In Platonis Cratylum commentaria
- Authority group
- Proclus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Platonis Cratylum commentaria, ed. G. Pasquali, Procli Diadochi in Platonis Cratylum commentaria, Leipzig: Teubner, 1908: 1–113.
- CTS identifier
urn:cts:greekLit:tlg4036.tlg009.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
11
ούτοις· ἡ δὲ γῆ μᾶλλον ἔχουσα τὴν στάσιν, ἔχει καὶ τὴν κί-
νησιν διὰ τὴν ἀλλοίωσιν.
12
Ὅτι τὰ ὀνόματα, καὶ 〈τὰ〉 τὸ φύσει ἔχοντα τοῦ
θέσει μετέχει, καὶ τὰ θέσει ὄντα καὶ τοῦ φύσει μετείληφεν·
καὶ διὰ τοῦτο τὰ ὀνόματα πάντα φύσει καὶ πάντα θέσει, καὶ
τὰ μὲν φύσει τὰ δὲ θέσει.
13
Ὅτι τὰ δύο ταῦτα μειράκια ἐξεναντίας δοξάζοντα
ἄλληλα ἀνατρέποντα μερικῶς, οὐκ ἠδύναντο καθολικῶς τὸ οἰ-
κεῖον κατασκευάσαι· καὶ γὰρ τὸ μὲν καθόλου διὰ τοῦ μερικοῦ
ἀνασκευάζεται, οὐκέτι δὲ διὰ τοῦ αὐτοῦ τὸ ἀντικείμενον κατα-
σκευάζεται, ἀλλὰ διὰ τοῦ καθόλου· οἷς ὁ Σωκράτης ἐπιγενό-
μενος καὶ διαιτήσας διήρθρωσεν τὰ πράγματα ἐπιστημονικῶς.
14
Ὅτι ὁ μὲν Κρατύλος, ἐπιστημονικὸς ὢν καὶ βραχυ-
λογώτατος, ὅπερ ἦν ἐξαίρετον τῶν Ἡρακλειτείων, διὰ τὸ μὴ
φθάνειν ἀμειφθέντα τὰ πράγματα τῇ ἀστάτῳ ἑαυτῶν φύσει
προλαμβάνειν αὐτὰ βουλομένων, δι' ἐλαχίστων φαίνεται συλ-
λαβῶν καὶ ῥημάτων δι' ὅλου τοῦ διαλόγου ἀποκρινόμενος·
διὸ καὶ τὸ <βούλει> (p 383a) ἐκ προοιμίων εὐθὺς τούτῳ ἀνέ-
θηκεν ὁ μιμητικώτατος Πλάτων· ὁ δὲ Ἑρμογένης, δοξαστι-
κὸς ὢν καὶ ταῖς τῶν πολλῶν προσκεχηνὼς δόξαις, τό τε θέσει
τῶν ὀνομάτων εἰσήγαγεν καὶ τὸ <εἴ σοι δοκεῖ> οἰκειότατα
ὑπὸ Κρατύλου ἤκουσεν· ἡ γὰρ δόκησις τῶν ἀβουλήτων πολ-
λάκις ἐστὶ καὶ 〈ἀ〉προαιρέτων, ὥσπερ ἡ βούλησις τῶν ἀγαθῶν
μόνων.
15
Ὅτι πᾶσα ἡ Ἀπολλωνιακὴ σειρὰ τῆς δημιουργικῆς
τοῦ Διὸς ἐξήρτηται ἡγεμονίας.
16
Ὅτι τῆς Κρατύλου δόξης γέγονεν Πυθαγόρας τε
καὶ Ἐπίκουρος (frg 335 Us.), Δημόκριτος (frg 26 Diels)
δὲ καὶ Ἀριστοτέλης τῆς Ἑρμογένους. ἐρωτηθεὶς γοῦν Πυθα-
γόρας, τί σοφώτατον τῶν ὄντων· <ἀριθμὸς> ἔφη· τί δὲ δεύτε-
ρον εἰς σοφίαν, ὁ <τὰ ὀνόματα τοῖς πράγμασι θέμενος>.
ᾐνίττετο δὲ διὰ μὲν τοῦ ἀριθμοῦ τὸν νοητὸν διάκοσμον τὸν πε-
ριέχοντα τὸ πλῆθος τῶν νοερῶν εἰδῶν· ἐκεῖ γὰρ ὁ πρώτως
καὶ κυρίως ἀριθμὸς μετὰ τὸ ἓν ὑπέστη τὸ ὑπερούσιον, ὃς καὶ
τὰ μέτρα τῆς οὐσίας πᾶσι τοῖς οὖσι χορηγεῖ, ἐν ᾧ καὶ ἡ ὄντως
σοφία καὶ ἡ γνῶσις, ἑαυτῆς οὖσα καὶ πρὸς ἑαυτὴν ἐστραμμένη
καὶ ἑαυτὴν τελειοῦσα· καὶ ὥσπερ ἐκεῖ νοητὸν καὶ νοῦς καὶ
νόησις ταυτόν, οὕτως καὶ ἀριθμὸς καὶ σοφία ταυτόν ἐστι
ἐκεῖ· διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ᾐνίττετο,
ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ πράγματα οὐκ
ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δ' αὐτῶν εἰκόνας καὶ λό-
γους οὐσιώδεις διεξοδικούς, οἷον ἀγάλματα τῶν ὄντων, ὥσπερ
τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη τοὺς ἀριθμούς· τὸ
μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώσκοντος καὶ
σοφοῦ, τὸ δ' ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμουμένης.
οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουρ-
γεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντος καὶ τὴν φύσιν τῶν ὄντων·
φύσει ἄρα τὰ ὀνόματα.
Ὁ δὲ Δημόκριτος (frg 26 Diels) θέσει λέγων τὰ ὀνόματα
διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμω-
νυμίας· τὰ γὰρ διάφορα πράγματα τῷ αὐτῷ καλοῦνται ὀνό-
ματι, οὐκ ἄρα φύσει τὸ ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ
γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμό-
σουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύνατον· τρίτον ἐκ τῆς τῶν ὀνο-
μάτων μεταθέσεως· διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα,
τὸν δὲ Τύρταμον Θεόφραστον μετωνομάσαμεν, εἰ φύσει τὰ
ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· διὰ τί ἀπὸ μὲν
τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιοσύνης οὐ-
κέτι παρονομάζομεν; τύχῃ ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ
δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα <πολύσημον>, τὸ δὲ
δεύτερον <ἰσόρροπον>, 〈τὸ δὲ τρίτον <μετώνυμον>〉, τὸ δὲ
τέταρτον <νώνυμον>. ἐπιλυόμενοι δέ τινές φασιν, πρὸς μὲν
τὸ πρῶτον ὅτι οὐδὲν θαυμαστόν, εἰ τὸ ἓν ὄνομα πλείω ἐνει-
κονίζεται πράγματα, ὡς τὸ <ἔρως> καὶ ἀπὸ τῆς <ῥώμης> καὶ
ἀπὸ τοῦ <πτέρως> διάφορα δηλοῖ· πρὸς δὲ τὸ δεύτερον ὅτι
οὐδὲν κωλύει κατ' ἄλλο καὶ ἄλλο δηλοῦν τὰ διάφορα ὀνόματα
τὸ αὐτό, οἷον <μέροψ> καὶ <ἄνθρωπος>, κατὰ μὲν τὸ μεμερισ-
μένην ἔχειν ζωὴν <μέροψ>, κατὰ δὲ τὸ ἀναθρεῖν ἃ ὄπωπεν
<ἄνθρωπος>· πρὸς δὲ τὸ τρίτον ὅτι τοῦτο αὐτὸ σημεῖον τοῦ
φύσει εἶναι τὰ ὀνόματα, ὅτι μετατίθεμεν τὰ οὐ κυρίως καὶ
παρὰ φύσιν κείμενα ἐπὶ τὰ κατὰ φύσιν· πρὸς δὲ τὸ τέταρτον
ὅτι οὐδὲν θαυμαστόν, εἰ ἐξ ἀρχῆς κείμενα ὑπὸ τοῦ πολλοῦ
χρόνου ἐξέλιπον.
17
Ὅτι τὸ φύσει τετραχῶς· ἢ γὰρ ὡς αἱ τῶν ζῴων
καὶ φυτῶν οὐσίαι ὅλαι τε καὶ τὰ μέρη αὐτῶν· ἢ 〈ὡς〉 αἱ τού-
των ἐνέργειαι καὶ δυνάμεις, ὡς ἡ τοῦ πυρὸς κουφότης καὶ
θερμότης· ἢ ὡς αἱ σκιαὶ καὶ αἱ ἐμφάσεις ἐν τοῖς κατόπτροις·
ἢ ὡς αἱ τεχνηταὶ εἰκόνες ἐοικυῖαι τοῖς ἀρχετύποις ἑαυτῶν. ὁ
μὲν οὖν Ἐπίκουρος (frg 335 Us.) κατὰ τὸ δεύτερον σημαι-
νόμενον ᾤετο φύσει εἶναι τὰ ὀνόματα, ὡς ἔργα φύσεως προη-
γούμενα, ὡς τὴν φωνὴν καὶ τὴν ὅρασιν, καὶ ὡς τὸ ὁρᾶν
καὶ ἀκούειν οὕτως καὶ τὸ ὀνομάζειν, ὥστε καὶ τὸ ὄνομα φύσει
εἶναι ὡς ἔργον φύσεως. ὁ δὲ Κρατύλος κατὰ τὸ τέταρτον·
διὸ καὶ ἴδιόν φησιν ἑκάστου πράγματος εἶναι τὸ ὄνομα ὡς
οἰκείως τεθὲν ὑπὸ τῶν πρώτως θεμένων ἐντέχνως καὶ ἐπιστη-
μόνως. ὁ γὰρ Ἐπίκουρος (frg 335 Us.) ἔλεγεν ὅτι οὐχὶ
ἐπιστημόνως οὗτοι ἔθεντο τὰ ὀνόματα, ἀλλὰ φυσικῶς κινού-
μενοι ὡς οἱ βήσσοντες καὶ πταίροντες καὶ μυκώμενοι καὶ
ὑλακτοῦντες καὶ στενάζοντες. ὁ δὲ Σωκράτης κατὰ τὸ τέταρ-
τον σημαινόμενον λέγει φύσει εἶναι τὰ ὀνόματα, ὡς διανοίας
μὲν ἐπιστήμονος ἔκγονα καὶ οὐχὶ ὀρέξεως φυσικῆς, ἀλλὰ
ψυχῆς φανταζομένης, οἰκείως δὲ τοῖς πράγμασι τεθέντα ἐξ
ἀρχῆς κατὰ τὸ δυνατόν· καὶ κατὰ μὲν τὸ εἶδος τὰ αὐτὰ πάντα
καὶ μίαν ἔχει δύναμιν καὶ φύσει ἐστίν, κατὰ δὲ τὴν ὕλην
διαφέρει ἀλλήλων καὶ θέσει ἐστίν· κατὰ μὲν γὰρ τὸ εἶδος
ἔοικε τοῖς πράγμασι, κατὰ δὲ τὴν ὕλην διαφέρει ἀλλήλων.
18
Ὅτι ἔοικεν τὸ μὲν <Κρατύλος> ὄνομα κεῖσθαι
παρὰ τὸ περικρατῆσαι ἀραρότως τῶν Ἡρακλείτου δογμάτων
καὶ διὰ τοῦτο καταφρονῆσαι τῶν ῥευστῶν ὡς μηδὲ κυρίως ὄν-
των· τὸ δὲ <Σωκράτης> παρὰ τὸ σωτῆρα εἶναι τοῦ κράτους
τῆς ψυχῆς, τουτέστι τοῦ λόγου, καὶ μὴ καθέλκεσθαι ὑπὸ τῶν
αἰσθήσεων.
19
Ὅτι τὰ μὲν ἀίδια ἐκ τῶν δυνάμεων ἢ ἐνεργειῶν
ἔλαχεν τῆς ὀνομασίας, τὰ δὲ γενητὰ ἐκ τῆς χρείας καὶ κοι-
νωνίας.
20
Ὅτι δεῖ τὸν μιμήσασθαί τι βουλόμενον ἐπιστήμονα
εἶναι δυοῖν, τοῦ τε ἀρχετύπου καὶ τῆς δημιουργικῆς τέχνης.
21
Ὅτι Ἑρμογένης παρ' <Αἰσχίνῃ> (p 25 Herm.) κω-
μῳδεῖται ὡς χρημάτων ἥττων· ἀμέλει τὸν Τηλαύγη ἑταῖρον
ὄντα καὶ χαρίεντα παρεώρα ἀθεράπευτον. τὸ δὲ ὄνομα παρὰ
τὸ <ἕρμαιον> τὸ κερδαλέον γενέσθαι αὐτῷ, ἢ μᾶλλον ὅτι ὁ
Ἑρμῆς θεός ἐστιν κερδῶν ἔφορος, οὗτος δὲ δυστυχὴς ἦν περὶ
τὸ κερδαίνειν.
22
Ὅτι διαβέβληνται οἱ Ἡρακλείτειοι καὶ ὡς ἀλαζόνες
καὶ ὡς εἴρωνες καὶ ὡς ὑπερόπται ἔν τε <Θεαιτήτῳ> (p 179esqq)
ὑπὸ Θεοδώρου καὶ <νῦν> (p 384a) ὑπὸ Ἑρμογένους, πλὴν οὐχ
ὑπὸ φιλοσόφων· ὁ μὲν γὰρ γεωμέτρης, ὁ δὲ νεανίσκος· οὐ
γὰρ σχολὴ τῷ ὄντως φιλοσόφῳ τὸν καιρὸν εἰς τοιαῦτα ἀνα-
λίσκειν.
23
Ὅτι οὐκ εὐκαταφρόνητον ἡγεῖται ὁ Σωκράτης τὸ
περὶ ὀνομάτων ὀρθότητος σκέμμα, ἀλλὰ διὰ τῆς παροιμίας
τοῦ <χαλεπὰ τὰ καλὰ> (p 384b) εἶναι ἀποσεμνύνει αὐτό.
24
Ὅτι εἰρωνευόμενος νῦν (p 384bc) ὁ Σωκράτης
διαβάλλει τὸν σοφιστὴν Πρόδικον. ἐκ γὰρ τῆς δραχμαίας,
ὡς ἔοικεν, ἐπιδείξεως κατέγνω καὶ τὴν πεντηκοντάδραχμον
ἀπατηλὴν οὖσαν καὶ πορισμοῦ χάριν ἐπιτηδευθεῖσαν· οἱ γὰρ
τὰς πεντήκοντα καταβαλλόμενοι δραχμὰς ἠξιοῦντο τῆς ἀκροά-
σεως. τὸ δὲ κακοῦργον τοῦ σοφιστοῦ διὰ τῶν τριῶν τούτων
δεῖ ἐννοεῖν, ὅτι ἀργυρίῳ ἐτίμα ὁ σοφιστὴς τὴν τελεωτέραν καὶ
ἀτελεστέραν γνῶσιν· ὅτι ἐκ μόνης ἀκροάσεως ἐπηγγέλλετο τὴν
γνῶσιν ἐντιθέναι· ὅτι οὐκ ἐκ τῶν ἄλλων τῆς μαρτυρίας ἀλλ'
ἐκ τῆς αὐτοῦ τοῦ σοφιστοῦ ἀποφάσεως λέγει τὴν τοιαύτην
γίνεσθαι γνῶσιν.
25
Ὅτι τὸ μὲν ζητεῖν ἀπὸ τῆς τοῦ Ἑρμοῦ μητρὸς
Μαίας ταῖς ψυχαῖς ἐνδίδοται, ἡ δὲ εὕρεσις ἀπὸ τῆς Ἑρμαϊκῆς
σειρᾶς. καὶ γὰρ τὰ ὁλικώτερα γένη τῶν θεῶν καὶ πρὸ τῶν
μερικωτέρων ἐνεργεῖ καὶ μετ' αὐτῶν καὶ ὕστερον· διὸ καὶ
ἀτελὴς ἡ ζήτησις καὶ ὡς εἰπεῖν ὕλην προπαρασκευαζομένην
ὁρῶμεν ἐκ τῆς τῶν ὑψηλοτέρων αἰτίων διαδόσεως εἰς τὰ μετ-
έχοντα, οἷον δὲ μορφὴν καὶ εἶδος ἐπιγινόμενον ἐκ τῶν ὑπο-
δεεστέρων.
26
Ὅτι οἱ μὲν σοφισταὶ χαίρουσι τοῖς ἐπιδεικτικοῖς
λόγοις, οἱ δὲ φιλόσοφοι τοῖς διαλογικοῖς· καὶ πάλιν ὡς εἰδω-
λοποιοὶ οἱ σοφισταὶ ὑποδύονται τὸν διαλεκτικόν, καὶ οὕτως
γίνεται ἡ ἐριστικὴ αὐτῶν ἐνόχλησις.
27
Εἰ αἱ τοῦ Σωκράτους εἰρωνεῖαι οὐκ ὀφείλουσιν
χηρεύειν ἀληθείας, πῶς λέγει <νῦν> (p 384bc) μὴ εἰδέναι τὸ
ἀληθές; ἧ τοῦτο λέγει ὅτι καθ' ἕξιν εἰδὼς οὐκ οἶδεν κατὰ
προχείρισιν; ἢ ὅτι πολὺ ἐν τοῖς ὀνόμασι τὸ μὴ ὂν καὶ ἀόριστον
διὰ τὴν τῆς γενέσεως πλημμέλειαν;
28
Ὅτι τῆς Ἑρμαϊκῆς δόσεως τὰ μέν ἐστι νοερὰ
καὶ πρῶτα ἀγαθά, τὰ δὲ δεύτερα καὶ τῆς διανοίας τελεσιουργά,
τὰ δὲ τρίτα καὶ τῆς ἀλογίας καθαρτικὰ καὶ διαφερόντως τῶν
φανταστικῶν κινήσεων μετρητικά, τὰ δὲ τῶν τῆς φύσεως
λόγων ὑποστατικά, τὰ δὲ καὶ τῶν ἔξω πορίμων δυνάμεων καὶ
τῶν κερδῶν χορηγά· ταῦτα γάρ ἐστι τὰ ἔσχατα τοῦ θεοῦ δῶρα
καὶ ἔνυλα, ἅπερ, ὥς φασιν οἱ ἀστρολόγοι, <ἐν ταῖς ἀδόξοις
διαθέσεσιν> ὁ θεὸς δίδωσιν.
29
Ὅτι τῷ φιλοσόφῳ προσήκει ἥκιστα μὲν περὶ τῶν
καθ' ἕκαστα πραγμάτων διαλέγεσθαι, φησὶν ὁ Πλάτων, πρὸς
δὲ τὴν τῶν ὅλων καὶ κοινῶν ἀνάγεσθαι θεωρίαν.
30
Τὸ συνημμένον Ἑρμογένους (p 384d) οὕτως· εἰ
ἔστιν μετάθεσις τῶν ὀνομάτων, θέσει τὰ ὀνόματά ἐστι καὶ
σύμβολα τῶν πραγμάτων· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύ-
τερον ἄρα. τὸ δὲ συνημμένον τοῦ Πρόκλου οὕτως· εἰ τὰ
ὀνόματα σύμβολα τῶν πραγμάτων καὶ θέσει, οὐκ ἔτι χρείαν
ἔχομεν τῆς τῶν ὀνομάτων μεταθέσεως· ἀλλὰ μὴν τὸ πρῶτον·
καὶ τὸ δεύτερον ἄρα. καὶ συνάγεται ἐν πρώτῳ σχήματι· εἰ
ἔστι μετάθεσις τῶν ὀνομάτων, οὐκ ἔστι μετάθεσις τῶν ὀνο-
μάτων. κακῶς ἄρα οἱ περὶ Ἑρμογένη φασίν· εἰς γὰρ τὰ
καθ' ἕκαστα ἑώρων μόνον, οὐκ ἔτι δὲ καὶ εἰς τὰ ἀίδια· τῶν
γὰρ ἀιδίων καὶ τὰ ὀνόματα θεῖα καὶ σεβάσμια ὡς ἱερὰ θεῶν,
τὰς δυνάμεις τε καὶ ἐνεργείας τῶν θεῶν ἀποτυπούμενα, ἅπερ
καὶ ὁ ἐν <Φιλήβῳ> (p 12bc) Σωκράτης σέβει, καὶ <πέρα τοῦ
μεγίστου φόβου> περὶ αὐτὰ εὐλάβειαν ἔχει.
31
Ὅτι ὁ Ἑρμογένης (p 385d) ὀρθότητά τινα οἴεται
εἶναι τῶν ὀνομάτων, ἀλλὰ ταύτην ἐξηρτῆσθαι τῆς θέσεως,
ὥσπερ εἴ τις λέγοι τὸ δίκαιον ὀρθὸν μὲν εἶναι, ἀλλὰ θέσει
(ἄλλο γὰρ παρ' ἄλλοις). τί οὖν ἂν εἴποι ἐπὶ τῶν ἐν τοῖς ἀιδίοις
κειμένων ὀνομάτων;
32
Ὅτι τὸ τοῦ Ἑρμογένους ἦθος φιλομαθὲς καὶ
φιλόλογον καὶ φιλάληθες παραδέδοται ἐξ ὧν λέγει αὐτός
(p 384de).
33
Ὅτι τρισὶν ἐπιχειρήμασιν ὁ Σωκράτης διελέγχει
τὴν Ἑρμογένους θέσιν, ὧν τὸ μὲν πρῶτον ἐντρεπτικόν, τὸ
δὲ δεύτερον βιαστικόν, τὸ δὲ τρίτον πειθοῦς τελεωτάτης αἴτιον.
καὶ ἔστι τὸ μὲν πρῶτον τοιοῦτον· εἰ θέσει τὰ ὀνόματα, ἔσται
ὁμοίως καὶ ἰδιώτης καὶ πόλις κυρία τῆς τῶν πραγμάτων ὀνο-
μασίας, καὶ κληθήσονται τὰ πράγματα ἄλλως καὶ ἄλλως καὶ
ἀμειφθήσονται πολυσχιδῶς διὰ τὸ ἀόριστον εἶναι τὸ τῶν καθ'
ἕκαστα τυχαῖον καὶ ἄνευ ἐπιστήμης προαιρούμενον καὶ δοκοῦν·
ἀλλὰ μὴν οὐ τὸ ἑπόμενον· οὐδ' ἄρα τὸ ἡγούμενον.
34
Ὅτι παντὸς πράγματος τὴν ἄπληστον μετουσίαν
ἀνατρέπειν καὶ ἑαυτὴν ὅλην ὁ <ἐν Πολιτείᾳ> (VIII p 563esqq)
λέγει Σωκράτης.
35
Ὅτι αἱ ψυχαὶ πρὸ τοῦ πεσεῖν εἰς γένεσιν εἶχον
πάντα φανὰ καὶ αὐταῖς γνώριμα, καὶ ἡ μία ταῖς πάσαις
ἐγινώσκετο καὶ αἱ πᾶσαι τῇ μιᾷ.
36
Ὅτι ἄλλο βούλεται δηλοῦν ἡ παρὰ Ἀριστοτέλει
(de interpr. 17a, 25) ἀλήθεια τοῦ ἀποφαντικοῦ λόγου, καὶ
ἄλλο ἡ παρὰ Πλάτωνι <νῦν> (p 385bc) λεγομένη, καθ' ἥν,
φησί, καὶ τὰ ὀνόματα καθ' αὑτὰ λεγόμενα ἀληθεύουσιν. ἡ
μὲν γὰρ τοῦ Ἀριστοτέλους τὴν σύνθεσιν καὶ διαίρεσιν λέγει
τοῦ κατηγορουμένου καὶ ὑποκειμένου ἔχειν τό τε ψεῦδος καὶ
τὸ ἀληθές. ὁ δὲ μέγας Πλάτων τετραχῶς οἶδε τῷ τῆς ἀλη-
θείας καὶ ψεύδους χρῆσθαι σημαινομένῳ· ἢ γὰρ κατὰ τὰς
ὑπάρξεις αὐτὰς τῶν πραγμάτων, ὡς ὅταν τὰ μὲν ὄντως ὄντα
ἀληθῶς εἶναι λέγῃ, τὰ δὲ οὐκ ὄντως ὄντα ψευδῶς· ἢ κατὰ τὰ
πάθη τὰ ἐπακολουθοῦντα ταῖς προηγουμέναις κινήσεσιν, ὥσπερ
ἀληθῆ καὶ ψευδῆ διεῖλεν ἡδονὴν ὁ ἐν <Φιλήβῳ> (p 36c sqq,
40cd) Σωκράτης· ἢ κατὰ τὰς γνώσεις, ὡς ὅταν διορίζηται
ψευδεῖς δόξας καὶ ἀληθεῖς· ἢ κατὰ τὰ ὄργανα τῆς γνωστικῆς
ζωῆς, οἷον τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ τὰ στοιχεῖα· καὶ
γὰρ ἐν τούτοις ὁρᾷ τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος κατὰ τὴν
πρὸς τὰ πράγματα ἐφάρμοσιν καὶ συμφωνίαν. ἔχουσι δὲ
καὶ οἱ ῥήτορες ἰδέαν λόγου τινά, ἣν καλοῦσιν <ἀλήθειαν>.
37
Ὅτι Ἀντισθένης ἔλεγεν (ap. Aristot. metaph. IV,
p 1024b, 32—34) μὴ δεῖν ἀντιλέγειν· πᾶς γάρ, φησί, λόγος
ἀληθεύει· ὁ γὰρ λέγων τὶ λέγει· ὁ δέ τι λέγων τὸ ὂν λέγει·
ὁ δὲ τὸ ὂν λέγων ἀληθεύει. ῥητέον οὖν πρὸς αὐτὸν ὅτι ἔστιν
καὶ τὸ ψεῦδος καὶ οὐδὲν κωλύει τὸν τὸ ὂν λέγοντα ψεῦδος
λέγειν· καὶ ἔτι ὁ λέγων περί τινος λέγει, καὶ οὐχὶ τὶ λέγει.
38
Τὸ κατὰ Πρωταγόρου ἐπιχείρημα (p 386a—d)
τοιοῦτον· εἰ οἷα φαίνεται ἑκάστῳ τὰ πράγματα, τοιαῦτά εἰσιν,
οὐκ ἔσονται οἱ μὲν φρόνιμοι τῶν ἀνθρώπων οἱ δὲ ἄφρονες·
ἀλλὰ μὴν οὐ τὸ δεύτερον· οὐδ' ἄρα τὸ πρῶτον.
39
Ὅτι πᾶς πονηρὸς δι' ἄγνοιαν τῶν ὡς ἀληθῶς
ἀγαθῶν ταύτην νοσεῖ τὴν νόσον καὶ ἄκων ἐστὶ τοιοῦτος· οὐ-
δενὶ γὰρ αἱρετὸν τὸ οἰκεῖον κακόν.
40
Ὅτι μᾶλλον οἱ κακοὶ γινώσκονται ὑπὸ τῶν ἀγαθῶν
ἀνδρῶν ἤπερ ἡ τῶν ἀγαθῶν ἀρετὴ τοῖς κακοῖς φανερά, διότι
τυφλὸν ἡ κακία καὶ ἀγνοεῖ πρῶτον ἑαυτήν, εἶτα καὶ τοὺς
ἄλλους, καὶ ὅτι οἱ μὲν κακοὶ οὐ τοσοῦτον δύνανται τῆς ἀγα-
θουργίας τῶν καλῶν ἀπολαῦσαι διὰ ἠλιθιότητα, οἱ δὲ καλοὶ
μᾶλλον κακύνονται πάσχοντες ὑπὸ τῶν πονηρῶν· τὰ γὰρ
<χερείονα>, φασίν (Hom. Α 576), <νικᾷ>· καὶ ὁ Σωκράτης
μᾶλλον μετέλαβεν τῆς τοῦ Ἀνύτου κακουργίας ἤπερ τῆς Σω-
κράτους ἀγαθότητος ἐκεῖνος ἀπώνατο.
41
Ὅτι ἄλλο τὸ Πρωταγόρου δόγμα (p 386c) καὶ ἄλλο
τὸ Εὐθυδήμου (p 386d)· τὸ μὲν γὰρ λέγει ὅτι οὐδὲν ὂν τὸ
ὑποκείμενον φαντάζεται τοῖον ἢ τοῖον παρὰ τοῖς αἰσθανομένοις
διὰ τὴν σύμμιξιν τοῦ ποιοῦντος καὶ πάσχοντος· τὸ δὲ τοῦ
Εὐθυδήμου ἕκαστον ποιεῖ τὰ πάντα ὂν ἅμα καὶ ἀεί, καὶ
πάντα ἀληθεύειν, οἷον τὸν λέγοντα τὸ ξύλον λευκὸν καὶ μέλαν
καὶ μικρὸν καὶ μέγα καὶ ξηρὸν καὶ ὑγρόν, καὶ τὰς τούτων
ἀποφάσεις πάσας ἀληθεύειν. ἐκ διαφόρων οὖν ἀρχῶν ὁρμώ-
μενοι οὗτοι οἱ σοφισταὶ εἰς τὸ αὐτὸ καταλήγουσιν.
42
Ὅτι ἡ τῆς πρώτης ἀπειρίας δύναμις πᾶσι τοῖς
ὁπωσοῦν εἶναι δυναμένοις ἀφ' ἑαυτῆς δίδωσι τὴν πρόοδον,
τὸ δὲ πέρας ἕκαστον ἀφορίζει καὶ περιγράφει καὶ ἵστησιν ἐν
οἰκείοις ὅροις· ὥσπερ καὶ ἐπὶ τῶν ἀριθμῶν τὸ μὲν εἶδος πᾶσιν
ἀπὸ τῆς μονάδος ἐφήκει καὶ τοῦ πέρατος, τὸ δ' ἀνέκλειπτον
κατὰ τὴν πρόοδον ἀπὸ τῆς γονίμου δυάδος· ὥστε ἕκαστον
τῶν ὄντων φύσιν ἔχει τινὰ καὶ ὅρον καὶ ἰδιότητα καὶ τάξιν
οἰκείαν διὰ τὸ πρῶτον πέρας· ἔστιν ἄρα καὶ ἡ ἀντίφασις ἐν
τοῖς λόγοις ὡρισμένως τὸ ψεῦδος καὶ τὸ ἀληθὲς παριστᾶσα.
43
Ὅτι τὸ <πράττειν> ἐπὶ μόνων τῶν κατὰ διάνοιαν
ἐνεργούντων λέγεται, ἐπὶ δὲ τῶν ἄλλων τὸ <ποιεῖν> (p 387c)·
ἔχουσιν οὖν καὶ 〈αἱ〉 πράξεις καὶ αἱ ποιήσεις ἰδίους ὅρους
καὶ ὄργανα καὶ καιρούς, καὶ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ
ἢ πράττει.
44
Ὅτι τὸ <λέγειν> (p 387bc) ὑπὸ τὸ <πράττειν>
ἐστίν, ἐκ διαιρέσεως τοιαύτης δείκνυται· πᾶσα γὰρ ψυχῆς
ἐνέργεια ἢ ἄνευ σώματος γίνεται, καὶ ἔστιν τοῦτο φαντασία
δόξα νόησις, ἢ μετὰ σώματος, καὶ τοῦτο διττόν· ἢ γὰρ
ἀπροαίρετος, καὶ ἔστιν τοῦτο αἴσθησις καὶ κίνησις ἀκού-
σιος, ἢ μετὰ προαιρέσεως, καὶ ἔστιν τοῦτο πρᾶξις, ὑφ' ἣν ἡ
διάλεξις.
45
Ἄπορον πῶς τὸ <ὀνομάζειν> (p 387c) <λέγειν>
ἐστίν· εἰ γὰρ τὸ ὄνομα μή ἐστιν λόγος, οὐδὲ τὸ ὀνομάζειν
λέγειν ἂν εἴη. ἦ πρῶτον μὲν τὸ ὀνομάζειν μέρος εἶπεν τοῦ
λέγειν εἶναι καὶ οὐχὶ λέγειν, ὥσπερ καὶ τὸ ὄνομα τοῦ λόγου
μέρος ἀλλ' οὐ λόγος; εἰ δὲ τὸ μὲν τῆς πράξεως μέρος πρᾶξις,
τὸ δὲ τοῦ λόγου μέρος οὐ λόγος. θαυμαστὸν οὐδέν· καὶ γὰρ
τὸ μὲν τοῦ σώματος μέρος σῶμα, τὸ δὲ τοῦ προσώπου μέρος
οὐ πρόσωπον· καίτοι καὶ τοῦτο σῶμά ἐστιν, ὥσπερ καὶ τὸ
λέγειν πρᾶξις· ἀλλὰ τὰ μὲν ὁμοιομερῆ, τὰ δ' ἀνομοιομερῆ.
δεύτερον δ' ὅτι τὴν ἀκολουθίαν οὐκ ἀναγκαῖον σῴζεσθαι τὴν
αὐτὴν ἐπί τε τῶν εἰδῶν καὶ τῶν κινήσεων· ἔστι δ' ὁ μὲν
λόγος καὶ τὸ ὄνομα εἴδη καὶ τέλεια καὶ ὅλα, αἱ δὲ κινήσεις
κατὰ μέρος ὑφίστανται, καὶ διὰ τοῦτο καὶ τὸ ὀνομάζειν λέγειν
τι ἐστίν· διὰ γὰρ τοῦ ὀνομάζειν πρόεισι τὸ λέγειν. τὸ δὲ
τρίτον ὅτι καὶ τὸ λέγειν διττὸν καὶ ὁ λόγος, τὰ μὲν κατὰ τοῦ
ὅλου λεγόμενα τοῦ ἐξ ὀνομάτων ὑφεστῶτος, τὰ δὲ κατὰ πάσης
φωνῆς σημαντικῆς· οὕτως γὰρ καὶ Ἀριστοτέλης ἐν <Κατη-
γορίαις> (p 4a,22—34 sqq, al.) τὴν δόξαν λόγον προσείρηκεν·
καὶ ἡ συνήθεια δὲ τὸ λέγειν τάττει καὶ κατὰ τῶν ψιλὸν ὄνομα
προφερομένων· εἰώθαμεν γὰρ ἐπιτάττειν τισὶ τὸ ὄνομα τὸ
ἑαυτῶν ἢ ἄλλων λέγειν, οἱ δὲ ποιοῦσι τὸ ἐπιταχθέν.
46
Προκείσθω δεῖξαι ὅτι τὸ ὀρθὸν ὄνομα φύσει καὶ
οὐ θέσει τὴν ὀρθότητα ἔλαχεν· καὶ πρῶτον λεκτέον οὕτως· εἰ
τὸ ὀνομάζειν ᾗ τὰ πράγματα πέφυκεν γινόμενον ὀρθῶς ἔχει,
τὸ ὄνομα φύσει τῆς ὀρθότητος τυγχάνει· ἀλλὰ μὴν τὸ πρῶ-
τον· καὶ τὸ δεύτερον ἄρα. δεύτερος λόγος ἀναλύων τὴν πρόσ-
ληψιν· εἰ τὸ λέγειν διὰ τὰ πράγματα ἔχει τὸ ὀρθόν, καὶ τὸ
ὀνομάζειν ᾗ τὰ πράγματα πέφυκεν γινόμενον ὀρθῶς ἔχει·
ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. τρίτος λόγος ἀνα-
λύων τοῦ δευτέρου τὴν πρόσληψιν· εἰ πᾶσα πρᾶξις κατὰ τὴν
πρὸς τὰ πράγματα οἰκειότητα εὖ πράττεται, καὶ τὸ λέγειν διὰ
τὰ πράγματα ἔχει τὸ ὀρθόν· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ
δεύτερον ἄρα. τέταρτος ἀναλύων τοῦ τρίτου τὴν πρόσληψιν·
εἰ τὰ πράγματα πάντα ἔχει τινὰ φύσιν ἰδίαν καὶ οὐκ εἰσὶν
θέσει αἱ πράξεις, κατὰ τὴν πρὸς τὰ πράγματα οἰκειότητα εὖ
πράττονται· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα. πέμ-
πτος ἀναλύων τοῦ τετάρτου τὴν πρόσληψιν· εἰ μήτε πάντα
ἐστὶν ὁμοίως πᾶσι καὶ ἀεί, μήτε ἰδίᾳ ἑκάστῳ ἕκαστον, ἔχει
τινὰ φύσιν τὰ πράγματα ἰδίαν ἕκαστον· ἀλλὰ μὴν τὸ πρῶ-
τον· τὸ ἄρα δεύτερον. ἕκτος ἀναλύων τοῦ πέμπτου τὴν πρόσ-
ληψιν· εἰ τῶν ἀνθρώπων οἱ μὲν πάνυ φρόνιμοί εἰσιν οἱ δ'
ἄφρονες, οὔτε πάντα ἐστὶν ὁμοίως πᾶσι καὶ ἀεί, οὔτε ἰδίᾳ
ἑκάστῳ τῶν ὄντων ἕκαστον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα
δεύτερον. ἕβδομος ἀναλύων τοῦ ἕκτου τὴν πρόσληψιν· εἰ
τῶν ἀνθρώπων οἱ μὲν πάνυ χρηστοί εἰσιν οἱ δὲ πάνυ πονη-
ροί, οἱ μὲν πάνυ φρόνιμοί εἰσιν τῶν ἀνθρώπων οἱ δὲ πάνυ
ἄφρονες· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα.
47
Εἰ τὰ ὀνόματα κατὰ τὸν Ἀριστοτέλην (de
interpr. p 16a,19 sqq) <θέσει> ἐστὶν καὶ σύμβολα τῶν πρα-
γμάτων καὶ τῶν νοημάτων, δεῖ καὶ τοὺς ἐξ αὐτῶν συγκει-
μένους λόγους ἀποφαντικοὺς θέσει ὄντας μὴ λέγεσθαι ὑπ'
αὐτοῦ ἐκείνου (de interpr. p 17a,2—5) ἐοικέναι τοῖς συν-
θέτοις νοήμασιν, μηδὲ καθ' αὑτοὺς δεκτικοὺς εἶναι ἀληθείας
ἢ ψεύδους· ἀλλὰ μὴν οἱ ἀποφαντικοὶ λόγοι οὐσιωδῶς ἔχοντες
τὸ ψεύδεσθαι ἢ ἀληθεύειν οὐ θέσει τοῦτο ἔχουσι, οὐδ' ἄρα
τὰ ὀνόματα θέσει.
48
Εἰ (p 387dsqq) ὁ ὀνομάζων πᾶς πράττει τι, ὁ
δὲ πράττων δι' ὀργάνου πράττει, καὶ ὁ ὀνομάζων ἄρα δι'
ὀργάνου ὀνομάζων ὀργάνῳ χρῆται τῷ ὀνόματι· ἀλλὰ τῶν ὀργά-
νων τὰ μὲν φύσει, ὡς χείρ, πούς, τὰ δὲ θέσει, ὡς χαλινὸς
καὶ τὸ ὄνομα (τοιοῦτον γάρ ἐστι)· τούτων δὲ τῶν τεχνητῶν τὰ
μὲν πρὸς τὸ ὑφιστάνειν τι πεποίηται ὡς τὸ σκέπαρνον, τὰ
δὲ πρὸς τὸ σημαίνειν καὶ διδάσκειν· τοιοῦτον οὖν καὶ τὸ ὄνο-
μα· <ὄργανον> γάρ <ἐστιν διδασκαλικὸν καὶ ἐκφαντορι-
κὸν τῆς> τῶν πραγμάτων <οὐσίας> (p 388bc), καὶ ἔστιν τὸ μὲν
ἐν τῷ τοιούτῳ ὅρῳ παραληφθὲν ἀπὸ τοῦ χρωμένου τῷ ὀρ-
γάνῳ, τὸ δ' ἐκφαντορικὸν ἀπὸ τοῦ παραδείγματος. δεῖται δ'
ὡς μὲν ὄργανον τοῦ χρωμένου, ὡς δὲ εἰκὼν τῆς πρὸς τὸ
παράδειγμα ἀναφορᾶς· ὥστε δῆλον ἐκ τούτων ὅτι οὐκ ἔστι
τὸ ὄνομα σύμβολον οὐδὲ θέσεως ἔργον τῆς τυχούσης, ἀλλὰ
συγγενὲς τοῖς πράγμασι καὶ φύσει οἰκεῖον· πᾶν γὰρ ὄργανον
πρὸς τὸ οἰκεῖον ἔργον συντέτακται, καὶ οὐκ ἂν ἄλλῳ τινὶ ἁρ-
μόσειεν ἢ ἐκείνῳ πρὸς ὃ γέγονεν· ὥστε καὶ τὸ ὄνομα, ἅτε ὂν
ὄργανον, ἔχει τινὰ συμφυᾶ δύναμιν καὶ τοῖς σημαινομένοις
συνηρμοσμένην, καὶ διδασκαλικὸν ὂν ἐκφαντορικὴν ἔχει τάξιν
τῶν νοημάτων, καὶ διακριτικὸν ὂν τῆς οὐσίας γνῶσιν ἡμῖν
ἐμποιεῖ τῶν πραγμάτων· καὶ αὕτη μὲν ἡ ἐπιχείρησις ἐκ τοῦ
εἴδους ἐστὶν τοῦ ὀνόματος, ὥσπερ ἡ πρὸ αὐτῆς ἀπὸ τοῦ παρα-
δείγματος ἦν, τουτέστι τῶν πραγμάτων.
49
Ὅτι, τοῦ Ἀριστοτέλους λέγοντος (de interpr.
p 17a,1—2) εἶναι τὸν λόγον σημαντικόν, οὐχ ὡς ὄργανον
δέ, ἀλλὰ θέσει (οὐδὲν γάρ, φησίν, ἐστὶν θαυμαστόν, τῆς φω-
νῆς φύσει οὔσης ὥσπερ τῆς σωματικῆς κινήσεως, εἶναι θέσει
τὰ ὀνόματα, ὥσπερ τὴν ὄρχησιν), ὁ <Πρόκλος> ἀντιλέγει οὕτως·
τὸ ὄνομα οὐκ ἔστιν ἀποτέλεσμα τῶν φυσικῶν ὀργάνων· ᾗ γὰρ
ὄνομα, πᾶν ὄνομα σημαντικόν ἐστι τινός· οὐ γὰρ ταὐτὸν
ὄνομα καὶ φωνή· τὴν μὲν οὖν φωνὴν τὰ φυσικὰ ὄργανα
ἀποτελεῖ, οἷον γλῶσσα καὶ ἀρτηρία καὶ πλεύμων καὶ τὰ τοι-
αῦτα· τὸ δ' ὄνομα συναπεργάζονται μὲν καὶ ταῦτα διὰ τὴν
ὕλην, μάλιστα δ' αὐτὸ ἡ διάνοια ἀποτελεῖ τοῦ ὀνοματοθέτου,
ἥτις καὶ τὴν ὕλην συναρμόζει πρὸς τὸ εἶδος καὶ τὸ παρά-
δειγμα δεόντως. χρῆται δ' αὐτῷ ὁ διαλεκτικὸς κειμένῳ· πᾶν
γὰρ ὄργανον ἔχει καὶ τὸν χρώμενον καὶ τὸν ποιητήν, καὶ πᾶν
τὸ χρώμενον ἔχει καὶ τὴν ποιητικὴν αἰτίαν, καὶ πᾶν τὸ ἔχον
τὴν ποιητικὴν αἰτίαν ὑπουργεῖ τινι πρὸς τὴν ἐνέργειαν, ἂν
μὴ αὐτόγονον ᾖ καὶ αὐθυπόστατον. εἰ οὖν καὶ τὸ ὄνομα τοι-
οῦτον, ὁ μέν ἐστιν αὐτοῦ ποιητής, ὁ δὲ χρῆται αὐτῷ γεγονότι.
καὶ ἔστιν τοῦ μὲν ἔργον τοῦ δὲ ὄργανον. καὶ οὔτε διὰ τοῦτο
φύσει, ὅτι τῆς φύσεως ἀποτέλεσμα, οὔτε διὰ τοῦτο ὄργανον,
ὅτι δύναμις αὐτῷ χρῆται φυσική τις· ἀλλὰ τὸ ποιοῦν αὐτὸ
τέχνη ἐστὶν καὶ τὸ χρώμενον. ἐπεὶ δὲ καὶ τὸ ποιοῦν πρὸς
τὰ πράγματα βλέπον ποιεῖ, καὶ τὸ χρώμενον διὰ τὴν τῶν
πραγμάτων διάκρισιν αὐτῷ χρῆται, διὰ τοῦτο λέγεται φύσει καὶ
ὡς ἀποτέλεσμα καὶ ὡς ὄργανον· καὶ γὰρ 〈ὡς〉 εἰκὼν ἀποτελεῖ-
ται τῶν πραγμάτων καὶ ἐξαγγέλλει αὐτὰ διὰ μέσων τῶν νοη-
μάτων. ὄργανον οὖν εἰκότως εἴρηται (p 388b) τὸ ὄνομα <δι-
δασκαλικόν>, μικρὸν δ' ὕστερον καὶ ἀποτέλεσμα προσρηθή-
σεται (p 388dsqq) νομοθετικόν. καὶ ἔστιν τοῦτο ἕνεκα τοῦ δια-
λεκτικοῦ· τέλος γὰρ καὶ ἀγαθὸν τὸ ἐκφαίνειν τὰ πράγματα.
διὸ μᾶλλον ὄργανον αὐτὸ εἶναι λέγει ὁ Σωκράτης (p 388a)
ἐκ τοῦ κρείττονος αὐτὸ ἀποσεμνύνων. μέσον οὖν ἐστι τοῦτο
ὄργανον τοῦ τε διδάσκοντος καὶ τοῦ μανθάνοντος· καὶ οὐκ
ἄρα ἦν μία τοῦ τε ποιοῦντος ἐνέργεια καὶ τοῦ πάσχοντος, ὡς
φησὶν Ἀριστοτέλης (phys. ausc. III, p 202a,13—202b,22),
ἀλλὰ τρεῖς τοὐλάχιστον αἱ κινήσεις, ἡ μὲν τοῦ ποιοῦντος, ἡ
δὲ τοῦ ποιουμένου, ἡ δὲ τοῦ ὀργάνου μεταξὺ ἀμφοῖν.
50
Ὅτι ἡ κερκὶς καὶ τὸ τρύπανον (p 387esqq) οἰκεῖα
παραδείγματα τῷ ὀνόματι· καὶ γὰρ τὸ ὄνομα διακρίνει μὲν τὰ
πράγματα ἐξ ἀλλήλων, εἰσδύνει δὲ εἰς τὸν μανθάνοντα διὰ
βάθους τῆς ἐννοίας αὐτοῦ.
51
Ὅτι ὥσπερ ὁ ἐν <Γοργίᾳ> Σωκράτης, τοῦ Καλλικλέους
(p 482e) ἀντιδιαιροῦντος τὸ κατὰ νόμον δίκαιον καὶ τὸ κατὰ
φύσιν, ἀπέδειξεν (p 489a) τὸν νόμον καὶ τὴν φύσιν ἐπὶ τοῦ
δικαίου συντρέχοντα ἀλλήλοις (ἀλλὰ καὶ ἐν τῷ Μίνῳ (p 316b,
317c) τὸ αὐτὸ ποιεῖ), οὕτω δεῖ νοεῖν καὶ τὰ ὀνόματα εἶναι
νόμῳ καὶ φύσει, ἀλλ' οὐ τῷ τυχόντι νόμῳ ἀλλὰ τῷ αἰωνίῳ
καὶ κατὰ λόγους ἀιδίους ὑφεστηκότι. τὸ γοῦν ὄνομα διὰ μὲν
τὴν ποιητικὴν αἰτίαν ἐπιστημονικὴν οὖσαν νόμῳ καὶ θέσει,
διὰ δὲ τὴν παραδειγματικὴν αἰτίαν φύσει. ἀλλ' εἰ ταῦτα οὕ-
τως ἔχει, πῶς ὕστερον (p 429b sqq.) πρὸς Κρατύλον λέγων
δείξει ὅτι οὐ μόνον τὸ ὀρθῶς κείμενον δεῖ ὄνομα καλεῖν, ἀλλὰ
καὶ τὸ μὴ ὀρθῶς; ῥητέον οὖν πρὸς τοῦτο ὅτι νόμος μὲν
τοῦ καθόλου ἐστὶν θεωρητικός· ὅσα οὖν ὀνόματα ἐπὶ τοῖς
ἀιδίοις κεῖται, νόμῳ ταῦτά ἐστι κείμενα. ἀλλ' ἐπεί εἰσιν καὶ
τῶν φθαρτῶν ὀνόματα, οὐδὲν θαυμαστόν, εἰ ὁ μὲν καθόλου
νόμος τούτων οὐ περικρατεῖ, τὸ δὲ τυχαῖον ἐν τούτοις πολύ,
οἷον ὁ καλούμενος <Ἀμβρόσιος ἢ Ἀθανάσιος ἢ Πολυ-
χρόνιος> καὶ τὰ ὅμοια.
Τίς δὲ ἡ τῶν ὀνομάτων ποιητικὴ τέχνη, συντόμως εἴπω-
μεν· οὐ γὰρ πᾶν ἐστὶν ἐν αὐτῇ τὸ τῆς νομοθετικῆς εἶδος.
ὅτι μὲν οὖν ἐστί τις ἐν ψυχῇ εἰκαστικὴ δύναμις, δῆλον (καὶ
γὰρ ἡ ζωγραφία καὶ αἱ τοιαῦται ταύτης ἐξήρτηνται τῆς δυνά-
μεως), ἀφομοιωτικὴ οὖσα τῶν δευτέρων πρὸς τὰ κρείττονα
καὶ τῶν ἐν συνθέσει φερομένων εἰδῶν πρὸς τὰ ἁπλούστερα.
καὶ πάλιν κατὰ τὴν αὐτὴν δύναμιν ἡ ψυχὴ δύναται ἑαυτὴν
ἐξομοιοῦν τοῖς κρείττοσιν ἑαυτῆς θεοῖς ἀγγέλοις δαίμοσιν·
ἀλλὰ καὶ τὰ δεύτερα ἀφ' ἑαυτῆς ἐξομοιοῖ πρὸς ἑαυτὴν διὰ
τῆς αὐτῆς δυνάμεως, καὶ ἔτι πρὸς τὰ κρείττω ἑαυτῆς, διὸ
θεῶν τε ἀγάλματα καὶ δαιμόνων δημιουργεῖ· βουλομένη δ'
ἀύλους τρόπον τινὰ καὶ μόνης τῆς λογικῆς οὐσίας ἐγγόνους
ὑποστῆσαι τῶν ὄντων ὁμοιότητας, ἀφ' ἑαυτῆς, χρωμένη τῇ
λεκτικῇ φαντασίᾳ συνεργῷ, τὴν τῶν ὀνομάτων παρήγαγεν οὐ-
σίαν· καὶ ὥσπερ ἡ τελεστικὴ διὰ δή τινων συμβόλων καὶ
ἀπορρήτων συνθημάτων τὰ τῇδε ἀγάλματα τοῖς θεοῖς ἀπει-
κάζει καὶ ἐπιτήδεια ποιεῖ πρὸς ὑποδοχὴν τῶν θείων ἐλλάμ-
ψεων, οὕτω δὲ καὶ ἡ νομοθετικὴ κατὰ τὴν αὐτὴν ἀφομοιω-
τικὴν δύναμιν ἀγάλματα τῶν πραγμάτων ὑφίστησι τὰ ὀνό-
ματα διὰ τοίων καὶ τοίων ἤχων ἀπεικονιζομένη τὴν τῶν ὄντων
φύσιν, καὶ ὑποστήσασα παρέδωκεν εἰς χρῆσιν τοῖς ἀνθρώ-
ποις. καὶ διὰ τοῦτο λέγεται κύριος εἶναι τῆς τῶν ὀνομάτων
γενέσεως ὁ νομοθέτης, καὶ ὥσπερ εἰς τὰ τῶν θεῶν ἀγάλματα
πλημμελεῖν οὐχ ὅσιον, οὕτως οὐδὲ περὶ τὰ ὀνόματα ἁμαρτά-
νειν εὐαγές· νοῦς γάρ ἐστιν ὁ νομοθετικὸς τούτων δημιουργός,
εἰκόνας αὐτοῖς ἐνθεὶς τῶν παραδειγμάτων· καὶ χρὴ σέβειν
αὐτὰ διὰ τὴν πρὸς θεοὺς αὐτῶν συγγένειαν. καί μοι δοκεῖ
τὸν <νομοθέτην> (p 389a) ὁ Πλάτων ἀνάλογον ἱδρύων τῷ ὅλῳ
δημιουργῷ (καὶ γὰρ ὁ <τοὺς εἱμαρμένους νόμους> τιθεὶς ἐκεῖ-
νός ἐστιν κατὰ <Τίμαιον> (p 41e) καὶ ὁ <πάντα διαθεσμοθε-
τῶν> (p 42d), ᾧ <συνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ
θείου νόμου τιμωρός>, ὥς φησιν ὁ <Ἀθηναῖος ξένος> (Leg.
IV p 716a), εἰκότως αὐτῷ καὶ τὴν τῶν ὀνομάτων ἀποδοῦναι
ποίησιν, ἐπεὶ καὶ ὁ ὅλος δημιουργὸς κατ' αὐτὸν πρώτιστός
ἐστιν ὀνοματουργός· αὐτὸς οὖν ἐστιν, ὡς ὁ <Τίμαιος> (p 36c)
λέγει, ὁ τὴν μὲν τῶν περιφορῶν <ταὐτοῦ>, τὴν δὲ <θατέρου>
προσαγορεύσας. εἰ οὖν καὶ ὁ νομοθέτης ἀνάλογόν ἐστιν ἐκείνῳ,
πῶς οὐχὶ καὶ αὐτὸν κύριον εἶναι δεῖ τῆς θέσεως τῶν ὀνομά-
των; διὸ καὶ ἐν τούτοις (p 389a) δημιουργὸν προσεῖπεν τὸν
νομοθέτην καὶ <τῶν δημιουργῶν σπανιώτατον>. οὕτως δὲ
καὶ ὁ ἐν τῷ <Φαίδρῳ> (p 255c) Σωκράτης τὸν ἵμερον ὄνομά
φησιν εἶναι ὑπὸ τοῦ Διὸς τεθέν, ὃν <Ζεὺς Γανυμήδους
ἐρῶν ἵμερον ὠνόμασεν>. τῶν οὖν ὀνομάτων τὰ μέν ἐστιν
ἔκγονα τῶν θεῶν ἥκοντα καὶ μέχρι ψυχῆς, τὰ δὲ ψυχῶν
μερικῶν διὰ νοῦ καὶ ἐπιστήμης αὐτὰ δημιουργεῖν δυναμένων,
τὰ δὲ διὰ τῶν μέσων γενῶν ὑφιστάμενα· καὶ γὰρ δαίμοσί
τινες καὶ ἀγγέλοις προστυχεῖς γεγονότες ἐδιδάχθησαν παρ'
αὐτῶν ὀνόματα μᾶλλον προσήκοντα τοῖς πράγμασιν ἢ ὅσα ἄν-
θρωποι ἔθεντο. καὶ χρὴ τὰς διαφορὰς αὐτῶν γνωρίζειν τὰ
ἀπὸ τῶν ποιητικῶν αἰτιῶν δεδομένας, καὶ πάντα ἀνάγειν εἰς
τὸν ἕνα δημιουργὸν τὸν νοερὸν θεόν· ὅθεν καὶ τὸ ὄνομα διτ-
τὰς ἔχει δυνάμεις, τὴν μὲν διδασκαλικὴν τῶν ἐννοιῶν καὶ
κοινωνίας αἰτίαν, τὴν δὲ διακριτικὴν τῆς οὐσίας, ἐπεὶ καὶ ὁ
δημιουργὸς διττὰς ἔχει δυνάμεις, ταυτοποιόν τε καὶ ἑτεροποιόν.
52
Ὅτι ἡ τοῦ δημιουργικοῦ νοῦ ἀφομοιωτικὴ ἐνέργεια
(p 389asqq) διττή ἐστιν, ἡ μὲν καθ' ἣν τὸν ὅλον ὑφίστησι
κόσμον πρὸς τὸ νοητὸν παράδειγμα βλέπων, ἡ δὲ καθ' ἣν
ἐπιφημίζει πρέποντα ὀνόματα ἑκάστοις, περὶ ὧν ἐπὶ βραχὺ
μὲν καὶ ὁ <Τίμαιος> (p 36c) ἐνεδείξατο, τρανέστερον δὲ οἱ
θεουργοὶ διδάσκουσιν, καὶ αἱ παρὰ τῶν θεῶν αὐτῶν <φῆμαι>
(or chald p 43)·
<ἀλλ' ὄνομα σεμνὸν καὶ ἀκοιμήτῳ στροφάλιγγι
κόσμοις ἐνθρῷσκον κραιπνὴν διὰ πατρὸς ἐνιπήν>·
καὶ ἄλλο <λόγιον> τοῦτο (or chald p 50)
<σύμβολα γὰρ πατρικὸς νόος ἔσπειρεν κατὰ κόσμον,
οἷς τὰ νοητὰ νοεῖ καὶ ἀφράστῳ κάλλει ἑνοῦται>.
οὕτως οὖν καὶ ὁ νομοθέτης τήν τε ἀρίστην πολιτείαν πρὸς
τὸν ὅλον κόσμον ὁρῶν παραδίδωσι καὶ τὰ ὀνόματα ἐοικότα
τοῖς οὖσι τίθεται.
53
Ὅτι τῶν μὲν ἐνταῦθα τεχνητῶν (p 389bc) διωρισ-
μένας αἰτίας καὶ παραδείγματα ἀπολείπειν οὐκ ἀνεκτόν· τὰ
γὰρ ἐκείνων ἀποτελέσματα οὐσίαι τέ εἰσιν καὶ μέτρα οἰκεῖα
καὶ τὴν εἰς τὸ πᾶν ἀναφορὰν ἔχει καὶ διὰ τῆς φύσεως πρό-
εισι, τὰ δὲ τεχνητὰ πάντα καὶ ἀνούσιά ἐστιν καὶ πρὸς τὰς
ἡμετέρας χρείας καὶ περιστάσεις παντοίως μεταβάλλεται καὶ
ὅρον οὐδένα ἔχει τῶν μερῶν ἢ τῆς ἐν αὐτοῖς θέσεως, καὶ διέ-
στηκε τῶν φύσει συνισταμένων. εἰ δέ τις αὐτὰς τὰς ποιη-
τικὰς καὶ γονίμους δυνάμεις τῶν θεῶν, ἃς εἰς τὸ πᾶν προ-
άγουσι, τέχνας προσαγορεύοι δημιουργικὰς καὶ νοερὰς καὶ
γεννητικὰς καὶ τελεσιουργούς, οὐκ ἂν οὐδ' ἡμεῖς ἀποδοκιμά-
σαιμεν τὴν τοιαύτην προσηγορίαν, ἐπεὶ καὶ τοὺς θεολόγους
εὑρίσκομεν διὰ τούτων τὰς θείας ποιήσεις ἐνδεικνυμένους,
καὶ τοὺς μὲν Κύκλωπας ἁπάσης τεχνικῆς ποιήσεως αἰτίους
λέγοντας, οἳ καὶ τὸν Δία καὶ τὴν Ἀθηνᾶν καὶ τὸν Ἥφαιστον
ἐδίδαξαν, τὴν δ' Ἀθηνᾶν τῶν τ' ἄλλων τεχνῶν καὶ διαφερόν-
τως τῆς ὑφαντικῆς προστατεῖν, τὸν δ' Ἥφαιστον ἄλλης ἰδίως
ἔφορον τέχνης, αὐτὴν δὲ τὴν ὑφαντικὴν ἀρχομένην μὲν ἀπὸ
τῆς δεσποίνης Ἀθηνᾶς
(<ἥδε γὰρ ἀθανάτων προφερεστάτη ἐστὶν ἁπασέων
ἱστὸν ὑφήνασθαι, ταλασήια τ' ἔργα πινύσσειν>
(Orph. frg 135)
φησὶν <Ὀρφεύς>), προϊοῦσαν δ' εἰς τὴν ζωογόνον τῆς Κόρης
σειρὰν (καὶ γὰρ αὕτη καὶ πᾶς αὐτῆς ὁ χορὸς ἄνω μενούσης
ὑφαίνειν λέγονται (Orph. frg 211) τὸν διάκοσμον τῆς ζωῆς),
μετεχομένην δὲ ὑπὸ πάντων τῶν ἐν κόσμῳ θεῶν (καὶ γὰρ ὁ εἷς
δημιουργὸς τοῖς νέοις δημιουργοῖς προσυφαίνειν τῷ <ἀθανά-
τῳ> παρακελεύεται (Tim. p 41d) τὸ <θνητὸν> εἶδος τῆς ζωῆς),
περατουμένην δ' εἰς τοὺς τῆς γενέσεως προστάτας θεούς, ὧν
ἐστιν καὶ ἡ παρ' Ὁμήρῳ Κίρκη πᾶσαν ὑφαίνουσα τὴν ἐν τῷ
τετραστοίχῳ ζωὴν καὶ ἅμα ταῖς ᾠδαῖς ἐναρμόνιον ποιοῦσα
τὸν ὑπὸ σελήνην τόπον. ἐν ταύταις οὖν ταῖς ὑφαντικαῖς καὶ
ἡ Κίρκη ὑπὸ τῶν θεολόγων παραλαμβάνεται, <χρυσῆ> μέντοι,
καθάπερ φασίν, ἐνδεικνύμενοι τὴν νοερὰν αὐτῆς καὶ ἄχραν-
τον οὐσίαν καὶ ἄυλον καὶ ἀμιγῆ πρὸς τὴν γένεσιν, καὶ τὸ ἔρ-
γον αὐτῆς διακρίνειν τὰ ἑστῶτα τῶν κινουμένων καὶ χωρίζειν
κατὰ τὴν ἑτερότητα τὴν θείαν. εἴ τις οὖν, ὅπερ ἔλεγον, κατὰ
ταύτας τὰς ἀναλογίας ἐκπεριτρέχων τὰς μὲν τῶν θεῶν δυνά-
μεις αἰτίας ἐπονομάζοι τῶν τεχνῶν τούτων, τὰ δ' ἀποτελέσ-
ματα αὐτῶν ἐκλάμψεις τῶν δυνάμεων τούτων δι' ὅλου τοῦ
κόσμου φοιτώσας, ὀρθῶς ἂν λέγοι. δεῖ γὰρ οὐ τὴν παρ' ἡμῖν
μόνον ὑφαντικὴν τῆς Ἀθηνᾶς ἐξάπτειν, ἀλλὰ πρὸ ταύτης τὴν
διὰ τῆς φύσεως ἐνεργοῦσαν καὶ συνάπτουσαν τὰ μὲν γενητὰ
τοῖς ἀιδίοις, τὰ δὲ θνητὰ τοῖς ἀθανάτοις, τὰ δὲ σώματα τοῖς
ἀσωμάτοις, τὰ δ' αἰσθητὰ τοῖς νοεροῖς, καὶ τὴν τεκτονικὴν
ὅλην ἐν ταῖς φύσεσι πρῶτον θεωρεῖν καὶ τῶν ἄλλων ἑκάστην
τεχνῶν· ὥστε καὶ ἡ κερκὶς ἀνάλογον ἔσται πανταχοῦ διακρί-
νουσα τὰ γένη τὰ συστατικὰ τῶν ὄντων, ἵνα μετὰ τῆς συμ-
πλοκῆς αὐτῶν καὶ ἡ διαίρεσις μένῃ καὶ σῴζῃ τὴν ἑαυτῶν
ὕπαρξιν εἰλικρινῆ· διὸ καὶ τοὺς παρ' ἡμῖν τεχνίτας ὑπὸ θεοῖς
πράττειν ἐφόροις καὶ προστάταις, καὶ οὐ διὰ τοῦτο τὰ νοητὰ
θεωρεῖν· οὐ γὰρ εἰς ἐκεῖνα βλέποντες ποιοῦσιν, ἀλλ' εἰς τὰ
παρ' αὐτοῖς εἴδη καὶ τοὺς λόγους οὓς ἔχουσι τῶν τεχνητῶν,
καὶ τούτους ἢ εὑρόντες ἢ παρ' ἄλλων εἰσδεξάμενοι. ὁ μὲν
γὰρ πρῶτος τῆς κλίνης ἢ τῆς κερκίδος δημιουργὸς ἐνενόησεν
τὸ ποίαν εἶναι δεῖ τὴν κερκίδα, πρὸς τὴν χρείαν ἀποβλέπων
καὶ ὑπὸ ταύτης ποδηγούμενος, καὶ λόγον συνεστήσατο παρ'
ἑαυτῷ κερκίδος· οἱ δὲ παρὰ τούτου μαθόντες ἔγνωσάν τε τὸ
εἶδος καὶ κατ' ἐκεῖνο ποιοῦσι τὸ τῆς κερκίδος εἴδωλον, καὶ
οὕτως οὐκ ἂν θαυμάσαις, εἰ ἀνεμνήσθησαν, ἤτοι ἐν ἄλλῳ
βίῳ μαθόντες τυχὸν ἢ τότε εὑρόντες ἢ κατὰ τὸ τῆς ψυχῆς
ἐπινοητικὸν ἢ κατὰ ἀνάμνησιν πάλιν. ἕκαστος οὖν τεχνίτης
ἔχει τὸν τῆς κερκίδος λόγον, ὅτι ἐστὶν τοιαδὶ καὶ τοῦδε ἕνεκα
γίνεται καὶ πρὸς τοῦτον ἀπεικάζει τὰ ἐκτός· ἡ γὰρ τέχνη τί
ἄλλο ἐστὶν ἢ τὸ τεχνητὸν ἔξω τῆς ὕλης ἐν τῇ τοῦ τεχνίτου
ψυχῇ; καὶ ὁρᾷς ὅπως ταῦτα μιμήματά ἐστι τῆς δημιουργικῆς
τέχνης καὶ τῶν νοερῶν εἰδῶν· ἐκείνων γὰρ ἀεὶ κατὰ τὰ αὐτὰ
καὶ ὡσαύτως ἱδρυμένων καὶ τὰ ἐν τῷ κόσμῳ φθειρόμενα σῴ-
ζεται καὶ πάλιν ἀνανεοῦται διὰ τὴν ἐκείνων μόνιμον ταυτό-
τητα· καὶ ἡ μὲν φθορὰ παρὰ τὴν ὕλην, ἡ δὲ μόνιμος ταυτό-
της διὰ τὸ αἰώνιον εἶδος, ὥσπερ καὶ ταῖς ἐνταῦθα κερκίσιν
ἡ μὲν φθορὰ παρὰ τὴν ὕλην, ἡ δὲ παλιγγενεσία διὰ τὸν ἐν
τῷ τεχνίτῃ λόγον. ὅπερ οὖν καὶ ἡ κερκὶς πρὸς τὸν τέκτονα,
τοῦτο τὰ ὀνόματα πρὸς τὸν νομοθέτην καὶ τὰ ἐγκόσμια πάντα
πρὸς τὸν δημιουργόν. τὰ οὖν εἴδη τριχῶς, νοερῶς ἐπιστημο-
νικῶς δοξαστικῶς· τῶν μὲν νοερῶν τὰ αἰσθητὰ πάντα, τῶν δ'
ἐπιστημονικῶν τὰ ὀνόματα, τῶν δὲ δοξαστικῶν αἱ κερκίδες.
54
Ὅτι τὰ εἴδη πάντα τῶν ὀργάνων οἰκείας ἔχειν ἑαυ-
τοῖς δεῖ τὰς ὑποδεχομένας ὕλας συνηρμοσμένας πρὸς τὸ ἔργον
ἐφ' ὃ δεόμεθα τοῦ ὀργάνου· καὶ γὰρ τὸ τῆς τέχνης παρά-
δειγμα ἡ φύσις οὐ μόνον τοῦ τῶν ὀργάνων εἴδους ἐπιμελεῖ-
ται, ἀλλὰ καὶ τῆς οἰκειοτάτης ὕλης.
55
Ὅτι διττὴ ἡ τοῦ παντὸς δημιουργία· ἡ μὲν γὰρ τοὺς
ἐπὶ πάντα διατείνοντας ὑφιστᾶσα λόγους καὶ τὰ εἴδη τὰ ὡσαύ-
τως ἔχοντα καὶ μηδεμίαν ὑπομένοντα μεταβολήν. ἡ δὲ τὰς
μεριστὰς προστιθεῖσα τοῖς γινομένοις διαφορότητας· οἷον τὸ
μὲν ἀνθρώπειον εἶδος ἄνωθεν ἀπὸ τῆς μιᾶς ἐφήκει καὶ ὅλης
νοερᾶς δημιουργίας διὰ μέσων τῶν ἀστέρων, διὸ καὶ ἀεί ἐστιν
ὡς ἐξ ἀκινήτου γινόμενον αἰτίας· ἐπειδὴ δ' οἱ ἄνθρωποι δια-
φέρουσιν ἀλλήλων μεγέθεσι καὶ χροιαῖς καὶ τοῖς τοιούτοις, δῆλον
ὅτι αὗται αἱ διαφορότητες ἐκ τῆς τῶν νέων θεῶν δευτέρας
δημιουργίας προσυφαίνονται καὶ εἰσὶ πολυμετάβλητοι διὰ τὸ
ἐκ κινουμένων αἰτίων γίνεσθαι. γίνεται δὲ τοῦτο, ἵνα ἡ τῶν
ὄντων ποικιλία γίνηται καὶ ἡ ἀειγενεσία πολλαπλασιάζηται
τῶν καθ' ἕκαστα. αἱ γὰρ οὐράνιοι περίοδοι ἄλλοις ἄλλα ἀπο-
πληροῦσι καὶ ἄλλοτε ἄλλα παράγουσι, καὶ ἓν τὸ ἐκ πάντων
〈π〉λέγμα συντελοῦν πρὸς τὴν τοῦ παντὸς συμπλήρωσιν ἀπ-
εργάζονται.
56
Ὅτι ἡ κερκὶς εἰκών ἐστιν τῆς διακριτικῆς τῶν
ὅλων καὶ τῶν μεριστῶν δυνάμεως τῶν θεῶν· ἐκείνης γὰρ
τὴν ἐνέργειαν ἐν τοῖς στήμοσιν ἀποτυποῦται καὶ σύνθημα
φέρει τῆς τάξεως τῶν διακριτικῶν θεῶν· καὶ ὅταν οἱ θεολό-
γοι κερκίδας ἐπ' ἐκείνων παραλαμβάνωσιν, οὔτε ἰδέαν λέ-
γουσι κερκίδος, οὔτε θέσει καὶ συμβολικῶς μόνον χρῶνται
τῷ ὀνόματι· διὰ τί γὰρ κερκίδα μᾶλλον καὶ οὐκ ἄλλο τι λέ-
γουσιν; πῶς γὰρ οὐκ ἄτοπον τὴν ἐπιστήμην, ὡς ἔτυχεν, χρῆ-
σθαι τοῖς ὀνόμασι, καὶ ταῦτα ἐπὶ θεῶν; ἀλλά μοι δοκοῦσι
κατ' ἀναλογίαν τὰ τοιαῦτα παραλαμβάνειν. ὃ γάρ ἐστιν κερ-
κὶς ἐπὶ τῆς ὑφαντικῆς, τοῦτο ἡ διάκρισις ἐπὶ τῆς δημιουρ-
γίας τῶν εἰδῶν. ἡ δ' ἀναλογία οὔτ' ἰδέας ἐστὶν πρὸς εἴδω-
λον σχέσις, οὔτε θέσει μόνον, οἷον ὡς ὁ Πλάτων <ἵππους> κα-
λεῖ (Phaedr. p 246a sqq) τὰς τοιάσδε τῶν ψυχῶν δυνάμεις,
οὔτε ὡς ἔτυχεν, οὔτε ἰδέας λέγων τῶν αἰσθητῶν ἵππων ἐκείνας,
ἀλλὰ τῇ ἀναλογίᾳ χρώμενος. <ὅθεν> δὴ καὶ οἱ τελεσταί, διὰ
τῆς τοιαύτης οἰκειότητος συμπαθῆ τὰ τῇδε ποιοῦντες τοῖς
θεοῖς, χρῶνται τοῖς ὀργάνοις τούτοις ὡς συνθήμασι τῶν θείων
δυνάμεων, οἷον κερκίδι μὲν τῶν διακριτικῶν, κρατῆρι δὲ τῶν
ζωογονικῶν, σκήπτρῳ δὲ τῶν ἡγεμονικῶν, κλειδὶ δὲ τῶν
φρουρητικῶν, καὶ οὕτως ἐπὶ τῶν ἄλλων ἀναλογίᾳ χρώμενοι
καλοῦσιν.
57
Ὅτι ἀναλόγως ὡς ἔχουσι τὰ πράγματα πρὸς ἄλληλα,
οὕτως καὶ τὰ ἐπ' αὐτοῖς ὀνόματα πρὸς ἄλληλα ἔχει κατά τε
τιμὴν καὶ κατὰ δύναμιν. διὸ καὶ τὰ τῶν θεῶν ὀνόματα τίμια
καὶ σεβάσμια καὶ <πέρα τοῦ μεγίστου φόβου> (Phileb. p 12c)
τοῖς σοφοῖς ἄξια, τὰ δὲ τῶν ἀνθρώπων ἢ δαιμόνων ἀναλόγως.
διό φασιν, οὐ δεῖ τοὺς Ἕλληνας Αἰγυπτίοις ὀνόμασι χρῆ-
σθαι θεῶν ἢ Σκυθικοῖς ἢ Περσικοῖς, ἀλλ' Ἑλληνικοῖς· χαί-
ρουσι γὰρ οἱ κλιματάρχαι ταῖς τῶν οἰκείων χωρῶν διαλέκτοις
ὀνομαζόμενοι.
58
Πρὸς τὸν τοῦ Ἀριστοτέλους λόγον τὸν οὕτως
συλλογιζόμενον· ‘τὰ μὲν φύσει παρὰ πᾶσι τὰ αὐτά, τὰ δ' ὀνό-
ματα οὐ παρὰ πᾶσι τὰ αὐτά, ὥστε τὰ φύσει ὄντα οὐκ εἰσὶν
ὀνόματα καὶ τὰ ὀνόματα οὐκ εἰσὶν φύσει’ ἐνίσταται <Πρό-
κλος>, πρὸς μὲν τὴν μείζονα πρότασιν οὕτως· ‘εἰ τὸ ὄνομα
εἶδός ἐστιν ἐν διαφόρῳ ὕλῃ ὁρώμενον, παρὰ πᾶσίν ἐστι τὸ
αὐτὸ ἅτε εἶδος ὄν· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄρα’·
πρὸς δὲ τὴν ἐλάττονα οὕτως· ‘φύσει ὁ ὀφθαλμὸς καὶ ἡ φωνὴ
καὶ τὸ χρῶμα καὶ τὰ μεγέθη, ταῦτα δ' οὐ παρὰ πᾶσι τὰ
αὐτὰ διὰ τὴν ἐπίτασιν καὶ ἄνεσιν τὴν τοσαύτην· οὐ πᾶν ἄρα
τὸ φύσει παρὰ πᾶσι τὸ αὐτό’. εἰ δὲ καὶ ταῖς προτάσεσί τις
συγχωροίη, ἀλλ' οὖν τὸ συμπέρασμα οὐ μᾶλλον Ἀριστοτελικόν
ἐστιν ἤπερ Πλατωνικόν· φαίη γὰρ ἂν καὶ ὁ Πλάτων οὐ φύ-
σει τὸ ὄνομα εἶναι, πρὸς Κρατύλον διαλεγομένου (p 435asqq)
Σωκράτους ὕστερον· διττὸν γὰρ ἦν τὸ φύσει ὥσπερ καὶ τὸ
θέσει.
59
Εἰ ὁ διαλεκτικὸς (p 390c) διδασκαλικός ἐστιν, οὗ-
τος δὲ ὡς ὀργάνῳ χρῆται τῷ ὀνόματι, οὗτος δὲ κάλλιστα κρί-
νειεν ἂν τὸν ποιοῦντα τὰ ὄνομα, οὗτος δὲ ἐπιστάτης ἐστὶν τῷ
νομοθέτῃ· καὶ ὁ διαλεκτικὸς ἄρα, ἐπιστάτης ὢν τοῦ νομοθέτου,
οὐ συγχωρεῖ αὐτῷ εἰκαίως καὶ ὡς ἔτυχεν τιθέναι τὰ ὀνόματα,
ἀλλὰ στοχαζόμενον ἀναγκάσει αὐτὸν τῆς τῶν πραγμάτων φύ-
σεως τοῦτο ποιεῖν.
60
Ὅτι ὁ μὲν Ἀριστοτέλης τὸν ὑπηρετοῦντα δημι-
ουργὸν τὴν ὕλην γνωρίζειν μᾶλλον ἀφορίζεται, τὸν δὲ χρώ-
μενον μᾶλλον τὸ εἶδος· ὁ δὲ Πλάτων νῦν τὸν μὲν ὑπηρέτην
τῷ καλῷ ἀφορίζεται, τὸν δὲ ἀρχιτέκτονα καὶ χρώμενον τῷ ἀγα-
θῷ. οὐ γάρ, ὥσπερ ὁ Ἀριστοτέλης οὐδὲν ἡγεῖται τοῦ εἴδους
σεμνότερον, οὕτως καὶ ὁ μέγας Πλάτων, ἀλλ' οἶδεν καὶ τὸ
ἀγαθὸν ἐπέκεινα τοῦ καλοῦ καὶ τὸν θεὸν ἐπέκεινα τῆς τῶν
εἰδῶν οὐσίας.
61
Εἰ τὸ ὄνομα καὶ <διδασκαλικὸν> (p 388bc) καὶ <δια-
λεκτικὸν> ὄργανον <νῦν> (p 390d) εἴρηκεν, δῆλον ὅτι ὁ διαλεκ-
τικὸς καὶ διδασκαλικὸς ἂν εἴη. πῶς οὖν ὁ Σωκράτης διαλεκτι-
κὸν μὲν ἑαυτὸν εἶναι λέγει (p 391a), οὐκέτι δὲ καὶ διδασκαλικόν;
ἦ διττὸν τὸ διδάσκειν; τὸ μὲν ὅσα ἔξωθέν τις λέγων ἐντίθησιν
τῷ μανθάνοντι, οἷον ὀρχεῖσθαι ἢ γράφειν, τὸ δὲ ὅσα διὰ
ἀναμνήσεως ἀποκαθαιρομένης τῆς ψυχῆς εἰς ἐπιστήμην προ-
καλεῖται· οὐ γὰρ ἀγράφῳ γραμματείῳ ἔοικεν ἡ ψυχὴ οὐδὲ
δυνάμει ἔχει τὰ πράγματα ἀλλὰ…
οὖν…
ἀνθ…
The complete text is available when the reading interface loads.