In Platonis Timaeum commentaria
- Authority group
- Proclus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Platonis Timaeum commentaria, ed. E. Diehl, Procli Diadochi in Platonis Timaeum commentaria, 3 vols., Leipzig: Teubner, 1:1903; 2:1904; 3:1906 (repr. Amsterdam: Hakkert, 1965): 1:1–458; 2:1–317; 3:1–358.
- CTS identifier
urn:cts:greekLit:tlg4036.tlg010.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
3
ἔνυλον εἶδος, δουλεύοντα τοῖς κυρίως αἰτίοις εἰς γένεσιν·
πρὸ δὲ τούτων τὰς πρωτουργοὺς αἰτίας διερευνᾶται, τὸ
ποιοῦν, τὸ παράδειγμα, τὸ τέλος, καὶ διὰ ταῦτα νοῦν τε
ἐφίστησι τῷ παντὶ δημιουργικὸν καὶ νοητὴν αἰτίαν, ἐν ᾗ
πρώτως ἐστὶ τὸ πᾶν, καὶ τὸ ἀγαθόν, ἐν ἐφετοῦ τάξει τῷ
ποιοῦντι προϊδρυμένον· ἐπεὶ γὰρ τὸ ὑπ' ἄλλου κινούμενον
ἤρτηται τῆς τοῦ κινοῦντος δυνάμεως, οὔτε παράγειν ἑαυτὸ
δηλαδὴ πέφυκεν οὔτε τελειοῦν οὔτε σῴζειν, ἐν πᾶσι δὲ
τούτοις τῆς ποιητικῆς αἰτίας δεῖται καὶ ὑπ' ἐκείνης συνέχεται.
καὶ οὖν καὶ τὰ συναίτια τῶν φυσικῶν ἐξηρτῆσθαι προσήκει
τῶν ἀληθινῶν αἰτίων, ἀφ' ὧν παρῆκται, πρὸς ἃ δεδη-
μιούργηται παρὰ τοῦ πάντων πατρός, ὧν ἕνεκα γέγονεν.
εἰκότως ἄρα τῷ Πλάτωνι πάντα ταῦτα μετ' ἀκριβείας ἐξη-
τασμένα παραδέδοται, καὶ ἀπὸ τούτων ἐξημμένα τὰ λοιπὰ
δύο, τό τε εἶδος καὶ τὸ ὑποκείμενον· οὐ γάρ ἐστιν ὁ κόσμος
οὗτος ὁ αὐτὸς τοῖς νοητοῖς ἢ νοεροῖς κόσμοις, οἵτινες ἐν
εἴδεσι καθαροῖς ὑφεστήκασιν, ἀλλ' ἔστιν ἐν αὐτῷ τὸ μὲν ὡς
λόγος καὶ εἶδος, τὸ δὲ ὡς ὑποκείμενον. ἀλλὰ ταῦτα μὲν
καὶ εἰσαῦθις ἐξέσται σκοπεῖν· ὅτι δὲ εἰκότως πάσας τὰς
αἰτίας ταύτας ὁ Πλάτων παραδέδωκε τῆς κοσμοποιίας, ἐκ
τούτων πρόδηλον, τὸ ἀγαθόν, τὸ νοητὸν παράδειγμα, τὸ
ποιοῦν, τὸ εἶδος, τὴν ὑποκειμένην φύσιν· εἰ μὲν γὰρ περὶ
νοητῶν διελέγετο θεῶν, τἀγαθὸν ἂν μόνον αἴτιον αὐτῶν
ἀπέφαινεν· ἐκ γὰρ ταύτης μόνης τῆς αἰτίας ὁ νοητὸς ἀριθμός·
εἰ δὲ περὶ νοερῶν, τό τε ἀγαθὸν ἂν καὶ τὸ νοητὸν αἴτιον
τούτων ὑπέθετο· πρόεισι γὰρ τὸ νοερὸν πλῆθος ἔκ τε τῶν
νοητῶν ἑνάδων καὶ τῆς μιᾶς τῶν ὄντων πηγῆς· εἰ δὲ περὶ
τῶν ὑπερκοσμίων, παρῆγεν ἂν αὐτοὺς ἔκ τε τῆς δημιουργίας
τῆς νοερᾶς καὶ ὁλικῆς κἀκ τῶν νοητῶν θεῶν καὶ τοῦ τῶν
ὅλων αἰτίου· πάντων γάρ, ὧν τὰ δεύτερα γεννητικά, πρώτως
ἐστὶ καὶ ἀρρήτως ἐκεῖνο καὶ ἀνεπινοήτως ὑποστατικόν·
ἐπειδὴ δὲ περὶ ἐγκοσμίων διαλέξεται πραγμάτων καὶ περὶ
4
κόσμου τοῦ ξύμπαντος, ὕλην τε αὐτῷ δώσει καὶ εἶδος ἀπὸ
τῶν ὑπερκοσμίων θεῶν εἰς αὐτὸν ἐφῆκον καὶ τῆς ὅλης
ἐξάψει δημιουργίας καὶ πρὸς τὸ νοητὸν ἀπεικάσει ζῷον καὶ
θεὸν ἀποδείξει τῇ μετουσίᾳ τἀγαθοῦ, καὶ οὕτω δὴ θεὸν
ἔννουν ἔμψυχον ἀποτελέσει τὸν ὅλον κόσμον.
Σκοπὸς μὲν οὖν οὗτος, οὗ φαμεν στοχάζεσθαι τὸν Τί-
μαιον, καὶ τοιοῦτος, ὥσπερ εἴπομεν. τούτου δὲ ὄντος τοιούτου
πρεπόντως ἐν ἀρχῇ μὲν δι' εἰκόνων ἡ τοῦ παντὸς ἐπι-
δείκνυται τάξις, ἐν μέσοις δὲ ἡ σύμπασα κοσμοποιία παρα-
δίδοται, πρὸς δὲ τῷ τέλει τὰ μερικὰ καὶ τὰ τέλη τῆς
δημιουργίας συνυφαίνεται τοῖς ὅλοις· ἡ μὲν γὰρ τῆς Πολι-
τείας ἐπανάληψις καὶ ὁ περὶ τῆς Ἀτλαντίδος μῦθος τὴν
δι' εἰκόνων ἐμφαίνει τοῦ κόσμου θεωρίαν· εἴτε γὰρ εἰς τὴν
ἕνωσιν καὶ τὸ πλῆθος ἀπίδοιμεν τῶν ἐγκοσμίων, τῆς μὲν
ἑνώσεως εἰκόνα φήσομεν εἶναι τὴν Πολιτείαν, ἣν ὁ Σω-
κράτης ἀνακεφαλαιοῦται, τὴν διὰ πάντων διήκουσαν κοι-
νωνίαν ὡς τέλος προστησαμένην, τῆς δὲ διαιρέσεως καὶ
μάλιστα τῆς κατὰ τὰς δύο συστοιχίας ἀντιθέσεως τὸν τῶν
Ἀτλαντίνων πρὸς Ἀθηναίους πόλεμον, ὃν ὁ Κριτίας
ἱστορεῖ· εἴτε κατὰ τὸ οὐράνιον καὶ τὸ ὑπὸ σελήνην, τὴν
μὲν Πολιτείαν ὁμοιοῦσθαι φήσομεν πρὸς τὴν οὐρανίαν δια-
κόσμησιν—καὶ γὰρ ὁ <Σωκράτης> [rep. IX 592 B] ἐν
οὐρανῷ φησιν αὐτῆς τὸ παράδειγμα ἱδρῦσθαι—τὸν δὲ
τῶν Ἀτλαντίνων πόλεμον τῇ γενέσει δι' ἐναντιώσεως καὶ
μεταβολῆς ὑφισταμένῃ. ταῦτα μὲν οὖν διὰ ταῦτα προηγεῖται
τῆς ὅλης φυσιολογίας. Ἐπὶ δὲ τούτοις τό τε δημιουργικὸν
αἴτιον παραδίδοται τοῦ παντὸς καὶ τὸ παραδειγματικὸν καὶ
τελικόν· ὧν προϋπαρχόντων δημιουργεῖται τὸ πᾶν καθ' ὅλον
τε καὶ κατὰ μέρη· καὶ γὰρ τὸ σωματοειδὲς αὐτοῦ τεκταίνε-
ται τοῖς εἴδεσι καὶ ταῖς δημιουργικαῖς τομαῖς καὶ τοῖς
θείοις ἀριθμοῖς τεμνόμενον, καὶ ἡ ψυχὴ παράγεταί τε ἀπὸ
τοῦ δημιουργοῦ καὶ πληροῦται λόγων ἁρμονικῶν καὶ συμ-
βόλων θείων καὶ δημιουργικῶν, καὶ τὸ ὅλον ζῷον συν-
5
υφαίνεται κατὰ τὴν ἡνωμένην ἐν τῷ νοητῷ τοῦ κόσμου
περιοχήν, τά τε μέρη τὰ ἐν αὐτῷ δεόντως ἐν τῷ ὅλῳ τάττε-
ται, ὅσα τε σωματικὰ καὶ ὅσα ζωτικά· καὶ γὰρ ψυχαὶ μερι-
καὶ εἰσοικιζόμεναι τάττονται περὶ τοὺς ἡγεμόνας θεοὺς καὶ
ἐγκόσμιαι γίνονται κατὰ τὰ ὀχήματα τὰ ἑαυτῶν, μιμούμεναι
τοὺς ἡγουμένους αὐτῶν, καὶ τὰ θνητὰ ζῷα δημιουργεῖται
καὶ ζῳοποιεῖται παρὰ τῶν οὐρανίων θεῶν· οὗ δὴ καὶ ἄν-
θρωπος ὅπη τε συνέστη καὶ δι' οἵας αἰτίας τεθεώρηται, καὶ
πρό γε τῶν ἄλλων οὗτος, 〈ἢ〉 διότι καὶ προσήκουσά ἐστιν ἡμῖν
ἡ περὶ αὐτοῦ θεωρία τὸν ἀνθρώπου λόγον προβεβλημένοις
καὶ κατὰ τοῦτον ζῶσιν, ἢ διότι μικρὸς κόσμος ὁ ἄνθρωπος
καὶ ἔστι καὶ ἐν τούτῳ πάντα μερικῶς, ὅσα ἐν τῷ κόσμῳ
θείως τε καὶ ὁλικῶς· νοῦς τε γάρ ἐστιν ἡμῖν ὁ κατ' ἐνέρ-
γειαν, καὶ ψυχὴ λογικὴ προελθοῦσα ἐκ τοῦ αὐτοῦ πατρὸς
καὶ τῆς αὐτῆς ζῳογόνου θεᾶς τῇ ὅλῃ, καὶ ὄχημα αἰθέριον
ἀνάλογον τῷ οὐρανῷ, καὶ σῶμα γήινον ἐκ τῶν τεττάρων
στοιχείων φυραθέν, οἷς καὶ σύστοιχόν ἐστιν. εἰ τοίνυν ἔδει
πολλαχῶς θεωρῆσαι τὸ πᾶν καὶ ἐν τῷ νοητῷ καὶ ἐν τῷ
αἰσθητῷ παραδειγματικῶς, εἰκονικῶς, ὁλικῶς, μερικῶς, εὖ ἂν
ἔχοι καὶ ὁ περὶ ἀνθρώπου φύσεως λόγος ἐν τῇ τοῦ παντὸς
θεωρίᾳ τελέως ἐξεργασθείς. εἴποις δ' ἂν κἀκεῖνον ἔτι τὸν
λόγον, ὅτι κατὰ τὸ <Πυθαγορικὸν> ἔθος ἔδει συνάψαι τῷ
θεωρουμένῳ τὸν περὶ τοῦ θεωροῦντος λόγον· ἐπεὶ γὰρ ἔχο-
μεν, τίς ὁ κόσμος, ἐχρῆν οἶμαι προσθεῖναι κἀκεῖνο, τί ποτέ
ἐστι τὸ ταῦτα ἐπισκεπτόμενον καὶ λογικῶς κατανοοῦν. ὅτι
δὲ καὶ πρὸς τοῦτο ἀπέβλεψεν, ἐδήλωσε πρὸς τῷ τέλει διαρ-
ρήδην εἰπών [90 D], ὅτι <δεῖ τῷ κατανοουμένῳ τὸ κατα-
νοοῦν ἐξομοιῶσαι> τὸν μέλλοντα τῆς εὐδαίμονος ζωῆς
ἐπήβολον ἔσεσθαι· τὸ μὲν γὰρ ὅλον ἀεὶ εὔδαιμον· ἔσται δὲ
καὶ τὸ ἡμέτερον εὔδαιμον ὁμοιωθὲν τῷ παντί· καὶ γὰρ πρὸς
τὴν αἰτίαν οὕτως ἀναχθήσεται· ἐπεὶ γὰρ ὡς ὁ ἐνταῦθα ἄν-
θρωπος πρὸς τὸ πᾶν, οὕτω καὶ ὁ νοητὸς ἄνθρωπος πρὸς
6
τὸ αὐτοζῷον, ἐκεῖ δὲ ἀεὶ τὰ δεύτερα τῶν πρώτων ἐξέχεται
καὶ τὰ μέρη τῶν ὅλων ἐστὶν ἀνεκφοίτητα καὶ ἵδρυται ἐν
αὐτοῖς, ὅταν καὶ ὁ τῇδε ἄνθρωπος ἀφομοιῶται τῷ παντί,
μιμήσεται καὶ τὸ ἑαυτοῦ παράδειγμα τὸν προσήκοντα τρόπον,
κόσμιος γενόμενος διὰ τὴν πρὸς τὸν κόσμον ὁμοιότητα καὶ
εὐδαίμων διὰ τὴν πρὸς τὸν εὐδαίμονα θεὸν ἀπεικασίαν.
Ἐπὶ δὴ τοῖς εἰρημένοις καὶ τὰ τέλη τῆς δημιουργίας λελεπτ-
ούργηται κατά τε γένη καὶ εἴδη, τά τε ἐν τοῖς μετεώροις
τά τε ἐν τῇ γῇ συνιστάμενα καὶ τὰ ἐν τοῖς ζῴοις, τά τε
παρὰ φύσιν καὶ ὅσα κατὰ φύσιν· οὗ δὴ καὶ αἱ ἀρχαὶ τῆς
ἰατρικῆς ἀναφαίνονται· λήγει γὰρ ἄχρι τούτων ὁ φυσικός,
ἐπειδὴ τῆς φύσεώς ἐστι θεατής· ἅμα γὰρ τῇ φύσει καὶ τὸ
κατὰ φύσιν, τούτου δὲ ἔκβασις τὸ παρὰ φύσιν. ποσαχῶς
οὖν ἡ παρατροπὴ καὶ ὅπως ἐπανάγεται πρὸς τὸ μέτριον καὶ
τὴν φύσιν, τοῦ φυσικοῦ κατανοεῖν ἔργον, τὰ δὲ τούτοις
ἑπόμενα τῆς ἰατρικῆς ἐξυφαίνειν τέχνης. ἐν δὴ τούτοις μά-
λιστα κοινωνεῖ τοῖς ἄλλοις φυσιολόγοις ὁ Πλάτων· περὶ γὰρ
τὰ ἐνυλότατα καὶ τὰ ἔσχατα ἔργα τῆς φύσεως ἐκεῖνοι διέ-
τριβον, ἀφέντες τὸν ὅλον οὐρανὸν καὶ τὰς τῶν θεῶν τῶν
ἐγκοσμίων τάξεις, ἅτε τὴν ὕλην ὁρῶντες, τὰ δὲ εἴδη καὶ τὰς
πρωτουργοὺς αἰτίας χαίρειν μεθέντες. δοκεῖ δέ μοι καὶ ὁ
δαιμόνιος <Ἀριστοτέλης> τὴν τοῦ Πλάτωνος διδασκαλίαν
κατὰ δύναμιν ζηλώσας οὕτω διαθεῖναι τὴν ὅλην περὶ φύσεως
πραγματείαν· τὰ μὲν κοινὰ πάντων τῶν φύσει συνεστώτων
ἰδών, εἶδος καὶ ὑποκείμενον καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινή-
σεως καὶ κίνησιν καὶ χρόνον καὶ τόπον, ἃ δὴ καὶ Πλάτων
ἐνταῦθα παραδέδωκε, τό τε διάστημα καὶ τὸν χρόνον εἰκόνα
αἰῶνος ὄντα καὶ τῷ οὐρανῷ συνυποστάντα καὶ τὰ ποικίλα
τῆς κινήσεως εἴδη καὶ τὰ συναίτια τῶν φύσει, τὰ δὲ ἴδια
τοῖς κατ' οὐσίαν διῃρημένοις, καὶ τούτων πρῶτα μὲν τὰ
τῷ οὐρανῷ προσήκοντα, τῷ Πλάτωνι συμφώνως, καθόσον
ἀγένητον τίθεται τὸν οὐρανὸν καὶ πέμπτης οὐσίας—τί γὰρ
7
διαφέρει πέμπτον στοιχεῖον καλεῖν ἣ πέμπτον κόσμον καὶ
σχῆμα πέμπτον, ὡς ὁ Πλάτων ἐκάλεσεν; —δεύτερα δὲ τὰ
κοινὰ πάσης τῆς γενεσιουργοῦ συστάσεως, οὗ δὴ θαυμάσειεν
ἄν τις τὸν Πλάτωνα τάς τε οὐσίας αὐτῶν καὶ τὰς δυνάμεις
σὺν πολλῇ τῇ ἀκριβείᾳ θεωρήσαντα καὶ τήν τε ἁρμονίαν
αὐτῶν καὶ τὰς ἐναντιώσεις ὀρθῶς διασωσάμενον· τούτων δὲ
αὖ τῶν περὶ τὴν γένεσιν τὰ μὲν προσήκοντα τοῖς μετεώροις,
ὧν ὁ μὲν Πλάτων τὰς ἀρχὰς παραδέδωκεν, ὁ δὲ Ἀριστοτέ-
λης τὴν διδασκαλίαν ἐξέτεινε πέρα τοῦ δέοντος, τὰ δὲ εἰς
τὴν τῶν ζῴων τείνοντα θεωρίαν, ἃ δὴ παρὰ μὲν τῷ Πλά-
τωνι κατὰ πάσας τὰς αἰτίας διήρθρωται τὰς τελικὰς καὶ τὰς
συναιτίους, παρὰ δὲ τῷ Ἀριστοτέλει μόγις καὶ ἐν ὀλίγοις
κατὰ τὸ εἶδος τεθεώρηται· τὰ πολλὰ γὰρ ἄχρι τῆς ὕλης ἵστα-
ται καὶ τὰς ἀποδόσεις ἀπὸ ταύτης τῶν φυσικῶν ποιούμενος
δείκνυσιν ἡμῖν, ὅσον ἀπολείπεται τῆς τοῦ καθηγεμόνος ὑφη-
γήσεως. ταῦτα μὲν δὴ περὶ τούτων.
Τὸ δὲ εἶδος τοῦ διαλόγου καὶ ὁ χαρακτὴρ ὁποῖός τίς
ἐστι, μετὰ ταῦτα λέγωμεν. ὁμολογεῖται δὴ παρὰ πάντων,
ὅτι τοῦ Πυθαγορικοῦ Τιμαίου τὸ βιβλίον ὁ Πλάτων λαβών,
ὃ περὶ τοῦ παντὸς αὐτῷ σύγκειται, τὸν τῶν Πυθαγορείων
τρόπον <τιμαιογραφεῖν> ἐπεχείρησεν. ὁμολογεῖται δ' αὖ καὶ
τοῦτο παρὰ τῶν καὶ σμικρὰ τῷ Πλάτωνι συγγεγονότων, ὅτι
τὸ ἦθος αὐτοῦ Σωκρατικόν ἐστι καὶ φιλάνθρωπον καὶ ἀπο-
δεικτικόν. εἴπερ οὖν ἄλλοθί που ξυνεκεράσατο τήν τε Πυθ-
αγόρειον καὶ Σωκρατικὴν ἰδιότητα, κἀν τῷδε τῷ διαλόγῳ
τοῦτο φαίνεται ποιῶν· ἔστι γὰρ ἐν αὐτῷ παρὰ μὲν τῆς Πυθ-
αγορικῆς συνηθείας τὸ ὑψηλόνουν, τὸ νοερόν, τὸ ἔνθεον,
τὸ ἀπὸ τῶν νοητῶν πάντα ἐξάπτον, τὸ ἐν ἀριθμοῖς τὰ ὅλα
ἀφοριζόμενον, τὸ συμβολικῶς τὰ πράγματα καὶ μυστικῶς ἐν-
δεικνύμενον, τὸ ἀναγωγόν, τὸ ὑπεραῖρον τὰς μεριστὰς ἐπι-
βολάς, τὸ ἀποφαντικόν· παρὰ δὲ τῆς Σωκρατικῆς φιλαν-
θρωπίας τὸ εὐσυνουσίαστον, τὸ ἤμερον, τὸ ἀποδεικτικόν, τὸ
8
δι' εἰκόνων τὰ ὄντα θεωροῦν, τὸ ἠθικόν, πάντα τὰ τοιαῦτα.
διὸ δὴ σεμνὸς μέν ἐστιν ὁ διάλογος καὶ ἄνωθεν ἀπὸ τῶν
πρωτίστων ἀρχῶν ποιεῖται τὰς ἐπιβολάς, μίγνυσι δὲ τῷ ἀπο-
φαντικῷ τὸ ἀποδεικτικόν, καὶ τὰ φυσικὰ οὐ φυσικῶς μόνον,
ἀλλὰ καὶ θεολογικῶς νοεῖν ἡμᾶς παρασκευάζει· καὶ γὰρ αὐτὴ
ἡ φύσις ἡ ποδηγετοῦσα τὸ πᾶν ἐξηρτημένη τῶν θεῶν καὶ
ὑπ' αὐτῶν ἐμπνεομένη κατευθύνει τὸ σωματοειδὲς καὶ οὔτε
ὡς θεός ἐστιν οὔτε ἔξω τῆς θείας ἰδιότητος τῷ προσλάμπε-
σθαι παρὰ τῶν ὄντως ὄντων θεῶν. εἰ δὴ δεῖ καὶ τοὺς λό-
γους ὁμοιοῦσθαι τοῖς πράγμασιν, <ὧν εἰσιν ἐξηγηταί>, καθά-
περ αὐτὸς ὁ <Τίμαιος> ἐρεῖ [29 B], πρέπον ἂν εἴη καὶ τόνδε
τὸν διάλογον ἔχειν μὲν καὶ τὸ φυσικόν, ἔχειν δὲ αὖ καὶ τὸ
θεολογικόν, μιμούμενον τὴν φύσιν, ἧς ἐστι θεατής. ἔτι
δέ, ἐπειδὴ κατὰ τὸ <Πυθαγόρειον ἀρέσκον> τριχῆ τὰ πράγ-
ματα διῄρηται, εἴς τε τὰ νοητὰ καὶ τὰ φυσικὰ καὶ τὰ τούτων
μέσα, ἃ δὴ καλεῖν εἰώθασι μαθηματικά, πάντα δὲ ἐν πᾶσιν ἔστι
θεωρεῖν οἰκείως—καὶ γὰρ ἐν τοῖς νοητοῖς ἀρχηγικῶς προϋφέ-
στηκε τά τε μέσα καὶ τὰ ἔσχατα, καὶ ἐν τοῖς μαθηματικοῖς ἀμφό-
τερά ἐστιν, εἰκονικῶς μὲν τὰ πρῶτα, παραδειγματικῶς δὲ τὰ
τρίτα, καὶ ἐν τοῖς φυσικοῖς ἐστιν ἰνδάλματα τῶν πρὸ αὐ-
τῶν—εἰκότως δήπου καὶ ὁ Τίμαιος τὴν ⟦te⟧ ψυχὴν ὑφι-
στὰς διὰ τῶν μαθηματικῶν ὀνομάτων ἐνδείκνυται τάς τε
δυνάμεις αὐτῆς καὶ τοὺς λόγους καὶ τὰ στοιχεῖα, Πλάτων
δὲ ἀπὸ τῶν σχημάτων τῶν γεωμετρικῶν τὰς ἰδιότητας αὐτῆς
ἀφορίζεται καὶ τούτων ξυμπάντων ἐν τῷ νοητῷ καὶ δη-
μιουργικῷ νῷ τὰς αἰτίας ἀπολείπει προϋπαρχούσας ἀρχοει-
δῶς. περὶ μὲν δὴ τούτων τοσαῦτα, καὶ τῆς τῶν καθ'
ἕκαστα διερευνήσεως μᾶλλον ἡμᾶς ἐπιστῆσαι τῷ ἤθει τοῦ
διαλόγου δυναμένης.
Ἡ δὲ ὑπόθεσις τοιάδε τίς ἐστι· Σωκράτης εἰς Πειραιᾶ
ἀφικόμενος τῆς τῶν Βενδιδείων ἑορτῆς ἕνεκα καὶ πομπῆς
διείλεκται περὶ πολιτείας ἐκεῖ πρός τε Πολέμαρχον τὸν Κε-
9
φάλου καὶ Γλαύκωνα καὶ Ἀδείμαντον καὶ δὴ καὶ Θρασύ-
μαχον τὸν σοφιστήν· τῇ δὲ ὑστεραίᾳ τῆς ἡμέρας ταύτης ἐν
ἄστει πρὸς Τίμαιον καὶ Ἑρμοκράτην καὶ Κριτίαν καὶ τέταρ-
τον ἐπὶ τούτοις ἄλλον ἀνώνυμον διηγεῖται τὴν ἐν Πειραιεῖ
ξυνουσίαν, ὡς ἐν τῇ Πολιτείᾳ ὑπόκειται· διηγησάμενος δὲ
παρεκάλεσε καὶ τοὺς ἄλλους οἰκείοις αὐτὸν ἀνταφεστιάσαι
λόγοις τῇ ταύτης ὑστεραίᾳ. συνεληλύθασιν οὖν ἀκροασό-
μενοί τε καὶ ἐροῦντες εἰς τήνδε τὴν ἡμέραν, τρίτην οὖσαν
ἀπὸ τῆς ἐν Πειραιεῖ συνουσίας· ἔν τε γὰρ τῇ <Πολιτείᾳ>
[I 327 A] τὸ <κατέβην χθὲς> εἴρηται κἀνταῦθα [17 A] τὸ <τῶν
χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων>· πάρεισι
δὲ εἰς τήνδε τὴν ἀκρόασιν οὐ πάντες, ἀλλ' ὁ τέταρτος δι'
ἀσθένειαν ἀπολείπεται. τί δή ποτε οὖν, φαίης ἄν, ἐν
τούτοις οἱ ἀκροώμενοι τρεῖς, ἐν οἷς περὶ κόσμου τοῦ σύμ-
παντος ὁ λόγος; ὅτι, φήσω, τὸν μὲν πατέρα τῶν λόγων
ἀνάλογον ἑστάναι προσήκει τῷ πατρὶ τῶν ἔργων· ἡ γὰρ κατὰ
λόγον κοσμοποιία τῆς κατὰ νοῦν ἐστι κοσμοποιίας εἰκών· τῇ
δὲ ὑποδεχομένῃ δημιουργικῇ τριάδι τὴν τοῦ πατρὸς μίαν καὶ
ὁλικὴν ποίησιν τὴν τριάδα τῶν τοὺς λόγους ὑποδεχομένων,
ἧς τὸ ἀκρότατόν ἐστι Σωκράτης, διὰ συγγένειαν ζωῆς αὐτό-
θεν τῷ Τιμαίῳ συνάπτων ἑαυτόν, ὥσπερ τῆς παραδειγματικῆς
τὸ πρῶτον συνήνωται τῷ πρὸ τῶν τριῶν. ταῦτα μὲν οὖν καὶ
διὰ τῶν ἐχομένων ἐναργέστερον πιέσομεν, εἰ ταύτῃ τοῖς θεοῖς
φίλον.
Εἰρημένων δὲ ἡμῖν ἤδη τοῦ τε σκοποῦ πέρι, τίς τε καὶ
ἡλίκος ἐστί, καὶ τῆς οἰκονομίας τοῦ διαλόγου τοῦ τε χαρα-
κτῆρος τοῦ ἐν αὐτῷ, θαυμασίως συγκεκραμένου, καὶ τῆς ὅλης
ὑποθέσεως, καὶ δὴ καὶ περὶ τῶν προσώπων τῆς πρὸς τοὺς
παρόντας λόγους οἰκειότητος, ἁρμόττον μὲν ἦν ἐπ' αὐτὴν
τὴν λέξιν ἐλθόντας ἐξετάζειν ἕκαστα τὸν ἡμῖν δυνατὸν τρό-
πον· ἀλλ' ἐπεὶ τὸ τῆς φύσεως ὄνομα παρ' ἄλλοις ἄλλως
φερόμενον ταράττει τοὺς τῆς Πλάτωνος διανοίας φιλοθεάμο-
10
νας πῇ ποτε αὐτῷ δοκεῖ, καὶ τίνα βούλεται τὴν οὐσίαν εἶναι
τῆς φύσεως, φέρε περὶ τούτου πρῶτον διέλθωμεν· πρέποι
γὰρ ἄν που καὶ τῷ διαλόγῳ τὸ σκέμμα φυσικὴν ἔχοντι τὴν
θεωρίαν εἰδέναι, τίς ἡ φύσις καὶ πόθεν πρόεισι καὶ μέχρι
τίνος διατείνει τὰς ἑαυτῆς ποιήσεις. τῶν γὰρ παλαιῶν οἳ
μὲν τὴν ὕλην φύσιν ἐκάλουν, ὡς <Ἀντιφῶν>, οἳ δὲ τὸ εἶδος,
ὡς <Ἀριστοτέλης> ἐν πολλοῖς, οἳ δὲ τὸ ὅλον, ὡς τῶν πρὸ
Πλάτωνός τινες, περὶ ὧν ἐν <Νόμοις> [X 892 B] ἱστόρησεν,
ὅτι δὴ τὰ φύσει φύσεις προσηγόρευον, οἳ δὲ τὰς φυσικὰς
δυνάμεις, βαρύτητας, κουφότητας, μανώσεις, πυκνώσεις, ὥς
τινες τῶν <Περιπατητικῶν> καὶ τῶν ἔτι ἀρχαιοτέρων φυ-
σικῶν, οἳ δὲ τέχνην θεοῦ τὴν φύσιν προσωνόμαζον, οἳ δὲ
ψυχήν, οἳ δὲ ἄλλο τι τοιοῦτον· ὁ δέ γε Πλάτων ὕλην μὲν
ἢ τὸ ἔνυλον εἶδος ἢ τὸ σῶμα ἢ τὰς δυνάμεις τὰς φυσικὰς
οὐκ ἀξιοῖ πρώτως ἐπονομάζεσθαι φύσιν, ψυχὴν δὲ αὐτὴν
αὐτόθεν ὀκνεῖ προσαγορεύειν, ἐν μέσῳ δὲ ἀμφοῖν τὴν οὐσίαν
αὐτῆς θέμενος, ψυχῆς λέγω καὶ τῶν σωματικῶν δυνάμεων,
ὑφειμένην μὲν ἐκείνης τῷ μερίζεσθαι περὶ τὰ σώματα καὶ
τῷ μὴ ἐπιστρέφειν εἰς αὐτήν, ὑπερέχουσαν δὲ τῶν μετ' αὐ-
τὴν τῷ λόγους ἔχειν τῶν πάντων καὶ γεννᾶν πάντα καὶ
ζῳοποιεῖν, τὴν ἀκριβεστάτην περὶ αὐτῆς θεωρίαν ἡμῖν παρα-
δέδωκε. κατὰ γὰρ τὰς κοινὰς ἐννοίας ἄλλο φύσις καὶ ἄλλο
τὸ κατὰ φύσιν καὶ τὸ φύσει· καὶ γὰρ τὸ τεχνητὸν ἄλλο παρὰ
τὴν τέχνην· καὶ ἄλλο ψυχὴ νοερὰ καὶ ἄλλο φύσις· ἡ μὲν
γὰρ φύσις τῶν σωμάτων ἐστί, δύνουσα κατ' αὐτῶν καὶ οὖσα
ἀχώριστος ἀπ' αὐτῶν, ἡ δὲ ψυχὴ χωριστή ἐστι καὶ ἐν αὐτῇ
ἵδρυται καὶ ἑαυτῆς ἐστιν ἅμα καὶ ἄλλου, τῷ μὲν μετέχεσθαι
τὸ ἄλλου ἔχουσα, τῷ δὲ μὴ νεύειν εἰς τὸ μετασχὸν τὸ ἑαυ-
τῆς, ὥσπερ ὁ τῆς ψυχῆς πατὴρ ἑαυτοῦ μόνον ἐστὶν ἀμέ-
θεκτος ὤν, καί, εἰ βούλει, πρὸ τούτου τὸ νοητὸν παρά-
δειγμα τοῦ κόσμου παντὸς αὐτό. ταῦτα γάρ ἐστιν ἐχόμενα
11
ἀλλήλων· τὸ αὐτό, τὸ αὐτοῦ, τὸ αὐτοῦ καὶ ἄλλου, τὸ ἄλλου,
τὸ ἄλλο· τοῦτο μὲν δῆλον ὅτι τὸ αἰσθητὸν πᾶν, ἐν ᾧ διά-
στασις καὶ μερισμὸς παντοῖος· ἐκείνων δὲ τὸ μὲν ἡ φύσις
ἡ ἀχώριστος τῶν σωμάτων, τὸ δὲ ἡ ψυχὴ ἐν ἑαυτῇ τε οὖσα
καὶ ἐλλάμπουσα δευτέραν εἰς ἄλλο ζωήν, τὸ δὲ ὁ δημιουργι-
κὸς νοῦς <ἐν τῷ ἑαυτοῦ> μένων <κατὰ τρόπον ἤθει> [Tim.
42 E], τὸ δὲ ἡ νοητὴ πάντων αἰτία καὶ παραδειγματικὴ τῶν
ὑπὸ τοῦ δημιουργοῦ ποιουμένων, ἣν καὶ αὐτοζῷον διὰ τοῦτο
καλεῖν ὁ <Πλάτων> ἠξίωσεν [30 CD]. ἡ τοίνυν φύσις ἐσχάτη
μέν ἐστι τῶν τὸ σωματοειδὲς τοῦτο καὶ αἰσθητὸν δημιουρ-
γούντων αἰτίων καὶ τὸ πέρας τοῦ τῶν ἀσωμάτων οὐσιῶν
πλάτους, πλήρης δὲ λόγων καὶ δυνάμεων, δι' ὧν κατευθύνει
τὰ ἐγκόσμια, καὶ θεὸς μέν, τῷ δὲ ἐκθεοῦσθαι καὶ οὐκ αὐ-
τόθεν ἔχουσα τὸ εἶναι θεός—καὶ γὰρ τὰ θεῖα σώματα
θεοὺς καλοῦμεν, ὡς ἀγάλματα τῶν θεῶν—ποδηγετοῦσα
δὲ τὸν ὅλον κόσμον ταῖς ἑαυτῆς δυνάμεσι καὶ τὸν μὲν οὐρα-
νὸν τῇ ἑαυτῆς ἀκρότητι συνέχουσα, τὴν δὲ γένεσιν διὰ τοῦ
οὐρανοῦ κυβερνῶσα, πανταχοῦ δὲ τὰ μερικὰ συνυφαίνουσα
τοῖς ὅλοις. τοιαύτη δὲ οὖσα προελήλυθεν ἀπὸ τῆς ζῳο-
γόνου θεᾶς·
<νώτοις δ' ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται·>
ἀφ' ἧς πᾶσα ζωὴ πρόεισιν, ἥ τε νοερὰ καὶ ἡ ἀχώριστος τῶν
διοικουμένων· ἐξηρτημένη δὲ ἐκεῖθεν καὶ ἀπαιωρουμένη φοιτᾷ
διὰ πάντων ἀκωλύτως καὶ πάντα ἐμπνεῖ· δι' ἣν καὶ τὰ
ἀψυχότατα ψυχῆς μετέχει τινός, καὶ τὰ φθειρόμενα μένει
διαιωνίως ἐν τῷ κόσμῳ, ταῖς ἐν αὐτῇ τῶν εἰδῶν αἰτίαις
συνεχόμενα.
<ἄρχει δὲ αὖ φύσις ἀκαμάτη κόσμων τε καὶ ἔργων>,
φησὶ τὸ <λόγιον>,
<οὐρανὸς ὄφρα θέῃ δρόμον ἀΐδιον κατασύρων>
12
καὶ τὰ ἑξῆς. ὥστ' εἴ τις ἐθέλοι τῶν τοὺς τρεῖς δημιουργοὺς
λεγόντων εἰς ταύτας ἀναπέμπειν τὰς ἀρχὰς αὐτούς, τὸν δη-
μιουργικὸν νοῦν, τὴν ψυχήν, τὴν ὅλην φύσιν, ὀρθῶς ἂν
λέγοι διὰ τὰς εἰρημένας αἰτίας· εἰ δὲ ἄλλους τινὰς δημιουρ-
γοὺς ἐπέκεινα ψυχῆς ὑποτίθεται τρεῖς τοῦ παντός, οὐκ
ὀρθῶς· εἷς γάρ ἐστιν ὁ τῶν ὅλων δημιουργός· κατενεί-
μαντο δὲ αὐτοῦ τὴν ὅλην δημιουργίαν μερικώτεραι δυνάμεις.
εἴτ' οὖν <Ἀμέλιος> ἐθέλοι ταύτῃ διατάττεσθαι εἴτε <Θεόδω-
ρος>, οὐ προσιέμεθα τὸν λόγον, ἀλλ' ἐπὶ τῶν Πλατωνικῶν
καὶ <Ὀρφικῶν> μένειν σπουδάσομεν ὑποθέσεων. καὶ μὴν
καὶ ὅσοι τέχνην δημιουργικὴν τὴν φύσιν εἰρήκασιν, εἰ μὲν
τὴν ἐν αὐτῷ τῷ δημιουργῷ μένουσάν φασιν, οὐκ ὀρθῶς
λέγουσιν, εἰ δὲ τὴν ἀπ' αὐτοῦ προϊοῦσαν, ὀρθῶς· τριπλῆν
γὰρ τὴν τέχνην νοητέον, τὴν μὲν ἀνεκφοίτητον τοῦ τεχνί-
του, τὴν δὲ προϊοῦσαν μέν, ἐπιστρέφουσαν δὲ εἰς αὐτόν,
τὴν δὲ ἤδη προελθοῦσαν καὶ ἐν ἄλλῳ γενομένην. ἡ μὲν
οὖν ἐν τῷ δημιουργῷ τέχνη μένει τε ἐν αὐτῷ καὶ αὐτός
ἐστι, καθ' ἣν καὶ <ἐργοτεχνίτης> ὑπὸ τῶν <λογίων> ἐπονο-
μάζεται καὶ <κόσμου τεχνίτης πυρίου>· ἡ δὲ νοερὰ ψυχὴ
τέχνη μέν, ἀλλὰ μένουσα ἅμα καὶ προϊοῦσα· ἡ δὲ φύσις
προελθοῦσα μόνον. διὸ καὶ ὄργανον λέγεται τῶν θεῶν, οὐκ
ἄζων οὐδὲ ἀλλοκίνητον μόνον, ἀλλ' ἔχουσά πως τὸ αὐτοκίνη-
τον τῷ ἀφ' ἑαυτῆς ἐνεργεῖν· τὰ γὰρ ὄργανα τῶν θεῶν ἐν
λόγοις δραστηρίοις οὐσίωται καὶ ζωτικά ἐστι καὶ σύνδρομα
ταῖς ἐνεργείαις αὐτῶν.
Ἐπειδὴ τοίνυν εἴρηται, τίς ἡ κατὰ Πλάτωνα φύσις, ὅτι
οὐσία ἀσώματος, ἀχώριστος σωμάτων, λόγους ἔχουσα αὐτῶν,
εἰς ἑαυτὴν ὁρᾶν οὐ δυναμένη, καὶ δῆλον ἀπὸ τούτων, ὅπως
ὁ διάλογος φυσικός, ὁ περὶ τῆς ὅλης κοσμοποιίας ἀναδιδά-
σκων, ἀκόλουθον ἂν εἴη τὰ τούτοις ἐφεξῆς συνάπτειν· τῆς
13
γὰρ ὅλης φιλοσοφίας εἴς τε τὴν περὶ τῶν νοητῶν καὶ 〈τὴν〉
περὶ τῶν ἐγκοσμίων θεωρίαν διῃρημένης, καὶ εἰκότως, ὅτι καὶ
διττὸς ὁ κόσμος, ὁ μὲν νοητός, ὁ δὲ αἰσθητός, ὡς ἐρεῖ [30 C]
καὶ αὐτὸς προελθών, ὁ μὲν Παρμενίδης τὴν περὶ τῶν νοη-
τῶν πραγματείαν περιείληφεν, ὁ δὲ Τίμαιος τὴν τῶν ἐγ-
κοσμίων· ὃ μὲν γὰρ ἁπάσας τὰς θείας τάξεις παραδίδωσιν,
ὃ δὲ ἁπάσας τῶν ἐγκοσμίων τὰς προόδους· οὔτε δὲ ἐκεῖνος
πάντη παραλείπει τὴν τῶν ἐν τῷ παντὶ θεωρίαν, οὔτε οὗτος
τὴν τῶν νοητῶν, διότι καὶ τὰ αἰσθητὰ ἐν τοῖς νοητοῖς ἐστι
παραδειγματικῶς καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς εἰκονικῶς·
πλεονάζει δὲ ὃ μὲν περὶ τὸ φυσικόν, ὃ δὲ περὶ τὸ θεολογι-
κόν, οἰκείως τοῖς ἀνδράσιν, ἀφ' ὧν ὀνομάζονται· Τιμαίῳ τε
γὰρ τοιοῦτό τι γράμμα περὶ τῆς τοῦ παντὸς ἐγέγραπτο
φύσεως, καὶ Παρμενίδῃ δὲ περὶ τῶν ὄντως ὄντων. ὀρθῶς
ἄρα φησὶν ὁ θεῖος <Ἰάμβλιχος> τὴν ὅλην τοῦ Πλάτωνος
θεωρίαν ἐν τοῖς δύο τούτοις περιέχεσθαι διαλόγοις, Τιμαίῳ
καὶ Παρμενίδῃ· πᾶσα γὰρ ἡ περὶ τῶν ἐγκοσμίων καὶ ὑπερ-
κοσμίων πραγματεία τέλος ἔχει τὸ ἄριστον ἐν αὐτοῖς, καὶ
οὐδεμία τάξις τῶν ὄντων ἀδιερεύνητος παραλέλειπται. φανείη
δ' ἂν τοῖς μὴ παρέργως ἐντυγχάνουσι καὶ ὁ τῆς πραγμα-
τείας τρόπος τοῦ Τιμαίου πρὸς τὸν Παρμενίδην ὁμοιότατος·
ὡς γὰρ ὁ Τίμαιος πάντων τῶν ἐν τῷ κόσμῳ τὴν αἰτίαν ἐπὶ
τὸν πρώτιστον ἀνάγει δημιουργόν, οὕτως ὁ Παρμενίδης τῶν
ὄντων ἁπάντων τὴν πρόοδον ἐξάπτει τοῦ ἑνός· καὶ ὃ μὲν
ᾗ μετέχει πάντα τῆς δημιουργικῆς προνοίας παραδίδωσιν, ὃ
δὲ ᾗ τῆς ἑνοειδοῦς ὑπάρξεως τὰ ὄντα μετείληφεν· ἔτι δὲ
ὥσπερ ὁ Τίμαιος πρὸ τῆς φυσιολογίας τὴν δι' εἰκόνων προ-
τείνει θεωρίαν τῶν ἐγκοσμίων, οὕτως ὁ Παρμενίδης τὴν περὶ
τῶν εἰδῶν τῶν ἀύλων ἀνακινεῖ ζήτησιν πρὸ τῆς θεολογίας·
καὶ γὰρ δεῖ γυμνασάμενον μὲν ἐν τοῖς περὶ τῆς ἀρίστης
πολιτείας λόγοις εἰς τὴν τοῦ παντὸς ἀνάγεσθαι κατανόησιν,
ἀθλήσαντα δὲ ἐν ταῖς συντόνοις περὶ τῶν εἰδῶν ἀπορίαις
14
ἐπὶ τὴν τῶν ἑνάδων ἀναπεμφθῆναι μυστικὴν θεωρίαν. τού-
των δὲ εἰρημένων καιρὸς ἂν εἴη τῆς λέξεως ἐφάπτεσθαι τοῦ
Πλάτωνος καὶ βασανίζειν ἕκαστον ὡς ἂν οἷοί τε ὦμεν.
<Εἷς, δύο, τρεῖς, ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε
Τίμαιε, ποῦ τῶν χθὲς δαιτυμόνων, τὰ νῦν δὲ ἑστι-
ατόρων> [17 A].
<Λογγῖνος> μὲν ὁ κριτικός, ἐφιστὰς τῇ ῥήσει ταύτῃ φιλο-
λόγως, ἐκ τριῶν αὐτὴν κώλων συγκεῖσθαί φησιν, ὧν τὸ πρῶτον
εὐτελές πως ὂν καὶ κοινὸν διὰ τὴν λύσιν τῆς ἑρμηνείας ἐκ τοῦ
δευτέρου μεγαλοπρεπέστερον ἀποτελεσθῆναι διὰ τῆς ἐξαλλαγῆς
τοῦ ὀνόματος καὶ τῆς συνεχείας τῶν λέξεων, πολλῷ δὲ πλέον
ἐκ τοῦ τρίτου χάριν τε καὶ ὕψος ἀμφοτέροις προστεθῆναι·
τὸ μὲν γὰρ <εἷς δύο τρεῖς> ἐξ ἀσυνδέτων συντεθὲν ὕπτιον
ἐποίει τὸν λόγον· τὸ δὲ ἑξῆς τὸ ὁ <δὲ δὴ τέταρτος ἡμῖν,
ὦ φίλε Τίμαιε, ποῦ> διά τε τοῦ <τέταρτος> ἐξηλλαγμένου
πρὸς τοὺς εἰρημένους ἀριθμοὺς καὶ δι' ὀνομάτων μεγαλοπρε-
πῶν συναρμοσθέν, σεμνοτέραν ἀπέφηνε τὴν ἑρμηνείαν· τὸ
δὲ <τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων>
ἅμα τῇ χάριτι καὶ τῇ ὥρᾳ τῶν ὀνομάτων καὶ διὰ τῆς τρο-
πῆς ἐπῆρε καὶ ὕψωσε τὴν ὅλην περίοδον. <Πραξιφάνης>
δέ, ὁ τοῦ Θεοφράστου ἑταῖρος, ἐγκαλεῖ τῷ Πλάτωνι πρῶτον
μέν, ὅτι πρόδηλον ὂν καὶ τῇ αἰσθήσει γνώριμον τῷ Σωκρά-
τει περιέθηκε τὸ <εἷς δύο τρεῖς>· τί γὰρ ἐδεῖτο τοῦ ἀριθ-
μεῖν ὁ Σωκράτης, ἵνα γνῷ τὸ πλῆθος τῶν ἀπηντηκότων εἰς
τὴν συνουσίαν; δεύτερον δέ, ὅτι τὸ <τέταρτος> ἐξήλλαξε, καὶ
οὐ συμφώνως τοῖς προειρημένοις· ἀκόλουθον γὰρ τῷ μὲν
εἷς δύο τρεῖς τὸ τέτταρες, τῷ δὲ τέταρτος τὸ πρῶτος δεύ-
τερος τρίτος. ταῦτα μὲν οὖν ὁ ἐκείνου μῦθος· ὁ δέ γε
φιλόσοφος <Πορφύριος> ἀπαντᾷ πρὸς αὐτὸν κατὰ πόδας,
πρὸς μὲν τὸ δεύτερον, ὅτι τῆς Ἑλληνικῆς ἐστι τοῦτο συν-
15
ηθείας, κάλλος περὶ τὴν ἑρμηνείαν ἐργαζομένης· ὁ γοῦν
<Ὅμηρος> πολλὰ τοιαῦτα εἴρηκεν [Η 247]· <ἓξ> μὲν γάρ φησι
<διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής>,
ἐπεσχέθη δὲ <ἐν τῇ ἑβδομάτῃ>· καὶ τῷ ὀνόματί φησιν οὕτως
καὶ ἄλλοθι πολλαχοῦ· ἔχει μὴν καὶ αἰτίαν ἐνταῦθα ἡ ἐξαλ-
λαγή· τοὺς μὲν γὰρ παρόντας ἦν δεικνύντα ἀριθμεῖν· δεικτι-
κὸν γὰρ τὸ εἷς δύο τρεῖς· τὸν δὲ ἀπόντα—δεικνύναι γὰρ
ἀδύνατον ἦν—διὰ τοῦ <τέταρτος> ἐσήμηνε· καὶ γὰρ ἐπὶ
ἀπόντος χρώμεθα τῷ τέταρτος· πρὸς δὲ τὸ πρότερον, ὅτι
ἄρα τοσούτων μὲν παρόντων, ὅσους ἦν παραγίνεσθαι εἰκός,
περιττὸν τὸ ἀριθμεῖν, ἐλλείποντος δέ τινος, ὃν ἀγνοοῦμεν
δι' ὀνόματος, ἔμφασιν ἔχει τοῦ λείποντος ἡ τῶν παρόντων
ἀπαρίθμησις, ὡς ἐπιποθοῦσα τὸν λοιπὸν καὶ ὡς ἐνδέουσα
μέρει τοῦ παντὸς ἀριθμοῦ. τοῦτο οὖν καὶ ὁ Πλάτων ἐν-
δεικνύμενος πεποίηκε τὸν Σωκράτην καὶ ἀριθμοῦντα τοὺς
παραγενομένους καὶ ἀπαιτοῦντα τὸν ὑπολειπόμενον· εἰ μὲν
γὰρ ἐγίγνωσκε κἀκεῖνον καὶ ἦν δυνατὸν δηλοῦν τῷ ὀνόματι,
εἶπεν ἂν τυχόν, ὅτι Κριτίαν μὲν ὁρᾷ καὶ Τίμαιον καὶ Ἑρ-
μοκράτην, τὸν δεῖνα δὲ οὐχ ὁρᾷ· ἐπειδὴ δὲ ξένος ἦν ὁ ἀπὼν
καὶ ἀγνὼς αὐτῷ, διὰ τοῦ ἀριθμοῦ μόνον αὐτός τε οἶδεν
ὅτι ἄπεστι, καὶ ἡμῖν ποιεῖ καταφανὲς τοῖς ὕστερον τοσοῦτον
γεγονόσι. χαρίεντα μὲν οὖν πάντα ταῦτα καὶ ὅσα τοιαῦτα
ἄν τις ἐπινοήσειεν εἰς θεωρίαν τῆς προκειμένης ῥήσεως· δεῖ
δὲ μεμνῆσθαι καὶ ὅτι Πυθαγόρειος ὁ διάλογος, καὶ χρὴ τὸν
προσήκοντα τρόπον ἐκείνοις ποιεῖσθαι τὰς ἐξηγήσεις. οὐκοῦν
ἠθικὰ μὲν λάβοις ἂν ἐντεῦθεν Πυθαγόρεια δόγματα τοιαῦτα·
τὴν φιλίαν οἱ ἄνδρες ἐκεῖνοι σκοπὸν ἐτίθεντο πάσης τῆς
ἑαυτῶν φιλοσοφίας καὶ τὴν ὁμονοητικὴν ζωήν· ταύτην δὴ
καὶ ὁ Σωκράτης πρὸ πάντων προβέβληται φίλον τὸν Τίμαιον
ἀποκαλῶν. τὰς ὁμολογίας ᾤοντο χρῆναι βεβαίας αὐτοῖς δια-
μένειν, ἃς πρὸς ἀλλήλους ἐποιοῦντο· ταύτας καὶ ὁ Σωκρά-
16
της ἀπαιτεῖ τὸν τέταρτον ἐπιποθῶν. τὴν κοινωνίαν ἠσπά-
ζοντο τὴν ἐν ταῖς εὑρέσεσι τῶν δογμάτων, καὶ τὰ ἑνὸς συγ-
γράμματα κοινὰ πάντων ἦν· τοῦτο καὶ ὁ Σωκράτης βεβαιοῖ
τοὺς αὐτοὺς δαιτυμόνας καὶ ἑστιάτορας γίγνεσθαι παρακαλῶν,
πληροῦντάς τε καὶ πληρουμένους, διδάσκοντας καὶ μανθά-
νοντας. ἄλλοι μὲν <οὖν περὶ καθηκόντων> τέχνας γεγρά-
φασι, δι' ὧν ἀξιοῦσι βελτίους τὰ ἤθη ποιεῖν τοὺς ὑπ' αὐτῶν
παιδευομένους· ὁ δὲ Πλάτων δι' αὐτῆς τῆς μιμήσεως τῶν
ἀρίστων ἀνδρῶν τοὺς τῶν καθηκόντων ἡμῖν ὑπογράφει τύ-
πους, οἳ πολὺ τὸ δραστικώτερον ἔχουσι τῶν ἐν κανόσι ψιλοῖς
ἀποκειμένων· διατίθησι γὰρ ἡ μίμησις τὰς τῶν ἀκουόντων
ζωὰς κατὰ τὴν ἑαυτῆς ἰδιότητα. περὶ τίνα οὖν ὁ φιλόσοφος
μάλιστα πλεονάσει, δηλοῖ διὰ τούτων· ὅτι περὶ τὴν τῶν λό-
γων ἀκρόασιν· καὶ τίνα ἡγήσεται θοίνην εἶναι ἀληθινήν·
ὅτι οὐχ ἣν οἱ πολλοὶ ἥγηνται—ζωώδης γάρ—ἀλλὰ τὴν
ἑστιῶσαν τὸν ἐν ἡμῖν ἄνθρωπον. διὸ καὶ πολὺ παρ' αὐτῷ
τὸ ἑστιᾶσθαι ἐπὶ τῶν λόγων· ἢ <δῆλον, ὅτι τῶν λόγων
ὑμᾶς Λυσίας εἱστία> [Phaedr. 227 B]; καὶ <ὑμεῖς μόνω
ἑστιάσεσθον, ἡμῖν δὲ οὐ μεταδίδοτον> [Lys. 211 D].
ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα, ἠθικά· φυσικὰ δὲ τοι-
αῦτα· τοῖς ἀριθμοῖς πᾶσαν τὴν φυσικὴν ποίησιν ἔλεγον
συνέχεσθαι, καὶ κατ' ἀριθμοὺς συνεστάναι πάντα τὰ δημι-
ουργήματα τῆς φύσεως, εἶναι δὲ τοὺς ἀριθμοὺς τούτους
μετεχομένους, ὥσπερ καὶ πάντα τὰ ἐγκόσμια εἴδη μεθεκτά
ἐστιν. εἰκότως ἄρα καὶ ἀρχόμενος ὁ λόγος διὰ τῶν ἀριθμῶν
πρόεισι καὶ ἀριθμοῖς χρῆται τοῖς ὡς ἀριθμητοῖς, ἀλλ' οὐκ
αὐτοῖς ἐκείνοις, ὧν καὶ οὗτοι μετέχουσιν· ἄλλο γὰρ μονὰς
δυὰς τριάς, ἄλλο τὸ εἷς δύο τρεῖς· τὰ μὲν γὰρ ἁπλᾶ καὶ
αὐτὸ ἕκαστον, τὰ δὲ μετέχοντα ἐκείνων, καὶ οὐκ ἄρα ὀρ-
θῶς <Ἀριστοτέλης> λέγων, ὅτι τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθη-
τοῖς οἱ ἄνδρες ἐτίθεντο· πῶς γάρ; οἱ τὸν ἀριθμὸν ὑμνοῦν-
τες <πατέρα μακάρων καὶ ἀνδρῶν> καὶ τὴν <τετρακτὺν>
17
<παγὰν ἀενάου φύσεως>;
ἐπεὶ δ' οὖν φυσικὸς ὁ διάλογος, ἀπὸ τῶν μετεχομένων ἀριθ-
μῶν πεποίηται τὴν πρώτην ἐπιβολήν, οἷοι δή εἰσιν οἱ φυσι-
κοὶ πάντες. ἔτι τὴν φυσικὴν κοινωνίαν οἱ ἄνδρες ἐπρέσβευον,
τήν τε ἐν τῇ γενέσει, καθ' ἣν πάντα ῥητὰ καὶ σύμμετρα
ἀλλήλοις ἀποτελεῖται, καὶ τὴν ἐν τοῖς οὐρανίοις· μεταδίδωσι
γὰρ ἀλλήλοις καὶ ἐκεῖνα τῶν οἰκείων δυνάμεων. ὀρθῶς ἄρα
καὶ ὁ Σωκράτης καὶ τῷ προκειμένῳ πρεπόντως ἀξιοῖ τοὺς
αὐτοὺς γίγνεσθαι δαιτυμόνας τε καὶ ἑστιάτορας. θεολογικὰ
δὲ θεωρήσειας ἂν ἐκ τούτων τοιάδε νοήματα. διὰ τῶν πρώ-
των καὶ ἡγεμονικῶν ἀριθμῶν πάντα ἐγέννων οἱ ἄνδρες, καὶ
ἀπὸ τῶν τριῶν θεῶν πᾶσι τὴν ὑπόστασιν ἐδίδοσαν τοῖς ἐγ-
κοσμίοις. τούτων ἔνδειξιν ἔχουσιν ἥ τε μονὰς καὶ ἡ δυὰς
καὶ ἡ τριάς, ὥστε ἀπ' αὐτῶν ἄρχεσθαι δέον καὶ πρὸς αὐτὰς
βλέπειν τὸν ἐσόμενον τῆς φύσεως θεατήν. ἔτι τὰ μὲν συν-
αίτια τῶν φυσικῶν πραγμάτων καὶ παρ' ἄλλοις ἐτεθεώρητο,
τὸ δὲ τελικὸν καὶ παραδειγματικὸν καὶ ποιητικὸν ἰδίως παρ'
αὐτοῖς ἐξητάζετο. ταῦτ' οὖν τὰ αἴτια διὰ τῶν ἐκκειμένων
ἀριθμῶν δηλοῦται, τὸ μὲν τελικὸν διὰ τῆς μονάδος· ἐν
τἀγαθοῦ γὰρ τάξει προέστηκε τῶν ἀριθμῶν· τὸ δὲ παραδειγ-
ματικὸν διὰ τῆς δυάδος· ἡ γὰρ ἑτερότης τῶν ὄντων διέκρινε
τὰς πρωτουργοὺς αἰτίας τῶν ὅλων· ἔτι δὲ καὶ ἡ δυὰς ἀρχὴ
τῆς τετρακτύος ἐστὶ τῶν νοητῶν παραδειγμάτων· τὸ δὲ
ποιητικὸν σημαίνεται διὰ τῆς τριάδος· οἰκεῖος γὰρ ὁ νοῦς
τῇ τριάδι, τρίτος ὢν ἀπὸ τοῦ ὄντος διὰ μέσης τῆς ζωῆς, ἢ
ἀπὸ τοῦ πατρὸς διὰ τῆς δυνάμεως, ἢ ἀπὸ τοῦ νοητοῦ διὰ
τῆς νοήσεως· ἀνάλογον γὰρ ὡς μονὰς πρὸς δυάδα, οὕτως
τὸ ὂν πρὸς τὴν ζωήν, καὶ ὁ πατὴρ πρὸς τὴν δύναμιν, καὶ
τὸ νοητὸν πρὸς τὴν νόησιν· ὡς δὲ δυὰς πρὸς τριάδα, ἥ τε
ζωὴ πρὸς τὸν νοῦν καὶ ἡ δύναμις καὶ ἡ νόησις. ἔτι τὰ
18
θεῖα πάντα ἐν πᾶσίν ἐστι καὶ ἥνωται ἀλλήλοις, ὡς εἶναι καὶ
πάντας ἐν ἑνὶ καὶ ἐν πᾶσιν ἕκαστον καὶ διὰ τῆς θείας φιλίας
συνέχεσθαι· καὶ ὁ ἐκεῖ <Σφαῖρος> [Emped. frg. 27D.] τὴν μίαν
ἕνωσιν περιέχει τῶν θεῶν. εἰκότως ἄρα καὶ ὁ Σωκράτης εἰς τὸ
θεῖον βλέπων κοινωνίας καὶ ὁμονοίας προκατάρχει καὶ εἰς ταύ-
την καὶ τοὺς ἄλλους παρακαλεῖ. καὶ μὴν καὶ ἡ ἑστίασις καὶ
ἡ δαὶς προσήκοντά ἐστιν ὀνόματα τοῖς θεοῖς καὶ οὐχ ἥκιστα
τοῖς ἐγκοσμίοις· συνανίασι γὰρ τοῖς ἀπολύτοις θεοῖς <ἐπὶ
δαῖτά τε καὶ θοίνην>, ὥς φησιν ὁ ἐν τῷ <Φαίδρῳ Σω-
κράτης> [247 A], καὶ ἡ ἑστίασις ἡ ἐν τοῖς γενεθλίοις τῆς
Ἀφροδίτης παρὰ τῷ μεγάλῳ γίγνεται Διί. ταῦτα δὴ καὶ ὁ
Σωκράτης ἀνάλογον ἀξιοῖ γίγνεσθαι περὶ αὐτούς, νοήσεων
θείων κοινωνοῦντας ἀλλήλοις. καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ
Τίμαιος ἑστιᾷ τοὺς ἄλλους καὶ ἑστιᾶται παρ' αὐτῶν, ἐπεὶ
καὶ παρὰ τοῖς <θεολόγοις> μεταδόσεις εἰσὶ δυνάμεων ὑμνη-
μέναι καὶ μετουσίαι, πληρούντων τε ἄλληλα τῶν θείων καὶ
πληρουμένων ὑπ' ἀλλήλων· οὕτω γὰρ καὶ παρὰ τοῖς <φοιβο-
λήπτοις ποιηταῖς> ἠκούσαμεν, ὅτι δεξιοῦνται ἀλλήλους οἱ
θεοὶ ταῖς νοεραῖς ἐνεργείαις ἢ ταῖς προνοητικαῖς εἰς τὸ πᾶν
ποιήσεσι·
<τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ' ἀλλήλους Τρώων πόλιν εἰσορόωντες> [Δ 4].
εἰ δὲ καὶ γιγνώσκουσιν ἀλλήλους καὶ νοοῦσιν·
<οὐ γάρ τ' ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται> [ε 79]·
τροφὴ δὲ τὸ νοητὸν τῷ νοοῦντι κατὰ τὸ <λόγιόν> ἐστι, δῆλον
ὅτι καὶ τὸ ἀνταφεστιᾶν πρώτως ἐν τοῖς θεοῖς, καὶ τῶν ἀν-
θρώπων οἱ σοφώτεροι μιμούμενοι καὶ ταύτῃ τοὺς θεοὺς
μεταδιδόασιν ἀλλήλοις ἀφθόνως τῶν οἰκείων ἕκαστοι νοήσεων.
<Ἀσθένειά τις αὐτῷ ξυνέπεσεν, ὦ Σώκρατες· οὐ
γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας> [17 A].
Ὁ μὲν φιλόσοφος <Πορφύριος> καθῆκον ὑπογράφεσθαί
19
φησιν ἐν τούτοις τό τε μίαν ταύτην αἰτίαν εἶναι τοῖς ἔμφροσι
τῆς τῶν τοιούτων συνουσιῶν ἀπολείψεως ἀσθένειαν τοῦ
σώματος, καὶ ὡς χρὴ πᾶν τοῦτο περιστατικὸν νομίζειν καὶ
ἀκούσιον, καὶ αὖ ἕτερον τὸ τοὺς φίλους ὑπὲρ τῶν φίλων
τὰς ἐνδεχομένας ἀπολογίας ποιεῖσθαι, ὅταν τι δοκῶσι παρὰ
τὸ κοινῇ δόξαν 〈οὐκ〉 ὀρθῶς ποιεῖν· ἀμφότερα γοῦν ἡ ῥῆσις
αὕτη περιείληφε τό τε ἦθος τοῦ Τιμαίου καὶ τὴν ἀνάγκην τοῦ
ἀπόντος ἐνδεικνυμένη, τὸ μὲν ὡς ἥμερον καὶ φιλάληθες,
τὴν δὲ ὡς ἐμπόδιον τῆς φιλολόγου ζωῆς. ὁ δέ γε <θεῖος
Ἰάμβλιχος> ὑψηλολογούμενος ἐν ταύτῃ τῇ ῥήσει τοὺς περὶ τὴν
τῶν νοητῶν θέαν γεγυμνασμένους ἀσυμμέτρως ἔχειν φησὶ
πρὸς τὴν περὶ τὰ αἰσθητὰ διατριβήν· ὥς που καὶ αὐτὸς εἴρη-
κεν ὁ <Σωκράτης ἐν Πολιτείᾳ> [VII 516 E s] τοὺς <ἐν αὐγῇ
καθαρᾷ> τεθραμμένους ἀμβλυώττειν εἰς τὸ σπήλαιον καταβάν-
τας ὑπὸ τοῦ ἐκεῖ σκότους, ὥσπερ καὶ τοὺς ἀναβάντας ἐκ τοῦ
σπηλαίου διὰ τὸ μὴ δύνασθαί πω πρὸς τὸ φῶς ἀντωπεῖν· καὶ
διὰ ταύτην τὴν αἰτίαν ἀπολείπεσθαι τὸν τέταρτον, ὡς ἄλλῃ προσ-
ήκοντα θέᾳ, τῇ τῶν νοητῶν, καὶ δὴ καὶ εἶναι τὴν ἀσθένειαν
αὐτοῦ ταύτην δυνάμεως ὑπερβολήν, καθ' ἣν ὑπερέχει τῆς παρού-
σης θεωρίας· ὡς γὰρ ἡ τῶν κακῶν δύναμις ἀδυναμία μᾶλλόν
ἐστιν, οὕτως ἡ ἀσθένεια ἡ πρὸς τὰ δεύτερα δυνάμεώς ἐστιν
ὑπεροχή. λέγει δὴ οὖν ὁ λόγος τὸν ἀπολειπόμενον ὡς ἀσύμ-
μετρον τοῖς φυσικοῖς λόγοις ἀπεῖναι, βούλεσθαι δ' ἂν παρεῖναι
τούτοις, εἰ περὶ τὰ νοητὰ διατρίψειν ἔμελλον. καὶ σχεδὸν
ἅπαντα τὰ πρὸ τῆς φυσιολογίας ὃ μὲν ἐξηγεῖται πολιτικώ-
τερον, ὁ Πορφύριος, εἰς τὰς ἀρετὰς ἀναφέρων καὶ τὰ λεγό-
μενα καθήκοντα, ὃ δὲ φυσικώτερον· δεῖν γὰρ τῷ προκει-
μένῳ σκοπῷ πάντα σύμφωνα εἶναι· φυσικὸς δὲ ὁ διάλογος,
ἀλλ' οὐκ ἠθικός. ταῦτα μὲν οὖν οἱ φιλόσοφοι διατάττον-
ται περὶ τούτων· παραλείπω γὰρ τοὺς πολλὰ πράγματα παρέ-
χοντας ἡμῖν, ἵνα δὴ ἀποφαίνωσιν, ὅτι οὗτος ὁ τέταρτος ἦν
Θεαίτητος, διότι γνώριμος ἐγεγόνει τοῖς ἐκ τοῦ Ἐλεατικοῦ
20
διδασκαλείου, καὶ διότι νοσοῦντα τοῦτον παραδέδωκε· τοῦ-
τον οὖν καὶ νῦν ἀπεῖναι διὰ νόσον· οὕτω γὰρ <Ἀριστοκλῆς>
κατασκευάζει Θεαίτητον εἶναι τὸν ἀπόντα. καίτοι γε Θεαί-
τητος ὀλίγον πρὸ τῆς Σωκράτους τελευτῆς καὶ Σωκράτει
γνώριμος γέγονε καὶ τῷ Ἐλεάτῃ ξένῳ· εἰ δὲ καὶ ἦν πρὸ
πολλοῦ γνώριμος ἐκείνῳ, τί τῷ Τιμαίῳ κοινὸν πρὸς ἐκεῖ-
νον; <Πτολεμαῖος δὲ ὁ Πλατωνικὸς> Κλειτοφῶντα αὐτὸν
οἴεται εἶναι· τοῦτον γὰρ ἐν τῷ ὁμωνύμῳ διαλόγῳ μηδ' ἀπο-
κρίσεως ἠξιῶσθαι παρὰ Σωκράτους. <Δερκυλλίδης> δὲ Πλά-
τωνα· τοῦτον γὰρ καὶ τῆς Σωκράτους ἀπολελεῖφθαι τελευτῆς
διὰ νόσον [Phaed. 59 B]. τούτους μὲν οὖν, ὅπερ ἔφην,
παραλείπω, καλῶς καὶ ὑπὸ τῶν πρὸ ἡμῶν ἀποδοκιμασθέντας,
ὡς οὔτε ἄξια ζητήσεως ζητοῦντας οὔτε ἀσφαλές τι λέγοντας·
γλίσχρως τε γὰρ ἐπιχειροῦσιν ἅπαντες, καὶ οὐδὲν πρὸς τὸν
λόγον, εἰ καὶ τοῦτο εὕροιμεν ὃ ζητοῦσιν· ἐπεὶ καὶ τὸ μὲν Θεαί-
τητον διὰ τὴν νόσον ἢ Πλάτωνα λέγειν οὐδὲ τοῖς χρόνοις συνᾴ-
δει· τούτων γὰρ ὁ μὲν κρινομένου Σωκράτους, ὁ δὲ ἀποθα-
νόντος εἴρηται νοσεῖν· τὸ δὲ Κλειτοφῶντα, παντελῶς ἄτοπον·
παρῆν γὰρ οὐδὲ τῇ προτεραίᾳ, Σωκράτους διηγουμένου [rep.
I 340 AB] τίνα εἶπεν ὁ Κλειτοφῶν τῇ πρὸ ἐκείνης κατὰ
τὴν ἐν Πειραιεῖ συνουσίαν. πλὴν τοσοῦτον ὁ <Ἀττικὸς>
ὀρθῶς ἐπισημαίνεται· ἔοικεν ὁ ἀπολειπόμενος οὗτος εἶναι
τῶν μετὰ Τιμαίου ξένων· διὸ καὶ ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ
τὸν Τίμαιον, ὅπου ποτὲ εἴη ὁ τέταρτος, καὶ ἐκεῖνος ὡς περὶ
ἐπιτηδείου τινὸς ἀπολογεῖται τὴν ἀπουσίαν ἀναγκαίαν αὐτῷ
καὶ ἀβούλητον δεικνύς. ταῦτα μὲν οὖν τὰ παρὰ τῶν παλαι-
οτέρων. <ἃ δὲ ὁ ἡμέτερος καθηγεμὼν> ἐν τούτοις ἐπέ-
κρινε, ταῦτα ἡμῖν ῥητέα τῷ Πλάτωνι διαφερόντως ἑπόμενα.
ἔλεγε δ' οὖν, ὅτι ὅσῳ αἱ ἀκροάσεις περὶ σεμνοτέρων γίγνον-
ται καὶ ὑψηλοτέρων πραγμάτων, τοσούτῳ τὸ μὲν τῶν ἀκροα-
21
τῶν ἐλασσοῦται πλῆθος, μυστικώτερον δὲ καὶ ἀπορρητότερον
πρόεισιν ὁ λόγος. καὶ διὰ ταῦτα ἐν μὲν τῇ προτέρᾳ τῆς
πολιτείας παραδόσει κατὰ τὴν ἐν Πειραιεῖ ξυνουσίαν πολὺς
ὁ ἀκροατής, καὶ οἵ γε ὀνόματος τυχόντες ἕξ· ἐν δὲ τῇ
δευτέρᾳ κατὰ τὴν Σωκράτους ἀφήγησιν τέτταρες οἱ δεχόμενοι
τοὺς λόγους· ἐν δὲ ταύτῃ καὶ ὁ τέταρτος ἀπολείπεται, τρεῖς
δὲ οἱ ἀκροαταί, καὶ ὅσῳ καθαρώτερος καὶ νοερώτερος ὁ λόγος,
τοσούτῳ συστέλλεται ὁ ἀκροατής. πανταχοῦ μὲν γὰρ ἡ ὑφη-
γουμένη μονάς ἐστιν· ἀλλ' ὅπου μὲν ἀγωνιστικῶς· διὸ καὶ
οἱ ἀκροαταὶ τό τε ἀόριστον ἔχουσι καὶ τὸ διωρισμένον εἰς
πλῆθος ἐκτεινόμενον, ἐν ᾧ τὸ περιττὸν τῷ ἀρτίῳ συμπέ-
πλεκται· ὅπου δὲ ἀφηγηματικῶς μέν, οὔπω 〈δ'〉 ἀπηλλαγμένης
τῆς μάχης καὶ τῶν ἀγώνων τῶν διαλεκτικῶν· διὸ καὶ οἱ ἀκροα-
ταὶ τέτταρες, τῆς τετράδος διὰ μὲν τὸ τετραγωνικὸν καὶ τὸ πρὸς
τὴν μονάδα συγγενὲς τὴν ὁμοιότητα καὶ τὸ ταὐτὸν ἐχούσης,
διὰ δὲ τὴν τοῦ ἀρτίου φύσιν τὴν ἑτερότητα καὶ τὸ πλῆθος·
〈ὅπου δὲ〉 ἐξῃρημένης μὲν ἁπάσης ἀγωνιστικῆς διδασκαλίας,
ἀποφαντικῶς δὲ καὶ ὑφηγητικῶς τῆς θεωρίας ὑφαινομένης·
διὸ καὶ ἡ τριὰς οἰκεία τοῖς ὑποδεχομένοις αὐτήν, κατὰ πάντα
τῇ μονάδι συμφυομένη, τὸ περιττόν, τὸ πρῶτον, τὸ τέλειον·
ὡς γὰρ τῶν ἀρετῶν αἳ μὲν ἐν μαχομένοις ὑφεστήκασι καὶ
μετροῦσιν αὐτῶν τὴν μάχην, αἳ δὲ χωρίζουσι μὲν ἀπὸ τῶν
μαχομένων, οὔπω δὲ αὐτῶν παντελῶς ἀπέστησαν, αἳ δὲ πάντη
κεχωρισμέναι τυγχάνουσιν, οὕτω δὴ καὶ τῶν λόγων οἳ μὲν
ἀγωνιστικοί τινές εἰσιν, οἳ δὲ ἀποφαντικοί, οἳ δὲ μέσοι πως
ἀμφοτέρων· οἳ μὲν τῇ νοερᾷ γαλήνῃ καὶ τῇ νοήσει τῆς
ψυχῆς προσήκοντες, οἳ δὲ ταῖς δοξαστικαῖς ἐνεργείαις, οἳ δὲ
ταῖς μεταξὺ τούτων ζωαῖς. καὶ δὴ καὶ τῶν ἀκροατῶν οἳ
μὲν πρὸς τὰς ὑψηλοτέρας ἀκροάσεις ἔχουσι συμμέτρως, οἳ δὲ
πρὸς τὰς χαμαιζηλοτέρας. καὶ οἱ μὲν τῶν μειζόνων ἀκροαταὶ
καὶ πρὸς τὰς καταδεεστέρας ἀπαντᾶν οἷοί τέ εἰσιν, οἱ δὲ
πρὸς τὰς ἐλάττους πεφυκότες ἀδυνατοῦσι πρὸς τὰς σεμνο-
22
τέρας. οὕτω καὶ τῶν ἀρετῶν ὁ μὲν τὰς μείζους ἔχων ἔχει
καὶ τὰς ἐλάττους, ὁ δὲ ταῖς ὑφειμέναις κοσμηθεὶς οὐ πάν-
τως καὶ τῶν τελειοτέρων ἐπήβολος γέγονε. τί οὖν ἔτι
θαυμαστόν, εἰ ὁ τῶν περὶ πολιτείας λόγων ἠκροαμένος ἀπο-
λέλειπται τῆς περὶ τοῦ παντὸς ἀκροάσεως; μᾶλλον δὲ πῶς
οὐκ ἀναγκαῖον ἐν τοῖς βαθυτέροις τῶν λόγων ἐλάττους εἶναι
τοὺς παρεπομένους; πῶς δὲ οὐ Πυθαγόρειον τὸ διάφορα
μέτρα τῶν ἀκροάσεων ἀφωρίσθαι; καὶ γὰρ τῶν εἰς τὸ ὁμα-
κόειον φοιτώντων οἳ μὲν βαθυτέρων, οἳ δὲ ἐπιπολαιοτέρων
ἥπτοντο δογμάτων. πῶς δὲ οὐ τῷ Πλάτωνι σύμφωνον ἀσθέ-
νειαν αἰτιασαμένῳ τῆς ἀπουσίας; ἡ γὰρ ἀδυναμία τῆς ψυχῆς
πρὸς τὰ θειότερα νοήματα τῶν ὑψηλοτέρων ἡμᾶς ἀφίστησι
συνουσιῶν· ὅπου δὴ χώραν ἔχει καὶ τὸ ἀκούσιον· ἑκούσιον
μὲν γὰρ πᾶν τὸ μειζόνως ἡμᾶς ὠφελοῦν, ἡ δὲ τῶν τελεωτέ-
ρων ἀπόπτωσις ἀκούσιον· μᾶλλον δὲ αὕτη μὲν οὐχ ἑκούσιον,
ἡ δὲ οὐ μόνον ἀποστᾶσα τῶν μειζόνων ἀγαθῶν, ἀλλὰ καὶ
εἰς τὴν ἀπειρίαν ὑπενεχθεῖσα τῆς κακίας ἀκούσιον. διὸ καὶ
ὁ Τίμαιος οὐχ ἑκόντα φησὶν ἀπολείπεσθαι τῆσδε τῆς συν-
ουσίας τὸν τέταρτον· οὐ γὰρ οὕτως ἀπολέλειπται, ὡς ἀπό-
στροφος πάντη θεωρίας, ἀλλ' ὡς τὰ μείζω μυεῖσθαι μὴ
δυνάμενος. τὸν μὲν οὖν τῶν περὶ κοσμοποιίας λόγων
ἀκροατὴν καὶ τῶν περὶ πολιτείας ἀκροᾶσθαι δυνατόν, τὸν
δὲ τῶν 〈περὶ〉 πολιτείας ἀνασχόμενον διὰ δυνάμεως ὑπερβολὴν
ἀπολείπεσθαι τῶν περὶ τοῦ παντὸς ἀκροάσεων τῶν ἀδυνάτων
ἐστί. δι' ἔνδειαν ἄρα καὶ οὐ δι' ὑπεροχήν, ὥς φασί τινες,
ὁ τέταρτος ἀπολέλειπται τῶν προκειμένων λόγων, καὶ τὴν
ἀσθένειαν οὐ τῶν ἄλλων πρὸς αὐτὸν ἀσυμμετρίαν, ἀλλ' αὐτοῦ
πρὸς τοὺς ἄλλους ὕφεσιν ῥητέον· ἔστω μὲν γὰρ ἡ ἀδυναμία
καὶ ἐπὶ τῶν ἀπὸ τοῦ νοητοῦ κατιόντων καὶ ἐπὶ τῶν ἀναγομένων
ἐκ τῆς θεωρίας τῶν αἰσθητῶν, οἵαν ὁ ἐν <Πολιτείᾳ Σωκράτης>
[VII 518 AB] ἱστόρησεν· ἀλλ' ὁ τῶν πολιτικῶν λόγων ἀκροατὴς
23
γεγονὼς οὐκ ἂν δι' ὑπεροχὴν ἄγνωστον τοῖς παροῦσιν ἀπο-
λείποιτο τῆς τῶν φυσικῶν θεωρίας. καὶ τὸ <συνέπεσε δὲ>
τὴν ἐπὶ τὸ κάτω διαφορὰν αὐτοῦ πρὸς…
ο…
The complete text is available when the reading interface loads.