In Platonis Parmenidem
- Authority group
- Proclus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Platonis Parmenidem, ed. V. Cousin, Procli philosophi Platonici opera inedita, pt. 3, Paris: Durand, 1864 (repr. Hildesheim: Olms, 1961): 617–1244.
- CTS identifier
urn:cts:greekLit:tlg4036.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
618
ἀνθρώποις καὶ τοῖς εἰσαῦθις γενησομένοις.
Ἀλλὰ τὰ μὲν τῶν κρειττόνων ἡμῶν ἵλεα ἔστω,
καὶ ἡ παρ' αὐτῶν χορηγία καὶ ἡμῖν ἕτοιμος εἴη
προλάμπουσα τὸ ἐξ αὐτῶν ἀναγωγὸν φῶς. Σὺ
δὲ, ὦ φιλοσοφίας ἐπάξιον ἔχων τὸν νοῦν, καὶ
ἐμοὶ φίλων φίλτατε, Ἀσκληπιόδοτε, δέχου τὰ
δῶρα τοῦ ἀνδρὸς ἐκείνου, τέλεα τελέως, ἐν
γνησιωτάτοις κόλποις τῆς σαυτοῦ ψυχῆς.
Πρὶν δὲ τῆς ἄλλης ἄρξασθαι θεωρίας βούλο-
μαι τὴν δραματικὴν τοῦ διαλόγου διασκευὴν
ἐκθέσθαι τοῖς καὶ τῶν τοιούτων διακοῦσαι σπου-
δάζουσι. Παναθήναια ἦν τὰ μεγάλα, κατὰ
μείζω παρασκευὴν πληρούμενα τοῖς τότε Ἀθη-
619
ναίοις ἢ τὰ μικρὰ, καὶ τοῦτ' αὐτὰ προσονομά-
ζοντες δι' ἐλάττονος παρασκευῆς τὴν θεὸν ἐτί-
μων, μακροπορωτέραις τε καὶ βραχυπορωτέραις
αὐτὴν περιόδοις γεραίροντες. Ταύτης δ' οὖν,
ὅπερ εἴπομεν, τῆς ἑορτῆς οὔσης, ἀφίκοντο Παρ-
μενίδης καὶ Ζήνων Ἀθήναζε, διδάσκαλος μὲν ὁ
Παρμενίδης ὢν, μαθητὴς δ' ὁ Ζήνων, Ἐλεάται
δ' ἄμφω, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῦ
Πυθαγορικοῦ διδασκαλείου μεταλαβόντε, καθά-
περ που καὶ ὁ Καλλίμαχος ἱστόρησεν. Ἀφικο-
μένω δ' οὖν ἐξ Ἐλέας τῆς ἐν Ἰταλίᾳ τήν τε
θεὸν τιμήσοντε καὶ τοὺς Ἀθήνῃσιν εὖ πεφυκότας
εἰς τὴν τῶν θείων ἐπιστήμην ὠφελήσοντε κα-
τελύετον ἔξω Κεραμεικοῦ, πάντας ἐφ' ἑαυτοὺς
προκαλουμένω καὶ ἐπιστρέφοντε. Παρεγένοντο
δὴ οὖν πρὸς αὐτοὺς ἄλλοι τινὲς, καὶ ὁ Σωκρά-
της, νέος μὲν ὢν, φύσει δὲ τῶν ἄλλων διαφέρων.
Καὶ σφίσι ποτὲ παραγενομένοις ὁ Ζήνων ἀνα-
γινώσκει τι βιβλίον, ἐν ᾧ δεικνύναι ἐπειρᾶτο
πόσα δὴ καὶ τίνα ἕπεται δυσχερῆ τοῖς πολλὰ
τὰ ὄντα πρεσβεύουσιν. Τοῦ γὰρ Παρμενίδου,
φασὶ, τὸ ὂν ἓν λέγοντος καὶ ταύτην ὡς ἑαυτοῦ
μάλιστα δόξαν ἐκφέροντος, ὅσοι φορτικώτερον
ἥπτοντο τῶν τοιούτων λόγων διέσυρον τὴν δό-
ξαν, ἐρεσχελοῦντες ἄλλα τε πολλὰ, καὶ ὡς εἰ
ἓν τὸ ὂν, οὐχὶ ἅμα Παρμενίδης ἐστὶ καὶ Ζήνων,
ἀλλ' εἰ μὲν Παρμενίδης, οὐχὶ Ζήνων, εἰ δὲ Ζή-
νων, οὐχὶ Παρμενίδης· καὶ ἐπ' ἄλλων δή τινων
τοιούτων τὸ δόγμα κατεῤῥύπαινον, οὐδὲν τῆς
ἀληθείας εἰδότες. Ὁ δὴ τοῦ Παρμενίδου μαθη-
τὴς Ζήνων αὐτόθεν μέν πως τῷ τοῦ διδασκάλου
δόγματι συνηγορεῖν οὐ βουλόμενος, ὡς οὐδὲν
τοῦ δόγματος δεομένου πίστεως ἄλλης, βοήθειαν
δέ τινα πορίζειν κεκρυμμένην ἐπιχειρῶν, γρά-
φει τι βιβλίον, ἐν ᾧ δαιμονίως ἐδείκνυεν οὐκ
ἐλάττω ἑπόμενα δυσχερῆ τοῖς πολλὰ τὰ ὄντα
τιθεμένοις ἢ ὅσα τοῖς ἓν τὸ ὂν εἰρηκόσιν ἔδο-
ξεν ἀπαντᾷν· καὶ γὰρ ὅμοιον καὶ ἀνόμοιον ταὐ-
620
τὸν ἐδείκνυ καὶ ἴσον καὶ ἄνισον ἐσόμενον, καὶ
πᾶσαν ἁπλῶς ἀναίρεσιν τῆς τάξεως τῶν ὄντων
καὶ πάντων ἐσομένην σύγχυσιν πλημμελῆ· καὶ
οἶμαί γε, εἰ χρὴ προαποφήνασθαι τὸ δοκοῦν,
ὅτι εἰκότως. Δεῖ μὲν γὰρ καὶ ἓν εἶναι τὸ ὂν καὶ
πολλά· καὶ γὰρ πᾶσα μονὰς ἔχει τι σύστοιχον
ἑαυτῇ πλῆθος, καὶ πᾶν πλῆθος ὑπὸ μονάδος τι-
νὸς περιέχεται τῆς αὐτῷ προσηκούσης. Ἀλλ'
ἐπειδὴ πανταχοῦ τὴν τοῦ πλήθους αἰτίαν ἡ
μονὰς εἰς ἑαυτὴν ἀνεδήσατο, καὶ οὐδ' εἶναι τὸ
πλῆθος δυνατὸν ἄνευ ἐκείνης, εἰς τὴν ἀπερίλη-
πτον καὶ ἑνιαίαν τῆς μονάδος αἰτίαν ἀποβλέ-
ποντες οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἓν ἐπρέσβευον,
πᾶν τὸ πλῆθος ἐν τῷ ἑνὶ θεωροῦντες καὶ τὸ πρὸ
τῶν πολλῶν ἓν ὂν παραδιδόντες· τὸ γὰρ πρώ-
τως ὂν ἕν ἐστι, καὶ ἐκ τούτου τὸ τῶν ὄντων
πλῆθος. Ὁ μὲν οὖν Παρμενίδης οὐκ ἠξίου κα-
τιέναι πρὸς τὸ πλῆθος, ὁρμίσας ἑαυτὸν ἐν τῇ
τοῦ ἑνὸς ὄντος θεωρίᾳ καὶ ἀφεὶς πάντα ὅσα πρὸς
τὰς μεριστὰς αὐτὸν ἐπέστρεφον νοήσεις· ὁ δὲ
Ζήνων, ἅτε τούτου καταδεέστερος ὢν, τέλος μὲν
καὶ αὐτὸς ἐποιεῖτο τῆς θεωρίας τὸ ἓν ὂν, χωρί-
ζειν δὲ ἑαυτὸν τοῦ πλήθους ἔτι βουλόμενος καὶ
συνάγειν τὸ ἓν ἐκεῖνο τὸ οἶον κέντρον τῶν ὄντων
ἁπάντων, διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τιθε-
μένους, καθαίρων αὐτῶν τὴν διάνοιαν ἀπὸ τῆς
εἰς τὸ πλῆθος φορᾶς· καὶ γὰρ ὁ ἔλεγχος κάθαρ-
σίς ἐστι καὶ ἀφαίρεσις ἀγνοίας καὶ ὁδὸς εἰς ἀλή-
θειαν. Ἀφελὼν οὖν τὸ ἓν ἀπὸ τοῦ πλήθους τῶν
ὄντων, ἐπεδείκνυ πᾶσαν ἐν αὐτοῖς σύγχυσιν καὶ
ἀταξίαν. Τὸ γὰρ ἀπὸ τοῦ ἑνὸς ἄμοιρον οὔτε
ὅλον εἶναι δυνατὸν οὔτε πᾶν οὔτε εἰδοπεποιη-
μένον· πάντα γοῦν ταῦτα κατὰ μετοχὴν ὑφέ-
στηκε τοῦ ἑνός· εἴδους δὲ ἀνῃρημένου καὶ ὁλό-
τητος, οἴχεται πᾶσα τάξις καὶ πᾶς ὁ κόσμος,
καὶ οὐδὲν ἔτι ἔστιν πλὴν τὸ πλημμελῶς καὶ
ἀτάκτως κινούμενον. Ταὐτὸν οὖν λανθάνει ποιῶν
ὁ τὸ ἓν ἀφελὼν τῷ τὸν θεὸν χωρίσαντι τῶν πρα-
621
γμάτων· οὕτω γοῦν ἕξει τὰ ὄντα, ὡς εἰκὸς
ἔχειν, ὅταν αὐτῶν ἀπῇ θεὸς, καθάπερ πού φη-
σιν ὁ Τίμαιος· ἀπὸ γοῦν θεοῦ τοῖς μὲν διῃρη-
μένοις ἕνωσις, τοῖς δὲ ἀτάκτοις τάξις, τοῖς δὲ
μέρεσιν ὁλότης ἐνδίδοται, καὶ τοῖς μὲν ὑλικοῖς
μορφὴ, τοῖς δὲ ἀτελέσι τελειότης· ἑκάστῳ δὲ
τούτων πάντως ἐπιφέρεται τὸ ἕν. Ὁ μὲν οὖν
Ζήνων οὕτω διήλεγχε τοὺς πολλὰ τὰ ὄντα τι-
θεμένους, καὶ ἀνῆγεν ἐπὶ τὸ ἓν ὂν ἑαυτόν. Ἀνά-
γκη γοῦν, εἰ μὴ πολλὰ τὸ ὂν, ἤτοι μηδὲν ἔτι
εἶναι μηδαμοῦ, ἢ ἓν εἶναι τὸ ὄν· ὥστε καὶ αὐτὸς
τελευτῶν τὸν τοῦ πάτρος Παρμενίδου λόγον
ἠσπάζετο, τὸ μὲν πλῆθος ἐν τῷ ἑνὶ κατ' αἰ-
τίαν ὁρῶν, τὸ δὲ ἓν ἐν μόνῳ τῷ πλήθει σώζειν
οὐ δυνάμενος· τοῦτο μὲν γὰρ καὶ καθ' αὑτὸ πρὸ
τοῦ πλήθους ἐστὶν, ἐκεῖνο δὲ πάντως ἐκ τοῦ
ἑνός ἐστιν ὅ ἐστι.
Τούτων οὖν πέρι βιβλίον τι γράψας ἀνέγνω
τοῖς πᾶσιν. Ὁ δέ γε Σωκράτης ἐπακούσας τοῦ
βιβλίου τῆς ἀναγνώσεως καὶ τῶν ἀτόπων ὁπόσα
παρακολουθεῖν ὁ Ζήνων ἔφατο τοῖς πολλὰ τὰ
ὄντα τιθεμένοις, μετάγων ἀπὸ τῆς περὶ τοῦ
ἑνὸς καὶ πλήθους τῶν ὄντων ζητήσεως ἐπὶ τὴν
ἕνωσιν τῶν εἰδῶν καὶ τὴν διαίρεσιν τὴν θεω-
ρίαν, οὐδὲν ἔφη εἶναι θαυμαστὸν εἰ δεικνύοι τις
ταὐτὸν ὅμοιόν τε καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνι-
σον· καὶ γὰρ δεξιὸν καὶ ἀριστερὸν ταὐτόν, καὶ
πολλά ἐστι τὰ οὕτως ἔχοντα ἐπὶ τῶν αἰσθη-
τῶν, ἅμα τῷ πλήθει καὶ τὰ ἑνίζοντα συνει-
ληχότα εἴδη δι' ὧν ἕκαστα ἓν ἅμα καὶ πολλά
ἐστιν· ἀλλ' ἠξίου δεικνύειν ὅπως ἐπὶ τῶν νοη-
τῶν εἰδῶν ταὐτόν ἐστιν ἴσον καὶ ἄνισον καὶ
ὅμοιον καὶ ἀνόμοιον· ἑώρα γὰρ ἐκείνου τὴν
ἀμιγῆ καθαρότητα τῶν εἰδῶν, καὶ ᾤετο καὶ τὸ
πλῆθος τῶν ὄντων σώζεσθαι διακεκριμένον. Ἐδό-
κει τοίνυν αὐτῷ χρῆναι μετάγειν ἀπὸ τῶν αἰ-
σθητῶν ἐπὶ τὰ νοητὰ τὴν σκέψιν, κἀκεῖ τήν τε
σύγκρισιν ὁρᾷν καθ' ἕκαστον καὶ τὴν διάκρισιν
622
(ἐπὶ γὰρ τῶν αἰσθητῶν διὰ τὴν ὑποκειμένην
φύσιν εἶναι ταῦτα κατάδηλα), ταῦτα ἐκεῖνα
ζητῶν ἃ δὴ καὶ ἐν τῷ Φιλήβῳ προήκων ἤδη
φιλοσοφεῖ τὴν ἡλικίαν, δεδημευμένον μὲν εἶναι
λέγων ἐπὶ τῶν συνθέτων ὅπως ἓν καὶ πολλὰ
ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν εἰδητικῶν μονάδων
ἀξίαν εἶναι θαύματος τὴν τούτων ἐπίβλεψιν.
Ταῦτα οὖν τοῦ Σωκράτους εἰπόντος, ὁ Παρμε-
νίδης ἀντελάβετο τῶν λόγων, ἐπανερωτῶν αὐ-
τὸν εἰ τῷ ὄντι πέπεισται νοητὰ ἄττα εἴδη εἶναι
καὶ ὑφ' οἵων πεπίστευται λόγων. Τοῦ δὲ Σω-
κράτους εἰπόντος καὶ σφόδρα τῆς ὑποθέσεως
ἀντέχεσθαι ταύτης, ὁ Παρμενίδης ἀπορεῖ περὶ
αὐτῶν, εἴτε πάντων ἔστιν εἴδη τῶν ὄντων, εἴτε
μὴ, καὶ πῶς μετέχεται ὑπὸ τῶν αἰσθητῶν, καὶ
ὅπως ἔχει πρὸς ἡμᾶς· καὶ οὕτω μὲν αἱ περὶ τῶν
ἰδεῶν ἀπορίαι κεκίνηνται βαθέως ὑπὸ τοῦ Παρ-
μενίδου. Τοῦ δὲ Σωκράτους ἰλιγγιάσαντος πρὸς
αὐτὰς, ὁ Παρμενίδης συμβουλεύει τῷ Σωκράτει
πρὸ τῆς ὅλης θεωρίας γυμνάσασθαι περὶ τὴν
διαλεκτικὴν, εἴπερ ἐστὶν ἐραστὴς τῆς τῶν ὄν-
των ἀληθείας, διαλεκτικὴν ἐκείνην καλῶν, περὶ
ἧς καὶ ἐν ἄλλοις ἡμᾶς ἀνεδίδαξεν αὐτὸς ὁ
Σωκράτης, ὡς ἐν Πολιτείᾳ, ὡς ἐν Σοφιστῇ, ὡς
ἐν Φιλήβῳ. Τοῦ δ' ἐπανερομένου τίς ἡ τοιαύτη
μέθοδος, καὶ ἑαυτὸν ἐπιδόντος τῇ τῶν ἀνδρῶν
θεωρίᾳ, παραδίδωσιν ὁ Παρμενίδης τὴν μέθο-
δον ἣν πολλαχοῦ καὶ ὁ Σωκράτης ἐξύμνησεν.
Καὶ γὰρ ἐν Φαίδωνι, διορίζων αὐτῆς τὸ ἔργον
ἀπὸ τῆς ἀντιλογικῆς, φησὶν ὅτι δέοι μὲν ἀεί
τινα θεμένους ὑπόθεσιν οὕτω ποιεῖσθαι τὴν ζή-
τησιν, ἕως ἂν ἀπὸ τῶν πολλῶν ὑποθέσεων ἐπί
τι ἱκανὸν, αὐτὸ λέγων τὸ ἀνυπόθετον, ἀναδρά-
μωμεν, ὑποθεμένους δέ τι, περὶ οὗ ὁ λόγος,
διαίρειν τῇ ἀντιφάσει ταύτην τὴν ὑπόθεσιν,
ὡς καὶ ὁ Παρμενίδης παρακελεύεται, εἶναι τὸ
πρᾶγμα ἢ μὴ εἶναι λέγοντας, καὶ λαβόντας
ὅτι ἔστιν, ζητεῖν τί ἕπεται αὐτῷ καὶ τί οὐχ
623
ἕπεται καὶ τί ἕπεται ἅμα καὶ οὐχ ἕπεται τὰ
μὲν γάρ ἐστιν ἑκάστου παντελῶς ἀλλότρια πρά-
γματος, τὰ δὲ ἐξ ἀνάγκης αὐτῷ παρόντα, τὰ
δὲ οἷον ἐνδεχόμενα καὶ ὑπάρχειν αὐτῷ καὶ μὴ
ὑπάρχειν· ἔπειτα τῶν τριῶν τούτων ἕκαστον
τετραπλασιάζειν. Σκοπητέον γὰρ, εἶναι μὲν αὐ-
τοῦ τεθέντος, τί ἕπεται αὐτῷ πρὸς ἑαυτό τε καὶ
αὐτῷ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα
καὶ τοῖς ἄλλοις πρὸς αὐτό· καὶ πάλιν τί οὐχ
ἕπεται αὐτῷ πρὸς ἑαυτὸ καὶ αὐτῷ πρὸς τὰ ἄλλα,
καὶ τοῖς ἄλλοις πρὸς ἄλληλα καὶ τοῖς ἄλλοις
πρὸς αὐτό· καὶ τρίτον, τί ἕπεταί τε καὶ οὐχ
ἕπεται καὶ αὐτῷ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα,
καὶ τοῖς ἄλλοις πρός τε ἄλληλα καὶ πρὸς αὐτό·
καὶ οὕτω κατὰ δώδεκα τρόπους ποιεῖσθαι τὴν
ζήτησιν, κατὰ τοσούτους δὲ ἄλλους, μὴ εἶναι
[αὐτοῦ] τεθέντος· ὥστε ἐκ μιᾶς ὑποθέσεως δύο
γίγνεσθαι τὴν πρώτην, ἔπειτα καθ' ἑκατέραν
τρεῖς ἄλλας ἀναφύεσθαι ὑποθήσεις, ἔπειτα καθ'
ἑκάστην τῶν τριῶν τέτταρας, ὥστε καθ' ἑκα-
τέραν δώδεκα γίγνεσθαι τὰς ὅλας ὑποθέσεις· εἰ
δὲ καὶ ἑκάστην αὐτῶν κατακερματίζειν ἐθέλοις,
παμπόλλας δή τινας ὑποθέσεις καὶ οὐδὲ εἰπεῖν
ὅσας ἀναφαίνεσθαι· διὰ δὴ τούτων ὑποθέσεων
ὁδεύειν χρῆναι κατὰ τοὺς εἰρημένους ἀριθμοὺς,
δυάδας, τριάδας, τετράδας, δωδεκάδας, μέχρις
ἂν εἰς αὐτὸ τὸ ἀνυπόθετον ἀναδράμωμεν, ὃ πρὸ
πάσης ἐστὶν ὑποθέσεως.
Τῆς δὴ μεθόδου ταύτης εἰρημένης, ὁ Σωκρά-
της θαυμάσας τὴν ἐπιστημονικὴν αὐτῆς ἀκρί-
βειαν καὶ τὴν νοερὰν τῶν ἀνδρῶν ἀγασθεὶς δι-
δασκαλίαν, ἐξαίρετον οὖσαν τοῦ Ἐλεατικοῦ
διδασκαλείου, καθάπερ ἄλλο τι τοῦ Πυθαγορείου
λέγουσιν, ὡς τὴν διὰ τῶν μαθημάτων ἀγωγὴν,
καὶ ἄλλο τοῦ Ἡρακλειτείου, τὴν διὰ τῶν ὀνο-
624
μάτων ἐπὶ τὴν τῶν ὄντων γνῶσιν ὁδόν· θαυ-
μάσας δ' οὖν, ἠξίωσεν ἐπὶ παραδείγματός τινος
αὐτῷ βεβαιωθῆναι τὴν μεθόδον, ὑπόθεσίν τινα
τοῦ Ζήνωνος παραλαβόντος καὶ ἐπὶ ταύτης ἔργῳ
τὰ ῥηθέντα δείξαντος· ὃ δὴ καὶ ἐν Σοφιστῇ
γέγονε, τοῦ ἐκεῖ ξένου τὴν μέθοδον τὴν διαιρε-
τικὴν ἐν τῇ τοῦ ἀσπαλιευτοῦ καὶ σοφιστοῦ ζη-
τήσει φανερὰν ποιήσαντος. Ὁ δὲ Ζήνων μεῖ-
ζον μὲν ἢ καθ' ἑαυτόν φησιν εἶναι τὸ ἔργον καὶ
αὐτοῦ δεῖσθαι τοῦ Παρμενίδου· παρακαλεῖ δὲ
τὸν ἡγεμόνα τῶν λόγων ἐπὶ τὴν τοιαύτην ὑφή-
γησιν. Κἄπειτα παραλαβὼν ὁ Παρμενίδης τὸν
λόγον καὶ ζητήσας ἐπὶ ποίας ὑποθέσεως γυμνά-
σει τὴν μέθοδον· Βούλεσθε, ἔφη, τὸ ἓν ὑποθώ-
μεθα τὸ ἐμὸν εἴτε ἔστιν εἴτε μὴ, τίνα τε αὐτῷ
ἕπεται καὶ τίνα οὐχ ἕπεται, καὶ τίνα ἕπεταί
τε καὶ οὐχ ἕπεται ἅμα, αὐτῷ τε πρὸς ἑαυτὸ
καὶ πρὸς τὰ ἄλλα, καὶ τοῖς ἄλλοις πρός τε
ἄλληλα καὶ πρὸς αὐτό; Τῶν δὲ συγχωρησάντων,
οὕτως ἐκεῖνος κατὰ τοὺς δώδεκα τρόπους ἑκα-
τέραν γυμνάζει τῶν ὑποθέσεων· πρὸς οὓς καὶ
ἀπιδόντες τινὲς τέτταρας καὶ εἴκοσι περιγίγνε-
σθαι τὰς ὅλας ὑποθέσεις ᾠήθησαν· ἀλλὰ πρὸς
μὲν τούτους, ὅταν περὶ τῶν ὑποθέσεων λέγωμεν,
διαγωνιούμεθα, καὶ διακρινοῦμεν τούς τε τρό-
πους τοὺς διαλεκτικοὺς καὶ τὰς καλουμένας
ὑποθέσεις· νυνὶ δὲ τοῖς προκειμένοις ἐπεξέλ-
θωμεν.
Γενομένης γὰρ, ὡς εἴρηται, τοιαύτης συνου-
σίας Παρμενίδου τε καὶ Ζήνωνος πρός τε Σω-
κράτη νέον ὄντα καὶ εὐφυᾶ καὶ ἄλλους τινὰς,
Πυθόδωρος Ἰσολόχου, Ζήνωνος ὢν ἀκροατὴς,
ὡς καὶ ἐν Ἀλκιβιάδῃ μεμαθήκαμεν, εἰς τῶν
παρόντων τῇ συνουσίᾳ καὶ αὐτὸς γεγονὼς, εἰ καὶ
πάντη σιωπῶν ἐν αὐτῇ παρῆν καὶ οὐδὲν τοῖς
625
λόγοις συνεισφέρων, ὥσπερ ὁ Σωκράτης τὰ μὲν
ἐρωτῶν διετέλεσεν, τὰ δὲ ἀποκρινόμενος· ἀκού-
σας δ' οὖν τῶν εἰρημένων λόγων, ὥσπερ ὁ ἐν
Συμποσίῳ τῶν ἐρωτικῶν λόγων διαμνημονεύσας
Ἀριστόδημος, ἀπαγγέλλει τοῖς περὶ Ἀντιφῶντα
τὴν συνουσίαν. Ἀθηναῖος δὲ οὗτος ὁ Ἀντιφῶν,
τῶν ἐπ' εὐγενείᾳ φρονούντων· καὶ διὰ τοῦτο
καὶ περὶ ἱππικὴν σπουδάζων, ὡς τοῖς γενναίοις
ἦν Ἀθηναίων πάτριον, Πλάτωνος ἀδελφὸς ὁμο-
μήτριος, ὥς φησιν αὐτός. Παραλαβὼν δὲ ὁ Ἀν-
τιφῶν τοὺς λόγους, διηγήσατο καὶ αὐτὸς ἄλ-
λοις Κλαζομενίοις ἀνδράσι τὸ φιλοσοφεῖν ἔργον
ποιουμένοις, ἐκ τῆς τοῦ Ἀναξαγόρου διδασκα-
λίας Ἀθήναζε ἀφικομένοις· καὶ ἔστιν αὕτη δη-
λαδὴ τρίτης τῆς συνουσίας ἔκθεσις. Ταύτῃ τοίνυν
παρών τις Κέφαλος, Κλαζομένιος καὶ αὐτὸς
ἀνὴρ, καὶ παραδεξάμενος παρὰ τοῦ Ἀντιφῶντος
τοὺς λόγους ἀφηγηματικῶς, καὶ οὐδὲ πρὸς ὡρι-
σμένα πρόσωπα λοιπὸν τοὺς λόγους διατιθεὶς,
κατά γε τὴν ἔκθεσιν παραδίδωσι τὴν συνουσίαν·
οὐδὲ γὰρ ἔτι λέγεται τίνες εἰσὶ πρὸς οὓς ὁ
Κέφαλος οὗτος ποιεῖται τὴν ἀφήγησιν, ἀλλ' ἀφη-
γεῖται μόνον οὓς ἤκουσε παρὰ Ἀντιφῶντος λό-
γους, ἀκούσαντος παρὰ Πυθοδώρου ἐκείνου, τοῦ
τῶν Παρμενιδείων ἀκροασαμένου λόγων. Πρώτη
τοίνυν ἐστὶν συνουσία, ἡ αὐτὰ περιέχουσα τὰ
κύρια πρόσωπα καὶ τὴν πρώτην σκηνὴν τῶν
λόγων· δευτέρα δὲ, ἡ παρὰ Πυθοδώρου διαμνη-
μονεύοντος τῆς πρώτης συνουσίας καὶ οἷον ἱστο-
ροῦντος τὰ κατ' ἐκείνην πάντα· τρίτη δὲ ἡ παρὰ
Ἀντιφῶντος, οὓς ὁ Πυθόδωρος διηγήσατο λόγους
ἀπαγγέλλοντος τῷ τε Κεφάλῳ καὶ τοῖς ἐκ Κλα-
ζομενῶν, ὡς εἴρηται, φιλοσόφοις· τετάρτη δὲ,
ἡ παρὰ τοῦ Κεφάλου τῶν ὑπ' Ἀντιφῶντος αὐτῷ
λόγων παραδεδομένων ἀφήγησις, εἰς ἀόριστον
τελευτήσασα θέατρον.
Τούτων δὴ οὖν τῶν τεττάρων συνουσιῶν (ῥη-
τέον γὰρ ἤδη περὶ τῆς περὶ τὰ πράγματα αὐτῶν
626
ὁμοιότητος, λαβοῦσιν ἐν τῷ παρόντι τὴν ἀρχὴν
ἀπὸ τῆς περὶ τῶν ἰδεῶν ἐν τῷ διαλόγῳ ζητή-
σεως, πᾶσιν ὑπ' ὄμμασι κειμένης, ὡς καὶ τὸν
διάλογον ἐπιγράψαι τινὰς <Περὶ ἰδεῶν>), ῥη-
τέον δ' οὖν ὡς ἡ μὲν ἐσχάτη μιμεῖται τὴν εἰς
τὰ αἰσθητὰ προελθοῦσαν εἰδοποιΐαν· καὶ γὰρ ὁ
Κέφαλος πρὸς οὐδὲν ὡρισμένον πρόσωπον ποιεῖ-
ται τὴν ἀφήγησιν, διότι καὶ τὸ ὑποδεχόμενον
τοὺς αἰσθητοὺς λόγους ἀόριστόν ἐστι καὶ ἄγνω-
στον καὶ ἀνείδεον· ἡ δὲ πρὸ αὐτῆς, τὴν ἐν ταῖς
φυσικαῖς οὐσίαις τῶν εἰδῶν ὑπόστασιν· πρὸ γὰρ
τῶν αἰσθητῶν αἱ φύσεις τε ὅλαι καὶ αἱ μερικαὶ
τοὺς ἀπὸ τῶν νοητῶν παρεδέξαντο λόγους, καθ'
οὓς καὶ τὰ αἰσθητὰ ποδηγετοῦσι καὶ γεννῶσιν
ἀϊδίως καὶ ζωοποιοῦσι καὶ συνέχουσι, αἷς ἀνά-
λογόν εἰσι οἱ φυσικοὶ φιλόσοφοι ἐκεῖνοι, οἱ τῆς
Ἀναξαγόρου διάδοχοι φιλοσοφίας· ἡ δὲ ἔτι καὶ
πρὸ ταύτης, τὴν εἰς τὰς ψυχὰς ἄνωθεν προελ-
θοῦσαν ἀπὸ τῆς δημιουργίας ποικιλίαν τῶν εἰ-
δῶν· εἰσὶ γὰρ οἱ λόγοι καὶ ἐν ταύταις ψυχικῶς,
οἷς συνεπλήρωσεν αὐτῶν τὴν οὐσίαν ὁ δημιουρ-
γὸς, ὥσπερ ὁ Τίμαιος ἡμᾶς ἀνεδίδαξεν, οἷς
εἰκότως ἀπεικάζοιντ' ἂν οἱ εἰς τὸν Ἀντιφῶντα
προελθόντες λόγοι· καὶ γὰρ αἱ ψυχαί εἰσιν ἀπει-
καζόμεναι τοῖς ὑποπτέροις ζεύγεσι τῶν ἵππων
καὶ ἡνιόχων· ἡ δέ γε πρωτίστη, τὴν ἐν αὐτοῖς
τοῖς ὄντως οὖσι τῶν εἰδῶν διακόσμησιν· ἐκεῖ
γὰρ καὶ ἡ πρωτίστη τετρακτὺς, καὶ πᾶς ὁ
τῶν θείων εἰδῶν ἀριθμὸς τῶν τε νοητῶν καὶ
τῶν νοερῶν· καὶ ἐξ ἐκείνων πεπλήρωνται μὲν
αἱ ψυχαὶ τῶν λόγων τῶν αὐταῖς προσφόρων,
πεπλήρωνται δὲ αἱ φύσεις τῶν δραστηρίων εἰ-
δῶν, πεπλήρωνται δέ οἱ τῶν σωμάτων ὄγκοι
τῆς αἰσθητῆς εἰδοποιΐας. Καὶ ὥσπερ οἱ αὐτοὶ
λόγοι κατὰ τὰς τέτταρας διαδέδονται συνου-
σίας, ἀλλ' οἰκείως καθ' ἑκάστην, πρώτως μὲν
κατὰ τὴν πρώτην, ἐκεῖ γὰρ οἱ πρῶτοι λόγοι·
δευτέρως δὲ κατὰ τὴν δευτέραν, μετὰ μνήμης
627
γὰρ καὶ φαντασίας ἡ τούτων πρόοδος· τρίτως
δὲ κατὰ τὴν τρίτην, μνήμη γάρ ἐστιν ἐνταῦθα
μνήμης· ἐσχάτως δὲ κατὰ τὴν τετάρτην, ἐσχάτη
γάρ ἐστιν αὕτη μνήμη· τὸν αὐτὸν τρόπον καὶ
τὰ εἴδη πανταχοῦ μὲν πάντα, ἀλλ' οἰκείως
καθ' ἑκάστην τάξιν. Τὰ μὲν γὰρ πρώτως ὄντα
καὶ ἔστιν αὐτὰ καθ' αὑτὰ, φησὶν ὁ Σωκράτης,
[καὶ] ἐν τοῖς νοητοῖς ἐστιν, καὶ οὐδὲν εἰκονικὸν
ἐν ἐκείνοις, ὥσπερ οὐδὲ ἐπὶ τῆς πρώτης συνου-
σίας διὰ φαντασίας καὶ μνήμης οἱ λόγοι προ-
ῄεσαν· εἰκὼν γὰρ ἡ μνήμη τῶν μνημονευτῶν
ἐστι· τὰ δὲ ἐν ψυχαῖς δευτέρως ἔχει τὸ εἶναι
κατὰ τὴν τελειότητα, καὶ διὰ ταῦτα τῶν νοη-
τῶν εἰκόνες· ὥσπερ οὖν καὶ ἡ δευτέρα συνου-
σία μετὰ μνήμης καὶ φαντασίας, τὰ δὲ ἐν ταῖς
φύσεσιν ἔτι μᾶλλον εἰκόνες καὶ εἰκόνων εἰκόνες·
διὰ γὰρ τῶν ψυχικῶν εἰδῶν ἡ γένεσις καὶ τὸ
εἶναι τοῖς φυσικοῖς ὑπάρχει λόγοις· τὰ δὲ αἰ-
σθητὰ πάντων ἔσχατα, καὶ μόνως ταῦτα εἰκό-
νες, εἰς τὸ ἄγνωστον καὶ ἀόριστον καταλήξαντα
καὶ οὐδὲν ἔχοντα μεθ' ἑαυτά· πάντων γάρ εἰσι
τῶν λόγων ἀποπερατώσεις ἐν τούτοις. Καὶ ὅπερ
ἐστὶ θαυμαστὸν ἐν τούτοις, ὁ μὲν τὴν δευτέραν
συνουσίαν διατιθεὶς οὐ τοὺς λόγους ἀπαγγέλλει
ψιλοὺς, ἀλλὰ καὶ τὰ πρόσωπα παράγει καὶ τὰ
πράγματα εἰς μέσον· ὁ δὲ τὴν τρίτην τῶν τε
ἐν τῇ πρώτῃ πάντων διαμνημονεύει καὶ τῶν ἐν
τῇ δευτέρᾳ· ὁ δὲ τὴν τετάρτην τῶν τε ἐν τῇ
πρώτῃ καὶ τῶν ἐν τῇ δευτέρᾳ καὶ τῶν ἐν τῇ
τρίτῃ πάντων προσώπων τε καὶ πραγμάτων,
ἵνα τὰ μὲν πρῶτα πανταχοῦ παρῇ καὶ μέχρι
τῶν ἐσχάτων, τὰ δὲ δεύτερα κατ' αἰτίαν μὲν
ἐν τοῖς πρώτοις εἴη (ἐκεῖ γὰρ ὁ Πυθόδωρος τῆς
συνουσίας τῆς δευτέρας διαθέτης), διήκῃ δὲ καὶ
αὐτὰ διὰ τῶν λοιπῶν· τὰ δὲ τρίτα πάλιν ὁμοίως
κατ' αἰτίαν μὲν ἐν τοῖς δευτέροις ᾖ (ἐκεῖ γὰρ
ἦν ὁ Ἀντιφῶν ὁ τῆς τρίτης συνουσίας κύριος),
διατείνῃ δὲ ἄχρι τῶν τελευταίων τὰς τῶν πρώ-
των ἐνεργείας.
Τοσαῦτα μὲν τὴν πρώτην ἡμῖν ἀπαρχομένοις
τῆς τοῦ διαλόγου θεωρίας εἰρήσθω περὶ τούτων.
628
Εἰ δὲ δεῖ καὶ περὶ τῶν προσώπων ἀποδοῦναι
τὸν εἰκότα λόγον, ὁ μὲν Παρμενίδης αὐτὸς ἀνά-
λογον τετάχθαι μοι δοκεῖ τῷ ἀμεθέκτῳ καὶ
θείῳ νῷ, τῷ πρὸς αὐτὸ τὸ ὄντως ὂν ἡνωμένῳ
κατὰ τὴν ἑαυτοῦ νόησιν, ἢ καὶ αὐτῷ τῷ ὄντι,
περὶ ὃ μάλιστα διατρίβων ἓν ἐλέγε τὸ ὄν· ὁ δέ
γε Ζήνων τῷ μετεχομένῳ μὲν ὑπὸ τῆς θείας
ψυχῆς νῷ, πεπληρωμένῳ δὲ τῶν νοερῶν εἰδῶν
ὅσα παρεδέξατο κατ' οὐσίαν ἐκ τοῦ ἀΰλου καὶ
ἀμεθέκτου νοῦ· διὸ καὶ αὐτὸς ἀπὸ τοῦ πλήθους
ἁρπάζειν ἑαυτὸν ἐπείγεται πρὸς τὸ ἓν ὂν, μι-
μούμενος τὸν πρὸ αὑτοῦ καὶ εἰς ὃν ἀναφέρει τὴν
ἑαυτοῦ τελείωσιν· εἰ δὲ βούλει καὶ αὐτὴν ἐνει-
κονίζεσθαι, λέγε τὴν μετὰ τὸ ὂν ζωὴν τὸν
ἄνδρα τοῦτον χαίροντα ταῖς τῶν ἐναντίων συν-
αγωγαῖς καὶ ταῖς ἐφ' ἑκάτερα ἐπιβολαῖς, ὥσπερ
καὶ ἡ ζωὴ μετὰ τὸ ὂν πρώτη τῶν ἐναντίων
παρέσχετο τὴν ἔκφανσιν, στάσεως ἅμα καὶ κι-
νήσεως. Ὁ δὲ δὴ Σωκράτης ἐοίκοι ἂν τῷ μερι-
κῷ νῷ ἢ καὶ ἁπλῶς τῷ νῷ, οἷς ἐκείνων ὁ μὲν
κατὰ τὴν τοῦ ὄντος ἀναλογίαν, ὁ δὲ κατὰ τὴν
τῆς ζωῆς τέτακται· διόπερ ᾠκείωται μὲν ἄγαν
τοῖς ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, καὶ μετ'
αὐτῶν συμπληροῖ τὴν πρώτην συνουσίαν, ἣν
εἰκόνα φέρειν τῶν ὄντως ὄντων ἐλέγομεν, ὥσπερ
δὴ καὶ ὁ νοῦς τῆς ἀμερίστου καὶ αὐτός ἐστιν
οὐσίας πλήρωμα, τῇ δὲ τῶν ἰδεῶν ὑποθέσει δια-
φερόντως ἀποπιστεύων παραδέδοται· τί γὰρ
ἄλλο προσήκει τῷ μερικῷ νῷ, ἢ τὰ εἴδη τὰ
θεῖα καὶ ὁρᾷν καὶ τοῖς ἄλλοις ἐκφαίνειν; Ἀλλ'
οὗτοι μὲν οἱ τρεῖς τοιαύτην ἡμῖν φαίνονται δια-
σώζοντες ἀναλογίαν, ὁ μὲν πρὸς τὸ ὂν, ὁ δὲ πρὸς
τὴν ζωὴν, ὁ δὲ πρὸς τὸν νοῦν, ἢ ὁ μὲν πρὸς
τὸν ὅλον καὶ ἀμέθεκτον νοῦν, ὁ δὲ πρὸς τὸν με-
θεκτὸν, ὁ δὲ πρὸς τὸν μερικὸν ἅμα καὶ μεθεκ-
τόν· καὶ μέχρι τούτων ἡ ἀμέριστος φύσις· πᾶς
γὰρ νοῦς ἢ ὁλικός ἐστι καὶ ἀμέθεκτος, ἢ ὅλος
μεθεκτὸς, ἢ μερικὸς καὶ μεθεκτὸς, μερικὸς γὰρ
ἀμέθεκτος οὐκ ἔστι. Τῶν δὲ ἀφηγουμένων τὴν
συνουσίαν τριῶν ἀνδρῶν, ὁ μὲν Πυθόδωρος ἀνά-
λογον μέν ἐστι θείᾳ ψυχῇ, πάρεστι δὲ τῇ πρώτῃ
629
συνουσίᾳ καὶ πληροῦται μακαρίων λόγων, ὥσπερ
ἡ θεία ψυχὴ τῶν νοερῶν εἰδῶν (καὶ γὰρ αὕτη,
καθά φησιν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἐπὶ δαῖτά
τε καὶ θοίνην ἄνεισιν, ἑπομένη τῷ μεγάλῳ
Διῒ), ἀλλὰ σιωπῶν παρέστιν, ἐπειδὴ πᾶν τὸ
εἶδος ἐκεῖνο τῆς συνουσίας προσήκει τῇ ἀμερί-
στῳ τῶν ὄντων φύσει· τάχα δ' ἂν εἴη καὶ τῇ
ἀγγελικῇ τάξει ἀνάλογον, πρώτως ἐκφαίνων
τὴν τῶν θείων ἐκείνων πᾶσαν θεωρίαν. Ὁ δὲ
Ἀντιφῶν εἰκάζεται μὲν ψυχῇ δαιμονίᾳ, τῆς
φύσεως ἐφαπτομένῃ καὶ τὴν φύσιν ἀναγειρούσῃ·
διὸ καὶ αὐτὸς ἱππικός τις εἶναι βούλεται, κα-
θάπερ δὴ καὶ ἡ τοιαύτη ψυχὴ τὸ ἄλογον ἐθέλει
ποδηγετεῖν καὶ ἄγειν κατὰ τὴν οἰκείαν βούλη-
σιν· πληροῦται δὲ τῶν λόγων ἐκ τοῦ Πυθοδώρου
κατὰ τὴν δευτέραν συνουσίαν καὶ πληροῖ τοὺς
ἐκ Κλαζομενῶν ἥκοντας ἄνδρας, ἐπεὶ καὶ ἡ
τοιαύτη ψυχὴ, μέσην ἔχουσα τάξιν, πληροῦται
μὲν ἀπὸ τῶν κρειττόνων, πληροῖ δὲ τὴν φύσιν
τῶν ἑαυτῆς εἰδῶν. Ὁ δὲ δὴ Κέφαλος καὶ οἱ ἐκ
Κλαζομενῶν φιλόσοφοι ταῖς μερικαῖς ψυχαῖς
καὶ τῇ φύσει συμπολιτευομέναις, ἰέναι τὴν
ὁμοίαν ἔχοντες ἐν τούτοις χώραν, ἅτε δὴ καὶ
αὐτοὶ φυσικοί τινες ὄντες. Τὸ γοῦν Ἰωνικὸν πᾶν
διδασκαλεῖον τοιοῦτόν ἐστιν, οὐχ οἷον τὸ Ἰτα-
λικόν. Τοῦτο μέν γε θαμὰ περὶ τὴν τῶν νοη-
τῶν οὐσίαν ἀνῆγεν ἑαυτό .... καὶ ἐνή .... ᾗ
τὰ ἄλλα πάντα κατ' αἰτίαν ἑώρα· τὸ δὲ Ἰωνι-
κὸν περί τε τὴν φύσιν καὶ τὰς φυσικὰς ποιή-
σεις καὶ πείσεις ἀνεστρέφετο, καὶ ἐν τούτοις
ἐτίθετο τὴν ὅλην φιλοσοφίαν· μέσον δὲ ἀμφοῖν
ὂν τὸ Ἀττικὸν ἐπανορθοῖ μὲν τὴν Ἰωνικὴν φι-
λοσοφίαν, ἐκφαίνει δὲ τὴν Ἰταλικὴν θεωρίαν.
Οὕτως ὁ Σωκράτης ἐν Φαίδωνι μὲν αἰτιᾶται
τὸν Ἀναξαγόραν, ὡς μηδαμοῦ τῷ νῷ χρώμε-
νον, ἀέρας δὲ καὶ διαθέσεις καὶ τοιαῦτα ἄττα
τῆς τῶν πραγμάτων φύσεως αἰτιώμενον· ἐν δὲ
τῷ Σοφιστῇ τὸν Ἐλεάτην παρακαλεῖ σοφὸν με-
630
ταδοῦναι καὶ αὐτῷ τῆς ἐκεῖθεν φιλοσοφίας. Ἀλλ'
ἐν μὲν τούτοις διῃρημένως, ὅπερ ἔφαμεν, ἐργά-
ζεται· ἐνταῦθα δὲ ἄγει εἰς τὰς Ἀθήνας τοὺς
ἐξ Ἰταλίας ἡ ὑπόθεσις, ἵνα μεταδῶσι τοῖς τῇδε
τῶν πατρίων δογμάτων αὐτῶν· ἄγει δὲ τοὺς
ἐξ Ἰωνίας, ἵνα μεταλάβωσι τῶν Ἰωνικῶν ὑφη-
γήσεων· αἱ μὲν γὰρ Κλαζομεναὶ τῆς Ἰωνίας
εἰσὶν, ἡ δὲ Ἐλέα τῆς Ἰταλίας· καὶ ὥσπερ αὐτὰ
φυσικὰ πάντα μετέχει τῶν νοητῶν διὰ μέσων
τῶν ψυχικῶν εἰδῶν, οὕτω δὴ καὶ ἥδε ἡ σκηνὴ
τοῖς Ἰωνικοῖς φιλοσόφοις μεταδίδωσι τῆς Ἰτα-
λίας· ἄγει γὰρ αὐτοὺς Ἀθήναζε, καὶ διὰ τῶν
Ἀττικῶν τὴν μετουσίαν αὐτοῖς τῶν ἐποπτικῶν
λόγων παρέχεται.
Ἀλλὰ περὶ μὲν τῆς διασκευῆς τῶν πραγμά-
των καὶ τῶν τεττάρων συνουσιῶν καὶ τῆς τῶν
προσώπων τάξεως καὶ ἀναλογίας πρὸς τὰ ἐν
τῷ παντὶ, τοῖς ἀπὸ τοῦ περὶ τῶν ἰδεῶν λόγου
βουλομένοις θεωρεῖν καὶ δυναμένοις τὰ ὄντα
κατὰ τὴν αὐτῶν ἕκαστα τάξιν, ἱκανὰ τὰ εἰρη-
μένα. Τούτων δὲ ἡμῖν προδιατεταγμένων, ἀν-
αγκαία λοιπόν ἐστιν ἡ τοῦ σκοποῦ ζήτησις
καὶ ἡ θεωρία, πῶς ἅπαντα ταῦτα πρὸς τὸν ἕνα
συνήρτηται τοῦ διαλόγου σκοπὸν, ὃν ἂν φήνῃ
ὁ λόγος· ὅσα γὰρ προείπομεν, εἰς τὰ προοίμια
τοῦ διαλόγου βλέποντες εἴπομεν, καὶ τοὺς περὶ
τῶν ἰδεῶν λόγους, ἀφ' ὧν καὶ ἐπιγράφειν αὐτόν
τινες, ὡς εἴρηται, τῶν ἔμπροσθεν ἠξίωσαν. Δεῖ
γὰρ, ὥσπερ ἐκ τῶν φαινομένων ἐπὶ τὸ νοητὸν
ἡ ἄνοδος, οὕτω καὶ ἡμᾶς ἀπὸ τῶν ὑποκειμένων
τῷ διαλόγῳ περιστατικῶν ἐπὶ τὴν μίαν ἀνα-
δραμεῖν τῶν λόγων πρόθεσιν καὶ τὸ ἓν τέλος
τῆς ὅλης πραγματείας ταύτης, τούτῳ δὲ καὶ
τὰ ἄλλα συντάττειν εἰς δύναμιν τὰ πρόσωπα,
τοὺς καιροὺς, τοὺς τόπους, πάντα ὅσα πρότερον
αὐτὰ καθ' αὑτὰ τεθεωρήκαμεν.
Εἰσὶ δέ τινες καὶ γεγόνασι τῶν ἔμπροσθεν,
οἳ τὸν τοῦ διαλόγου τοῦδε σκοπὸν εἰς λογικὴν
631
ἀνέπεμψαν γυμνασίαν, τὴν μὲν ἐπιγραφὴν, καί-
τοι παμπάλαιον οὖσαν, <τὴν Περὶ τῶν ἰδεῶν>
ἀτιμάσαντες, ὡς εἰς μικρὸν μέρος τοῦ διαλόγου
βλέψασαν, καὶ εἰς ἀπορητικὸν, καὶ οὐχ ἡγητι-
κόν. Εἰσὶ δ' οὖν τινες οἳ λογικὸν εἶναι τὸν σκο-
πὸν εἰρήκασι τοῦδε τοῦ διαλόγου (καθάπερ ἐν
Θεαιτήτῳ πρὸς Πρωταγόραν ἀντέγραψε πάντων
λέγοντα χρημάτων μέτρον τὸν ἄνθρωπον, δεικ-
νὺς οὐ μᾶλλον ὄντα τοῦτον μέτρον πάντων
χρημάτων ἢ ὗν καὶ κυνοκέφαλον), καὶ χαίρειν
ἀφέντες τὴν τῶν πραγμάτων θεωρίαν, ἰδόντες
ἐφ' ἑκάτερα κρουομένους τοὺς λόγους, τοτὲ μὲν
τῷ εἶναι τὸ ἓν, τοτὲ δὲ τῷ μὴ εἶναι τῶν ἑπο-
μένων. Καὶ τούτων, λέγω δὴ τῶν λογικὸν
ἀποφηναμένων εἶναι τὸν σκοπὸν, οἱ μὲν ἀντι-
γράφειν αὐτὸν ὑπέλαβον τῷ Ζήνωνι, δεικνύναι
πειρώμενον ἐπὶ χαλεπωτέρας ὑποθέσεως, τῆς
τῶν νοητῶν, ποικίλας εὑρέσεις ἀσκεῖν· ὃν πα-
ρεῖναι, καὶ ταῦτα περὶ τὰ αἰσθητὰ διατρίβοντα,
καὶ ἐν τούτοις ἀποφαίνοντα τὴν τῶν ἀντικειμέ-
νων συνδρομήν. Καὶ γὰρ εἰωθέναι φασὶν οὗτοι
τὸν Πλάτωνα ποιεῖσθαι τὰς ἀντιῤῥήσεις τὰς
πρὸς τοὺς ἄλλους τριχῶς· καὶ τὰς μὲν κατὰ μί-
μησιν ὧν ἐκεῖνοι γεγράφασιν, ἐπὶ τὸ τελειό-
τερον μέντοι προάγοντα τὴν μίμησιν καὶ τὰ
ἐλλείποντα προστιθέντα τοῖς ἐκείνων λόγοις,
ὥσπερ ἀμέλει καὶ πρὸς Θουκυδίδην ἀγωνιζόμε-
νος τὸν Μενέξενον ἀπειργάσατο, καὶ τὸν ἐκεῖ
ῥηθέντα λόγον ἐπὶ τοῖς δημοσία θαπτομένοις εἰς
ταὐτὸν μὲν ἐκείνῳ καθεὶς, τῇ δὲ τάξει τῶν κε-
φαλαίων καὶ τῇ εὑρέσει τῶν ἐπιχειρήσεων καὶ
τῇ σαφηνείᾳ τῆς ἑρμηνείας πολλῷ δή τινι τὸν
λόγον τοῦ παρ' ἐκείνου γραφέντος εὐδοκιμώτε-
ρον ἀπειργασμένος· τὰς δὲ κατ' ἐναντίωσιν πρὸς
οὓς ἀγωνίζεται, καθάπερ ἐνταῦθα πρὸς τὸν Ζή-
νωνα· πολλαχῶς γὰρ ἐκείνου καταλαβεῖν ἐγχει-
ρήσαντος τοὺς πολλὰ τὰ ὄντα τιθεμένους, ὡς
632
καὶ μέχρι τετταράκοντα λόγων τὰ ἀντικείμενα
συγκρουόντων προελθεῖν αὐτῷ τὸν ἔλεγχον αὐ-
τὸν, πρὸς τὸ ἓν ποιήσασθαι τὴν παντοδαπὴν
ταύτην τῶν ἐπιχειρημάτων ἐπίδειξιν, ἁμιλλώ-
μενον πρὸς τὸν κατὰ τοῦ πλήθους τῶν ὄντων
γυμνασάμενον, δεικνύντα τὸν ὅμοιον τρόπον ἐκεί-
νῳ τὰ ἀντικείμενα περὶ ταὐτόν· καὶ ὡς ἐκεῖνος
ἤλεγχε τὰ πολλὰ δεικνὺς αὐτὰ καὶ ὅμοια καὶ
ἀνόμοια καὶ ταὐτὰ καὶ ἕτερα καὶ ἴσα ὄντα καὶ
ἄνισα, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὸν ἀποφαίνειν
τὸ ἓν ὅμοιον καὶ ἀνόμοιον, καὶ οὐχ ὅμοιον καὶ
οὐκ ἀνόμοιον, ταὐτὸν, οὐ ταὐτὸν, ἕτερον, οὐχ
ἕτερον, καὶ ἐπὶ πάντων ὡσαύτως, καὶ τιθέντα
καὶ ἀναιροῦντα τὰ μαχόμενα, καὶ οὐχ ὡς ἐκεῖ-
νος τιθέντα μόνον· δι' ὧν τὸν πλοῦτον τῶν ἐπι-
χειρήσεων πολλῷ ποικιλώτερον δεῖξαι τοῦ παρ'
ἐκείνῳ τοὺς ἄλλους οὕτως ἐκπλήξαντος, ὥστε
καὶ τὸν σιλλογράφον ἀμφοτερόγλωσσον αὐτὸν
προσειπεῖν, καὶ τὴν δύναμιν ἀγασθέντα τοῦ
ἀνδρὸς, μέγα σθένος φάναι καὶ οὐκ ἀλαπαδνὸν
Ζήνωνος (τίνα γὰρ ἂν ἀφῆκε φωνὴν περὶ τοῦ
πολλαπλασιάσαντος τὰς μεθόδους τῶν εὑρέσεων,
ἐκεῖνον ἀμφοτερόγλωσσον προσειπών;)· τὰς δὲ
ἐκ τρίτων, ὁμοῦ μὲν κατὰ μίμησιν, ὁμοῦ δὲ
κατ' ἐναντίωσιν προΐστασθαι τῶν ἀντιγράφων
(τοῦτο γὰρ ὑπόλοιπον), ὥσπερ, φασὶν, ἐν τοῖς
πρὸς Λυσίαν λόγοις τὸν σοφιστὴν εἰς ταὐτὸν
ἐπιχειρῶν, ἀντὶ μὲν τῶν χύδην παρ' ἐκείνῳ βε-
βλημένων ἐνθυμημάτων τάξιν εἰσήγαγεν ἀνα-
γκαίαν ἑνὶ ζώῳ τὸν λόγον ἀφομοιοῦσαν, ἀντὶ
δὲ τῶν ἀμεθόδων ἀρχῶν ἐπιστημονικὴν ἐπέδει-
ξεν ὁδὸν ἀπὸ τῶν ὁρισμῶν ἀρχομένην καὶ τὴν
τοῦ ποιοῦ ζήτησιν εἰς τὸ τί ἐστιν ἀνάγουσαν,
ἀντὶ δὲ τοῦ καλλωπίζεσθαι πλήθει ῥημάτων
καὶ ὀνομάτων τὰ αὐτὰ λεγόντων ποικιλίαν νοη-
μάτων προσέθηκε καὶ παντοίαν ἐξαλλαγήν· ἃ
δὴ πάντα δείκνυσιν ὅπως ἦν προσῆκον μετα-
633
χειρίζεσθαι τὸν ὑπὲρ τοῦ μὴ ἐρῶντος λόγον
τὸν σοφιστήν· εἰς δὲ τὸ ἀντικείμενον πρόβλημα
μεταβὰς καὶ τὸν ὑπὲρ τοῦ ἐρῶντος ἀγῶνα πρὸς
αὐτὸν ἀγωνιζόμενος οὐδεμίαν ὑπερβολὴν παρῆκε
τῶν ἐλέγχων, ὁριζόμενος, διαιρῶν, ἀποδεικνὺς,
παντοδαπαῖς χρώμενος πρὸς τὴν ἀντίῤῥησιν
ὁδοῖς, ὅπου καὶ τὸν τῆς ἑρμηνείας τύπον ἐξῆρε
παρὰ τὸ εἰωθὸς, ἵνα καὶ τῷ χαρακτῆρι τοῦ λό-
γου καταβάλῃ τὸν χαρακτῆρα τῶν ἐκείνου λό-
γων, τῷ ἁδρῷ τὸ ἰσχνὸν, καὶ τὴν ἐξαλλαγὴν
εἰς ἔνθεον κατακωχὴν ἀναπέμψας, ἀπεκρύψατο
τὴν αἰτίαν τὸν πολὺν ἀκροατήν.
Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, τοιαῦτα κατα-
τείνουσιν. Εἰσὶ δὲ οἳ τὴν μὲν ἀντιγραφὴν ταύ-
την ἀπᾴδειν φασὶ καὶ τῶν πραγμάτων καὶ τῶν
προσώπων· τῶν μὲν πραγμάτων, διότι καὶ ὁ
Ζήνων εἰς τὸν αὐτὸν τῷ Παρμενίδῃ βλέπων σκο-
πὸν διήλεγχε τοὺς τὰ μὲν πλήθη τῶν ὄντων
εἶναι τιθεμένους, ἀνεννοήτους δὲ ὄντας ἐκείνου
τοῦ ἑνὸς, ἀφ' οὗ καὶ τὰ πολλὰ ὄντα καὶ ἔστιν
ὄντα καὶ τὴν ἐπωνυμίαν ἔχει ταὐτὴν, ὅμοιον
ὡς εἴ τις, τοὺς πολλοὺς ἀνθρώπους αὐτὸ τοῦτο
λέγων ἀνθρώπους εἶναι, τὸ ἓν εἶδος τοῦ ἀνθρώ-
που μὴ καθεωράκει, δι' ὃ καὶ τούτοις ἀνθρώ-
ποις εἶναί τε καὶ λέγεσθαι πάρεστιν· εἰ γὰρ
τοῦτο κατανοήσαιεν, τοὺς ἀνθρώπους καθὸ ἄν-
θρωποι φήσαιεν ἂν οὐ πολλοὺς εἶναι, ἀλλ'
ἑνοειδεῖς ὄντας· τῶν δὲ προσώπων, διότι
πολὺ μὲν τὸ ἀπεμφαῖνον, ἐραστὴν καὶ ἐρώμε-
νον εἰπόντα τὸν Παρμενίδην καὶ τὸν Ζήνωνα,
καὶ τὸν μὲν καθηγεμόνα, τὸν δὲ ὑπ' ἐκείνου
τελεωθέντα, ποιεῖν τὸν ἐραστὴν καὶ τὸν καθη-
γεμόνα, πρὸς τὸν ἐρώμενον καὶ τὸν ὑπ' αὐτοῦ
τελεωθέντα, τοσοῦτον πέλαγος διανέοντα λό-
γων· πολὺ δὲ καὶ τὸ πλημμελὲς, ὡς ἄν τις
634
ἀληθῶς εἴποι, τὸν μὲν βοήθειαν φάναι τῷ Παρ-
μενίδου λόγῳ τὸ γραφὲν αὑτῷ βιβλίον ἐξειργά-
σθαι, τὸν δὲ πρὸς τὴν βοήθειαν ἀντιγράφειν,
ἣν ἐκεῖνος αὐτῷ πορίζων τὰς πολλὰς κατέτεινεν
ἐπιχειρήσεις.
Ταύτην δ' οὖν τὴν ἀντιγραφὴν ἀτιμάσαντες
λογικῆς οἱ μὲν εἶναί φασι γυμνασίας τὴν πρό-
θεσιν. Τριῶν γὰρ ὄντων, ὡς κατὰ μεγάλα διελ-
θεῖν, τῶν ἐν τῷ διαλόγῳ κεφαλαίων, οὕτω γὰρ
ἐκεῖνοι διαιροῦσιν, ὧν ἓν μέν ἐστι τὰς περὶ
τῶν ἰδεῶν ἀπορίας προτεῖνον, ἓν δὲ τὴν τῆς
μεθόδου σύντομον παράδοσιν ποιούμενον, δι' ἧς
ἀξιοῖ γυμνάζεσθαι τοὺς τῆς ἀληθείας φιλοθεά-
μονας, ἓν δὲ τὴν μέθοδον αὐτὴν ὡς ἐπὶ παρα-
δείγματος τοῦ κατὰ Παρμενίδην ἑνὸς γνώριμον
ἀπεργαζόμενον, πάντα πρὸς ἓν βλέπειν ταῦτα,
τὴν τῆς γυμνασίας τῆς ἐν τοῖς λόγοις ἄσκησιν.
Καὶ γὰρ τὸ πρῶτον .... Ἀναγκαίαν αὐτὴν ἐπι-
δεικνύναι .... τοῖς ἄνευ ταύτης ἐπὶ τὴν τῶν ὄντων
τρεπομένοις σκέψιν καὶ τὰς ἀληθεῖς ὑποθέσεις
ἀνατρεπομένας ἐπιδεικνύον, εἴπερ καὶ ὁ Σωκρά-
της διὰ τὴν ἀμελετησίαν τῆς μεθόδου ταύτης
παραστῆναι τῇ τῶν εἰδῶν ὑποθέσει μηδὲ δύνη-
ται, καὶ ταῦτα, ὡς φησὶν ὁ Παρμενίδης, αὐτὸς
μὲν θείαν ὁρμὴν ὁρμῶν, τῆς δὲ ὑποθέσεως ἀλη-
θεστάτης οὔσης. Καὶ τρίτον οὐδὲν ἄλλο [ἢ]
παράδειγμά ἐστιν, ὡς καὶ τοῦτο σαφῶς εἴρη-
ται, τὸν τῆς μεθόδου τρόπον ὁποῖός ἐστι πα-
ραδηλοῦν, ἵνα καὶ ἐπὶ πάντων ὡσαύτως τῶν
πραγμάτων γυμναζώμεθα δι' αὐτῆς, ὅμοιόν τι
ποιοῦν τῷ ἐν τῷ Σοφιστῇ παραδείγματι τῆς
διαιρετικῆς· ὡς γὰρ ἐκείνην ἐπὶ τοῦ ἀσπαλιευ-
τοῦ γνώριμον ἐποίησεν, οὕτω δὴ καὶ ταύτην
ἐπὶ τοῦ Παρμενιδείου ἑνός· καὶ ἐκ δὴ τούτων
συλλογίζονται τὸν τοῦ διαλόγου διὰ πάντων
635
εἶναι τῶν κεφαλαίων σκοπὸν περὶ τῆς γυμνα-
σίας ταύτης· τοσοῦτον μέντοι διαφέρειν τῆς
τοπικῆς τῆς παρὰ τῷ Ἀριστοτέλει μεθόδου
ταύτην φασὶν, ὅτι ἐκείνη μὲν εἴδη προβλημά-
των διεστήσατο τέτταρα καὶ πρὸς ἕκαστον τού-
των εὐπορίαν ἐξεῦρεν ἐπιχειρήσεων, εἰ καὶ ὁ
Θεόφραστος τὴν τετράδα συνελὼν ἐν δύο μόνοις
προβλήμασι περιγράφει τὴν μέθοδον, οἷον τὸ
μὲν πρὸς ὅρον εἶναι τίθεται, τὸ δὲ πρὸς τὸ
συμβεβηκὸς, τὰ μὲν γενικὰ προβλήματα τοῖς
πρὸς ὅρον νείμας, τὰ δὲ πρὸς ἴδιον τοῖς κατὰ
συμβεβηκὸς συναριθμῶν· αὕτη δὲ καθ' ἕκαστον
τῶν προβλημάτων ὑποθέσεων μεμηχάνηται ποι-
κίλην εὕρεσιν, δι' ὧν ἐξεταζομένων καταφανὲς
γίγνεται τἀληθὲς, τῶν μὲν δυνατῶν τοῖς δυνα-
τοῖς ἐν ταῖς ἀναγκαίαις ἀκολουθίαις ἑπομένων,
τῶν δὲ ἀδυνάτων τοῖς ἀδυνάτοις· ὥστ' οὔτε
φιλοσόφων ἐκτὸς ἡ τοιαύτη μέθοδος, καθάπερ ἡ
τοπικὴ μόνοις προσήκουσα τοῖς τὸ ἔνδοξον θηρῶ-
σιν, εἰς τὴν τῆς ἀληθείας αὐτῆς συντελοῦσα
θήραν, οὔτε ἄλλο τι θεωρεῖν ἀποῤῥητότερον
ἡμᾶς ἀφίησιν ἑαυτῆς, εἴπερ τὰ μὲν ἐπιδεικνύ-
ται τῶν ἐν τῷ διαλόγῳ σκεμμάτων αὐτὴν ἀν-
αγκαίαν, τὰ δὲ εἰς σαφήνειαν συμπράττει τῶν
καθολικῶν αὐτῇ κανόνων, τὰ δὲ αὐτὴν ὑπαυ-
γάσαι μέσον τούτων ἡμῖν προτίθησι τὴν μέ-
θοδον.
Οὗτοι μὲν δὴ ταῦτα ἀντιφαῖεν ἂν, λογικὸν
τιθέμενοι καὶ αὐτοὶ τὸν σκοπὸν, ἐκείνους δὲ
ἀτιμάσαντες τοὺς εἰς πρόσωπον βλέποντας, ὡς
ἀπιθάνοις ἐπιβεβληκότας. Τῶν δὲ πραγματει-
ώδη τὴν πρόθεσιν εἰπόντων καὶ τὴν μέθοδον τῶν
πραγμάτων ἕνεκα γυμνάζεσθαι λεγόντων, ἀλλ'
οὐ τὰ ἀποῤῥητότερα τῶν δογμάτων εἰς τὴν τῆς
μεθόδου κατάληψιν περιαγόντων, οἱ μὲν περὶ
τοῦ ὄντος ἔφαντο τὴν ζήτησιν εἶναι· καὶ πῶς
ἓν οἱ ἄνδρες ἐκεῖνοι τὸ ὂν ἔλεγον εἶναι, προκεῖ-
σθαι τῷ Πλάτωνι δι' αὐτῶν ἐκείνων καταδή-
636
σασθαι τῶν ἀνδρῶν καὶ τῆς μεθόδου τῆς εἰω-
θυίας ἐκείνοις, τοῦ μὲν Ζήνωνος τὰ πολλὰ
διελέγχοντος κρατερῶς, τοῦ δὲ Παρμενίδου τὸ
ἓν ὂν ἐκφαίνοντος· δεῖν γὰρ τοὺς καθαρτικοὺς
λόγους προηγεῖσθαι τῶν τελειωτικῶν. Καὶ δὴ
καὶ φασὶν αὐτὸν εἶναι τὸν Πλάτωνα τὸν περὶ
τοῦ Παρμενίδου βοῶντα καὶ μαρτυρόμενον περὶ
τούτων τῶν ἐνταῦθα λόγων, ὡς ἄρα βάθος ἔχουσι
παντάπασι γενναῖον. Φησὶ γοῦν ἐν τῷ Θεαιτή-
τῳ Σωκράτης Παρμενίδῃ συγγενέσθαι νέος ὢν
μάλα πρεσβύτῃ, καὶ ἀκοῦσαι φιλοσοφοῦντος ἐκεί-
νου περὶ τοῦ ὄντος, οὐχὶ μεθόδους γυμναστικὰς,
ἀλλὰ βάθος ἐχούσας ἐπιβολάς· φοβεῖσθαι οὖν
μὴ οὔτε τὰ λεγόμενα ξυνῶσι, τί τε διανοούμε-
νος εἶπεν ἐκεῖνα παντάπασιν ἀπολειφθῶσι, δι'
ὧν παρέστησεν ἐναργῶς πραγματειώδη τὸν
τῶν προκειμένων λόγων σκοπόν· καὶ τὴν μέθο-
δον εἰς ἐκεῖνον ἄγειν, καὶ προειλῆφθαι τῆς
θεωρίας ὡς ἀναγκαίαν, καὶ τὰς περὶ τῶν ἰδεῶν
ἀπορίας ὡς προσανακινούσας εἰς τὴν τοῦ ἑνὸς
ὄντος ἡμᾶς κατανόησιν· καὶ γὰρ τὸ πλῆθος τῶν
ἰδεῶν ἐν τῷ ἑνὶ ὄντι τὴν ὑπόστασιν ἔχειν, ὡς
ἐν μονάδι τὸν οἰκεῖον ἀριθμόν· ὥστε εἰ κατὰ
ἀνάλυσιν ἐθέλοι τις τῶν τμημάτων τὴν τάξιν
εὑρεῖν, τὸ μὲν σκοπιμώτατον ἂν εἴποι τοῦ δια-
λόγου τέλος, περὶ τοῦ ὄντος τοῦ κατὰ τὴν Παρ-
μενίδειον δόξαν ἐκφῆναι τὴν ἀλήθειαν. Ἐπειδὴ
δὲ καὶ τοῦτο κατὰ τὴν παρ' αὐτοῖς κρατοῦσαν
μέθοδον ἔδει καταδήσασθαι τὸν περὶ τῆς γυμ-
ναστικῆς μεθόδου λόγον, ἀναγκαίως προληφθῆ-
ναι τίς ἐστι καὶ διὰ ποίων ὁδεύει κανόνων.
Ἐπειδὴ δὲ τὴν μέθοδον οὐκ ἄλλως ἦν εἰσόδου
τυχεῖν ἢ διὰ τοῦ παραστῆσαι τὴν χρείαν
αὐτῆς, ταύτην δὲ οὐκ ἄλλως ἦν δεῖξαι δυνατὸν
ἢ τοὺς ἄνευ αὐτῆς ὁρμῶντας ἐπὶ τὴν τῶν πρα-
γμάτων θεωρίαν ἀπορίαις περιβάλλοντα περὶ
ὧν δοξάζουσιν ἀφύκτοις, διὰ δὴ τοῦτο καὶ τὸν
περὶ τῶν ἰδεῶν προληφθῆναι λόγον καὶ τὰς
637
ἀπορίας, δι' ὧν χρείᾳ τῆς μεθόδου περὶ αὐτῆς
εἰσάγειν ἔμελλον λόγον, ἧς ἐδεόμεθα, τῆς τοῦ
ὄντος ἕνεκα τοῦ κατὰ τὸν Παρμενίδην θεωρίας.
Καὶ γὰρ οὐδέν ἐστιν εὑρεῖν τὸν Πλάτωνά που
τῶν μεθόδων ἐνστησάμενον προηγουμένην πρα-
γματείαν, ἀλλὰ χρώμενον αὐταῖς ἄλλως ἀλλα-
χοῦ κατὰ τὴν ἑκάστου χρείαν, πανταχοῦ δὲ τῶν
πραγμάτων αὐτὰς ὧν προτίθεται ζητεῖν ἕνεκα
παραλαμβάνοντα, καθάπερ ἐν Σοφιστῇ τὴν διαι-
ρετικὴν, οὐχ ἵνα διαιρετικὴν διδάξῃ τὸν ἀκροα-
τὴν, εἰ καὶ τοῦτο συμβαίνει πάρεργον, ἀλλ'
ἵνα καταδήσηται τὸν πολυκέφαλον σοφιστήν·
καὶ τοῦτο πράττει τῇ φύσει τῶν πραγμάτων
ἑπόμενος, ἧς ἴδιον τὰ ἀναγκαῖα τῶν τελῶν
χάριν, ἀλλ' οὐ τὰ τέλη τῶν ἀναγκαίων ἕνεκα
παραλαμβάνειν. Πᾶσα δὲ μέθοδος ἀναγκαία
τοῖς γυμνάσασθαι βουλομένοις περὶ τὴν τῶν
πραγμάτων ἐπιστήμην, καὶ οὐ δι' ἑαυτὴν ἀξία
σπουδῆς· εἰ δὲ καὶ ἐπιβλέψοι τις εἰς τὴν πᾶσαν
τῶν ὑποθέσεων διασκευὴν, κυροῖ ἂν ἐναργῶς ὡς
οὐκ ἄρα τὴν τοῦ ὄντος θεωρίαν τῆς γυμνασίας
ἕνεκα παρείληφε τῆς προεκτεθείσης. Ἐκείνη μὲν
γὰρ ἠξίου, καὶ τεθέντος εἶναι τοῦ ζητουμένου
καὶ τεθέντος μὴ εἶναι, σκοπεῖν τά τε ἑπόμενα
καὶ τὰ οὐχ ἑπόμενα, καὶ αὐτῷ πρὸς αὑτὸ τῷ
ὑποτεθέντι εἶναι ἢ μὴ εἶναι, καὶ αὐτῷ πρὸς τὰ
ἄλλα, καὶ τοῖς ἄλλοις ὡσαύτως, πρός τε ἑαυτὰ
καὶ πρὸς τὸ ὑποτεθέν· ἡ δὲ τῶν ὑποθέσεων δι-
έξοδος οὐ παντάπασιν ἕπεται τοῖς τῆς μεθόδου
τρόποις, ἀλλὰ τοὺς μὲν παραλείπει, τοὺς δὲ
ἐξαλλάττει. Καίτοι γε εἰ παραδείγματος ἕνεκα
τὸν περὶ τοῦ ἑνὸς ὄντος εἰσῆγε λόγον, πῶς οὐ
γελοῖον ἦν μὴ ἕπεσθαι τῇ μεθόδῳ, μηδὲ κατὰ
τοὺς εἰρημένους κανόνας αὐτῆς μεταχειρίζεσθαι
τὸ παράδειγμα λέγον τὸ μὴ ἑπόμενον τῇ πάσῃ
τάξει τῶν τῆς μεθόδου κανόνων; Ἀλλ' ὅπως
μὲν οὐ παντάπασιν ἕπεται τῇ μεθόδῳ διὰ τῶν
καλουμένων ὑποθέσεων προϊὼν, ἀλλὰ τὰ μὲν
638
ἀφαιρεῖ, τὰ δὲ προστίθησι, τὰ δὲ ἐξαλλάττει,
γνωσόμεθα δι' αὐτῶν μέσων ὁδεύοντες.
Νῦν δὲ τοσοῦτον ὑπομεμνήσθω διὰ τῶν εἰ-
ρημένων, ὅτι μὴ δεῖ τὴν γυμνασίαν προτίθε-
σθαι λέγειν αὐτοῖς ὡς σκοπὸν, ἀλλὰ πραγμα-
τειώδη πρόθεσίν τινα τοῦ διαλόγου ζητεῖν, ἣν
οἱ μὲν, ὥσπερ εἴπομεν, περὶ τοῦ ὄντος εἶναι δια-
τείνονται, μαρτυρόμενοι τὸν Παρμενίδην, ὅτι
περὶ τοῦ κατ' αὐτὸν ἑνὸς ποιήσεται τὸν λόγον
ἐν ἀρχῇ βοῶντα· τοῦτο δὲ εἶναι τὸ ὂν, καὶ
δεδημεῦσθαι ταύτην εἶναι Παρμενίδου τὴν δό-
ξαν, καὶ τὸν ἐν Σοφιστῇ τοῦτο ξένον δηλοῦν,
ἐλέγχοντα τὸν Παρμενίδην ὡς μήπω λέγοντα
τὸ ὡς ἀληθῶς ἓν, ὅταν λέγῃ τὸ ὄν· οἱ δὲ τού-
τοις ὁμολογοῦντες τῷ πραγματειώδη τίθεσθαι
τὸν σκοπὸν ἀξιοῦσι μὴ μόνον περὶ τοῦ ἑνὸς ὄντος
αὐτὸν πραγματεύεσθαι, καθάπερ οὗτοί φασιν,
ἀλλὰ περὶ ἁπάντων τῶν ἀπὸ τοῦ ἑνὸς ὑπο-
στάντων· καὶ γὰρ τὰς ὑποθέσεις ἄρξασθαι μὲν
ὄντως ἀπὸ τοῦ κατὰ Παρμενίδην ἑνὸς, ὅπερ
ἦν τὸ ἓν ὄν· ἐντεῦθεν δὲ ὁρμηθείσας, τοτὲ μὲν
χωρὶς τοῦ ἔστι τῇ ἐννοίᾳ τοῦ ἑνὸς ἀπερειδομέ-
νας ἐκφῆναι τὸ ὡς ἀληθῶς ἓν παντὸς πλήθους
καθαρεῦον, καὶ διὰ τοῦτο καὶ τοῦ ὄντος ἐξῃρη-
μένον καὶ τὴν τοῦ ἔστι κατηγορίαν ἀναινόμε-
νον· τοτὲ δὲ ἀμφοῖν ὁμοίως ἐπιβαλλούσας, τῷ
τε ἑνὶ καὶ τῷ ὄντι, πάντα τὸν νοητὸν εἰς φῶς
ἀνάγειν διάκοσμον, ἐν ᾧ καὶ τὸ εἶναι ὡς ἀλη-
θῶς ἐστι, καὶ τὸ ἓν αὐτοτελῶς μετέχον τοῦ
εἶναι· τοτὲ δὲ τῷ ὄντι χρωμένας, καὶ τὸ ἓν τὸ
οὐσιῶδες αὐτῷ μόνῳ συναπτούσας, πρῶτον
μέν τινα δεῖξαι φύσιν, ὅτι ἐστὶ διὰ τὸ ἓν, τρί-
την δὲ ἀπὸ τοῦ ὡς ἀληθῶς ἑνός· εἶτα μεταβάσας
ἐπὶ τὴν τοῦ ἑνὸς ἐξέτασιν δεῖξαι ταῦτα τῷ μὲν
μετέχειν τοῦ ἑνὸς πάντα συνάγοντα ἑαυτοῖς,
τῷ δὲ μὴ μετέχειν πάντων στερούμενα· τούτων
δὲ πάντων οὐ δυναμένων ἐφαρμόσαι τῷ ἑνὶ
ὄντι, συνάγουσιν εἰκότως ὡς ἄρα οὐ περὶ ἐκεί-
639
νου μόνον ὁ λόγος, ἀλλὰ περὶ τῶν πάντων ἀπὸ
τῆς πρώτης αἰτίας μέχρι τῶν ἐσχάτων, ἐν οἷς
ἡ στέρησις τῶν πάντων, ἃ δὴ καὶ ὡμοιῶσθαι
πρὸς ἐκείνην ἀνομοίως· τὸ γὰρ ἐστερημένον πάν-
των διὰ τὸ μὴ μετέχειν τοῦ ἑνὸς ὅμοιόν πώς
ἐστι τῷ ἐξῃρημένῳ πάντων διὰ τὸ μὴ μετέχειν
τοῦ ὄντος. Ἢ πῶς ἂν ἐφαρμόσειε τῷ ἑνὶ ὄντι
τὰ οὕτως ἀντικείμενα ἀλλήλοις; Εἰ γὰρ καὶ ἡ
ὑπόθεσις ἀληθὴς καὶ μάλιστα κατὰ τὸν Παρμε-
νίδην αὐτὸν, λέγω δὲ τὸ εἶναι τὸ ἓν ὂν, καὶ τὰ
ἑπόμενα ἐξ ἀνάγκης ἑπόμενα δείκνυσι τῇ ἀλη-
θεῖ ὑποθέσει, κατ' αὐτὸν πάντα ἂν εἴη ἀληθῆ
ὅσα δείκνυται τεθέντος εἶναι τοῦ ἑνὸς ὄντος,
ὥστε καὶ ὅσα ἀποφάσκει καὶ ὅσα καταφάσκει
τοῦ αὐτοῦ κατηγορηθήσεται τοῦ ἑνὸς ὄντος ἀλη-
θῶς, ὃ δὴ πάντων ἐστὶν ἀδυνατώτατον· εἰ δὲ
καὶ ὅσα τεθέντος μὴ εἶναι τοῦ ἑνὸς ὄντος, εἰ
καί πη ἀληθῆ, καὶ ἐκεῖνα δήπου τῷ ἑνὶ ὄντι
προσήκοντα ἂν εἴη. Καὶ τί δεῖ λέγειν ὅπου καὶ
ὅσα καταφάσκει μόνα τοῦ ἑνὸς, δείκνυσιν ὁ λό-
γος μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, τῷ ἑνὶ
ὄντι λέγω; πῶς γὰρ πλῆθος ἄπειρον ἔσται τὸ
ἓν ὂν, αὐτοῦ τοῦ ἑνὸς ἀναινομένου κατ' αὐτὸν,
λέγω τὸν Παρμενίδην, τὴν κατὰ τὸ πλῆθος
ἀπειρίαν; πῶς δὲ καὶ ἄπειρος ἀριθμὸς, ὅνπερ
οὕτως ἐκεῖνος ἑνίζειν ἐθέλει διὰ πάντων, ὥστε
πᾶν πλῆθος τῶν ὄντων δοκεῖν ἐμποδὼν αὐτὸν
ποιεῖν; πῶς δὲ χρόνου μετέχον τὸ αἰώνιον;
τοιοῦτον γὰρ τὸ κατὰ Παρμενίδην ἓν ὂν, ταὐ-
τὸν ἐν ταὐτῷ μίμνον, ὡς αὐτός φησιν. Εἰ δὴ
ταῦτα ἀληθῆ φαμὲν, οὐ δεῖ δήπου λέγειν περὶ
τοῦ ὄντος ἁπλῶς εἶναι τοῦ κατὰ…
τὸν…
φάσκ…
The complete text is available when the reading interface loads.