The Greek Library Author

Anonymous

In Platonis Alcibiadem i

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
In Platonis Alcibiadem i, ed. L. G. Westerink, Proclus Diadochus. Commentary on the first Alcibiades of Plato, Amsterdam: North-Holland Publishing Co., 1954: 1– 158.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

κατὰ πάντα τὸν χρόνον ὑφισταμένων ἢ τῶν ἐν μορίῳ τινὶ χρόνου

γιγνομένων· καὶ ἢ τῶν ἁπλῶν καὶ πρὸ πάσης συνθέσεως ἱδρυμένων ἢ

τῶν συνθέτων μέν, ἀεὶ δὲ συντιθεμένων ἐν <τοῖς ἀλύτοις δεσμοῖς>,

ἢ τῶν ἀναλύεσθαι πάλιν εἰς ταῦτα ἐξ ὧν συνετέθησαν δυναμένων. κἂν

οὕτω θεωρῶμεν ἕκαστον, δυνησόμεθα καὶ τὸ ἀγαθὸν αὐτοῦ κατανοεῖν,

ὁποῖον δή τι τυγχάνει ὄν. δῆλον γὰρ αὖ, ὅτι τῶν μὲν ἀμέριστον τὴν

οὐσίαν λαχόντων τὸ ἀγαθὸν αἰώνιόν ἐστι, τῶν δὲ μεριστὴν καὶ τὸ

ἀγαθὸν κατὰ χρόνον καὶ ἐν κινήσει πέφυκε, τῶν δὲ μεταξὺ κατὰ τὰ

μέτρα τῆς ὑποστάσεως καὶ ἡ τελειότης θεωρεῖται, χρόνου μέν, ἀλλὰ

τοῦ πρώτου, δεομένη, καὶ τὰς ἀσωμάτους περιόδους δυναμένου κατα-

μετρεῖν.

Ὥστε καὶ φιλοσοφίας ἁπάσης καὶ τῆς τοῦ Πλάτωνος πραγματείας

ταύτην ἂν ἀρχὴν κυριωτάτην νομίζοιμεν, ὅπερ εἴπομεν, τὴν ἡμῶν αὐτῶν

καθαρὰν καὶ ἀκίβδηλον εἴδησιν ἐν ὅροις ἐπιστημονικοῖς περιγεγραμ-

5

μένην καὶ τοῖς τῆς αἰτίας λογισμοῖς βεβαίως καταδεθεῖσαν. καὶ πόθεν

γὰρ ἄλλοθεν ἄρχεσθαι προσήκει τῆς ἑαυτῶν καθάρσεως καὶ τελειώ-

σεως ἢ ὅθεν καὶ ὁ ἐν Δελφοῖς παρεκελεύσατο θεός; ὡς γὰρ τοῖς εἰς τὸ

τῶν Ἐλευσινίων τέμενος εἰσιοῦσιν ἐδήλου τὸ πρόγραμμα μὴ χωρεῖν

εἴσω τῶν ἀδύτων ἀμυήτοις οὖσι καὶ ἀτελέστοις, οὕτω δὴ καὶ πρὸ τοῦ

νεὼ τοῦ Δελφικοῦ τὸ ‘<γνῶθι σαυτὸν>’ ἀναγεγραμμένον ἐδήλου τὸν

τρόπον οἶμαι τῆς ἐπὶ τὸ θεῖον ἀναγωγῆς καὶ τῆς εἰς κάθαρσιν ὁδοῦ

τῆς ἀνυσιμωτάτης, μονονουχὶ λέγον σαφῶς τοῖς ξυνιέναι δυναμένοις,

ὡς ὁ μὲν γνοὺς ἑαυτὸν ἀφ' ἑστίας ἀρξάμενος συνάπτεσθαι δύναται θεῷ

τῷ τῆς ὅλης ἀληθείας ἐκφαντικῷ καὶ ἡγεμόνι τῆς καθαρτικῆς ζωῆς, ὁ

δὲ ἀγνοῶν ὅστις ἐστίν, ἀτέλεστος καὶ ἀμύητος ὢν μετέχειν τῆς τοῦ

Ἀπόλλωνος προνοίας ἐστὶν ἀνεπιτήδειος.

Αὕτη τοίνυν ἔστω καὶ φιλοσοφίας ἀρχὴ καὶ τῆς Πλάτωνος διδασκα-

λίας, ἡ ἑαυτῶν γνῶσις· προσήκει γὰρ οἶμαι τὸν τοῦ Ἀπόλλωνος

ὀαριστὴν ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς τῶν ἀτελῶν τελειώσεως, ἀφ' ὧν

καὶ αὐτὸς ὁ θεὸς παρακελεύεται. ἐπεὶ καὶ ὁ Σωκράτης, ὁ ‘<τῶν

κύκνων ὁμόδουλος>’ εἶναι λέγων καὶ οὐχ ἧττον αὐτῶν παρὰ

6

τοῦ θεοῦ τὴν μαντικὴν λαβών, ἐντεῦθεν ἄρξασθαι λέγεται τῆς ἐπὶ

φιλοσοφίαν ὁρμῆς, τῷ Πυθικῷ γράμματι περιτυχὼν καὶ οἷον αὐτοῦ τοῦ

Ἀπόλλωνος ταύτην εἶναι τὴν παρακέλευσιν ἡγησάμενος. ἐντεῦθεν

τοίνυν καὶ ἡμῖν ἀρκτέον ἑπομένοις θεῷ· καὶ ζητητέον, ἐν τίνι μάλιστα

τῶν διαλόγων ὁ Πλάτων τοῦτον ἔχει σκοπόν, τὴν θεωρίαν τῆς οὐσίας

ἡμῶν, ἵνα ἐκεῖθεν ποιησώμεθα καὶ τὴν τῶν Πλατωνικῶν συγγραμμάτων

πρωτίστην ἀρχήν. ἆρ' οὖν ἄλλον τινὰ ἂν ἔχοιμεν εἰπεῖν πρὸ τοῦ

Ἀλκιβιάδου καὶ τῆς ἐν τούτῳ παραδεδομένης τοῦ Σωκράτους συνου-

σίας; καὶ ποῦ φήσομεν οὕτως ἀλλαχοῦ δείκνυσθαι τὴν οὐσίαν ἡμῶν

ἥτις ἐστί; ποῦ δὲ τὸν ἄνθρωπον ἐζητῆσθαι καὶ τὴν ἀνθρώπου φύσιν;

ποῦ δὲ τὸ γράμμα τὸ Δελφικὸν ὅ τι ποτὲ νοεῖ, τελέως βεβασανίσθαι;

ἢ πῶς δ' ἂν πρὸ τούτων ἄλλο τι ⟦τῶν ὄντων⟧ ζητήσαιμεν εἴτε τῶν ὄντων

εἴτε τῶν γινομένων, αὐτοῦ Σωκράτους ἀκούσαντες λέγοντος· ‘<γελοῖον

δή μοι φαίνεται ἐμαυτὸν ἀγνοοῦντα τὰ τῶν ἄλλων

σκοπεῖν>’; οὐδὲν γὰρ ἡμῖν ἐστὶν ἔγγιον ἡμῶν αὐτῶν· τὸ τοίνυν

ἐγγυτάτω μὴ γιγνώσκοντας τίς μηχανὴ τὰ πορρώτερον γινώσκειν καὶ

ἃ δι' ἡμῶν γιγνώσκεσθαι πέφυκεν; εἰ δὲ δὴ μὴ ταῦτα μόνον ἐννοήσειας

ἐν τῷδε τῷ διαλόγῳ πολλῆς τυγχάνοντα διαρθρώσεως, ἀλλὰ καὶ ὅτι

πρώτην ταύτην ὁ Σωκράτης καταβάλλεται συνουσίαν πρὸς τὸν

Ἀλκιβιάδην καὶ αὐτός ἐστιν ὁ τὰς ἀρχὰς τῆς τελειώσεως ἐκ τῆς ἑαυτῶν

θεωρίας ἠρτῆσθαι λέγων, οὐκ ἂν ἔτι διστάσειας ὡς ἐντεῦθεν καὶ πᾶσι

7

τοῖς τελειωθῆναι σπεύδουσιν ἀρκτέον. καὶ γὰρ ἡμῶν ἕκαστος καὶ τῶν

ἄλλων ἀνθρώπων ἐναργέστερον ἢ ἀμυδρότερον τοῖς αὐτοῖς ἔνοχος

παθήμασιν οἷσπερ δὴ καὶ ὁ Κλεινίειός ἐστι. καὶ γὰρ ἀγνοοῦμεν ἑαυτοὺς

ὑπὸ τῆς γενεσιουργοῦ λήθης κατεχόμενοι καὶ ὑπὸ τῆς ταραχῆς τῶν

ἀλόγων εἰδῶν τῆς ζωῆς ἐκκρουόμενοι, καὶ οἰόμεθα πολλὰ γινώσκειν

ὧν ἀγνοοῦμεν διὰ τοὺς κατ' οὐσίαν ἡμῖν ἐνυπάρχοντας λόγους· καὶ

τῆς αὐτῆς δεόμεθα βοηθείας, ἵνα τῆς τε περιττῆς οἰήσεως ἀποστήσωμεν

ἡμᾶς αὐτοὺς καὶ τῆς προσηκούσης ἡμῖν ἐπιμελείας τύχωμεν.

Ἀλλ' ὅτι μὲν προηγεῖσθαι δεῖ τὴν ἑαυτῶν γνῶσιν παντὸς ἄλλου

σκέμματος καὶ πάσης ὡς εἰπεῖν τῆς φιλοσόφου θεωρίας, εἴρηται· τάχα

δ' ἄν τις ἡμῖν ἐπιτιμήσειεν οὕτω προχείρως τὸν σκοπὸν τοῦ Ἀλκιβιάδου

τοῦτον εἶναι τιθεμένοις, ἐπεὶ καὶ ἄλλων πολλῶν καὶ κλεινῶν ἐξηγητῶν

λόγοι προθέσεις οἱ μὲν ἄλλας οἱ δὲ ἄλλας αὐτοῦ γεγράφασιν. οὐ μὴν

ἀλλ' αἰσχυνθείην ἂν ἐμαυτόν, εἰ τὸ τελεώτατον ἐν τῷ διαλόγῳ καὶ

ἐπιστήμης μείζονος δεόμενον καὶ πάντων περιεκτικὸν τῶν προβλημάτων

ὁρῶν τοῦτο, τὸ τὴν οὐσίαν ἡμῶν ἐκφαῖνον, ἥτις ἐστί, καὶ διὰ πάντων

τῶν κεφαλαίων διατεῖνον, τὰ δεύτερα καὶ ἀτελέστερα καὶ μερικώτερα

σκοποὺς ποιησαίμην τοῦ προκειμένου συγγράμματος. οὔτε γὰρ ἐπὶ

μόνον τὸν Ἀλκιβιάδην ἀναφέρειν προσήκει τὴν τοῦ διαλόγου πρόθεσιν,

ὥς τινες ὑπέλαβον (ἡ γὰρ ἐπιστημονικὴ θεωρία τὸ κοινὸν ὁρᾷ καὶ τὸ

8

διατεῖνον ἐπὶ πᾶσαν τὴν ὁμοίαν ἕξιν)· οὔτε τὰ ὄργανα τὰ διαλεκτικὰ

προτείνειν ὡς σκοποὺς τῆς συνουσίας, οἷον τὴν προτροπὴν ἢ τὴν μαιείαν

ἢ τὸν ἔλεγχον, ἀλλ' ὁρᾶν εἰς τί καὶ ταῦτα τέλος ἀνατείνεται· οὔτε

ἀποστάντας τῶν προκειμένων σκεμμάτων ἐπ' ἄλλας οὐσίας οὐδὲν ἡμῖν

προσηκούσας, θείας ἢ δαιμονίας, μεταφέρειν τὴν ζήτησιν (οἰκεῖον γὰρ

εἶναι δεῖ τῇ πρώτῃ καταβολῇ τῆς φιλοσόφου θεωρίας τὸν σκοπόν, ἐπεὶ

καὶ ὁ Σωκράτης νυνὶ πρῶτον φησὶ τῷ νεανίσκῳ προσελθεῖν)· οὔθ' ὅλως

ἄλλην τινὰ πρόθεσιν ἐπισκευαστὴν μηχανᾶσθαι τοῦ διαλόγου, ταύτην

ἀφέντας ᾗ μαρτυρεῖ καὶ αὐτὸς ὁ Σωκράτης. εἰ γὰρ παντὸς ἄλλου

σκέμματος δεῖ προηγεῖσθαι τὴν ἡμῶν αὐτῶν γνῶσιν, πῶς ἂν τῆς

πρώτης συνουσίας ἄλλο ἄν τι γένοιτο τέλος σκοπιμώτερον τοῦ γνῶναι

ἑαυτούς;

Προτροπαὶ τοίνυν καὶ ἀποτροπαὶ καὶ ἔλεγχοι καὶ μαιεῖαι καὶ ἔπαινοι

καὶ ψόγοι τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχουσιν· ἄνευ γὰρ τούτων οὐκ ἔστι

γνῶναι ἑαυτόν, ἀλλὰ δεῖ προτροπῆς μὲν ἐπὶ τὸ ὄντως ἀγαθόν, ἀπο-

τροπῆς δὲ τῶν ὄντως κακῶν· καὶ μαιείας μὲν εἰς τὴν προβολὴν τῶν

ἀδιαστρόφων λόγων, ἐλέγχου δὲ εἰς τὴν κάθαρσιν τῆς ἀγνοίας τῆς

διπλῆς· καὶ ἐπαίνου μὲν εἰς τὴν οἰκείωσιν τῶν τελειουμένων, ψόγου δὲ

9

εἰς τὴν ὠφέλειαν αὐτῶν καὶ τὴν θεραπείαν ἐν οἷς πράττουσι κακῶς.

ὥσπερ οὖν ἐν ταῖς τελεταῖς καθάρσεις ἡγοῦνται καὶ περιρραντήρια

καὶ ἁγνισμοί, ἃ τῶν ἐν ἀπορρήτοις δρωμένων καὶ τῆς τοῦ θείου

μετουσίας γυμνάσματά εἰσιν, οὕτω μοι δοκεῖ καὶ ἡ φιλόσοφος

τελεσιουργία προκαθαίρειν καὶ προπαρασκευάζειν εἰς τὴν ἑαυτῶν

γνῶσιν καὶ τὴν αὐτοφανῆ τῆς οὐσίας ἡμῶν θεωρίαν τοὺς ἐπ' αὐτὴν

στελλομένους. ὥστε σκοπὸς μὲν οὗτός ἐστι τοῦ διαλόγου καὶ οὐκ

ἄλλος· τῶν δὲ ἐν αὐτῷ δεικνυμένων τὰ μὲν προηγεῖται, τὰ δὲ ἐπακο-

λουθεῖ τῇ προθέσει ταύτῃ, καθάπερ συμπεράσματα τῷ τέλει τούτῳ

συνηρτημένα. προηγεῖται μὲν γὰρ ἡ τῆς διπλῆς ἀγνοίας ἀπόθεσις καὶ

ἡ προτροπὴ καὶ ὅσα τοιαῦτα, ἕπεται δὲ ἡ τῆς ἀρετῆς καὶ ἡ τῆς εὐδαι-

μονίας ἐπίδειξις καὶ ἡ τῶν πολλῶν τεχνῶν κατάγνωσις ὡς ἀγνοουσῶν

καὶ ἑαυτὰς καὶ τὰ αὑτῶν καὶ πάντα ἁπλῶς καὶ ὅσα τούτου τοῦ εἴδους

ἐπὶ τέλει τοῦ διαλόγου συγκατασκευάζεται· τὸ δὲ τελικώτατον αὐτὸ

καὶ σκοπιμώτατόν ἐστι τῆς ὅλης συνουσίας ἡ θεωρία τῆς οὐσίας ἡμῶν.

Ἐπεὶ καὶ εἴ τις λέγοι τέλος εἶναι τὴν ἑαυτῶν ἐπιμέλειαν καὶ τὴν

ταύτης γνῶσιν τῷ διαλόγῳ, τίθεται μὲν ὀρθῶς, ἐννοείτω δὲ ὅτι τοῦτο

μὲν ὡς τέλος καὶ ὡς τὸ ἀγαθὸν ὑπάρχειν ἡμῖν ἐκ τῶν ἀποδεικνυμένων

10

προσήκει, τὸ δὲ ζητούμενόν ἐστι πρόβλημα, καὶ οὗ ἕνεκα πάντες οἱ

συλλογισμοί, τὸ γνῶναι ἑαυτούς. ἄλλο γὰρ ἦν τὸν σκοπὸν γνῶναι τοῦ

διαλόγου καὶ τὸ ἀγαθὸν ἄλλο τὸ ἐκ τῆς τοιαύτης προθέσεως. δεῖ γοῦν,

ὥσπερ καὶ ἐν ἄλλοις εἴπομεν περὶ τῶν διαλόγων, ἕκαστον ἔχειν ἅπερ

καὶ τὸ πᾶν· καὶ εἶναι τὸ μέν τι τῷ ἀγαθῷ τεταγμένον ἀνάλογον ἐν

αὐτοῖς, τὸ δέ τι τῷ νῷ, τὸ δὲ τῇ ψυχῇ, τὸ δὲ τῷ εἴδει, τὸ δὲ αὐτῇ τῇ

ὑποκειμένῃ φύσει. λεγέσθω δὴ οὖν κἀν τούτοις τῷ μὲν ἀγαθῷ τὸ

ὁμοιωθῆναι τῷ θείῳ διὰ τῆς ἑαυτῶν ἐπιμελείας ἀναλογεῖν, τῷ δὲ νῷ

τὸ γνῶναι ἑαυτούς, τῇ δὲ ψυχῇ τὸ πλῆθος τῶν ἀποδείξεων τῶν εἰς τοῦτο

ἀγουσῶν ἡμᾶς τὸ συμπέρασμα καὶ πᾶν ὡς εἰπεῖν τὸ συλλογιστικὸν

τοῦ διαλόγου, τῷ δὲ εἴδει λοιπὸν ὁ χαρακτὴρ τῆς λέξεως καὶ τῶν

σχημάτων καὶ τῶν ἰδεῶν ἡ πλοκὴ καὶ ὅσα ἄλλα τῆς λεκτικῆς ἐστὶ

δυνάμεως, τῇ δὲ ὕλῃ τὰ πρόσωπα καὶ ὁ καιρὸς καὶ ἡ καλουμένη παρά

τισιν ὑπόθεσις. ταῦτα μὲν οὖν ἐν παντὶ διαλόγῳ· τὸ δὲ προκείμενον,

σκοπὸς μέν ἐστι τῷδε τῷ συγγράμματι τὸ γνῶναι τὴν οὐσίαν ἡμῶν,

ταύτης δὲ τῆς γνώσεως ἐρασταὶ τυγχάνομεν ὄντες ἵνα τῆς ἑαυτῶν

τύχωμεν τελειότητος. καὶ ὥσπερ ἐν τοῖς αἰτίοις αὐτοῖς ὁ νοῦς ἐξήρτηται

τἀγαθοῦ, οὕτω δὴ καὶ ἐν τούτοις τὸ ζητούμενον ἐν τῷ διαλόγῳ συνέ-

ζευκται τῷ τέλει τῆς συνουσίας· τέλος δέ ἐστιν ὅπερ εἴπομεν.

11

Ταῦτα καὶ περὶ τῆς προθέσεως ἡμῖν ἀναγεγράφθω, προαποδείξασιν

ὡς ἄρα ἐντεῦθεν ἀρκτέον τῆς ἑαυτῶν τελειώσεως, ἀπὸ τῆς ἑαυτῶν

καθαρᾶς γνώσεως. ἀρχὴ δέ ἐστιν οὗτος ὁ διάλογος ἁπάσης φιλοσοφίας,

ὥσπερ δὴ καὶ ἡ ἑαυτῶν γνῶσις· καὶ διὰ τοῦτο πολλῶν μέν ἐστι λογικῶν

ἐν αὐτῷ θεωρημάτων κατεσπαρμένη παράδοσις, πολλῶν δὲ ἠθικῶν καὶ

τῶν πρὸς ὅλην ἡμῖν τὴν περὶ εὐδαιμονίας ἐπίσκεψιν συντελούντων

ἀνακάθαρσις, πολλῶν δὲ εἰς φυσιολογίαν ἢ καὶ τὴν περὶ αὐτῶν τῶν

θείων ἀλήθειαν ἡμᾶς ποδηγούντων δογμάτων ὑποτύπωσις, ἵν' ὥσπερ

ἐν 〈τύπῳ〉 τούτῳ τῷ διαλόγῳ πάσης φιλοσοφίας ἡ κοινὴ καὶ μία καὶ

ὁλοσχερὴς ὑπογραφὴ περιλαμβάνηται, δι' αὐτῆς τῆς πρώτης ἡμῖν εἰς

ἑαυτοὺς ἐπιστροφῆς ἀναφαινομένη. καί μοι δοκεῖ καὶ διὰ ταύτην τὴν

αἰτίαν ὁ θεῖος Ἰάμβλιχος τὴν πρώτην αὐτῷ διδόναι τάξιν ἐν τοῖς δέκα

διαλόγοις ἐν οἷς οἴεται τὴν ὅλην τοῦ Πλάτωνος περιέχεσθαι φιλοσοφίαν,

ὥσπερ ἐν σπέρματι τούτῳ τῆς συμπάσης ἐκείνων διεξόδου προειλημ-

μένης. οἵτινες δέ εἰσιν οἱ δέκα καὶ ὅπως αὐτοὺς προσήκει τάττειν καὶ

ὅπως ἐν τοῖς δύο τοῖς μετ' αὐτοὺς συνῄρηνται, προηγουμένως ἐν ἄλλοις

πεπραγματεύμεθα.

Ἀλλ' ἐπειδὴ καὶ ταῦτα μετρίως ὑπέμνησται, περὶ τῆς τοῦ διαλόγου

12

διαιρέσεως μετὰ ταῦτα λεκτέον. εἰσὶ δή τινες οἳ κατὰ τὸ λεκτικὸν

αὐτοῦ ποιούμενοι τὴν τομὴν εἰς ἔπαινον καὶ ἔλεγχον καὶ προτροπὴν

καὶ ἀποτροπὴν καὶ μαιείαν αὐτὸν διῃρήκασιν, ἐπαίνου μὲν δεῖσθαι

λέγοντες τὸν φιλόσοφον ἵν' οἰκειώσηται τὸν νέον, ἐλέγχου δὲ ἵνα

καθήρῃ τῆς περιττῆς οἰήσεως, προτροπῆς δὲ ἵνα ἀνεγείρῃ πρὸς τὴν τῆς

ἀρετῆς αὐτὸν μετουσίαν, ἀποτροπῆς δὲ ἵνα τῆς πρὸς τοὺς πολλοὺς

δημαγωγοὺς ὁμοιώσεως ἀποστήσῃ καὶ τοῦ ζήλου τοῦ πρὸς τοὺς ἐν

τῇ πόλει μέγα δυναμένους, μαιείας δὲ ὅπως ἂν αὐτὸν ἐκκαλέσηται πρὸς

τὴν θεωρίαν τῆς τε ἀνθρωπίνης φύσεως καὶ τῆς πρεπούσης ἐπιμελείας

τῇ τοιαύτῃ φύσει. <καὶ λέγουσι μέν τι> διαιροῦντες εἰς ταῦτα τὸν

διάλογον, <οὐ μέντοι ὅσον γε οἴονται>· περὶ γὰρ τὰ <τρίτα

ἀπὸ τῆς ἀληθείας> διατρίβουσι καὶ περὶ τὰ ἔσχατα φιλοπονοῦσι

καὶ τῶν ὀργάνων ἅπτονται, τῆς δὲ τῶν πραγμάτων ἀπολείπονται

διαρθρώσεως.

Ἕτεροι δὲ αὖ τούτων σεμνότεροι τὸ μὲν λεκτικὸν ὅπη ποτὲ διῄρηται

χαίρειν ἐῶσιν, ἀνάγονται δὲ ἐπὶ τὸ συλλογιστικὸν τοῦ διαλόγου καὶ

ἀποδεικτικόν, κἀκεῖθεν ἀξιοῦσιν αὐτοῦ μεταχειρίζεσθαι τὴν τομήν. καὶ

δὴ καὶ ἀπαριθμοῦνται, πρῶτον μὲν εἶναι συλλογισμὸν ἐν ᾧ δείκνυσιν

ὅτι οὐκ οἶδε τὰ δίκαια Ἀλκιβιάδης· δεύτερον δὲ τὸν ἀποφαίνοντα μὴ

εἶναι σπουδαίους διδασκάλους τοῦ δικαίου τοὺς πολλούς· τρίτον δὲ

αὖ τὸν συνάγοντα ὅτι ὁ λέγων ἐστὶν ὁ ἀποκρινόμενος, καὶ οὐχ ὁ

13

ἐρωτῶν, ἐν οἷς ἐρώτησις γίνεται καὶ ἀπόκρισις· τέταρτον ἐν ᾧ δείκνυται

τῆς αὐτῆς ἐπιστήμης ἔργον ὑπάρχον τὸ πολλοὺς καὶ ἕνα πείθειν·

πέμπτον τὸν συλλογιζόμενον ὡς ἄρα τὰ δίκαια συμφέροντά ἐστιν· ἕκτον

δὲ ἄλλον τούτῳ συνηρτημένον, ὃς συμπεραίνεται μόνον εἶναι τὸ καλὸν

ἀγαθόν· ἕβδομον δὲ τὸν κατασκευάζοντα ὅτι κατὰ τὴν διπλῆν ἀμαθίαν

ὁ Ἀλκιβιάδης ἀγνοεῖ ἑαυτὸν καὶ τὰ πράγματα· ὄγδοον δὲ τὸν

ἐλέγχοντα ὡς οὐδὲ τοὺς ἀληθινοὺς ἀνταγωνιστὰς οἵτινές εἰσιν ἐπέ-

σκεπται· ἔνατόν γε μὴν ὃς ἀποφαίνει παντελῶς αὐτὸν ἀγνοοῦντα τὸν

τρόπον τῆς ὀρθῆς ἐπιμελείας· δέκατον δὲ ἐπὶ τούτοις ἐν ᾧ τὴν οὐσίαν

ἡμῶν ἀνακαθαίρεται καὶ τὰς τριπλᾶς αὐτῆς διαγνώσεις καὶ τὸ εἶδος

τῆς ἁρμοττούσης αὐτῇ θεραπείας. οὐκοῦν καὶ τοὺς ταῦτα λέγοντας

ἐπαινεσόμεθα μὲν ὡς τῶν πρὸ αὐτῶν ἀστειοτέρους καὶ τῶν πραγμάτων

ἐγγυτέρω γεγονότας, οὔπω δὲ οὐδὲ τούτους φήσομεν πραγματειώδη

ποιεῖσθαι τὴν διαίρεσιν, ἀλλ' ἐν δευτέρᾳ τάξει τετάχθαι καὶ μὴ

παντελῶς ἀφεστάναι τῆς περὶ τὰ ὄργανα διατριβῆς.

Ἐκεῖνος δὴ οὖν ὁ τρόπος τῆς τοῦ διαλόγου τομῆς ἔμοιγε δοκεῖ

πάντων εἶναι τελεώτατος, ὃν καὶ ὁ φιλόσοφος Ἰάμβλιχος ἐνέκρινεν, ὁ

ἀπ' αὐτῶν ὁρμώμενος τῶν πραγμάτων καὶ συνάγων εἰς τρία κεφάλαια

τὴν ὅλην οἰκονομίαν τοῦ συγγράμματος καὶ πρὸς ταῦτα ἀναφέρων τάς

τε συλλογιστικὰς μεθόδους καὶ τὰς λεκτικὰς μεταχειρίσεις. δεῖ γὰρ

ἀεὶ τὰ δεύτερα καὶ τὰ ὀργανικὰ τῶν πρώτων καὶ κυρίων μερῶν ἀντέ-

14

χεσθαι κἀκείνων ἐστοχασμένως παραδίδοσθαι. πῶς οὖν φαμὲν τὸν

διάλογον εἰς τὰ προσεχῆ καὶ κυριώτατα μέρη διαιρεῖσθαι; πῶς δὲ

ἄλλως ἢ ἐπειδὴ σκοπὸς μέν ἐστιν αὐτῷ τὴν οὐσίαν ἐκφῆναι τοῦ ἀν-

θρώπου καὶ ἐπιστρέψαι πρὸς ἑαυτὸν ἕκαστον ἡμῶν ἀπὸ τῆς εἰς τὰ

ἔξω βλεπούσης ὁρμῆς καὶ τῆς ἀλλοτριοπραγμοσύνης, ταύτην δὲ ἀνάγκη

γίγνεσθαι τὸν μὲν λόγον ἡμῶν καθαιρόντων ἀπὸ τῶν ἐπιπροσθούντων

αὐτῷ καὶ τὴν ἐπιστροφὴν διακοπτόντων, τὸ δὲ ἄλογον παιδευόντων

καὶ πρὸς τὴν κατὰ τὸν λόγον τελείωσιν ἀνακαλουμένων, προηγεῖται

μὲν κεφάλαιον ἕν, τὸ τὴν ἄγνοιαν ἀφαιροῦν τοῦ λόγου καὶ τὰ ἐμπόδια

τῆς ἐπιστήμης τὰ ἐν αὐτῷ διὰ τὴν γένεσιν ἀναστέλλον πολλοῖς δή τισι

καὶ παντοδαποῖς συλλογισμοῖς· δεύτερον δὲ ἐπὶ τούτῳ τέτακται τοῦ

διαλόγου μέρος, τὸ κατασκευάζον ὡς οὐ χρὴ τοῖς φυσικοῖς πλεονεκτή-

μασιν ἀρκούμενον ἀπολιμπάνεσθαι τῶν κατὰ τὴν τελείαν ἀρετὴν ἐπι-

τηδευμάτων· τρίτον δὲ ἐπὶ τούτοις τὸ τὴν ἀνάμνησιν πορίζον τῆς

ἀληθινῆς ἡμῶν οὐσίας καὶ τῆς ἐπιμελείας τῆς ὀρθῆς τὴν εὕρεσιν καὶ

τέλος τὸ προσῆκον ἐπάγον τῇ ὅλῃ προθέσει τῶν λόγων; τρία τοίνυν

ταῦτα τοῦ προκειμένου διαλόγου μέρη· τὰ δὲ ἄλλα πάντα τούτων ἕνεκα

παραλαμβάνεται καὶ πρὸς ταῦτα συντελεῖ, τά τε ἀποδεικτικὰ καὶ τὰ

τῇ λεκτικῇ καθήκοντα. καὶ γὰρ τῶν συλλογισμῶν ἕκαστος ὀφθήσεται

πρὸς ἓν τοῦτο τέλος ἀνάγων ἡμᾶς, τὴν θεωρίαν τῆς ἡμετέρας ὑποστά-

σεως καὶ τὴν γνῶσιν τὴν ἑαυτῶν. εἰ γὰρ βούλει καθ' ἑαυτὸν ἕκαστον

σκοπεῖν καὶ ἣν ἔχει δύναμιν ἐξετάζειν, εἰς μίαν ταύτην ἀρχὴν ἅπαντας

ἀναφερομένους εὑρήσεις.

15

Ὁ μὲν γὰρ πρῶτος, ὁ δεικνὺς τὴν ἄγνοιαν ἣν ἔχομεν ἅπαντες ἐκ

νεότητος τῶν δικαίων, οὐδὲν ἄλλο ἢ τὴν ἀνεπιστημοσύνην αἰτιᾶται τὴν

ἑαυτῶν· κατ' οὐσίαν γὰρ ἔχοντες αὐτῶν τοὺς λόγους οὐκ ἐπιστρέφομεν

εἰς ἑαυτούς, οὐδὲ διηρθρωμένην αὐτῶν γνῶσιν ἀναλαμβάνομεν, καὶ

τοῦτο αἴτιον τῆς οἰήσεως τοῦ εἰδέναι καὶ τῶν ἐλέγχων οἷς γινόμεθα

περιπετεῖς διὰ τὴν οἴησιν. Ὁ δὲ δεύτερος ἀτιμάζων τὸν πολὺν ὄχλον

τῶν ἀνθρώπων ὡς οὐκ ὄντα τῶν δικαίων ἐπιγνώμονα τοῦ μὲν πλήθους

παντὸς καὶ τῆς εἰς δόξας φερομένης ζωῆς ἀφίστησιν ἡμᾶς, ἀνάγει δὲ

ἐπὶ τὸν ἕνα λόγον καὶ τὴν μίαν ἐπιστήμην ἕκαστον ἐν αὐτῇ τῇ ψυχῇ

κατ' οὐσίαν ὑφεστηκυῖαν. ὁ δὲ τρίτος τὸν ἀποκρινόμενον εἶναι τὸν

λέγοντα δεικνὺς τὴν αὐτοκινησίαν ἐμφανῆ ποιεῖ τῆς ψυχῆς καὶ τὰς

προβολὰς τῶν λόγων καὶ τὰς μαθήσεις ἀναμνήσεις οὔσας ἀποφαίνει,

καὶ οὐδὲν ἄλλο ἢ πρὸς ἑαυτὸν ἐπιστρέφει τὸν τελειούμενον. ὁ δὲ δὴ

16

τέταρτος, ἐν ᾧ συνήγαγεν ὡς ἄρα τῆς αὐτῆς ἐστὶν ἐπιστήμης ἕνα καὶ

πολλοὺς πείθειν, δείκνυσιν οἷόν ἐστι τὸ τέλειον καὶ τὸ ἑαυτοῦ μὴ

ἐξιστάμενον τῆς ἐνεργείας εἶδος, ἀλλ' εἰς ἑαυτὸ νοερῶς ἐπεστραμ-

μένον· πάντα γὰρ πληροῦν ἀνελάττωτόν ἐστι καὶ ὡσαύτως ἑνὶ καὶ

πολλοῖς πάρεστιν, οὔτε μεριζόμενον ἐν τοῖς μετέχουσιν οὔτε ἀλλοιού-

μενον ὑπ' αὐτῶν, ἀλλ' ἓν καὶ τὸ αὐτὸ μένον ἐν ἑαυτῷ καὶ ἀφ' ἑαυτοῦ

τὰ ἄλλα τελειοῦν. ὁ δὲ πέμπτος μετὰ τοῦτον, ὁ τὰ δίκαια συμφέροντα

ἀποδεικνύς, ἐν τῇ ψυχῇ τίθεται τὸ ἑκάστου συμφέρον, ἐν ᾗ καὶ τὸ

δίκαιον, καὶ πείθει μηδαμοῦ ζητεῖν ἀλλαχοῦ τὴν οὐσίαν ἡμῶν ἢ ἐν

ψυχῇ, ὅπου καὶ τὸ ἀγαθόν ἐστι τῷ δικαίῳ συνυφεστώς· οὐ γὰρ ἀλλαχοῦ

μὲν ἡμῶν τὸ συμφέρον, ἀλλαχοῦ δὲ ἡ ὕπαρξις. ὁ δὲ ἕκτος, ὁ τὸ καλὸν

συνάγων εἰς ταὐτὸν καὶ τὸ ἀγαθόν, ἀφίστησι μὲν τῶν φαινομένων

καλῶν, ἐπ' αὐτὸ δὲ τὸ νοερὸν καὶ λογικὸν καὶ ἐπιστημονικὸν κάλλος

ἀνάγει τὴν ψυχὴν καὶ παρασκευάζει πρὸς ἑαυτὴν ἐπιστρέφεσθαι καὶ

ἐν ἑαυτῇ ταῦτα θεωρεῖν, ἀλλ' οὐκ ἐν τοῖς ἔξω κειμένοις αὐτῆς. ὁ δὲ

17

ἕβδομος ἀποκαθαίρων τῆς διπλῆς ἀγνοίας πᾶν τὸ ἐπιπροσθοῦν τῇ

ἑαυτῶν γνώσει καὶ ἀφαιρούμενον ἡμᾶς τῆς πρὸς ἑαυτοὺς ἐπιστροφῆς

διὰ τοῦ τὴν περιττὴν οἴησιν ἐκβάλλειν, δείκνυσι τὸ μέγιστον ὑπάρχον

τοῦτο τῶν κακῶν, τὸ ἀγνοεῖν ἑαυτούς, ᾧ συναναφαίνεται τὸ μέγιστον

καὶ τελεώτατον τῶν ἀγαθῶν ἐν τῇ αὑτῶν γνώσει τὴν ὑπόστασιν

κεκτημένον. ὁ δὲ ὄγδοος συλλογισμὸς ἐπιδείκνυσι μὲν αὐτῷ τοὺς

ἀληθῶς ἀνταγωνιστάς, συντελεῖ δὲ ἄρα καὶ οὗτος εἰς τὸν ὅλον σκοπόν,

ἐπειδήπερ ἀγνοοῦμεν ἑαυτοὺς ἢ κατὰ τὴν ψυχικὴν δύναμιν ἢ κατὰ τὴν

σωματικὴν ἢ κατὰ τὴν ἐκτός· ἵν' οὖν μὴ παντελῶς ἑαυτὸν ἀγνοῶν,

καὶ ὅπως διὰ πάντων ἠλάττωται τῶν ἀνταγωνιστῶν, ἑαυτὸν λάθῃ τοῖς

μεγίστοις ἀτυχήμασι περιπετὴς γενόμενος, ἀναγκαῖος οἶμαι καὶ οὗτός

ἐστιν ὁ συλλογισμὸς πρὸς τὴν ὅλην τοῦ διαλόγου πρόθεσιν. ὁ δὲ ἔνατος,

ἐν ᾧ δείκνυται τὸν τρόπον τῆς ἡμῶν αὐτῶν ἐπιμελείας ἀγνοῶν,

κυριωτάτην ἀρχὴν ἀποφαίνει καὶ τῆς τούτου γνώσεως τὴν τῆς οὐσίας

ἡμῶν διάγνωσιν. ἤρτηται γὰρ ἀπὸ τούτου καὶ ἡ τῆς ἐπιμελείας τῆς

ὀρθῆς διάκρισις, μᾶλλον δὲ κατ' αὐτὴν ἀφώρισται τὴν γνῶσιν. πᾶν

18

γὰρ αὐτοκίνητον ἑαυτὸ τελειοῖ πρὸς ἑαυτὸ στρεφόμενον· καὶ ὁ μὲν

γνοῦς ἑαυτὸν ὁμοῦ καὶ τὴν ἑαυτοῦ θεραπείαν ἐν ἑαυτῷ συνείληφεν, ὁ

δὲ ἀγνοῶν ἑαυτὸν ἀνεπιστήμων ἐστὶ καὶ περὶ τὸν τῆς ἐπιμελείας τρόπον.

δέκατος τοίνυν ἐφ' ἅπασιν ὁ τὸν ἄνθρωπον ἐν ψυχῇ τὴν ὑπόστασιν

ἔχοντα δεικνὺς αὐτόθεν ἐκφαίνει τὸ εἶδος τῆς ἡμετέρας οὐσίας καὶ

τελεωτάτην ἡμῖν παρέχεται γνῶσιν τῆς αὐτοενεργήτου ζωῆς, ἐν ἑνὶ τήν

τε ὕπαρξιν ἡμῶν καὶ τὴν τελείωσιν ἀποδεικτικῶς συλλαμβάνων. εἰ δὴ

λέγοιμεν ὅτι καὶ ἕκαστος τῶν ἐν τῷ διαλόγῳ συλλογισμῶν καὶ πάντες

ἅμα πρὸς τὴν ἑαυτῶν γνῶσιν ἡμᾶς περιάγουσι, τάχα ἂν τῆς τοῦ

Πλάτωνος τυγχάνοιμεν διανοίας.

Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου

γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι. 103 A.

Τὰ προοίμια τῶν Πλατωνικῶν διαλόγων συνᾴδει πρὸς τοὺς ὅλους

αὐτῶν σκοπούς, καὶ οὔτε δραματικῆς ἕνεκα ψυχαγωγίας μεμηχάνηται

τῷ Πλάτωνι (πόρρω γάρ ἐστιν ὁ τρόπος οὗτος τῆς συγγραφῆς τῆς

τοῦ φιλοσόφου μεγαλοφροσύνης) οὔτε τῆς ἱστορίας στοχάζεται μόνης,

ὥσπερ τινὲς ὑπειλήφασιν· οὔτε γὰρ πιθανόν ἐστιν οὔθ' ὅλως δυνατόν,

ἅπαντα ἑξῆς ἀπὸ τῶν γεγονότων ἢ ῥηθέντων λαμβάνεσθαι πρὸς τὴν

19

μίαν τῶν Πλατωνικῶν συγγραμμάτων τελείωσιν· ἀλλ' ὥσπερ καὶ τοῖς

ἡμετέροις δοκεῖ καθηγεμόσι καὶ ἡμῖν ἐν ἄλλοις μετρίως ὑπέμνησται,

τῆς ὅλης τῶν διαλόγων ἐξήρτηται καὶ ταῦτα προθέσεως, καὶ τὰ μὲν

ἐκ τῶν ὑποκειμένων πραγμάτων ἢ λόγων συναρμόζεται πρὸς τὸν

παρόντα σκοπόν, τὰ δὲ τελειοῦται τῶν ἐλλειπόντων εἰς τὴν τῆς προκει-

μένης θεωρίας συμπλήρωσιν, ὁμοῦ δὲ πάντα καθάπερ ἐν τελετῇ πρὸς

τὴν ὅλην ἀνάγεται τῶν ζητουμένων τελείωσιν. τοῦτο δὴ οὖν μοι δοκεῖ

καὶ ἐν τούτῳ τῷ διαλόγῳ προτείνειν ἡμῖν ὁ Πλάτων τὸ δόγμα, καὶ

καλῶς ἐπιδεικνύναι δι' αὐτῆς τῆς πρωτίστης ἐπιβολῆς τῶν λόγων τὸν

σύμπαντα τοῦ γράμματος σκοπόν.

Πρόκειται μὲν γὰρ αὐτῷ, καθάπερ εἴπομεν, τὴν φύσιν ἡμῶν ἐκφῆναι

καὶ τὴν οὐσίαν ὅλην καθ' ἣν ἕκαστος ἀφώρισται τοῖς ἐπιστημονικοῖς

καὶ ἀνελέγκτοις τῆς θεωρίας λόγοις περιλαβεῖν καὶ τοῦτο ἐκεῖνο τὸ

Δελφικὸν παράγγελμα τὸ <γνῶθι σαυτόν>, ὅ τι ποτέ ἐστιν, ἀπο-

καλύψαι διὰ τῶν ἀποδεικτικῶν μεθόδων· αὐτὸ δὲ τὸ προοίμιον

ἐπιστρέφει μὲν εἰς ἑαυτὸν τὸν νέον καὶ καθίστησιν ἐξεταστὴν τῶν ἐν

αὐτῷ προϋποκειμένων διανοημάτων, ἀνάγει δὲ αὐτὸν ὁμοῦ τῇ πρὸς

ἑαυτὸν ἐπιστροφῇ καὶ εἰς τὴν τῆς Σωκρατικῆς ἐπιστήμης περιωπήν.

τὸ γὰρ ἐξετάζειν τὴν αἰτίαν δι' ἣν ὁ Σωκράτης μόνος τῶν ἐραστῶν

οὐκ ἀπέληξε τοῦ ἔρωτος, ἀλλὰ καὶ ἤρξατο πρὸ τῶν ἄλλων καὶ πεπαυ-

μένων ἐκείνων οὐκ ἀπαλλάττεται, θεατὴν αὐτὸν ἀποφαίνει τῆς ὅλης

20

τοῦ Σωκράτους ζωῆς. ἔστι μὲν οὖν τὰ εἴδη τῆς ἐπιστροφῆς τριττά· πᾶν

γὰρ τὸ ἐπιστρεφόμενον ἢ πρὸς τὸ χεῖρον ἐπιστρέφει ἑαυτοῦ διὰ τὴν

ἀπόπτωσιν τῆς οἰκείας τελειότητος ἢ πρὸς τὸ κρεῖττον ἀνάγεται διὰ

τῆς ἑαυτοῦ ζωῆς καὶ τῆς κατὰ φύσιν ἐνεργείας ἢ πρὸς ἑαυτὸ ἐπιστρέφει

κατὰ τὴν σύστοιχον ἑαυτῷ γνῶσιν καὶ τὸ μέσον εἶδος τῆς κινήσεως.

ἀλλ' ἡ μὲν πρὸς τὸ χεῖρον ἐπιστροφὴ ψυχῆς ἐστὶ πάθος <πτερορρυη-

σάσης> καὶ γενομένης ἐν λήθῃ καὶ ἑαυτῆς ἅμα καὶ τῶν πρὸ αὐτῆς·

ἡ δὲ καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὸ κρεῖττον οὐκ ἐν ψυχαῖς ἐστὶ μόναις

ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς θείοις, ὥσπερ ἡμᾶς ὁ Παρμενίδης ἀναδιδάσκει

διττὰ τὰ τῆς ἐπιστροφῆς εἴδη τιθέμενος καὶ δεικνύς, ὅπως μὲν εἰς ἑαυτὸ

τὸ θεῖον ἐπέστραπται καὶ ἐν ἑαυτῷ ἐστίν, ὅπως δὲ εἰς τὸ πρὸ αὐτοῦ,

καθ' ὃ δὴ καὶ ἐν ἄλλῳ περιέχεται καὶ συνήνωται πρὸς τὴν κρείττονα

φύσιν. ὅθεν δὴ καὶ ὁ Σωκράτης ἐπὶ τέλει τοῦ διαλόγου τὸν εἰς ἑαυτὸν

ἐπιστραφέντα καὶ ἑαυτοῦ γενόμενον θεωρὸν ἐντεῦθεν καὶ τὸ θεῖον

ἅπαν κατόψεσθαί φησι, καὶ διὰ τῆς πρὸς ἑαυτὸν ἐπιστροφῆς ὥσπερ

21

βαθμοῦ τινὸς ἀναγωγοῦ μεταστήσεσθαι πρὸς τὴν τοῦ θείου περιωπὴν

καὶ εἰς τὴν πρὸς τὸ κρεῖττον ἑαυτὸν ἐπανάξειν στροφήν. ταῦτα τοίνυν

ἐκ προοιμίων ἐνδεικνύμενος ὁ λόγος ἀπὸ μὲν τῆς ἔξω φερομένης ζωῆς

εἰς τὴν ἐπίσκεψιν τὴν ἑαυτοῦ περιάγει τὸν Ἀλκιβιάδην, ἀπὸ δὲ τῆς

ἑαυτοῦ κατανοήσεως εἰς τὸν ἔρωτα τῆς Σωκρατικῆς ἐπιστήμης ἀνα-

καλεῖται. τὸ γὰρ τὴν αἰτίαν ποθῆσαι μαθεῖν ὧν πράττει Σωκράτης,

ἐραστήν ἐστι γενέσθαι τῆς ἐν αὐτῷ προϋπαρχούσης ἐπιστήμης.

Τοῦτο μὲν τοίνυν ἐκ τοῦ προοιμίου πρῶτον δοκεῖ μοι τοῖς κατακούειν

αὐτοῦ δυναμένοις ὁ Πλάτων ἐνδείκνυσθαι. δεύτερον δὲ ἕτερον ἐπὶ τούτῳ

τοιόνδε· τὸν σπουδαῖον πανταχοῦ τοῖς ὑποκειμένοις γνωστοῖς καὶ τὰς

γνώσεις συστοίχους προβάλλειν, καὶ μήτε περὶ τῶν ἐνδεχομένων καὶ

ἄλλοτε ἄλλως φερομένων τὴν ἑστῶσαν καὶ ὡρισμένην καὶ ἄτρεπτον

προειληφέναι γνῶσιν μήτε περὶ τῶν ἀναγκαίων καὶ ἀεὶ ὡσαύτως

ἐχόντων ἀμφίβολον καὶ ἀόριστον καὶ ἄστατον ἔχειν ὑπόληψιν, ἀλλ'

ὥσπερ αὐτὸς ὁ Σωκράτης ἐν Πολιτείᾳ διέκρινε, τῇ μὲν ἁπλῇ καὶ

μονοειδεῖ καὶ νοερᾷ γνώσει τὰ νοητὰ πάντα συζύγως θεωρεῖν, τῇ δὲ

ἐπιστημονικῇ καὶ διανοητικῇ τῶν εἰδῶν ἀνελίξει καὶ συνθέσει τοὺς

μέσους τῶν ὄντων λόγους ἐπισκοπεῖσθαι, <τρίτῃ> δὲ <ἀπὸ τῆς

22

ἀληθείας> τῇ αἰσθήσει δι' ὀργάνων ἐφαπτομένῃ τῶν οἰκείων γνωστῶν

τὰ αἰσθητὰ πάντα διακρίνειν δεόντως, τῇ δὲ εἰκαστικῇ τὸ λοιπὸν

δυνάμει τὰ εἰκαστὰ τῶν αἰσθητῶν εἴδωλα τυγχάνοντα γινώσκειν. καὶ

μὴν καὶ ὁ Τίμαιος ἀνάλογον τοῖς οὖσι τὰς γνώσεις διελόμενος <νοήσει>

μὲν ἡμᾶς καὶ <λόγῳ> παρακελεύεται τὰ ὄντα κρίνειν, <δόξῃ> δὲ καὶ

<αἰσθήσει> τὰ μὴ ὄντα μέν, <γιγνόμενα> δὲ <καὶ ἀπολλύμενα>·

καὶ τῶν μὲν ὄντως ὄντων ἀνελέγκτους καὶ ἀραρότας εἶναι τοὺς λόγους,

τῶν δὲ φύσιν οὐ τοιαύτην λαχόντων, ἀλλ' ἐν γενέσει φερομένων,

εἰκαστικοὺς καὶ <τοῦ προστυχόντος>, ὡς αὐτός που λέγει, μετειλη-

χότας· πανταχοῦ γὰρ οἱ λόγοι μιμηταὶ τῶν πραγμάτων εἰσὶν ὧν

ὑπάρχουσιν <ἐξηγηταί>. τὸ δὴ τρίτον ὅτι καὶ ὁ ἐν τῷ Κρατύλῳ

Σωκράτης τὰ μὲν ἐπὶ τῶν ἀϊδίων εἶναί φησιν ὀνόματα τῆς τῶν πραγμά-

των φύσεως μᾶλλον ἐφαπτόμενα, τὰ δὲ ἐπὶ τῶν γιγνομένων καὶ

φθειρομένων πολυειδῶς ἐξαλλαττόμενα καὶ πολὺ τοῦ θέσει μετέχοντα

διὰ τὴν τῶν ὑποκειμένων αὐτοῖς ἄστατον φοράν. εἰ τοίνυν καὶ αἱ

γνώσεις διαφέρουσι τῶν τε ἀεὶ ⟦καὶ⟧ ὡσαύτως ἐχόντων καὶ τῶν ἐν-

δεχομένων καὶ οἱ λόγοι παμπόλλην ἔλαχον ἐξαλλαγὴν καὶ τὰ ὀνόματα

τοῖς μὲν ἄλλα προσήκει τοῖς δὲ ἄλλα, τί θαυμαστὸν εἰ καὶ ὁ Σωκράτης

23

ἐνταῦθα περὶ φύσεως ἀστάτου διαλεγόμενος καὶ μεταβολὴν ἐπιδεχο-

μένης τῷ ‘<οἶμαι>’ κατεχρήσατο, σημαίνοντι τὴν τοῦ γνωστοῦ φύσιν

εὔτρεπτον ὑπάρχουσαν, ἀλλ' οὐ τὴν τοῦ Σωκράτους γνῶσιν ὡς ἀόριστον

καὶ ἀγνοίᾳ συμμιγῆ καὶ ἀμφισβητήσιμον διελέγχοντι; δεῖ γάρ, ὡς

προείπομεν, ἐν μὲν τοῖς δοξαστοῖς τῶν πραγμάτων καὶ εἰκαστοῖς ὡς

εἰκάζοντας λέγειν τὰς ἑαυτῶν ἐννοίας, ἐν δὲ τοῖς νοητοῖς καὶ ἐπι-

στημονικοῖς ὡς εἰδότας τὸ ἀληθὲς ἀνελέγκτοις δή τισι χρῆσθαι τοῖς

λόγοις. οὐθεὶς γὰρ ἂν ἀποδέξαιτο, φησὶν Ἀριστοτέλης, ἢ γεωμέτρου

πιθανῶς λέγοντος ἢ ῥήτορος ἀποδεικνύναι φάσκοντος· ὥστε οὔτε ὁ

περὶ τῶν ἀναγκαίων εἰκαστικῶς λέγων οὔτε ὁ περὶ τῶν εἰκαστῶν

ἀραρότως ἔμφρων ἄν ποτε εἴη τῶν πραγμάτων ἐξηγητής. ἔχει μὲν οὖν

καὶ διὰ ταῦτα τῷ Σωκράτει τὸ ‘<οἶμαι>’ τὴν προσθήκην ἀναγκαίαν·

λέγοις δ' ἂν ὅτι καὶ τὸ ἦθος ὑφορᾶται τοῦ νεανίσκου φιλότιμον ὄν.

ἅπαν γὰρ τὸ τοιοῦτον ἐνστατικόν ἐστι καὶ φιλόνεικον· ἵν' οὖν μὴ

διατεινόμενος εὐθὺς ἐξ ἀρχῆς εἰς τὴν πρὸς ἑαυτὸν ἐκκαλέσηται φιλο-

νεικίαν τὸ νεαροπρεπὲς εἶδος τῆς ζωῆς, μετ' εὐλαβείας αὐτῷ πρόσεισιν

ὑποστελλόμενός πως ἐν οἷς περὶ αὐτοῦ διαλέγεται, καὶ ὡς εἰκάζων,

ἀλλ' οὐ διϊσχυριζόμενος, προάγει τοὺς λόγους. δεῖ γὰρ οὕτως αὐτῷ

τὴν πρώτην προσβάλλειν ὥστε ὑποσχεῖν ἐκεῖνον τὴν ἀκοὴν καὶ τὸ

φιλότιμον κοιμήσαντα τῆς ψυχῆς μετασχεῖν τῶν ἀπὸ τοῦ σωφρονοῦντος

24

στόματος προϊόντων λόγων. τάχα δ' ἂν ῥηθείη καὶ τοῦτο πρὸς τοῖς

εἰρημένοις, ὅτι δὴ Σωκρατικόν ἐστι τὸ μέτριον ἦθος καὶ κοινὸν καὶ

τὸ πόρρω τῆς ἀλαζονείας τεταγμένον. ἐπειδὴ τοίνυν αὐτὸς ὑπὲρ ἑαυτοῦ

πεποίηται λέγων ὁ Σωκράτης ὅτι δοκοίη θαυμαστὸς εἶναι τῷ νεανίσκῳ

καὶ τοῦ ἔρωτος ἕνεκα καὶ τῆς ἐν ἅπαντι τῷ πρόσθεν χρόνῳ σιωπῆς, τὸ

‘<οἶμαι>’ κατὰ καιρὸν αὐτῷ παρεμβέβληται καὶ οὔτε χάριτος ἕνεκα

μόνης καὶ τῆς περὶ τὴν λέξιν εὐπρεπείας οὔτε τῆς περὶ τὴν Σωκρατικὴν

γνῶσιν ἀμφιβόλου ῥοπῆς· προσήκει γὰρ τῷ καθ' ἑαυτοῦ τοιαῦτα

λέγοντι μεθ' ὑποστολῆς μᾶλλον ἢ διατεταμένως λέγειν.

Καὶ μὴν καὶ ἡ πρώτη τῶν λόγων ἀρχὴ πατρόθεν ἀνακαλοῦσα τὸν

νεανίσκον τῷ τε προσώπῳ καὶ τοῖς πράγμασιν οἰκείως παρείληπται. τὸ

μὲν γὰρ πρόσωπον ἅτε φιλότιμον ὂν ἡ ἀπὸ τοῦ πατρὸς κλῆσις οἰκεῖον

αὐτῷ μᾶλλον καθίστησιν, ἔνδοξος γὰρ ὁ Κλεινίας ἐν τῇ περὶ Κορώνειαν

ἐγεγόνει μάχῃ· φιλοῦσι δὲ οἱ πατέρων ἐνδόξων γεγονότες ἐκεῖθεν

μᾶλλον ἢ ἀφ' ἑαυτῶν ὀνομάζεσθαι, τὸ μὲν γὰρ κοινόν ἐστι καὶ τῶν

πολλῶν ἀνθρώπων, τὸ δὲ ἐξαίρετον αὐτῶν ἀγαθόν. ἔχει δὲ καὶ

προτροπὴν ἱκανὴν εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν ἡ μνήμη τοῦ πατρός·

25

οὐ γὰρ ἄξιον καταισχύνειν τὴν τῶν πατέρων δόξαν, οὐδὲ τοῦ μὲν

ὀνόματος αὐτῶν ἀντέχεσθαι καὶ τῆς ἀπ' αὐτῶν προσρήσεως, τῆς δὲ

κατὰ τὴν ἀρετὴν ὁμοιότητος ἀμελεῖν. ἔτι τοίνυν ἡ πρὸς τὸν πατέρα τὸν

τοῦ φαινομένου καὶ ἔξωθεν προστεθέντος ἀνθρώπου γεννητὴ ἀναφορὰ

σύμβολόν ἐστι τῆς ἐπὶ τὸν ἀληθινὸν πατέρα τῶν ψυχῶν ἀνακλήσεως.

χρῆται δὴ καὶ τούτοις ὁ Σωκράτης κατὰ τὸ Πυθαγόρειον ἔθος, καὶ

ταῦτα πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελεῖν οἰόμενος, ἐπεὶ καὶ οἱ

ἄνδρες ἐκεῖνοι τά τε ἐν ἀπορρήτοις δηλούμενα διὰ τῶν συμβόλων

ἐπετήδευον καὶ τὸ φαινόμενον αὐτῶν ὡς ἐκείνων τὴν δύναμιν ἀπεικονι-

ζόμενον παρεφύλαττον. τοῦτο δὴ οὖν καὶ ὁ Σωκράτης κατὰ τὰ αὐτὰ

τοῖς Πυθαγορείοις εἰδὼς πατρόθεν ἀνακαλεῖται τὸν νεανίσκον, σύνθημα

τὴν τοιαύτην κλῆσιν οἰόμενος εἶναι τῆς ἐπὶ τὰς ἀφανεῖς αἰτίας τῶν

ψυχῶν περιαγωγῆς. εἰ δὲ καὶ Ὁμηρικός ἐστιν ὁ ζῆλος οὗτος τῆς

προσρήσεως, ἔχοι ἂν καὶ ταύτῃ τὸ πρέπον, ἄνωθεν κατὰ τὴν κοινὴν

τῶν Ἑλλήνων συνήθειαν προαγόμενος· ‘<πατρόθεν>’ γάρ φησι καὶ

ἐκεῖνος ‘<ὀνομάζων ἄνδρα ἕκαστον, πάντας κυδαίνων>’.

οἰκειωτικὸν γὰρ καὶ θεραπευτικὸν καὶ φιλοφροσύνης ἐνδεικτικόν ἐστι

τοῦτο τῆς συνουσίας τὸ εἶδος.

Ἔτι δὴ λέγομεν ὅτι καὶ τοῖς περὶ τοῦ ἔρωτος λόγοις ἐστὶ τοῦτο

διαφερόντως προσῆκον, ὥσπερ δή φησι καὶ ὁ θεῖος Ἰάμβλιχος· τὸ γὰρ

ἀρρενωπὸν τῆς ἀληθοῦς ἐρωτικῆς καὶ τὸ ἐγηγερμένον ἀπὸ τῆς ὕλης

26

καὶ τὸ δραστήριον ἡ ἀπὸ τοῦ πατρὸς ἐνδείκνυται κλῆσις. καὶ ὅλως

ἐπειδὴ πᾶσα ἡ ἐρωτικὴ τάξις ἀπὸ τοῦ πατρὸς τοῦ νοητοῦ πρόεισι

(<πᾶσι> γάρ, ὡς τὰ λόγιά φησιν, <ἐνέσπειρεν> ὁ πατὴρ <δεσμὸν

πυριβριθῆ ἔρωτος>, ἵνα συνέχηται τὰ πάντα τοῖς ἀλύτοις τῆς

φιλίας δεσμοῖς, ὥς φησι καὶ ὁ παρὰ τῷ Πλάτωνι Τίμαιος), διὰ δὴ τοῦτο

καὶ ἡ ἐρωτικὴ συνουσία ταύτην ἀρχὴν προΐσταται τῆς οἰκειώσεως,

τὴν ἀπὸ τοῦ πατρὸς ἐγειρομένην ἐν τῷ ἐρωμένῳ φιλοφροσύνην. κινεῖ

γὰρ ἡ μὲν τοῦ πατρὸς μνήμη τὴν ἐν τῷ νεανίσκῳ πρὸς αὐτὸν οἰκείωσιν,

αὕτη δὲ τὴν πρὸς τὸν Σωκράτην κοινωνίαν, ὃ δὴ προκείμενον ἦν τῷ

Σωκράτει καὶ δι' ὃ τὴν παροῦσαν καταβάλλεται συνουσίαν. δοκεῖ δέ

μοι καὶ τὸ εἶδος τῶν λόγων πρεπωδέστατον εἶναι τῇ περὶ τοῦ ἔρωτος

πραγματείᾳ. τὸ γὰρ εἰς ἑαυτὸν ἐπιστρέφειν τὸν ἐρώμενον καὶ ἀνα-

καλεῖσθαι καὶ συλλέγειν οἰκεῖόν ἐστι τοῖς ἐνθέοις ἐρασταῖς· μέσην γὰρ

οὗτοι τάξιν ἀτεχνῶς ἐνστησάμενοι τοῦ τε θείου κάλλους καὶ τῶν

δεομένων τῆς παρ' αὐτῶν προνοίας, ἅτε δὴ τὸν ἔρωτα τὸν θεῖον ἀπο-

τυπούμενοι, συνάγουσι μὲν εἰς ἑαυτοὺς τὴν τῶν ἐρωμένων ζωὴν καὶ

συνάπτουσιν ἑαυτοῖς, ἀνάγουσι δὲ μεθ' ἑαυτῶν ἐπὶ τὸ νοητὸν κάλλος,

<ἐπαντλοῦντες>, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, <εἰς τὴν>

27

τούτων <ψυχὴν> ὅσα ἂν ἐκεῖθεν ἀρύτωνται. εἰ τοίνυν ὁ ἐρωτικὸς τῷ

ἔρωτι κάτοχός ἐστιν, ἐπιστρεπτικός τις ἂν εἴη τῶν εὖ πεφυκότων εἰς

τὸ ἀγαθόν, ὥσπερ δὴ καὶ ὁ ἔρως, καὶ ἀνακλητικός. ὃ δὴ καὶ ὁ

Σωκράτης ἐνδεικνύμενος διὰ τῆς πρώτης ταύτης κλήσεως ἐγείρει μὲν

τὸ φρόνημα τοῦ ἐρωμένου πρὸς τὴν τοῦ ἀληθινοῦ κάλλους ἀντοχήν,

ἀνακινεῖ δὲ τὸ ἐν αὐτῷ θαῦμα τῆς φιλοσόφου ζωῆς, περιάγει δὲ αὐτὸν

εἰς τὴν τῆς ἀληθοῦς ἐρωτικῆς ἀποπλήρωσιν. τοῦτο γὰρ δὴ τὸ εἶδος

τῆς ζωῆς ἐν τούτῳ τῷ διαλόγῳ διαφερόντως ὁ Σωκράτης ἐπιδείκνυται.

καὶ γὰρ τὴν ἀρχὴν ἐντεῦθεν πεποίηται καὶ μέχρι τοσούτου προελήλυθε

τὸν νεανίσκον τελειῶν ἕως ἐραστὴν αὐτὸν ἀπέφηνε τῆς ἑαυτοῦ προνοίας,

ὃ δὴ τῆς ἐρωτικῆς ἐστὶ προηγούμενον ἀγαθόν, καὶ διὰ πάντων ὡς

εἰπεῖν τῶν κεφαλαίων τὸ προσῆκον ἀεὶ διαφυλάττει τῇ ἐρωτικῇ ζωῇ.

Τριττῶν τοίνυν οὐσῶν τούτων ἐπιστημῶν ἃς ὁ Σωκράτης ἑαυτῷ

φαίνεται μαρτυρῶν, τῆς διαλεκτικῆς, τῆς μαιευτικῆς, τῆς ἐρωτικῆς,

εὕροις μὲν ἂν καὶ τῆς διαλεκτικῆς ἐν τῷδε τῷ διαλόγῳ τὸ εἶδος δι'

αὐτῶν τῶν ἔργων ἐπιδεικνύμενον, καὶ τῆς μαιευτικῆς πολλαχοῦ λάβοις

ἂν τὴν ἰδιότητα τοῖς τοῦ Σωκράτους λόγοις ἐμφερομένην, διαφερόντως

28

δὲ ἐν ἅπαντι τῷ συγγράμματι κρατεῖ τὰ τῆς ἐρωτικῆς ἐπιστήμης ἔργα.

καὶ γὰρ μαιευόμενος φυλάττει τὸ τῷ ἐρωτικῷ προσῆκον καὶ τῇ δια-

λεκτικῇ χρώμενος οὐκ ἀφίσταται τῆς ἰδιότητος τῶν ἐρωτικῶν λόγων.

ὥσπερ καὶ ἐν Θεαιτήτῳ μαιευτικός ἐστι καὶ κατὰ τοῦτο μάλιστα

χαρακτηρίζεται, διὸ καὶ μέχρι τῆς καθάρσεως πρόεισι τῶν ψευδῶν

δοξασμάτων τοῦ Θεαιτήτου, τὸ δὲ ἐντεῦθεν ἀφίησιν αὐτὸν ὡς παρ'

ἑαυτοῦ τὸ ἀληθὲς ἤδη διαγνῶναι δυνάμενον, ὃ δὴ τῆς μαιευτικῆς ἐστὶν

ἔργον, ὡς αὐτὸς ἐν ἐκείνοις φησίν· οὕτω δὴ τὴν ἐρωτικὴν ἐπιστήμην ἐν

τούτῳ πρώτως ἐπιδείκνυσι καὶ τό τε διαλεκτικὸν ὁμοῦ καὶ τὸ μαιευτικὸν

ἐρωτικῶς μεταχειρίζεται. πανταχοῦ γὰρ ὁ Σωκράτης τοῖς ὑποκειμένοις

προσώποις οἰκείως προάγει τοὺς λόγους· καὶ ὥσπερ ἐν τῷ θείῳ πάντων

ἑνοειδῶς προϋπαρχόντων τῶν ἀγαθῶν ἄλλος ἄλλων ἀπολαύει καθ'

ὅσον ἕκαστος πέφυκεν, οὕτω δὴ καὶ ὁ Σωκράτης ἁπάσας ἐν ἑαυτῷ

τὰς ἐπιστήμας περιέχων ἄλλοτε ἄλλῃ χρῆται πρὸς τὴν τῶν ὑποδεχο-

μένων ἐπιτηδειότητα τὴν οἰκείαν ἐνέργειαν παραμετρῶν· καὶ τὸν μὲν

διὰ τῆς ἐρωτικῆς ἀνάγει, τὸν δὲ διὰ τῆς μαιευτικῆς εἰς ἀνάμνησιν

ἀνακινεῖ τῶν ἀϊδίων λόγων τῆς ψυχῆς, τὸν δὲ κατὰ τὴν διαλεκτικὴν

μέθοδον εἰς τὴν τῶν ὄντων περιάγει θεωρίαν. συνάπτει δὲ ἄλλους

ἄλλοις, τοὺς μὲν τῷ αὐτοκάλῳ, τοὺς δὲ τῇ πρωτίστῃ σοφίᾳ, τοὺς δὲ

29

τῷ ἀγαθῷ· διὰ μὲν γὰρ τῆς ἐρωτικῆς πρὸς τὸ καλὸν ἀναγόμεθα, διὰ

δὲ τῆς μαιευτικῆς σοφὸς ἕκαστος ἡμῶν ἀναφαίνεται περὶ ὧν ἐστὶν

ἀμαθής, τοὺς ἐν αὑτῷ προβάλλων περὶ τῶν ὄντων λόγους, διὰ δὲ τῆς

διαλεκτικῆς καὶ μέχρι τοῦ ἀγαθοῦ τὴν ἄνοδον εἶναί φησιν ὁ ἐν τῇ

Πολιτείᾳ Σωκράτης <τοῖς φιλοθεάμοσι τῆς ἀληθείας>. ὡς

οὖν ἕκαστος ἐπιτηδειότητος ἔλαχεν, οὕτω δὴ καὶ τελειοῦται παρὰ τοῦ

Σωκράτους καὶ ἀνάγεται πρὸς τὸ θεῖον κατὰ τὴν ἑαυτοῦ τάξιν. ‘<τὸ

θεῖον ἅπαν καλόν, σοφόν, ἀγαθόν>’, ὡς ἐν τῷ Φαίδρῳ

λέγεται· πρὸς ταῦτα τοίνυν ἡ ἀναγωγὴ καὶ διὰ τούτων ἡ σωτηρία ταῖς

ψυχαῖς. ‘<τρέφεται>’ γὰρ ‘<τούτοις καὶ ἄρδεται τὸ τῆς

ψυχῆς πτέρωμα, αἰσχρῷ δὲ καὶ κακῷ καὶ τοῖς ἐναν-

τίοις φθίνει τε καὶ διόλλυται>’, καθάπερ ὁ Σωκράτης αὐτός

φησιν ἐν ἐκείνοις. οὐκοῦν δι' ἔρωτος μὲν ἡ τελείωσις ἐν τῷ προκειμένῳ

συγγράμματι τοῖς ταύτην ἔχουσι τὴν φύσιν, ἣν δὴ καὶ ὁ Ἀλκιβιάδης

λαχὼν ἀξιέραστος ἔδοξεν εἶναι τῷ Σωκράτει, ἡ δὲ συναφὴ πρὸς τὸ

θεῖον κάλλος καὶ δι' ἐκείνου πρὸς τὸ θεῖον ἅπαν οἰκειότης. καὶ δὴ καὶ

ἡ μαιεία τοῦ Σωκράτους καὶ τὰ τῆς διαλεκτικῆς ἔργα πρὸς τοῦτο

περιάγει τὸ τέλος τὴν τοῦ νεανίσκου ψυχήν· προβέβληται γάρ, ὡς

εἴπομεν, ἐνταῦθα τὸ ἐρωτικόν, συνεργεῖ δὲ τὰ λοιπὰ τῶν ἐπιστημῶν

30

εἴδη τῷ τοιούτῳ τέλει. διὸ καὶ τὰ προοίμια τῆς συνουσίας καὶ τὸ

συμπέρασμα τῆς ἐρωτικῆς ἐστὶν ἐπιστήμης ἀνάμεστα καὶ πάντα τὰ

μεταξὺ παμπόλλην ἔνδειξιν παρέχεται τῆς κατὰ τοῦτο τὸ εἶδος ἱστα-

μένης τοῦ Σωκράτους ἐνεργείας.

Ταῦτα μὲν οὖν τῆς περὶ τὴν λέξιν θεωρίας ἀντεχόμενα μέχρι τούτων

ἐξητάσθω, τὸ δὲ ἐντεῦθεν ἐπ' αὐτὴν τὴν τῶν πραγμάτων τραπόμενοι

ζήτησιν περὶ ἔρωτος ὅσα προσήκει τοῖς παροῦσι λόγοις θεωρήσωμεν.

ὥσπερ τοίνυν ἄλλων θεῶν ἰδιότητες ἄλλαι πεφήνασιν, αἱ μὲν δημιουρ-

γικαὶ τῶν ὅλων καὶ τοῦ εἴδους ὑποστατικαὶ τῶν ὄντων καὶ τῆς ἐν

αὐτοῖς διακοσμήσεως, αἱ δὲ τῆς ζωῆς χορηγοὶ καὶ γεννητικαὶ τῶν

ποικίλων τῆς ζωῆς γενῶν, αἱ δὲ φρουρητικαὶ τὴν ἄτρεπτον τάξιν τῶν

πραγμάτων καὶ τὴν ἄλυτον συνοχὴν ἀχράντως διαφυλάττουσαι, αἱ δὲ

ἄλλης τινὸς ἐξηγούμεναι δυνάμεως καὶ σώζουσαι τὰ πάντα διὰ τῆς

ἑαυτῶν μεταδόσεως, οὕτω δὴ καὶ ἡ ἐρωτικὴ πᾶσα τάξις ἐπιστροφῆς

ἐστὶν αἰτία τοῖς οὖσιν ἅπασι πρὸς τὸ θεῖον κάλλος, ἀνάγουσα μὲν τὰ

δεύτερα πάντα πρὸς ἐκεῖνο καὶ συνάπτουσα αὐτῷ καὶ ἐνιδρύουσα,

πληροῦσα δὲ ἀπ' ἐκείνου τὰ μεθ' ἑαυτὴν καὶ ἐπιλάμπουσα τὰς προϊού-

σας ἐκεῖθεν τοῦ θείου φωτὸς μεταδόσεις. καὶ διὰ τοῦτο δήπου καὶ ὁ ἐν

τῷ Συμποσίῳ <λόγος δαίμονα μέγαν> ἐκάλει τὸν ἔρωτα τὴν τῆς

μεσότητος ταύτης δύναμιν ἐν ἑαυτῷ πρώτως ἐπιδεικνύμενον, παντὸς

31

τοῦ ἐπιστρεφομένου καὶ τοῦ τῆς ἐπιστροφῆς αἰτίου καὶ ὀρεκτοῦ τοῖς

δευτέροις ὑπάρχοντος μέσον. ἡ τοίνυν ἐρωτικὴ πᾶσα σειρὰ τῆς τοῦ

κάλλους αἰτίας προβεβλημένη συνάγει πάντα πρὸς αὐτὴν καὶ ἀνα-

καλεῖται πρὸς τὴν μέθεξιν αὐτῆς καὶ μέσην ἐποιήσατο πρόοδον τοῦ τε

ἐραστοῦ καὶ τῶν δι' ἔρωτος ἀναγομένων· καὶ διὰ τοῦτο τῆς ὅλης τῶν

δαιμόνων τάξεως ἐν ἑαυτῇ τὸ παράδειγμα προεστήσατο, ταύτην ἐν τοῖς

θεοῖς ἔχουσα τὴν μεσότητα ἣν οἱ δαίμονες <τῶν τε θείων μεταξὺ

καὶ τῶν θνητῶν> ἐκληρώσαντο πραγμάτων. κατὰ δὴ τὴν ἰδιότητα

ταύτην ἁπάσης τῆς ἐρωτικῆς σειρᾶς ἐν τοῖς θεοῖς ὑφισταμένης, τὴν

μὲν ἑνοειδῆ καὶ κρύφιον αὐτῆς ἀκρότητα νοήσωμεν ἐν αὐτοῖς τοῖς

πρωτίστοις διακόσμοις τῶν θεῶν ἀρρήτως ἱδρυμένην καὶ τῷ πρωτίστῳ

καὶ νοητῷ κάλλει συνηνωμένην χωριστῶς ἀφ' ὅλων τῶν ὄντων· τὴν δὲ

μέσην πρόοδον αὐτῆς ἐν τοῖς πρὸ τοῦ κόσμου θεοῖς προλάμπουσαν

τελέως θεωρήσωμεν, νοερῶς μὲν τὴν πρώτην ἐκφαίνουσαν ἑαυτήν,

ἡγεμονικὸν δὲ εἶδος ἐν δευτέρᾳ τάξει λαχοῦσαν, πρὸς δὲ τῷ τέλει τῆς

ὅλης διακοσμήσεως ἀπολύτως τῶν ἐγκοσμίων πάντων ὑπεριδρυμένην·

τὴν δὲ αὖ τρίτην ὑπόβασιν ταύτης περὶ τὸν κόσμον πολυειδῶς μεριζο-

μένην καὶ πολλὰς τάξεις καὶ δυνάμεις ἀφ' ἑαυτῆς προβάλλουσαν καὶ

ταῖς διαφόροις μερίσι τοῦ παντὸς διανέμουσαν κατίδωμεν. μετὰ γὰρ

32

τὴν ἑνιαίαν καὶ πρωτουργὸν τοῦ ἔρωτος ἀρχὴν καὶ τὴν τριπλασιαζο-

μένην καὶ τελειουμένην ταύτης ἀφ' ἑαυτῆς ὑπόστασιν τὸ παντοδαπὸν

τῶν ἐρώτων πλῆθος ἀναφαίνεται, ὅθεν δὴ πληροῦνται μὲν οἱ τῶν

ἀγγέλων χοροὶ τῆς τοῦ ἔρωτος μετουσίας, αἱ δὲ τῶν δαιμόνων ἀγέλαι

διὰ τὴν τοῦ θεοῦ τούτου πλήρωσιν συνέπονται τοῖς θεοῖς ἐπὶ τὸ νοητὸν

κάλλος ἀναγομένοις, αἱ δὲ τῶν ἡρώων στρατηγίαι συμβακχεύουσι τοῖς

δαίμοσι καὶ τοῖς ἀγγέλοις περὶ τὴν μέθεξιν τοῦ καλοῦ, πάντα δὲ ὡς

εἰπεῖν ἐγείρεται καὶ ἀναζωπυρεῖται καὶ ἀναθάλπεται περὶ <τὴν

ἀπορροὴν τοῦ κάλλους>· καὶ δὴ καὶ ἀνθρώπων ψυχαὶ μετα-

λαγχάνουσι τῆς τοιαύτης ἐπιπνοίας καὶ διὰ τὴν πρὸς τὸν θεὸν οἰκειό-

τητα κινοῦνται περὶ τὸ καλὸν καὶ κατίασιν εἰς τὸν τῆς γενέσεως τόπον

ἐπ' εὐεργεσίᾳ μὲν τῶν ἀτελεστέρων ψυχῶν, προνοίᾳ δὲ τῶν σωτηρίας

δεομένων. θεοὶ μὲν γὰρ καὶ οἱ τῶν θεῶν ὀπαδοὶ <μένοντες ἐν τοῖς

ἑαυτῶν ἤθεσιν> εὐεργετοῦσι τὰ δεύτερα πάντα καὶ πρὸς ἑαυτοὺς

ἐπιστρέφουσι, ψυχαὶ δὲ ἀνθρώπων κατιοῦσαι καὶ γενέσεως ἐφαπτόμεναι

τὴν ἀγαθοειδῆ πρόνοιαν ἀποτυποῦνται τῶν θεῶν. ὥσπερ οὖν ἄλλαι

ψυχαὶ κατ' ἄλλον ἱστάμεναι θεὸν ἀχράντως ἐπιφοιτῶσι τῷ θνητῷ τόπῳ

33

καὶ ταῖς ἐν τούτῳ στρεφομέναις ψυχαῖς, καὶ αἱ μὲν διὰ μαντικῆς

ὠφελοῦσι τὰς ἀτελεστέρας, αἱ δὲ διὰ τελεστικῆς, ἄλλαι δὲ διὰ τῆς

θείας ἰατρικῆς, οὕτω δὴ καὶ αἱ τὸν ἐρωτικὸν βίον ἑλόμεναι ψυχαὶ

κινοῦνται μὲν ὑπὸ τοῦ θεοῦ τοῦ τῶν <καλῶν παίδων ἐφόρου>

πρὸς τὴν ἐπιμέλειαν τῶν εὖ πεφυκότων, ἀπὸ δὲ τοῦ φαινομένου κάλλους

ἀνάγονται πρὸς τὸ θεῖον κάλλος καὶ μεθ' ἑαυτῶν ἀνάγουσι τὰ παιδικὰ

καὶ ἐπιστρέφουσιν ἑαυτούς τε καὶ τοὺς ἐρωμένους ἐπ' αὐτὸ τὸ καλόν.

ὃ δὴ καὶ ὁ θεῖος ἔρως ἐκεῖ πρώτως ἀπεργάζεται καὶ ἑαυτὸν ἑνίζων

τῷ ἐραστῷ καὶ τὰ μετέχοντα τῆς ἀπ' αὐτοῦ προϊούσης δυνάμεως ἀνα-

τείνων ἐπ' ἐκεῖνο καὶ πᾶσιν ἕνα δεσμὸν καὶ μίαν φιλίαν ἀδιάλυτον

ἐμποιῶν πρός τε ἄλληλα καὶ πρὸς αὐτὸ τὸ καλόν. αἱ μὲν οὖν κάτοχοι

The complete text is available when the reading interface loads.