοίας περὶ τὸ θεῖον ἀνεγείρουσι. Καὶ δεῖ τὸ μὲν ὅλον

πλῆθος εἰς τοὺς προκειμένους ἀναφέρειν διαλόγους, τοὺς

δὲ αὖ πάλιν εἰς τὴν μίαν καὶ παντελῆ τοῦ Παρμενίδου

θεωρίαν συνάγειν. Οὕτω γὰρ οἶμαι τά τε ἀτελέστερα τῶν

τελείων καὶ τὰ μέρη τῶν ὅλων ἐξάψομεν καὶ τοῖς πράγμασιν

ἐοικότας ἀποφανοῦμεν τοὺς λόγους <ὧνπέρ εἰσιν ἐξηγη-

ταί>, κατὰ τὸν παρὰ Πλάτωνι Τίμαιον.

{ηʹ}

Πρὸς μὲν οὖν ταύτην, ὅπερ ἔφην, τὴν ἀπάντησιν τοιάνδε

ποιησόμεθα τὴν ἀπόκρισιν καὶ τὴν Πλατωνικὴν θεωρίαν εἰς

ἕνα τὸν Παρμενίδην ἀνοίσομεν, ὥσπερ δὴ τὴν περὶ φύσεως

ἐπιστήμην σύμπασαν ὁ Τίμαιος περιέχειν ὑπὸ πάντων

ὁμολογεῖται τῶν καὶ σμικρὰ συνορᾶν δυναμένων. Ὁρῶ

δέ μοι διττὸν ἐντεῦθεν ἀγῶνα πρὸς τοὺς τὰ Πλάτωνος

ἐξετάζειν ἐπιχειρήσαντας ἀνεγειρόμενον καὶ διττοὺς ἄνδρας

τοὺς ἀντιληψομένους τῶν εἰρημένων· τοὺς μὲν ἀξιοῦντας

μηδεμίαν ἄλλην τοῦ Παρμενίδου πρόθεσιν δοκιμάζειν ἢ

τὴν εἰς ἑκάτερον γυμνασίαν μηδὲ ἀπορρήτων ἐνταῦθα καὶ

νοερῶν δογμάτων ἐπεισάγειν ὄχλον οὐδὲν προσήκοντα τῷ

διαλόγῳ· τοὺς δὲ σεμνοτέρους τούτων καὶ <τῶν εἰδῶν

33

φίλους>, οἳ τὴν μὲν τῶν ὑποθέσεων περὶ τοῦ πρώτου,

τὴν δὲ περὶ τοῦ δευτέρου θεοῦ καὶ τῆς νοερᾶς φύσεως

ἁπάσης, τὴν δὲ περὶ τῶν μετὰ ταύτην εἴτ' οὖν κρειττόνων

γενῶν εἴτε ψυχῶν εἴτε ἄλλων ὡντινωνοῦν—οὐδὲν γὰρ

πρὸς τὸν παρόντα λόγον ἡ περὶ τούτων ζήτησις—τὰς

δὲ οὖν τρεῖς ὑποθέσεις ταύτας τὸν τρόπον διανέμουσι

τοῦτον, τὰ δὲ πλήθη τῶν θεῶν καὶ τὰ γένη τὰ νοητὰ καὶ

τὰ νοερὰ καὶ τὰ πρὸ τοῦ κόσμου καὶ τὰ ἐν τῷ κόσμῳ πάντα

μὴ καταδιαιρεῖν ἐνταῦθα μηδὲ πολυπραγμονεῖν ἀξιοῦσι·

κἂν γὰρ ἐν τῇ δευτέρᾳ περὶ τῶν νοερῶν ὄντων ποιῆται τὴν

πραγματείαν, ἀλλ' ἡ τοῦ νοῦ φύσις μία καὶ ἁπλῆ καὶ

ἀδιαίρετός ἐστι.

Πρὸς μὲν οὖν ἀμφοτέρους τούτους διαγωνιστέον τῷ

ταύτην ἔχοντι περὶ τοῦ Παρμενίδου τὴν γνώμην ἣν πρότερον

εἴπομεν. Ἔστι δὲ οὐκ ἴσος ὁ πρὸς τούτους ἀγών, ἀλλ' οἱ

μὲν γυμνάσιον λογικὸν τὸν Παρμενίδην ποιοῦντες καὶ

πάλαι δεδώκασιν εὐθύνας τοῖς τὸν ἔνθεον τρόπον τῆς

ἐξηγήσεως ἀσπαζομένοις· οἱ δὲ τὰ πλήθη τῶν ὄντων καὶ

τὰς τάξεις τῶν θείων μὴ διορίζοντες <αἰδοῖοι> μὲν ἄνδρες

καὶ <δεινοὶ> παντάπασιν, ὥς φησιν Ὅμηρος, τῆς δὲ αὖ

περὶ τὸν Πλάτωνα φιλοσοφίας ἕνεκα καὶ ἡμῖν πρὸς αὐτοὺς

διαπορητέον ἑπομένοις τῷ τῆς παναγεστάτης ἡμῖν καὶ

The complete text is available when the reading interface loads.