The Greek Library Author

Anonymous

De decem dubitationibus circa providentiam

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
De decem dubitationibus circa providentiam, ed. H. Boese, Procli Diadochi tria opuscula, Berlin: De Gruyter, 1960: 5–108.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

τὴν ἐκείνων γνῶσιν ἀσώματος, ἄχρονος, ἀδιαίρετος, ἐξῃρημένος τῶν

ἀντικειμένων πάντων, εἴπερ, ὡς δέδεικται, ἡ μὲν γνῶσις κατὰ τὴν τοῦ

γινώσκοντος ἀφώρισται ἰδιότητα, τὸ δὲ γινῶσκον ἑνιαῖον, ἀμετάβολον,

καθ' ἓν πέρας ἱδρυμένον.

8

Εἰ οὖν τις ἐπιζητοίη, πῶς ἡ πρόνοια τὰ ἐνδεχόμενα γινώσκει,

πρὸς τὸν τοῦτο ζητοῦντα φήσομεν· οὐχ ὡς ἐστὶ τὰ ἐνδεχόμενα—τοῦτο

γὰρ ἦν τὸ θρᾶττον ἡμᾶς—, ἀλλ' ὡς ἔστιν ἡ πρόνοια· τοῦτο δέ ἐστι

κρειττόνως ἢ τὰ ἐνδεχόμενά ἐστιν. οὐ γὰρ εἰς ταῦτα βλέπουσαν γινώσκειν

αὐτά 〈φαμεν〉, ἵνα συμπάσχῃ τοῖς ἀστάτοις· ἀλλ' ἔξω τούτων οὖσαν καὶ

πρὸ χρόνου παντὸς τῶν κατὰ χρόνον μεταβαλλόντων εἰληχέναι τὴν

γνῶσιν, ἐπεὶ καὶ τὸ γινώσκειν ἀπ' αἰτίας ἕκαστον τιμιώτερον τοῦ ἀπ'

αὐτοῦ, καὶ τὸ κρειττόνως τοῦ συστοίχως. Τὸ ἀόριστον οὖν ὡρισμένως

γινώσκουσα, γινώσκει καὶ ὅτι ἀόριστον ἐκεῖνο, καὶ ὅτι παρ' αὐτῇ

ὥρισται· οὔτε γὰρ μόνον ὅτι παρ' αὐτῇ ὥρισται—τοῦτο γὰρ οὐκ

ἦν ἐκεῖνο γινώσκειν· οὔτε μόνον ὅτι ἀόριστον ἐκεῖνο—τοῦτο γὰρ οὐκ

ἦν κατὰ τὴν ἑαυτῆς ὕπαρξιν γινώσκειν. ἄμφω δὴ οὖν ἡ γνῶσις ἔχει,

καὶ τὸ ὡρισμένον διὰ τὸ γινῶσκον, καὶ τὸ ἀορίστου εἶναι διὰ τὴν

ἐκείνου φύσιν. καὶ τὸ ὅλον τοῦτο γινώσκει, γνῶσιν ὡρισμένην ἔχουσα

τοῦ ἀορίστου, τῆς μὲν ἀοριστίας ἐσομένης, ἀλλ' οὐκ οὔσης· τῆς δὲ

γνώσεως τὴν αἰτίαν τοῦ ἀορίστου προλαβούσης. οἶδε γὰρ ὅτι καὶ

ἀόριστόν τι ὑποστήσει, καὶ τούτου τὴν αἰτίαν ὁρῶσα γινώσκει κἀκεῖνο·

καὶ ὡς ὑφίστησιν, οὕτω καὶ γινώσκει τὸ ἀόριστον· 〈οὐκ ἀορίστως δέ,

ἀλλ'〉 ὡρισμένως τὸ ἀόριστον ὑφίστησιν· ὥστε καὶ γινώσκει τὸ ἀόριστον

ὡρισμένως, ὡς ἀσωμάτως καὶ ἀδιαστάτως τὸ μετ' αὐτὴν καὶ διαστὰν

καὶ σωματωθέν. ὥσπερ ἂν εἰ καὶ ὁ ἐν τῷ σπέρματι λόγος, εἷς ὢν καὶ

ὅλος ἐν ἑκάστῳ μέρει τοῦ σπέρματος καὶ ἔχων τὴν αἰτίαν τοῦ ἔσεσθαι τὸν

ἀπ' αὐτοῦ λοιπὸν μεμερισμένον, ἐγίνωσκεν τῷ μὲν μετ' αὐτὸν αἴτιον

μεριστοῦ, ἑαυτὸν δὲ ἀμέριστον ὄντα, καὶ τὸ ὅλον τοῦτο ἔλεγεν· ἔχω

ἀμερίστως τὸ μεριστόν, μηδ' ἑτέρου μὲν χωρὶς ὤν, ἐν δὲ τῷ κρείττονι

τὸ χεῖρον περιέχων, ἵνα καὶ ὁ μερισμὸς μήτε ἀναίτιος ᾖ μήτε ἐν τῇ αἰτίᾳ

προθέων· ἀλλ' ὢν κατ' αἰτίαν μὲν ἐκεῖ, καθ' ὕπαρξιν δὲ ἐν τοῖς δεδεγ-

μένοις αὐτόν· καὶ εἴπερ ἐζήτει ἐκεῖνος τὴν ἐν ἑαυτῷ αἰτίαν τοῦ μερισμοῦ,

εὗρεν ἄν, ὅτι καὶ αὐτός, εἰ καὶ ἀμέριστος ἦν, ἀλλ' ἐν ἄλλῳ κεῖται ὑποκει-

μένῳ· καὶ τὸ αὐτὸν ἐν ἄλλῳ εἶναι καὶ μὴ ἐν ἑαυτῷ δέδωκεν ἐκείνοις τὸ

μερισθῆναι καὶ ἄλλοις γίνεσθαι καὶ μὴ πανταχοῦ ἕκαστον εἶναι. τοῦτον

οὖν τὸν τρόπον καὶ τὴν πρόνοιαν φαμὲν αἰτίαν οὖσαν ὧν γινώσκει

πάντων, καὶ γινώσκειν ὧν ἐστὶν αἰτία, καὶ ὡρισμένων καὶ ἀορίστων

ὡρισμένως, καὶ τὴν τῶν ἀορίστων γένεσιν ὡς ἐσομένην, καὶ τὴν αἰτίαν

τοῦ ὅπως ὡρισμένη δώσει τοῖς ἀορίστοις τὴν εἰς τὸ εἶναι πάροδον·

καὶ οὐδὲν συμβαίνειν ἀδύνατον διὰ ταῦτα, τῆς ἀοριστίας ἐν τοῖς μετ'

αὐτὴν οὔσης, εἰ καὶ ἀπ' αὐτῆς ἐστι τῆς γνώσεως προειλημμένης, καθὸ

προσήκει τοῖς αἰτίοις.

9

Τρίτον δὲ ἑπόμενον τούτῳ καὶ πολλῆς ἐπιστασίας δεόμενον σκοπεῖν

ἄξιον· εἰ καὶ τῶν ὡρισμένων καὶ τῶν ἀορίστων ἐστὶν αἰτία ἡ πρόνοια,

πότερον κατὰ τὸ αὐτὸ ἀμφοῖν ἢ καθ' ἕτερον; εἰ μὲν γὰρ κατὰ τὸ αὐτό,

πῶς ἐν τῇ γνώσει διέκρινε τὸ μὲν τῶν ἀπ' αὐτῆς ὡρισμένον ἔσεσθαι,

τὸ δὲ ἀόριστον; εἰ δὲ καθ' ἕτερον, πῶς ἐν τῇ ὑπάρξει αὐτῆς ἔτι μένει

τὸ ἕν, εἰ τὸ μὲν αὐτῆς ἄλλο, τὸ δὲ ἄλλο;

10

Θεὸν οὖν κἀνταῦθα τελειοῦντα τῆς ψυχῆς τὴν ὠδῖνα, ἣν περὶ

τούτων ἔχομεν, συνεφάψασθαι τοῦ λόγου ἡμῖν παρακαλέσαντες εἴπωμεν

... τὴν πρόνοιαν ἱδρῦσθαι ἐν τῷ ἑνί ...· πᾶν γὰρ τὸ προνοοῦν ἢ ὄντως

ἀγαθοῦ ἢ φαινομένου μεταδιδόναι τοῖς προνοουμένοις αἱ κοιναί φασιν

ἔννοιαι, καὶ οὐδὲ εἶναι τὸ προνοεῖν ἕτερόν τι τοῦ εὖ ποιεῖν, καθ' ὧν ἂν

λέγηται· ———

διότι καὶ τὸ ἓν ἀγαθόν, καὶ τὸ ἀγαθὸν ἕν.

Τῷ μὲν οὖν ἑνί, ταὐτὸν δὲ εἰπεῖν τῷ ἀγαθῷ, τὴν πρόνοιάν 〈φαμεν〉

χαρακτηρίζεσθαι· 〈ἀλλ' εἶναι〉 τὸ ἓν αὐτῆς ... οὔτε ὡς τὸ ὑλικὸν ἕν·

τοῦτο γὰρ ἀδρανὲς ..., ἐκεῖνο δὲ δραστικώτατον ...· οὔτε ὡς τὸ ἄτομον

ἕν· τοῦτο γὰρ εἰς τὸν ἔσχατον κατήντησε μερισμὸν καὶ οὕτως ἕν ἐστιν

ὡς τῶν ἄλλων μηδέν· ἐκεῖνο δὲ ὡς πάντα περιέχον καὶ πᾶσι παρὸν ὧν

ἐστιν αἴτιον καὶ πάντων σωστικόν. οὔτε ... ὡς τὸ καθόλου τινές φασιν

ἕν· τοῦτο μὲν γὰρ εἰ καὶ περιέχει τὰ ὑπ' αὐτὸ καὶ δίδωσι τὴν οὐσίαν

ἑκάστοις, ἀλλὰ τὰς διαφορὰς ὧν περιέχει προείληφε καὶ ἔστιν ἓν πολλὰ

κατ' οὐσίαν· ἐκεῖνο δὲ ἐξῄρηται τῶν πάντων ὧν ἐστιν παρακτικὸν ...

καὶ πάσης ἐστὶ ποικιλίας ἄδεκτον. Οὐδὲν οὖν τούτων ὑπάρχον, ἀλλ'

ὑπὲρ πᾶσαν τὴν εἰδικὴν οὐσίαν ἱδρυμένον, γεννῶν δὲ ὅμως πάντα

κατὰ τὴν ἕνωσιν τὴν μίαν ἔχει δύναμιν ἀπερίγραφον καὶ ἀπερίληπτον

τοῖς πᾶσιν, ὥστε τῶν ἀπ' αὐτῆς ὑποστάντων μήτε ἕν τι μήτε πάντα ἢ

καθ' ἕκαστον ἢ ὁμοῦ δυνατὸν εἶναι τὴν ἐν ἐκείνῃ προϋπάρχουσαν

δύναμιν ἀνελίξαι 〈μήτε〉 εἰς ἑαυτά τε χωρῆσαι καὶ ἐγκολπώσασθαι καὶ

παραλαβεῖν· τὰς δὲ πάντων δυνάμεις ὑπ' ἐκείνης οἷον καταπινομένας

μετέχειν πως αὐτῆς, καθ' ὅσον ἑκάστη πέφυκεν ἀγαπᾶν.

11

Τὸ μὲν οὖν ἓν τῆς προνοίας πάσης ἑνώσεως ἀσωμάτου καὶ σω-

ματικῆς ἐστιν ἑνικώτερον, τὸ δὲ ἀπειροδύναμον πάσης δυνάμεως ἀπείρου

καὶ πεπερασμένης ἀπειρότερον. οὐδὲν γὰρ θαυμαστὸν ἐν ταῖς ἀπείροις

δυνάμεσιν ἄλλο ἄλλου εἶναι ἀπειρότερον· οὐ γὰρ τὴν κατὰ τὸ ποσὸν

ἀπειρίαν ἐκεῖ τις ἀποθήσεται, παρ' ᾗ τὸ ἄπειρον ἀπειρότερον οὐκ ἔχει.

πᾶν δ' ὅμως τὸ ἄπειρον———

τοῖς δὲ πρὸ αὐτοῦ πεπερασμένον, ὁριζόμενον ὑπ' αὐτῶν· ἢ μὴ περιλη-

φθέν, οὐδὲ κρατεῖσθαι δύναιτ' ἂν ὑπὸ τῶν κρειττόνων, οὐδὲ συνέχεσθαι

μὴ κρατούμενον 〈ὄν〉· εἰ οὖν συνέχεται, κἂν ἄπειρον ᾖ, κρατεῖται·

καὶ εἰ κρατεῖται, καὶ περιείληπται, οὐκ ἄπειρον ἐκείνοις. ἀλλὰ μὴν οὐδὲ

ἑαυτῷ ἄπειρον· τὸ γὰρ ἑαυτῷ ἄπειρον, ἑαυτῷ ἀπερίληπτόν ἐστιν,

ὥστε οὐκ ἂν ἑαυτὸ συνέχειν δύναιτο καὶ σώζειν· ἕκαστον δὲ τῶν ὄντων

ἑαυτοῦ σωστικόν ἐστι κατὰ δύναμιν. λείπεται ἄρα τῶν ἀπείρων ἕκαστον

τοῖς μετ' αὐτὸ εἶναι μόνοις ἄπειρον.

Τὴν τοίνυν ἄπειρον τῆς προνοίας δύναμιν περιληπτικὴν οὖσαν πασῶν

δυνάμεων, ὧν ἔχει πάντα τὰ προνοούμενα, πάσας κατὰ μίαν ἕνωσιν

παράγειν τὲ καὶ διακρατεῖν ἑκάστην ἐν τῷ ἑαυτῆς ἀπείρῳ νοήσομεν,

ὥσπερ καὶ πᾶσιν ἐντιθέναι τὴν πρὸς τὴν ἑκάστων οὐσίαν σύμμετρον

ἕνωσιν· οὐ γάρ ἐστιν οὐδὲ τὸ ἓν πανταχοῦ ταυτὸν οἷον ἐν ἀσωμάτοις

καὶ σώμασιν, οὐδ' ἐν σώμασι πολυχρονίοις καὶ ὀλιγοχρονίοις· μείζων γὰρ

ἡ τῶν πολυχρονίων ἕνωσις· ἢ πῶς τὰ μὲν ἀσκέδαστα μένει, τῶν δὲ τὸ

ἓν ἀπόλλυται; ἔτι δὲ τὸ μὲν ἀσώματον ἐγγυτέρω τοῦ ἑνός, τὸ δὲ

σῶμα καὶ διὰ τὸν ἐπ' ἄπειρον μερισμὸν ἀποδεῖ πάμπολυ τοῦ ἑνός· καὶ

οὐκ ἀπορητέον, εἰ ἑνὸς μᾶλλον ἐστὶν ἕν, ὁρῶντας ἕκαστον τῶν πάντων

δι' ὑφέσεως ἀεὶ γινόμενον ἄλλο παρὰ τὸ πρὸ αὐτοῦ, μέχρις ἂν εἰς τὸ

ἔσχατον ἀφίκηται τῆς ἑαυτοῦ σειρᾶς.

12

Τῆς δ' οὖν προνοίας καὶ ἑνοειδοῦς οὔσης καὶ ἀπειροδυνάμου, τὰ

μὲν τῶν ὑπ' αὐτῆς παρηγμένων καὶ προνοουμένων, εἰ καὶ πάντα ἀμ-

φοτέρων μετείληχε, κατὰ τὸ ἓν ὑφέστηκεν, οἷς τὸ ὡρισμένον σύμφυτον, τὰ

δὲ κατὰ τὸ ἄπειρον, οἷς τὸ ἀόριστον. μιμήματα γὰρ τοῦ μὲν ἐκεῖ ἀπείρου

τὰ τῇδε διὰ τοῦ ἀορίστου, τοῦ δὲ ἑνὸς διὰ τοῦ ὡρισμένου. διὸ καὶ τὰ

μὲν πρῶτα τῶν ἐν τῷδε τῷ παντὶ καθ' ἕνα ἀνεξάλλακτον ὅρον ἐστὶν

ἅ ἐστι· τὰ δὲ ἐφεξῆς ἐκείνοις ἀορισταίνει, δευτέραν ἔχοντα τάξιν. ὑφεστη-

κυίας δὲ πάσης τε ἀπειρίας κατὰ τὴν προνοητικὴν ἀπειρίαν, καὶ παντὸς

τοῦ ὡρισμένου κατὰ τὴν ἕνωσιν, κακεῖ τῆς ἀπειρίας τῷ ἑνὶ κρατουμένης

καὶ τοῦ ἑνὸς οὔσης, καὶ ἐνταῦθα τὰ μὲν ἀόριστα τῇ φύσει δουλεύει τοῖς

ὡρισμένοις, τὰ δ' ὡρισμένα τάττει τὴν τῶν ἀοριστῶς φερομένων παντοίαν

μεταβολήν, καὶ ὡς ἔχει τὰ πρωτουργὰ τούτων αἴτια κατὰ τὴν πρὸς

ἄλληλα τάξιν, οὕτω καὶ αὐτὰ τὴν ἀνάλογον ἐκείνοις καταδεξάμενα σχέσιν

συμπληροῖ τὸν κόσμον, ἠρτημένων τῶν χειρόνων ἀπὸ τῶν κρειττόνων.

13

———καὶ ὁ νοῦς παράγει μὲν ἃ παράγει διττά, σῶμα λέγω καὶ

ἀσώματον, ἑκάτερον δὲ ἀσωμάτως καὶ γινώσκει καὶ παράγει 〈κατὰ τὴν

ἑαυτοῦ φύσιν· καὶ〉 ὡς ὁ μὲν τοῦ ἀσωμάτου λόγος ἐν αὐτῷ καὶ ἀσώματος

καὶ ἀσωμάτων αἴτιος, ὁ δὲ τοῦ σώματος, 〈κἂν〉 ἀσώματος 〈ᾖ〉, σωμάτων

αἴτιος, ὁ μὲν 〈καὶ〉 τὰ παραγόμενα πρὸς ἑαυτὸν ἐξομοιῶν, ὁ δὲ ...

ἀλλοιότερα παράγων πρὸς τὸ ἀσώματον εἶδος· καὶ ψυχὴ γεννᾷ λόγους

τινὰς μὲν ἐν ἄλλαις ψυχαῖς ζῶντας καὶ κινουμένους, τινὰς δὲ εἰς ὕλην

ἐκπίπτοντας, ἐπιστημονικοὺς μὲν ἐκείνους, τεχνικοὺς δὲ τούτους, καὶ

πάντας μὲν ζωτικῶς· ἀλλὰ τοὺς μὲν διὰ ζωῆς εἰς ζωὴν προιόντας, τοὺς

δὲ διὰ ζωῆς εἰς ἄζωον. καὶ ὡς συνελόντι φάναι, πᾶν τὸ ἅμα γεννῶν

καὶ ἃ γεννᾷ γινῶσκον διαφερούσαις αἰτίαις γεννᾷ μὲν αὐτά, καὶ γινώσκει

κατὰ τὴν κρείττονα· γεννᾶται δὲ ἀπ' αὐτῆς τὰ μὲν κατ' αὐτήν, τὰ δὲ

κατὰ τὴν ὑφειμένην. ὥστε τὸν αὐτὸν τρόπον 〈εἰ〉 καὶ τὴν πρόνοιαν

〈λέγοις〉 ἔχουσαν τῷ μὲν ἑνὶ τὴν τῶν ὡρισμένων αἰτίαν, τῇ δὲ ἀπειρίᾳ

τὴν τῶν ἀορίστων, ἀμφότερα μὲν ὡρισμένως καὶ γινώσκειν καὶ παρά-

γειν κατ' ἀμφότερα, ———

τῶν δὲ ὑπ' αὐτῆς παρηγμένων τὰ μὲν ὁρίζεσθαι διὰ τὸ ἕν, τὰ δὲ ἀορι-

σταίνειν διὰ τὴν ἀπειρίαν, ...· μήτε τῶν ἀναγκαίων ἀμοίρων ὄντων

τῆς ἀπειρίας, μήτε τῶν ἐνδεχομένων τοῦ πέρατος· 〈καὶ γὰρ ταῦτα πάντως〉

εἰς τὸν τοῦ ἀναγκαίου ὅρον τελευτᾶν 〈καὶ ἐκεῖνα〉 διὰ τὴν ἀναγκαίαν

φύσιν ἀΐδια ὄντα μετέχειν τῆς ἀπείρου δυνάμεως—ἢ πόθεν αὐτοῖς

τὸ ἀεὶ ὡσαύτως ἔχειν ...; κρατοῦντος δὲ οὗ μὲν τοῦ ἑνὸς καὶ διὰ

τοῦτο τὸ κατ' αὐτὸ γενόμενον ποιοῦντος ἀναγκαῖον οἷον συνδήσαντος

τῷ πέρατι τὸ ἄπειρον, οὗ δὲ τοῦ ἀπείρου καὶ τὸ ἓν τῷ ὑπεκφεύγειν

ἐπιθέον καὶ καταλαμβάνον αὐτὸ ἐξίτηλον ποιοῦντος· ἄμφω δὲ τῆς

προνοίας γινωσκούσης, εἰ καὶ κατὰ τὸ κρεῖττον, ὡς εἴρηται, καὶ

προλαβούσης ἐν τῇ γνώσει τήν τε ἑκατέρου κατὰ τὸ γεννᾶν ἰδιότητα,

καὶ ὡς τὸ μὲν περατοποιόν, 〈εἰ βούλει, εἰπεῖν〉, τὸ δὲ ἀπειροποιόν.

14

Πᾶν οὖν πέρας ἐκεῖθεν καὶ πᾶν ἄπειρον ἐκεῖθεν ἐστίν, εἴτ' ἐν ἀσω-

μάτοις, εἴτ' ἐν σώμασι· καὶ τὸ ἐξ ἀμφοῖν ὁμοίως ἐκεῖθεν· καὶ διὰ ταῦτα

καὶ τῶν ἁπλῶν ἡ γνῶσις 〈ἐκεῖ〉 καὶ τῶν συνθέτων 〈ὡς〉 καὶ ... αἱ γενέσεις

ἐκεῖθεν. διότι μὲν γὰρ τό τε ἓν ἦν ἐκεῖ καὶ ἡ ἄπειρος τοῦ ἑνὸς δύναμις,

ἐκεῖθεν καὶ τὰ πέρατα χωρὶς καὶ πᾶν τὸ ὁπωσοῦν ἄπειρον· διότι δὲ καὶ

θατέρου θάτερον ἦν ἡ ἄπειρος δύναμις τοῦ ἑνός, κἀνταῦθα συνδιαθέντα τὰ

ἀπ' αὐτῶν ἓν ποιεῖ τὸ σύνολον· 〈καὶ ἢ〉 παγέντος τοῦ ἑνός, ἀναγκαῖον

〈τὸ γινόμενον· ἢ〉 προδραμούσης τῆς ἀπειρίας, ἐνδεχόμενον. ἐπεὶ δὲ οὐδ'

ἐνταῦθα θέμις ἦν στερηθῆναι τοῦ ἑνὸς τὸ ἄπειρον, καὶ τὸ ἐνδεχόμενον

εἰς τὴν τοῦ ἀναγκαίου φύσιν τελευτᾷ, ὡς εἴρηται, καὶ 〈τοῦτο〉 ἢ μᾶλλον

τῷ ἑνὶ κρατεῖται καὶ πρὸ πλείονος χρόνου τῆς ἐκβάσεως εἰς τὸ ἀναγκαῖον

μεταπεσὸν ὡρίσθη, ἢ διὰ τὸ μετέχειν τοῦ ἑνὸς ἀμυδρότερον πρὸ ἐλάτ-

τονος 〈μέν〉, ταὐτὸν 〈δ' ὅμως〉 παθὸν καὶ ὁρισθὲν ἔστη τε ἀπὸ τῆς ὀλισθαι-

νούσης φύσεως καὶ γέγονεν οἷον τὸ πρότερον, καὶ μεμίμηται τὴν τοῦ

ἑνὸς οὖσαν ἄπειρον δύναμιν, ἀλλ' οὐχ ἑαυτῆς· καὶ γὰρ πᾶσα δύναμις

ἄλλου ἐστὶ τοῦ ἔχοντος αὐτὴν, ἀλλ' οὐχ ἑαυτῆς. ὅτι μὲν οὖν πᾶν καὶ

τὸ ὁπωσοῦν ἀόριστον ἐν τῷ μήπω εἶναι τὸ ἀόριστον ἔχει καὶ τοῦτο

ὅ φασιν ἐνδέχεσθαι, τελευτᾷ δὲ εἰς τὸ ἐξ ἀνάγκης ἢ εἶναι ἢ μὴ εἶναι, καὶ

ἢ πρὸ πλείονος χρόνου ἢ πρὸ ἐλάττονος, καὶ οἱ στοχασμοὶ δηλοῦσιν·

ἀληθεύουσι γὰρ πρὸ τοῦ ἐλάττονος χρόνου μᾶλλον τῶν ἐκβησομένων

ἢ πρὸ τοῦ πλείονος, ὡς ἂν ἤδη τοῦ ἀορίστου μεταπεσόντος.

15

Ὅτι δὲ εἶναι δεῖ καὶ τοῦ ἀορίστου γνῶσιν ἐν τοῖς κρείττοσι ἡμῶν,

εἰ μέλλει καὶ τοῦτο τάξεως μεταλαγχάνειν καὶ μὴ εἶναι οἷον ἐπεισοδιῶδες

τῷ παντί, κεῖται μὲν καλῶς ἀλλαχοῦ δεδειγμένον, ἐζητεῖτο δὲ μόνον,

πῶς· γινέσθω δὲ καὶ τοῦτο δῆλον. Οὐ γὰρ ἓν ἔσται τὸ πᾶν οὐδὲ διοίκησις

κατὰ νοῦν, εἰ μὴ καὶ τούτου πρὸς τὰ ὡρισμένα καὶ ὧν ἡ τάξις ἡ αὐτὴ

γίνοιτό τις εἱρμός· ταύτην δὲ τὴν γνῶσιν ἀναγκαῖον 〈ἢ〉 δαίμοσι 〈μόνοις〉

ἀποδιδόναι———

〈ἢ καὶ〉 πρὸ τούτων τοῖς θεοῖς, μερίσασι καὶ τοῖς δαίμοσι τὴν πρόνοιαν,

ἄλλων ἄλλοις, ὧν πάντων αὐτοί εἰσιν ἐγκρατεῖς. ἀλλ' εἰ μόνοις δαίμοσι

ἀπολείψομεν τὴν τῶν ἀορίστων γνῶσίν τε καὶ πρόνοιαν, ἢ παρὰ μέρος

αὐτοὺς ὥσπερ ἡμᾶς γινώσκειν τά τε προνοούμενα καὶ τὰ πρὸ αὐτῶν

φήσομεν, ἢ ἅμα ἄμφω. καὶ εἰ μὲν παρὰ μέρος, τί διοίσουσι τῶν ἡμετέρων

ψυχῶν; καὶ γὰρ αὗται προνοεῖν ἅμα καὶ ἑαυτῶν εἶναι καὶ εἰς τὰ

ἄνω βλέπειν ἀσθενοῦσι· πῶς δὲ κατατείνοντες ἑαυτοὺς εἰς τὰ ἔξω

οὐχὶ καὶ ἐπακολουθεῖν τοῖς γινομένοις ὁμολογήσομεν, ἀορισταίνοντας

περὶ τὸ ἀόριστον; εἰ δὲ ἅμα, ἀναγκαῖον πάλιν ἢ κατὰ λογισμὸν δι-

δόναι αὐτοῖς τὴν γνῶσιν ὧν διοικοῦσι καὶ ἀπολείπειν ἐν αὐτοῖς λόγους

καὶ παραδείγματα τῶν ἀορίστων—τούτων γὰρ διάνοια ἐστὶ γνῶσις·

ἢ πρὸ λογισμοῦ ταύτην καὶ ἐνθέως ἐνεργούντων ἑστάναι λέγοντας,

πολλῷ μᾶλλον αὐτὴν ἀναπέμπειν εἰς θεούς, παρ' ὧν καὶ τοῖς δαίμοσι

ὑπάρξει τὸ ἐνθεάζειν καὶ τὸ ὡρισμένως δύνασθαι καὶ τὸ ἀόριστον προ-

γινώσκειν. καὶ γὰρ εἰ μὲν ἀορίστως τῶν μὴ ὡρισμένων ἀντιλαμβάνονται,

ἀποστερήσομεν αὐτοὺς τῆς προσηκούσης τοῖς ἀτρέπτοις τάγμασι

ἀπαθείας· δεῖ γὰρ καὶ φαντασίας τῷ τοιούτῳ παντὶ καὶ αἰσθήσεως,

ἵνα τῶν μὴ παρόντων μνημονεῦον συνείρῃ τὴν εἰκασίαν τῶν ἐσομένων

τοῖς τε παροῦσι καὶ τοῖς γεγονόσιν. εἰ δὲ ὡρισμένως, τί δήποτε τοῖς

δαίμοσι τοῦτο δόντες, οὐχὶ καὶ αὐτοῖς τοῖς θεοῖς μειζόνως ἀποδίδωμεν,

ὡς ἀχρόνως τὰ κατὰ χρόνον, οὕτω καὶ ὡρισμένως τὰ ἀόριστα γινώσκειν,

καὶ προνοεῖν τῶν ἀορίστων κατὰ τὸν τῆς γνώσεως τρόπον; εἰ μὲν γὰρ

μὴ δύνανται τὰ ἀόριστα ὡρισμένως γινώσκειν, ἄτοπον, δαιμόνων τοῦτο

δυναμένων, ἀφαιρεῖσθαι τοὺς θεοὺς δι' ἀδυναμίαν τῆς τοιαύτης γνώ-

σεως· εἰ δὲ μὴ βούλονται, τοῦτο τοῦ μὴ δύνασθαι μειζόνως ἄτοπον,

ὑποστάτας ὄντας καὶ τούτων μὴ βούλεσθαι προνοεῖν ὧν ὑπέστησαν·

ἢ οὐχὶ καὶ τὰ θνητὰ πάντα καὶ τὰ καθ' ἕκαστα δημιουργήματα ἐστὶ

θεῶν καὶ πάνθ' ὅσα περιείληφεν ὁ κόσμος; ———

θέμις δὲ οὔτ' ἦν οὔτ' ἔστι, θεοὺς 〈ὄντας〉 ἀμελεῖν ὧν παράγουσιν ἢ

ἀμέσως ἢ διὰ μέσων ἄλλων.

16

Εἰ δὲ δὴ καὶ βούλονται προνοεῖν ὡρισμένως τῶν ἀορίστων καὶ

δύνανται, πάντως δήπου καὶ προνοοῦσι καὶ προνοοῦντες γινώσκουσι

τῶν προνοουμένων τὴν ἀξίαν· καὶ θεοὶ μὲν ἐξῃρημένως καὶ ἐπὶ πάντα

τὴν ἑαυτῶν πρόνοιαν διατείνοντες· δαίμονες δὲ μεριζόμενοι τὴν ἐκείνων

ἐπιστασίαν, οἱ μὲν ἄλλων <ἀγελαιοκομικὴν> [Pl. pol. 275e, 276a]

ἀνεδήσαντο, οἱ δὲ ἄλλων, 〈ὥς φησιν αὐτός〉, <εἰς τὸν ἔσχατον> τελευ-

τῶντες <μερισμόν> [Pl. leg. X 903 b], ὡς τοὺς μὲν ἀνθρώπων, τοὺς δὲ

λεόντων, τοὺς δὲ ἄλλων ... εἶναι προστάτας, ———

<πάντα> δὲ <εἶναι πλήρη θεῶν> [Pl. leg. X 899 b], τῶν μὲν 〈καὶ τούτων〉

ἀμέσως προνοούντων, τῶν δὲ διὰ μέσων δαιμόνων, ὡς εἴρηται· οὐ

πᾶσιν ἐκείνων ἀμέσως παρεῖναι μὴ δυναμένων, ἀλλὰ τῶν ἐσχάτων

αὐτόθεν μετέχειν τῶν πρώτων ἀσθενούντων. δηλοῦται δὲ ταῦτα τῶν

μετεχόντων τοῦ μὲν ἀνεπιτηδείου εἰς τὸ θεῶν ἀπολαύειν ἔστιν ὅτε τῆς

γε ἐκ τῶν δαιμόνων συναισθανομένου προνοίας· τοῦ δὲ ἐπιτηδείου

γενομένου εὐθὺς παρόντας ἔχοντος τοὺς θεοὺς καὶ τότε γινώσκοντος,

ὅτι γινώσκεται παρ' αὐτῶν, καὶ δεχομένου τὴν εἰς αὐτὸν καθήκουσαν

πρόνοιαν, ἧς τυγχάνον ἐλάνθανεν ἑαυτὸν καὶ ὅτι μετεῖχεν ἀφανῶς.

ὡσεί τις καθεύδων ἐν ἡλίῳ καὶ φωτιζόμενος ἀγνοοίη τῷ καθεύδειν,

ἐξεγειρόμενος δὲ ἑαυτὸν ἴδοι περιεχόμενον ὑπὸ τοῦ φωτός, καὶ τότε τὸ

φῶς ὑπολάβοι παρεῖναι καὶ πρῶτον ἑαυτῷ παρόν, εἰ καὶ αὐτὸς διὰ

τὴν ἄγνοιαν τῷ φωτὶ μὴ παρῆν. τότε τοίνυν καὶ τὸ ἀόριστον ὁρίζεται,

ἐπιστέψαν εἰς τὸ θεῖον, παρ' ᾧ καὶ τὸ ἀόριστον ὡρισμένως ἦν· καὶ

μετασχὸν ἐκεῖθεν ὅρου διὰ τὴν μέθεξιν ὑφίστησιν, ὅτι καὶ πρὸ τῆς ἐπιστρο-

φῆς ἑαυτῷ μὲν ἀόριστον ἦν, ἐκείνῳ δὲ οὐχ οἷον ἐστὶ τοιοῦτον ὑπῆρχεν,

ἀλλ' ὡς τῷ θείῳ προσῆκον, ἦν μὲν ὡρισμένως, ἐγινώσκετο δὲ ἐκπεσὸν

ἐκείνου διὰ τὴν ἑαυτοῦ ἀοριστίαν· οὐχ οὕτως ἐκπεσὸν ὡς πάντῃ τὸν

ὅρον φυγεῖν—ἔλαθε γὰρ ἂν εἰς τὴν τοῦ μὴ ὄντος ἀχάνειαν ἐξολισθῆσαν·

ἀλλ' οὕτως ὡς μήτε ἄμοιρον εἶναι τοῦ ὅρου, μήτε ἐν αὐτῷ τελέως

ἡδρᾶσθαι. μετὰ δὲ τὴν ἐπιστροφὴν ἑδρασθὲν εἶδεν ἐκεῖ καὶ τῆς οἰκείας

ἀοριστίας τὴν γνῶσιν καὶ τὸν κοσμοῦντα τὴν ἀοριστίαν ὅρον προϋπάρ-

χοντα.

17

Καὶ μὴν καὶ εἰ πᾶσι τὸ ἀγαθὸν οὐκ ἀλλαχόθεν ἢ ἐκ τῆς προνοίας

ἐφήκειν συγχωροῦμεν, ὡς ἐκ τοῦ νοῦ τὴν νόησιν καὶ ἐκ τῆς ψυχῆς τὸ

ζῆν καὶ τὸ κινεῖσθαι ἐν τῷ ζῆν—πᾶν δὲ τὸ ὁπωσοῦν ζῶν διὰ τὴν

ψυχὴν ζῇ, καὶ τὸ νοοῦν διὰ τὸν νοῦν νοεῖ—δῆλον δήπουθεν, ὅτι καὶ

τὸ ἀγαθοῦ μετέχον διὰ τὴν τῆς προνοίας αἰτίαν τὸ ἀγαθὸν ἔχει, κἂν

τῶν μερικῶν ᾖ καὶ τῶν ποτὲ μετεχόντων· δεῖ γὰρ ἕκαστον εἰς τὴν οἰκείαν

ἄγειν πηγήν, ἀφ' ἧς εἰς πᾶσαν ἥκει τὴν σειρὰν ἡ ὕπαρξις. εἴ τι οὖν

ἀγαθύνεται τῶν ἐν τῷ κόσμῳ, δι' ἐκείνην ἀγαθύνεται· καὶ οὐ τῶν ἀϊδίων

μόνον, ἀλλὰ καὶ τῶν φθαρτῶν ἕκαστον, οὐδὲ τῶν ὡρισμένων μόνον,

ἀλλὰ καὶ τῶν ἀορίστων ἕκαστον, κἂν αὐτόθεν ἐκ τῆς προνοίας ὑποδέχη-

ται τὸ σφέτερον ἀγαθόν, κἂν διὰ μέσων τῶν πρώτων παρ' ἐκείνης ἀγα-

θυνομένων. αἱ γὰρ τῶν ὄντων μεσότητες οὐ τὰς πρὸ αὐτῶν αἰτίας τῆς

εἰς τὰ μετὰ ταῦτα ποιήσεως ἀφαιρούμεναι εἰσὶ μεσότητες, ἀλλὰ τοῖς

μετὰ ταῦτα συμμέτρους ποιοῦσαι τὰς τῶν πρὸ αὐτῶν δόσεις, ὧν αὐταὶ

μὲν συμφυῶς μετέχουσιν, ἐκεῖνα δὲ ἀσθενοῦντα δι' ὕφεσιν οἷον προσά-

γουσι καὶ ἐπιτήδεια πρὸς τὴν μέθεξιν ἀποτελοῦσι, δυναμώσασαι ταῖς

ἑαυτῶν προδρόμοις ἐλλάμψεσι.

Τὸ μὲν οὖν τὰ ἐγγυτέρω τῆς προνοίας ἀπολαύειν μᾶλλον αὐτῆς καὶ

κοσμεῖσθαι τῇ γειτονήσει μᾶλλον—καθάπερ εἰ τοῦ ἡλίου καὶ τῆς ψυχῆς

καὶ τοῦ νοῦ τὰ προσεχέστερα, τὰ μὲν φωτίζοιτο μᾶλλον ἢ τὰ πορρώτερα,

τὰ δὲ εἴη ζωτικώτερα μᾶλλον, τὰ δὲ ἐν τῷ νοεῖν ὑπάρχοι τελεώτερα—,

καὶ ἡμεῖς ἂν συγχωρήσαιμεν καὶ ταῖς κοιναῖς ἐννοίαις συνδοκεῖ. καὶ

γὰρ αὐτὸ τοῦτο τὸ ἐγγὺς διὰ τὴν τῆς οὐσίας εἶναι φαῖεν ἂν πρὸς ἐκεῖνα

συγγένειαν, ὧν ἐστὶν ἐγγύς, καὶ τὸ πόρρω διὰ τὴν κατὰ τὸ εἶναι πάντως

ἀπόστασιν. ὥστε τοῖς διδόναι δυναμένοις ἃ δὴ καὶ δίδωσιν ὄντα συγ-

γενέστερα, μᾶλλον αὐτῶν δύναται μετέχειν· ὥστε καὶ μετέχει μᾶλλον.

18

Τῆς οὖν προνοίας οὐδὲν ἄλλ' ἢ ἀγαθύνειν τὰ πάντα ἐπειγομένης

τὰ μετέχοντα μᾶλλον, ἀγαθύνεται μᾶλλον καὶ κοσμεῖται. δεῖ δὲ ἄρα καὶ

ὅσα μὴ ἐγγὺς εἰς ἐκείνην ἀνηρτῆσθαι, καὶ εἰ διὰ μέσων ἀνήρτηται,

καὶ ταῦτα τῶν ἐγγύς· ὃ καὶ ποιεῖ τὰ μὲν αὐτόθεν ἀπολαύειν, τὰ δὲ οἷον

συνδέσμων ἄλλων δεόμενα πρὸς αὐτήν. εἴτε γὰρ μὴ πρὸς ἓν πάντων

ἡ σύνταξις ἦν, οὐκ ἂν οὐδὲ κόσμος ἦν εἷς· εἴτε πάντα τὸν αὐτὸν μετεῖχε

τρόπον τοῦ κοσμοῦντος, οὐκ ἂν ἦν τῶν κοσμουμένων τάξις. 〈εἰ οὖν

ἐστιν ἑκάτερα, καὶ τάξις〉 καὶ σύνταξις, ἡ μὲν διορίζουσα τὰ πάντα καὶ

ἄλλα ποιοῦσα πρὸ ἄλλων καὶ ἄλλα ἐπ' ἄλλοις, ἡ δὲ τὰ διαιρεθέντα

πρὸς ἓν ἐπιστρέφουσα τὸ ἀγαθόν· πάντων τὲ ἀνάγκη πρόνοιαν εἶναι,

καὶ οὐ πάντων τὴν αὐτήν· εἶναι μὲν διὰ τὴν σύνταξιν, μὴ τὴν αὐτὴν

δὲ διὰ τὴν τάξιν. ἐπεὶ καὶ τῶν πρώτων 〈μὲν〉 οὖσαν, ἀνάγκη καὶ τῶν

δευτέρων εἶναι καὶ ἐφεξῆς ἐκείνοις· δύναμις γὰρ πᾶσα τῶν μειζόνων

οὖσα κινητική, ὡς 〈καὶ Πλάτων καὶ ὁ〉 ἀληθὴς λόγος φησί, καὶ τῶν ἐλατ-

τόνων ἐστὶ πολλῷ μᾶλλον, καὶ κρατητικὴ τῶν δυνατωτέρων οὖσα,

καὶ τῶν ἀσθενεστέρων ἂν κρατοίη μᾶλλον. τῆς δὲ βουλήσεως ἐκεῖ πρὸς

τὴν δύναμιν συμβαινούσης, ἀνάγκη καὶ τῶν ἐλαττόνων εἶναι πρόνοιαν·

οὐ γὰρ δύνανται μὲν, οὐ βούλονται δὲ ὅσα δύνανται, καὶ τῶν ἀγαθῶν

τῶν παρ' ἡμῖν ὅσα δύνανται, τοσαῦτα βούλεσθαι πεπιστευμένων·

μήτε ἀβουλήτου δυνάμεως χώρας ἐν ἐκείνοις οὔσης, οὔτε ἀδυνάτου

βουλήσεως—τὸ μὲν γὰρ τὴν ὄρεξιν ποιεῖ κενήν, τὸ δὲ τὴν δύναμιν

ἀτελῆ.

19

Τῶν δὲ δευτέρων οὖσαν, ἔτι μειζόνως ἀνάγκη τῶν πρώτων εἶναι

πρόνοιαν. οὐ γὰρ προνοίας τὸ τῶν χειρόνων προμηθεῖσθαι κἀκεῖνα

κοσμεῖν, τὰ δὲ κρείττονα ἀφεῖναι ἄμοιρα ἑαυτῆς· καὶ γὰρ εἰ μηδενός

ἐστιν ἐνδεῆ, αὐτὸ τοῦτο τὸ μηδενὸς δεῖσθαι ... παρ' ἐκείνης ἔχει τὸ

αὔταρκες δούσης πρώτοις οὖσι. πάντων οὖν τῶν ἀγαθῶν ἐκείνην αἰτίαν

λέγοντας, ὡς καὶ πρότερον εἴρηται τὰς κοινὰς ἡμῶν ἐννοίας βοᾶν, ἀνάγκη

καὶ τὴν αὐτάρκειαν ὁμολογεῖν ἐκεῖθεν ὑπάρχειν, οἷς ἂν ὑπάρχῃ, καὶ δι'

ἐκείνην. εἴτε οὖν δεῖται, παρ' ἐκείνης τυγχάνει τοῦ πληροῦσθαι καὶ

τυγχάνει πρὸ τῶν ἄλλων διὰ τὴν ἐγγύτητα τῆς ὑποστάσεως· εἴτε μὴ

δεῖται, πεπλήρωται ἀεὶ καὶ ἔχει τὸ αὔταρκες διὰ τὴν παράγουσαν αὖ

τὰ τοιαῦτα πρὸ τῶν ἀεὶ μὲν δεομένων, ἀεὶ δὲ ἐπισκευαστὴν τὴν πλήρωσιν

δεχομένων.

20

Πάντα μὲν οὖν, ὡς ἔφην, μετὰ τῆς προνοίας ἐστὶ κατὰ τὴν αὐτῶν

τάξιν, καὶ ὅσα γίνεται καὶ ἔστιν οὐκ ἀεί, τῶν μὲν 〈αὐτόθεν〉 ἀπ' ἐκείνης

ὄντων καὶ ἀεὶ 〈ὄντων〉, τῶν δὲ διὰ τῶν ἀεὶ ὄντων δεχομένων τὴν γένεσιν·

οὐ τῆς προνοίας εἰς τὸ ταῦτα 〈παράγειν καὶ〉 τελειοῦν δεομένης τῶν

μετ' αὐτὴν μὲν ὄντων, πρὸ δὲ ἐκείνων ὑποστάντων, ἀλλὰ τούτων τῶν

πολλοστῶν ἀπ' αὐτῆς δεομένων εἰς τὸ μετέχειν ἐκείνης τῶν προσεχῶς

ἀπὸ τῆς προνοίας παρηγμένων. εἰ δὲ πανταχοῦ καὶ ἐν πᾶσι ταύτης

παρούσης, οὐ ταυτόν ἐστιν ἐν πᾶσι τὸ ἀγαθόν, οὐ δεῖ θαυμάζειν· καὶ

γὰρ τοῦτο προνοίας τῆς ἀρίστης ἔργον, πᾶσι μὲν ἀγαθοῦ μετουσίαν

εἶναι, μετρεῖσθαι δὲ τῇ τῶν δεχομένων ἀξίᾳ τὴν τούτου μετουσίαν,

καὶ τοσοῦτον ἕκαστον χωρεῖν, ὅσον δύναται λαβεῖν· εἴτε τῆς οὐσίας

ποιούσης ὡς ἐν ψυχαῖς καὶ σώμασι τὴν διαφοράν—οὐ ταυτὸν γὰρ

ἑκατέρων τὸ ἀγαθόν, ὅτι καὶ τὸ εἶναι μὴ ταυτόν· εἴτε μόνης τῆς ἐνερ-

γείας ..., ὡς αἱ διαφόρως ἐνεργοῦσαι ψυχαί———

τῶν μὲν εὐπαθούντων ..., τῶν δὲ μετὰ δυσκολίας, αἷς οὐκ ἦν ἄνευ

ταύτης ἐπιστρέψαι πρὸς ἐκείνην.

Τοῦτο μὲν οὖν ταῦτα διορίσαντες, ἀπαλλαττόμεθα. καὶ γὰρ ὅτι καὶ

τῶν καθέκαστα δεῖ τὴν ἀληθεστάτην εἶναι πρόνοιαν λάβοιμεν, ἀποβλέ-

ποντες εἴς τε τὸ καὶ ταῦτα πάντα γίνεσθαι συντελοῦντα τὶ τῷ ὅλῳ καὶ

μηδὲν ἐπεισόδιον εἶναι πάντων τῶν ἐν αὐτῷ γινομένων, κἂν ἡμεῖς τὰς

αἰτίας μὴ πανταχοῦ δυνώμεθα συνορᾶν· καὶ εἰς τὸ ἐπί τινων καὶ τοῖς λίθοις

εἶναι δῆλον ἐκ προνοίας εἶναι τὰ γινόμενα· γελοῖον δὲ εἶναι, τὸ μὲν οὕτως

ἔχειν, τὰ δ' οὔ, πάντων ὁμοίων ὄντων. περὶ μὲν 〈οὖν〉 τούτων ἱκανῶς.

21

———Τέταρτον σκοπῶμεν ... πῶς τὰς τῶν θεῶν μεθέξεις

γίνεσθαι λέγομεν———

εἴτε 〈γὰρ〉 ἀεὶ τῶν θεῶν ἐνεργούντων μὴ ἀεὶ τὰ τῇδε μετέχει· 〈πῶς οὐκ〉

ἄτοπον; εἰς τί γὰρ ἡ ἐνέργεια, τοῦ μετέχοντος οὐκ ὄντος; εἴτε μὴ ἀεὶ

ἔχειν αὐτοὺς τὴν ἐνέργειαν ἀποδώσομεν, 〈ἔτι μᾶλλον ἄτοπον〉 ———

πᾶν γὰρ ὅπερ ἂν ὑπάρχῃ τοῖς θεοῖς ἀεὶ ὑπάρχει καὶ πρὸ χρόνου παντός,

οὐ τοῦδε μόνον τοῦ καιρικοῦ, ἀλλὰ καὶ τοῦ ἀπείρου. ———

22

Ἵνα οὖν καὶ ταῦτα μετρίας τύχῃ ἐξετάσεως, ... εἰσαγέτω πρῶτον,

ὅτι πᾶσα μέθεξις, ἄν τε τῶν ἀϊδίων, ἄν τε τῶν φθαρτῶν οὖσα τυγχάνῃ,

μέσην ἀεὶ τῶν τε μετεχόντων καὶ τῶν μετεχομένων ἔλαχε τάξιν· καὶ ὡς

προσήκει ἁπάσαις μεσότησι τῆς πρὸς ἄκρα κοινωνίας ἀντέχεσθαι,

ἀνάγκη καὶ ταύτην ἔχειν τὸ μὲν πρὸς τὸ μετέχον, τὸ δὲ πρὸς τὸ μετε-

χόμενον· θατέρου γὰρ οὖσα μόνον, οὐκ ἂν συνῆπτεν ἄμφω πρὸς ἄλληλα.

μέση δὲ καθ' ὃν εἴρηται τρόπον οὖσα, ὅμως ἐν τοῖς μετέχουσιν ὑφίσταται,

προϊοῦσα μὲν ἐκ τῶν μετεχομένων, ἐναποστηριζομένη δὲ τοῖς δεχομένοις

τὴν ἐνέργειαν ἐκείνων, ὡς τὴν γνῶσιν 〈εἴπομεν〉 ἐν τοῖς γινώσκουσιν

εἶναι καὶ οὐκ ἐν τοῖς γινωσκομένοις· καὶ γὰρ τὰ γινώσκοντα πρὸς τὰ

γινωσκόμενα τὴν τῶν μετεχόντων ἔλαχεν ἀξίαν· μετέχειν γὰρ ἐθέλει

τοῦ γινωσκομένου ἅπαν τὸ γινῶσκον. τῆς δ' οὖν μεθέξεως ταύτην

τὴν τάξιν ἐχούσης, καὶ τῆς προνοίας πρώτως ὑπὸ πάντων μετεχομένης,

ἐμψύχων, ἀψύχων, λογικῶν, ἀλόγων, ἀϊδίων, φθαρτῶν, κατὰ τὴν

αὐτῶν ἑκάστων δύναμιν—πάντα γὰρ ἐκείνης ὄργανα, τὰ μὲν ἐγγύτερον

ἐκπυρούμενα, τὰ δὲ πορρώτερον—ἀνάγκη τὴν μετουσίαν μὴ μόνον

τὴν τῆς προνοίας ἐπιφαίνειν αἰτίαν, ἀφ' ἧς πρόεισιν, ἀλλὰ καὶ τὴν τοῦ

μετέχοντος αὐτῆς προσειληφέναι ἐπιτηδειότητα, νοερῶς μὲν ἐν τοῖς

νοεροῖς οὖσαν, λογικῶς δὲ ἐν τοῖς λογικοῖς, φανταστικῶς δὲ ἢ αἰσθητι-

κῶς ἐν τοῖς κατὰ φαντασίαν ἢ κατὰ μόνην αἴσθησιν ζῶσιν, οὐσιωδῶς

δὲ καὶ τῷ εἶναι μόνον ἐν τοῖς ἄνευ ζωῆς τὸ εἶναι κεκτημένοις. ὀργάνων

δὲ ὄντων πάντων, καὶ χρωμένης πᾶσι τῆς προνοίας, ἕκαστον ἀνάγκη

συντελεῖν εἰς τὸ οἰκεῖον ἔργον τῇ χρωμένῃ δυνάμει, μήτε τὴν ἐκείνης

ἀφανίζον ἰδίαν ὕπαρξιν μήτε τὴν ἑαυτοῦ φύσιν ἐν τῇ ἐνεργείᾳ δεικνύν,

〈ὂν〉 δὲ ἀπ' ἀμφοῖν ἓν τὸ ἀποτελούμενον· ὥσπερ φασὶ καὶ ἡλίου δια-

πέμποντος εἰς σελήνην τὸ φῶς, χωρεῖν μὲν ἀπὸ ταύτης εἰς ἡμᾶς, οὔτε

γὰρ οἷον τὸ ἡλιακὸν φῶς θερμὸν καὶ ξηρόν, οὔτε οἷον τὸ τῆς σελήνης

παχὺ καὶ ζοφῶδες, ἀλλὰ μιχθὲν ἔκ τε τῆς τοῦ μετεχομένου δυνάμεως

καὶ τοῦ μετέχοντος καὶ χρόαν μεταβαλεῖν καὶ ἐνέργειαν ἣν εἶχε· καὶ ἐπ'

ἄλλων ἂν ἴδοις τοῦτο πολλῶν.

23

Καὶ τῆς προνοίας οὖν ὑπὲρ πάντα τὰ ὄντα κατ' αὐτὴν τὴν θείαν

ἕνωσιν ἱδρυμένης καὶ μίαν ἐνεργούσης ἐνέργειαν καὶ τῷ ἑνὶ προσήκουσαν,

πᾶν τὸ προσιὸν οὕτως μετέχει ὡς πέφυκε· τὸ μὲν εἰς τὸ εἶναι μόνον, τὸ

δὲ εἰς τὸ ζῆν, τὸ δὲ εἰς τὸ γινώσκειν, τὸ δὲ εἰς πάντα τυγχάνον ἐκείνης

καὶ ᾗ πέφυκε τελειούμενον· καὶ τὸ μὲν ἀεὶ μετέχον διὰ τὴν ἑαυτοῦ δύναμιν,

καὶ ἀνέκλειπτον ἔχον τὴν μέθεξιν διά τε τὴν τοῦ διδόντος ἄπειρον ἐνέρ-

γειαν καὶ τὴν οἰκείαν πρὸς ἐκεῖνο μόνιμον καὶ ἑδραίαν σχέσιν· τὸ δὲ

ποτὲ μεταλαγχάνον διὰ τὴν ἀνέδραστον ἐν αὐτῷ φύσιν, καὶ τοῦτο δὴ

τὸ ποτὲ ἐκ τῆς οἰκείας ἀσθενείας δεδωκὸς τῇ μεθέξει, ἵνα τὸ μὲν εὖ ἀπὸ

τῆς προνοίας ἔχῃ, τὸ δὲ μὴ ἀεὶ παρὰ τοῦ δεχομένου· τοῦτο γὰρ ἦν τὸ

ὑπεξαιροῦν ἑαυτό, τῆς προνοίας ἀεὶ δυναμένης διδόναι καὶ διδούσης

οἷς ἐστι δύναμις τοῦ ἀεὶ παρ' ἐκείνης λαμβάνειν ἃ δίδωσιν. ὥστε οὐκ

ἐκείνη τὸ ποτὲ προστίθησιν, ἀλλ' ἑαυτοῦ μόνον ἀφαιρεῖ τὸ ἀεί. καθάπερ

ἡλίου φωτίζοντος ἀεὶ τὸ μὴ ἀεὶ δυνάμενον βλέπειν, καὶ ποτὲ βλέπον οὐ

τῷ ἐκείνου φωτὶ τὸ ποτὲ δίδωσιν, ἀλλ' ἑαυτοῦ ἀφεῖλε τὸ ἀεὶ βλέπειν

τὸ φῶς ἀποστρεφόμενον. ———

24

Ἀεὶ τῆς προνοίας οὖν ἐνεργούσης, ἐάν τί ποτε μετέχῃ, μόνην

ἐλαττοῖ τὴν ἑαυτοῦ μέθεξιν, οὐκ ἀποστεροῦν τοῦ ἀεὶ τὴν ἐκείνου ἐνέρ-

γειαν, τῆς ἐνεργείας δὲ τοῦ θεοῦ μενούσης ἀεὶ τῆς αὐτῆς· οἱονεὶ προσώ-

που τινὸς ἑστῶτος τὸ ὂν μὲν ἐπιτήδειον καὶ ἐπιστραφὲν εἰς ἐκεῖνο κοσμεῖ-

ται, ὡς ἂν εἰ κάτοπτρον ἀπ' ἐναντίας τεθὲν τῷ προσώπῳ δέξαιτό τινα

ἀπ' αὐτοῦ ἔμφασιν, λεῖον ὂν καὶ λαμπρόν· τὸ δὲ ὂν ἢ πόρρωθεν δι'

ἀσθένειαν ἢ καὶ ἀπόστροφον ἀμυδροῖ τὴν ἐκεῖθεν δόσιν, ἀνώμαλον

καὶ σκοτῶδες 〈ὑπάρχον〉· γίνεται δὲ τοιοῦτον ὕλης ἀπολαῦσαν. ———

Οὐδὲ γὰρ σελήνης ἐκλειπούσης τὸν ἥλιον αἰτιώμεθα, ἀλλὰ τὴν αὐτῆς

εἰς τὸν κῶνον ἔμπτωσιν· οὐδ' ὅλως τῶν προνοουμένων ποτὲ τὸ ποτὲ

τῇ προνοίᾳ προσθετέον, ἀλλ' ἐν αὐτοῖς τούτοις ἐν οἷς ἦν ἡ μέθεξις οἰητέον

ἔχειν τὴν αἰτίαν, καὶ οὐκ ἐν ἐκείνῳ παρ' οὗ καὶ τούτοις ἡ μέθεξις καὶ

τοῖς ἀεὶ μετέχουσιν.

25

Τῆς δὲ προνοίας κατὰ τὴν ἑαυτῆς ὁμοῦ ἑνιαίαν καὶ ἄπειρον ἐνέρ-

γειαν πᾶσι παρούσης, καὶ τῶν αὐτῆς ἄλλοτε ἄλλως μετεχόντων, ἀπερί-

ληπτον ποικιλίαν ἐχόντων, πείθομαι καὶ αὐτὸς εἶναι τινὰς ἀμφοτέρων

συνδέσμους, τό τε ἐκείνης ἓν καὶ τὸ τούτων πλῆθος, καὶ τὸ ἐκείνης μόνιμον

καὶ τὸ τούτων ἄστατον συνάπτοντας· δι' ὧν—τῶν μὲν ἐγγύτερον

τῆς προνοίας ὑπαρχόντων 〈οἷον ἀγγέλων τινῶν〉, τῶν δὲ——— 〈οἷον

τῶν καλουμένων ἡρώων,〉 τῶν δὲ τὴν μεσότητα πληρούντων τῆς τῶν

ἄκρων πρός τε τὸ πρώτως 〈μετεχόμενον〉 καὶ τὸ ἐσχάτως μετέχον συν-

δέσεως 〈οἷον ... δαιμόνων〉—ἡ συναφὴ γίνεται τῶν τῶν τε ἀστάτων πρὸς

τὸ μένον ἀεὶ τῆς προνοίας εἶδος, καὶ τῶν πεπληθυσμένων πρὸς τὸ ἓν

ἅμα καὶ ἄπειρον. καὶ ποτὲ μὲν αἱ ἐλλάμψεις ἀπὸ τούτων εἰσὶ πρὸς τὰ

μετ' αὐτούς, ποτὲ δὲ διὰ τούτων. ———

τῶν μὲν δι' ὕφεσιν τῆς ἐν αὐτοῖς ἐπιτηδειότητος μόλις τῶν ὑπὲρ αὐτὰ

προσεχῶς τεταγμένων μετεχόντων· τῶν δὲ δι' ἐπίτασιν ἀνατεινομένων

καὶ εἰς τὰς τῶν ὑπερτέρων μεθέξεις, ἐφ' ὧν ἡ ἀπὸ τῶν προσεχῶν ἔλλαμ-

ψις οἷον ὕλης ἐπέχει λόγον πρὸς τὴν ἄνωθεν δόσιν. ———

εἰ οὖν οὕτω, καὶ ἐπὶ τῶν κρειττόνων ἡμῶν ἄλλο μέν ἐστι δήπου τὸ διὰ

τῶν μετὰ θεοὺς ἐλλάμπεσθαι γενῶν, ἄλλο δὲ τὸ ἀπ' αὐτῶν· καὶ τοῦτο

μὲν εἰς τοὺς ὀπαδούς, ἐκεῖνο δὲ εἰς τοὺς ἡγεμόνας ἀναφέρει τὴν αἰτίαν·

πλὴν ὅτι, κἂν ἀπὸ τούτων ὦσιν αἱ ἐλλάμψεις, μᾶλλον δέ τινες ἐλλάμ-

ψεις, τρόπον ἕτερον ἐκ τῆς προνοίας εἰσὶ καὶ αὗται, παρ' ἧς καὶ τούτοις

ἡ τοῦ ἐλλάμπειν εἰς ἄλλα δύναμις. καὶ γὰρ παρ' ἐκείνης τούτοις τὸ

προνοεῖν, μιμουμένοις τὸ ἐκείνης ἀγαθοειδὲς κατὰ τὴν αὐτῶν τάξιν·

ἐπεὶ καὶ ἀνάγκη, ὡς πολλάκις ὑπέμνησται, τὰ μὲν ἀμέσως μετέχειν, τὰ

δὲ διὰ μέσων τῶν πρώτων· καὶ διὰ μέσων, ἢ ὡς ... ἐκεῖθεν 〈ἔχει, ἢ ὡς〉

οἷς ἔχει πρὸς ἐκεῖνα, παρ' ὧν ἔχει τὰς δυνάμεις, καὶ τὰ ἐφεξῆς ἀνα-

γόντων.

Τοιαῦτα μοι καὶ πρὸς ταύτην ἀποκεκρίσθω τὴν ζήτησιν, τοὺς εὖ

πεφυκότας ἀναπέμπειν εἰς τὴν τελείαν τῆς προνοίας δυνάμενα θεωρίαν.

26

Μετὰ δὲ τοῦτο πέμπτον ... σκοπήσωμεν 〈ἄλλο〉· ... τί δήποτε,

προνοίας οὔσης, τὸ κακὸν χώραν ὅλως εἰς τὰ ὄντα ἔσχεν; ὃ καὶ πολλοὺς

ἀνέπεισεν ἢ τὸ κακὸν διὰ τὴν ἐνάργειαν παραδεξαμένους πρὸς τὴν διὰ

πάντων ἥκουσαν πρόνοιαν ἀντειπεῖν, ἢ τὴν πρόνοιαν κοσμεῖν τὰ πάντα

ὁμολογοῦντας τὸ κακὸν ἐκποδὼν ποιῆσαι καὶ μόνως ἀγαθὰ τὰ πάντα

φάναι, κἂν τὰ ἀγαθὰ τὰ πορρωτάτω τῶν πρώτων κακά τινες ὀνομάζειν

ἐθέλωσιν· οὐ γάρ τι εἶναι κακόν, ὅπερ ἐστὶν ἔλαττον ἀγαθόν.

27

Εἰ μὲν οὖν καὶ ἡμᾶς τούτοις συμφήσομεν, οὐδὲν ἔτι δεῖ ζητεῖν ὃ

δὴ προυθέμεθα σκοπεῖν· οὐδὲν γὰρ ἔσται κακὸν ὃ δὴ τὴν πρόνοιαν

ἐνοχλήσει, καθάπερ εἴπομεν. εἰ δέ τι καὶ ὁπωσοῦν εἶναι φαμὲν κακόν,

πόθεν ἥκει τοῦτο ...; εἴτε γὰρ ἐκ τῆς προνοίας, ἄτοπον, παρ' ἧς ἐστι

πᾶν ὅπερ ἐστὶν ἀγαθόν· εἴτε ἐξ ἄλλης αἰτίας, εἰ μὲν τῶν ἀπ'

αὐτῆς, κινδυνεύει πάλιν ὁ λόγος τὴν αἰτίαν ἐπ' αὐτὴν ἀναφέρειν· τὰ

γὰρ ἐκ τῶν ἀπ' αὐτῆς, καὶ ἀπ' αὐτῆς· εἰ δ' ἐκ μηδ' ὅλως αὐτῇ κοινω-

νούσης, δύο ποιήσομεν ἀρχάς, ἄλλην μὲν ἀγαθῶν, κακῶν δὲ ἄλλην·

καὶ οὐδὲ τὴν πρόνοιαν ἀπράγμονα φυλάξομεν, ἔχουσαν τὶ ἐναντίον.

Δόντες τοίνυν εἶναι τὸ κακόν, ὅπως ἐστὶν κατίδωμεν οὐκ ἐνοχλοῦν

τὴν τῆς προνοίας βασιλείαν. καὶ πρῶτον—ἐπειδὴ διττὸν τοῦτο, καὶ

τὸ μὲν ἐν σώμασι καὶ παρὰ φύσιν, τὸ δὲ ἐν ψυχαῖς καὶ παρὰ λόγον, ... —

σκοπήσωμεν πῶς ... ἐν σώμασι τὸ παρὰ φύσιν κατὰ τὸν τῆς προ-

νοίας λόγον.

28

———Εἰ οὖν ἐστὶ τὸ κακὸν ἵνα τὸ φθαρτὸν ᾖ· τοῦτο δέ, ἵνα

μὴ μόνον ᾖ τὸ ἀΐδιον· τοῦτο δέ, ἵνα τέλειον ᾖ τὸ πᾶν· τοῦτο δὲ διὰ τὴν εἰς

τὸν κόσμον πρόνοιαν· σαφέστατα δήπου δείκνυται διὰ τὴν πρόνοιαν

εἶναι τὸ κακόν, ἵνα τελείως ᾖ πρόνοια, τέλειον ἀποφήνασα τὸν κόσμον.

———

29

Οὔτε γὰρ πάντῃ κακὸν ὃ τοῦ ἀγαθοῦ ἕνεκά ἐστιν, οὔτ' ἄκρατον

πρὸς τὸ ἀγαθόν· ἀλλὰ τινὶ κακὸν ὄν, δηλαδὴ τῷ φθειρομένῳ, τινί ἐστιν

ἀγαθόν, τῷ διὰ τὴν ἐκείνου φθορὰν γινομένῳ. ———

〈Δι' ἃ ἤδη〉 ἐναργὲς ἡμῖν γέγονεν, ὡς ἄρα δι' ἀρίστην πρόνοιαν ... καὶ

τὸ παρὰ φύσιν εἰς τὰ ὄντα παρῆλθε———

Ἀλλὰ τοῦτο μὲν οὐ πολλοῦ τινος λόγου δεόμενον ἐχέτω τέλος.

30

Εἰς δὲ τὸ παρὰ λόγον καὶ ἐν ψυχαῖς κακὸν μεταβάντες, ὅπως καὶ

τοῦτο κατὰ πρόνοιαν ἐστί, νοήσωμεν. οὐκοῦν ἐναντίων κἀνταῦθα σύνοδος

τινῶν, ... χώραν τῷ παρὰ λόγον δίδωσιν; ὅταν γὰρ τοῦ 〈ἐν ἡμῖν θείου

τὸ θνητὸν〉 κρατήσῃ, τηνικαῦτα τῆς ἐν ἡμῖν κακίας ἐστὶ γένεσις, 〈οἷον〉

τοῦ θυμοῦ 〈κρατήσαντος〉 ἢ τῆς ἐπιθυμίας· ἐν μὲν γὰρ τούτοις αὐτοῖς

τὸ πάσχειν, ἃ δὴ καὶ πάσχουσι, κατὰ φύσιν, τῷ μὲν τὸ θυμοῦσθαι,

τῇ δὲ τὸ ἐπιθυμεῖν· ὃ γὰρ πέφυκεν ἑκάτερον πάσχειν, τοῦτο καὶ πάσχει.

διὰ δὲ τὴν τοῦ 〈θείου〉 πρὸς τὰ 〈θνητὰ〉 πάθη κατ' οὐσίαν ἀλλοτριότητα

———

γίνεται παρὰ φύσιν. καὶ ἔσχεν ... ὄνομα παρὰ λόγον ἀντὶ τοῦ παρὰ

φύσιν· καθάπερ δὴ καὶ τοῦ λόγου νικήσαντος, ἀγαθοῦ τέ ἐστιν ὑπόστα-

σις ἐν ψυχαῖς καὶ ὄνομα τῷ ἀγαθῷ ἀντὶ τοῦ κατὰ φύσιν τὸ κατὰ λόγον.

ἑκατέρου δὲ ὅμως δι' ἔφεσιν τοῦ κατὰ φύσιν ἐνεργεῖν ἐπειγομένου, καὶ

ζῆν τοῦ μὲν παθητικῶς, τοῦ δὲ ἀπαθῶς, καὶ τοῦ μὲν λογικῶς, τοῦ δὲ

ἀλόγως· ἐν τῇ ἀμφοτέρων δὲ μίξει καὶ τῇ πρὸς ἄλληλα σχέσει λαμβά-

νοντος τοῦ κακοῦ τὴν οὐδ' ἐνταῦθα προηγουμένην, προσαγορευομένην

δὲ εἰκότως παρυπόστασιν· παντί που δῆλον, ὡς τὸ λεγόμενον παρὰ

λόγον, καὶ οὐ παρὰ ἄλογον, οὐ μόνον κακόν ἐστιν, ἀλλὰ καὶ οὐ κακόν·

ᾧ μὲν γάρ ἐστι παρὰ λόγον, κακόν· ᾧ δὲ κατὰ φύσιν, οὐ κακόν. δῆλον

δὲ ὅτι, ὅπου λόγος οὐκ ἔστι ὡς ἐν ἀλόγοις ζώοις, οὐδὲν τῶν τοιούτων

κακόν. καὶ οὐκ, ἐπειδὴ τῷ πάθει τὸ παθαίνεσθαι ἐστὶ κατὰ φύσιν, τὸ

κρατεῖσθαι λόγῳ ἐστὶ παρὰ φύσιν· καὶ τοῦτο γὰρ κατὰ φύσιν μειζόνως

τοῦ παρὰ τῆς οἰκείας αὐτῶν φύσεως ὑπάρχοντος. τῶν γὰρ ἀντικει-

μένων ὅπου τὸ μὲν κρεῖττον ἐστί, τὸ δὲ χεῖρον, 〈τὸ χεῖρον〉, κἂν ἐνερ-

γοῦν ὡς πέφυκε τὰ ἑαυτοῦ πάσχῃ, τῷ κρείττονι δουλεῦον μεθίσταται

πρὸς τὸ ἄνω τῆς ἑαυτοῦ φύσεως. ἐπεὶ καὶ ὁ λόγος ἐνεργῶν ὡς λόγος

τὸ ἐν ἡμῖν 〈θεῖον〉 αὐτοῦ κρεῖττον 〈ἐξελαύνει〉, καίτοι γε τὸ κατὰ φύσιν

ὑπάρχον αὐτῷ τῆς ἐνεργείας εἶδος ἐνεργεῖ· ἐκείνου δὲ ὅμως κρατήσαντος,

μειζόνως ὁ λόγος ἔχει τὸ ἀγαθόν—ἕκαστον γὰρ τῶν ὄντων τὸ μὲν

σύστοιχον ἔχει ἑαυτῷ τὸ ἀγαθόν, τὸ δὲ μεῖζον ἀπὸ τοῦ κρείττονος· ὡς

νοῦς τὸ θείως ἐνεργεῖν, ὡς ψυχὴ τὸ νοερῶς, ὡς σῶμα τὸ αὐτοκινήτως· καὶ

τὸ ἄλογον οὖν, ὡς μὲν τοιοῦτον ὄν, κατὰ φύσιν κινεῖται, καὶ θυμούμενον

καὶ ἐπιθυμοῦν, καὶ τοσοῦτον μᾶλλον, ὅσον μᾶλλον ἑκάτερον· παντὶ

γὰρ τὴν κατὰ φύσιν κίνησιν τὸ κατὰ φύσιν ἐπιτείνει. ὡς δὲ τῷ ἐν ἡμῖν

θείῳ συνὸν καὶ εἰς τὸ τὰ αὐτοῦ πράττειν ἐμποδὼν ἐκείνου γινόμενον

καὶ παρ' ἐκείνου δυνάμενον ἄλλου μετέχειν ἀγαθοῦ μείζονος, οὗ στέρεται

μέχρις ἂν τὴν ἑαυτοῦ κινεῖσθαι θέλῃ κίνησιν, δίδωσι τῷ λεγομένῳ παρὰ

λόγον κακῷ τὴν εἰς τὰς 〈μερικὰς〉 ψυχὰς παρείσδυσιν.

31

Εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἀνάγκη τοὺς μὴ κατὰ πρόνοιαν εἶναι

ταῦτα 〈δοξάζοντας〉 ———αἰτιᾶσθαι———

ἀμφότερα γὰρ διδόντας γίνεσθαι κατὰ πρόνοιαν πάντως ἀνάγκη καὶ

τὴν τοῦ παρὰ λόγον γένεσιν εἰς ἀγαθὸν ἀναπέμπειν ἐπάξιον τῆς εἰς τὸν

κόσμον διηκούσης προνοίας. ———

Τούτων γὰρ μηδὲν ἐνεργοῦσα, μᾶλλον δὲ πάσχουσα, ἔφθειρεν ἂν αὐτίκα

μάλα τὸ σῶμα, καὶ μάτην ἂν ἦν ἡ 〈κάθοδος〉, οὐκ ἔτι ..., ἀλλὰ φθειρο-

μένων. Οὔτε γάρ τι τῶν ἔξωθεν φθειρόντων γνῶναι δυνατὸν ἄνευ

αἰσθήσεως τῆς τὰ καθέκαστα γινωσκούσης, οὔτε ὀρέγεσθαι ποτῶν

ἢ ἐδεσμάτων ἄνευ ἐπιθυμίας, οὔτε διοικεῖν τὸ θνητὸν ἄνευ μνήμης τῶν

ὠφελεῖν ἢ βλάπτειν αὐτὸ δυναμένων. ὅσῳ δὴ οὖν κρεῖττον τοῦ αὐτὴν

εἶναι τὴν παθαινομένην τὸ ἄλλου πάσχοντος ὑπ' ἐκείνου τυχὸν ἐνο-

χλεῖσθαι, καὶ τοῦτο ποτὲ καὶ οὐ τὸν ἀεὶ χρόνον, τοσούτῳ δήπου τῇ

ψυχῇ μεῖζον ἦν ἀγαθὸν ἀνέχεσθαι τῆς ἀλογίας ἢ αὐτὴν ἄλογον θεῖναι

τὰ ἐκείνης ὑπομένουσαν.

Εἰ οὖν καὶ ... 〈κατιέναι〉 ἔδει τὴν ἀθάνατον ψυχὴν καὶ δι' αὐτὴν

ὑποστῆναι 〈τὴν θνητήν, καὶ ἄμφω〉 κατὰ πρόνοιαν· καὶ τοῦτο δὴ τὸ

παρὰ λόγον ἀναφέρεσθαι εἰς τὸν αὐτὸν τῆς προνοίας ὅρον· καὶ ὡς ἐπὶ

τῶν σωμάτων τὸ παρὰ φύσιν ἕνεκα τοῦ κατὰ φύσιν, οὕτως ἐπὶ τῶν

ψυχῶν εἶναι τὸ παρὰ λόγον ἕνεκα τοῦ κατὰ λόγον, ὑποστάντος τοῦ

ἐνεργοῦντος παρὰ λόγον ἕνεκα τοῦ τὸν ἐν ἡμῖν λόγον κατὰ λόγον ἐνερ-

γεῖν. ἀλλὰ περὶ μὲν τούτου τοῦ προβλήματος ... εἴρηται ὡς πρὸς τὸ

παρὸν ἱκανῶς.

32

Ἐφεξῆς δὲ τούτῳ θεωρήσομεν ἕκτον· εἰ πρόνοιά ἐστι—καὶ

προνοίας οὔσης, ἀνάγκη τὸ κατ' ἀξίαν εἶναι—πῶς ἡ ἐν τῷ παντὶ

τῶν ἀνθρωπίνων βίων τοσαύτη ἀνισότης; τῶν μὲν πονηρῶν τυραν-

νούντων, τῶν δὲ ἀγαθῶν δουλευόντων· καὶ τῶν μὲν εὐπαθούντων ἐν

εὐεξίᾳ σωμάτων, ἐν ταῖς χορηγίαις 〈τῆς τύχης〉, ἐν ἅπασι τοῖς ὁμοίοις·

τῶν δὲ πᾶν τοὐναντίον, ἐν ἀμείνοσι ζωαῖς περιστάσεσι χείροσι περιε-

στοιχισμένων. πάντα γὰρ τὰ τοιαῦτα πιέζειν φαίνεται τὸν τῆς προ-

νοίας λόγον, οὐκ ἴσων μόνον ἐνταῦθα τοῖς ἀνίσοις διανεμομένων—ὃ

δὴ καὶ αὐτὸ παρὰ λόγον ἐστίν—, ἀλλ' ἀνάπαλιν ἀνίσων τοῖς μὲν

ἀμείνοσι χειρόνων, τοῖς δὲ χείροσιν ἀμεινόνων. ———

33

Πρῶτον οὖν λέγωμεν ὅτι, τῆς προνοίας ἑκάστοις ... τὰ προσή-

κοντα νεμούσης, καὶ τὰ τέλη συμβαίνοντα ταῖς ἕξεσιν χορηγούσης,

οὐδὲν θαυμαστόν, 〈αὐτὴν〉 τοῖς μὲν ἀγαθοῖς ὅσα συναύξει τὴν ἀρετὴν

διδόναι, τοῖς δὲ μὴ ἀγαθοῖς ταῦτα, περὶ ἃ σπουδάζουσι τὴν ἀρετὴν

ἀφέντες· ὑγίειαν μὲν σωμασκίᾳ ἐπιτηδεύουσι· χρήματα δὲ καὶ δυναστείας

περὶ αὐτὰ τετραμμένοις, ὧν φροντίζουσιν οὐδὲν οἱ ἀγαθοί. ὥσπερ

οὖν οἱ τῶν φαινομένων ἀγαθῶν μόνως ἀνατεινόμενοι οὐκ ἀποδυσπετοῦσιν,

ὅτι μὴ σώφρονές εἰσιν, ὅτι μὴ θεαταὶ τῶν ὄντων, ὅτι μὴ ἀλώβητοι τὰς

ψυχάς· οὕτως οὐδ' οἱ ἀγαθοὶ δυσχεραίνουσιν ὅτι μὴ πλουτοῦσιν ἢ μὴ

δυναστεύουσι, μηδὲν εἰς ταῦτα πραγματευόμενοι, μόνης δὲ ὄντες ἀσκηταὶ

ἀρετῆς ἣν ἔχουσιν. οὐδὲ γὰρ οἱ γεωργοὶ ἀγανακτοῦσι μὴ τυγχάνοντες

ὧν οἱ πλέοντες, ..., ἀλλ' ἑκάτεροι τῶν οἰκείων ἀντεχόμενοι τελῶν,

ἂν τούτων τύχωσιν, ἀπολαύειν εἰς ταῦτα τῆς προνοίας ἥγηνται. μὴ

τοίνυν λέγωμεν ὅτι ... προνοίας ἡ δόσις, ἀλλὰ πάντων μάλιστα ...,

πᾶσιν ἀγαθῶν χορηγὸς ..., ὧν σπουδάζουσι καὶ ὧν ἀξίους ἑαυτοὺς

ἀπέφηναν, ἢ ἀληθινῶν ἢ φαινομένων. δῆλον γὰρ καὶ τοῦτο, ὡς ὁ μὲν

τὴν ἀρετὴν διώκων ἀεὶ τυγχάνει τοῦ ἐφετοῦ καὶ ζῇ κατ' ἀρετήν· ὁ δὲ

τοῦ ἐκτὸς ὀρεγόμενος οὐκ ἀεὶ τῶν πρὸς τὴν ὄρεξιν αὐτῷ συνεζευγμένων

ἐπιτυχής, τῆς προνοίας κἀνταῦθα τὰ προσήκοντα ταῖς ἕξεσιν ἀποδι-

δούσης, ταῖς μὲν τὸ μόνιμον καὶ τὸ αὔταρκες, ταῖς δὲ τὸ ἀμφίβολον καὶ

ἐνδείας ἀνάπλεων.

34

〈Πρῶτον μὲν οὖν〉 τοῦτο ῥητέον ... ὅτι καὶ ἡ τῶν φαινομένων

ἀγαθῶν ἔλλειψις συντελεῖ τοῖς σπουδαίοις πρὸς ἀρετήν, τῶν μὲν θήγουσα

τὰς ψυχὰς εἰς τὴν τούτων ὑπεροψίαν, γυμνάζουσα περιστάσεσιν, ἐθί-

ζουσα σωμάτων καταφρονεῖν, ἀπάγουσα τῆς περὶ τὰ φαινόμενα πτοίας·

τῶν δὲ μειζόνως ἐπιδεικνύουσα τὸ τῆς ἀρετῆς μέγεθος, οἷον ἄρα ἐστί·

γυμνώσασα μὲν τῶν παρὰ τοῖς πολλοῖς πεπιστευμένων ἀγαθῶν, αὐτὸ

δὲ καθ' αὑτὸ τὸ ἀληθινὸν κάλλος παρέχουσα θεωρεῖν τοῖς ὁρᾶν δυνα-

μένοις, σεμνὸν καὶ ὑπερέχον ἐκείνων δι' ὧν οἱ πολλοὶ θαυμάζονται.

οὐδὲ γὰρ κυβερνητικὴν τέχνην ἐν ἀταραξίᾳ θαλάσσης καὶ ἀέρος θαυμά-

ζομεν, ἀλλ' ἐν ζάλῃ καὶ τρικυμίαις· οὐδὲ τὴν ἀρετὴν ἐν εὐροίᾳ τῶν ἀν-

θρωπίνων, ἀλλ' ἐν ταῖς ἀπὸ τῆς τύχης πληγαῖς ἄπληκτον μένουσαν.

35

〈Τρίτον οὖν〉 ἐν ταῖς τοιαύταις…

μὴ…

πόρ…

The complete text is available when the reading interface loads.