The Greek Library Author

Anonymous

De providentia et fato et eo quod in nobis ad Theodorum mechanicum

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
De providentia et fato et eo quod in nobis ad Theodorum mechanicum, ed. Boese, op. cit., 117–137, 141–155, 159–163, 169–171.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

14

καὶ δύο δυοῖν βασιλεῖαι, προνοίας μὲν ἄνω τῶν τε νοητῶν καὶ τῶν

αἰσθητῶν, εἱμαρμένης δὲ κάτω τῶν αἰσθητῶν. ———

15

———

〈Λέγει δὲ ἐκεῖνος〉 πᾶσαν ψυχὴν λαχοῦσαν ἐνέργειαν μηδὲν σώματος

δεομένην, καὶ οὐσίαν εἰληχέναι τοιαύτην, ἔξω σώματος καὶ χωριστήν.

καὶ τοῦτο ἀναγκαίως· εἰ γὰρ τῆς ἐνεργείας ἄνευ σώματος οὔσης τὴν

οὐσίαν φέροντες εἰς τὸ σῶμα κατατάξομεν, ἔσται ἡ ἐνέργεια κρείττων

τῆς οὐσίας, μηδὲν δεομένη τοῦ χείρονος εἰς τὸ ἔχειν κατὰ φύσιν, κατερ-

ριζωμένης ἐν ἐκείνῳ. ἀλλὰ τοῦτο ἀδύνατον. ἀνάγκη ἄρα πᾶσαν τὴν

χωριστῶς σώματος ἐνεργοῦσαν καὶ εἶναι σώματος αὐτὴν χωριστήν.

16

Σκόπει τοίνυν ..., τίνα 〈τῶν ἐν ἡμῖν〉 ψυχὴν 〈ὁμολογήσομεν〉 σώ-

ματος μηδὲν δεῖσθαι πρὸς τὰς ἑαυτῆς κατὰ φύσιν ἐνεργείας· ἆρα τὴν

αἴσθησιν; ἀλλὰ σώμασιν ὡς ὀργάνοις χρῆται πᾶσα αἰσθητικὴ δύναμις

καὶ μετὰ τούτων ἐνεργεῖ πρὸς τὰ οἰκεῖα αἰσθητά, τοῖς τε ὄμμασι καὶ

τοῖς ὠσὶ καὶ τοῖς ἄλλοις ἅπασι συγκινουμένη καὶ συμπάσχουσα. τί

δέ, τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν; ἀλλ' 〈ὁρᾷς ὅτι〉 καὶ αὐτὰ 〈πολλάκις〉 τοῖς

σωματικοῖς μορίοις, τῇ καρδίᾳ καὶ τῷ ἥπατι, συνεργεῖ, καὶ οὐδὲ ταῦτα

καθαρεύει σωμάτων· καὶ πῶς γὰρ ἔμελλε τὰ μετ' αἰσθήσεως ἐνεργοῦντα

μὴ οὐχὶ καὶ σώματος δεῖσθαι, τῆς αἰσθήσεως ἀεὶ διὰ σώματος κινου-

μένης; ὀρεκτικὰς δὲ δυνάμεις ... μετ' αἰσθήσεως ἐνεργοῦσι———·

τί γὰρ ἂν τῶν ἀναισθήτων ποτὲ θυμωθείη; τί δ' ἂν ἐπιθυμήσειεν; 〈ὀρθῶς

καὶ Πλωτίνου εἰπόντος ὅτι πάντα〉 <τὰ πάθη ἢ αἰσθήσεις εἰσὶν ἢ οὐκ

ἄνευ αἰσθήσεως> [Enn. I 1, 1, 12—13]———, τὸ θυμούμενον τὴν

τοῦ λυποῦντος αἴσθησιν ἔχον, καὶ τὸ ἐπιθυμοῦν τὴν τοῦ ἥδοντος· τὸ

δὲ μετ' αἰσθήσεως ἐνεργοῦν, μετὰ σώματος ἐνεργεῖ—καὶ γὰρ ἡ αἴσθησις

μετὰ σώματος· ἀνάγκη ἄρα καὶ τὸ θυμούμενον πᾶν καὶ τὸ ἐπιθυμοῦν

μετὰ σώματος ἐνεργεῖν. ταῦτα μὲν δὴ τὰ εἴδη τῆς ζωῆς, ἄλογα πάντα

ὄντα, τὴν κατὰ φύσιν ἐνέργειαν ἔχει μετὰ σώματος.

17

Ἐπ' αὐτὴν δὲ ἤδη τὴν λογικὴν ἀναβλέψας ψυχήν, ἴδε τὴν ἐκείνης

ζωήν ... ἐποχουμένην ταῖς κάτω ζωαῖς, διορθοῦσαν τε τὸ αὐτῶν κατὰ

τὴν γνῶσιν ἐλλεῖπον, ... σφαλλομένην τὴν αἴσθησιν περὶ τὰ οἰκεῖα

γνωστὰ ἄνωθεν διελέγχουσα, ———· καὶ παιδεύουσαν τὸ ἄμετρον

τῆς κινήσεως, τὸν θυμὸν πλήττουσα, 〈τοῦτο αὐτὸ τὸ τοῦ Ὁμήρου [υ 18]

<τέτλαθι δή, κραδίη> βοῶσα〉 καὶ ὥσπερ κύνα λυττῶντα τῆς ὁρμῆς

ἀναστέλλουσα, καὶ αὖ τὴν ἐπιθυμίαν σκιρτῶσαν περὶ τὰς ἐκ τῶν σωμά-

των ἀναβλαστανούσας ἡδονὰς κατέχειν ἐπιχειροῦσα, ἀμυνομένη τοῖς

σώφροσι λογισμοῖς τὴν γοητείαν αὐτῶν. ἐν ταῖς τοιαύταις ἁπάσαις

ἐνεργείαις 〈δηλοῖ δὴ〉 τὰς ἀλόγους πάσας κινήσεις ἀτιμάζουσα, τάς τε

γνωστικὰς καὶ τὰς ὀρεκτικάς, καὶ λύουσα ἑαυτὴν ἀπὸ τούτων ὡς

ἀλλοτρίων αὐτῆς. δεῖ δὲ ἑκάστου τὴν φύσιν θηρᾶν οὐκ ἀπὸ τῶν δια-

στρόφως αὐτῇ χρωμένων, ἀλλ' ἀπὸ τῶν κατὰ φύσιν ἐνεργούντων. εἰ

οὖν, ὅταν ὁ ἐν ἡμῖν λόγος ἐλλόγως κινῆται, ἐπιρραπίζει τὴν σκια-

γραφίαν τῶν τῆς ἐπιθυμίας ἡδονῶν, κολάζει τοῦ θυμοῦ τὴν προπετῆ

κίνησιν, καὶ ἀτιμάζει τὴν αἴσθησιν ὡς ἀπάτης μεστήν, λέγων <ὅτι οὔτ'

ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν> [Pl. Phaed. 65 b 3—4],

καὶ ταῦτα φθέγγεται βλέπων εἰς τοὺς ἔνδον λόγους, ὧν οὐδένα εἶδε διὰ

σώματος ἢ τῶν σωματικῶν γνώσεων· φανερὸν ὅτι κατὰ ταύτην τὴν

ἐνέργειαν ἀφίστησιν ἑαυτὸν ἐναργῶς αἰσθήσεων, ὧν καταψηφίζεται,

καὶ ἡδονῆς καὶ λύπης, ἃς ἀποσκευάζεται.

18

Μετὰ δὲ ταύτην 〈ὁρῶ〉 ἑτέραν καὶ κρείττονα τῆς ἐν ἡμῖν λογικῆς

ψυχῆς κίνησιν, ἠρεμούντων ἤδη τῶν κάτω καὶ μηδένα θόρυβον οἷον

ἐν τοῖς πολλοῖς εἴωθε παρεχόντων, καθ' ἣν ἐπέστραπται πρὸς ἑαυτὴν

καὶ ὁρᾷ τὴν ἑαυτῆς οὐσίαν καὶ τὰς δυνάμεις τὰς ἐν αὐτῇ καὶ τοὺς 〈ἐναρμο-

νίους〉 λόγους, ἐξ ὧν ὑφέστηκε, καὶ τὰς πολλὰς ζωάς, ὧν ἐστι πλήρωμα·

καὶ ἀνευρίσκει ἑαυτὴν κόσμον ὄντα λογικόν, εἰκόνα μὲν τῶν πρὸ αὐτῆς,

ἀφ' ὧν ἐξέθορε, παράδειγμα δὲ τῶν μετ' αὐτήν, οἷς ἐφέστηκεν. ———

ἀφιστᾶσι μὲν αὐτὴν τῶν αἰσθήσεων, καθαίρουσι δὲ τὸν νοῦν ἀπὸ

τῶν περικεχυμένων τῆς ζωῆς ἀλόγων εἰδῶν, καὶ μετάγουσιν ἐπὶ τὴν

τῶν ἀσωμάτων εἰδῶν κατάληψιν, οἷον ἔμπροσθεν τῶν ἁγιωτάτων

ἱερῶν τὰς περιρράνσεις τοῖς ἐσομένοις μύσταις προτείνουσαι. καὶ γὰρ

σκόπει ὅπως αὗται αἱ ἐπιστῆμαι τῶν νοερῶν ἐνεργειῶν προκαθήμεναι

τὴν καθαρτικὴν ἣν εἴπομεν εἰλήχασι δύναμιν. εἰ γὰρ παρέλαβον μὲν

τὴν ψυχὴν εἰδώλων πεπλησμένην καὶ οὐδὲν τρανῶς γινώσκουσαν καὶ

ἄνευ ὑλικῆς φλυαρίας, ἐκφαίνουσι δὲ λόγους τε τὴν ἀνάγκην τῶν ἀποδεί-

ξεων ἀνέλεγκτον ἔχοντας καὶ εἴδη πάσης ἀκριβείας καὶ ἀϋλίας μεστὰ καὶ

μηδαμοῦ τὴν ἐν τοῖς αἰσθητοῖς ὁλοσχέρειαν ἐπισυρόμενα· πῶς οὐχὶ

καθαρτικαὶ μέν εἰσι τῆς νοερᾶς ἡμῶν ζωῆς ἀπὸ τῶν ἀνοίας ἀναπιμπλάν-

των ἡμᾶς, ὁδοὶ δὲ εἰς τὴν θείαν τῶν ὄντων περιωπήν;

19

Μετὰ ταύτας οὖν ἄμφω τὰς ἐνεργείας τῆς λογικῆς, ὡς εἴρηται,

ταύτης ψυχῆς ἐπ' αὐτήν, βλέψον, τὴν ἀκροτάτην ἀναδραμὼν αὐτῆς

νόησιν, δι' ἧς ὁρᾷ μὲν τὰς 〈ἀδελφὰς αὐτῆς〉 ἐν τῷ κόσμῳ ψυχάς ... κατὰ

τὴν τοῦ πατρὸς βούλησιν ..., ὧν καὶ αὐτὴ μοῖρά τις οὖσα, τῆς ἐκείνων

ὀρέγεται θέας. ὁρᾷ δὲ ὑπὲρ τὰς ψυχὰς ἁπάσας τὰς νοερὰς 〈οὐσίας καὶ〉

τάξεις· πάσης γὰρ ψυχῆς νοῦς θεοειδὴς ὑπερκάθηται, ὃς καὶ τῇ ψυχῇ

δίδωσι τὴν νοερὰν ἕξιν. αὖθις δὲ καὶ πρὸ τούτων ὁρᾷ τὰς ὑπὲρ νοῦν

〈θεῶν αὐτῶν〉 μονάδας, ἀφ' ὧν τὰ νοερὰ πλήθη ὑποδέχεται τὰς ἑνώσεις·

δεῖ γὰρ τῶν ἑνιζομένων ὑπεριδρῦσθαι τὰς ἑνοποιοὺς αἰτίας, ὡς τῶν

ζωοποιουμένων ζωοποιοὺς καὶ τῶν νοερῶν νοοποιούς, καὶ πάντων ἁπλῶς

τῶν μετεχομένων ἀμεθέκτας ὑποστάσεις. κατὰ γὰρ πάσας ταύτας τὰς

ἀναγωγοὺς νοήσεις δῆλον οἶμαι ποιεῖν μὴ παντάπασιν ἀθεάτοις, ὡς

ἄρα καὶ αἴσθησιν ἀφεῖσα κάτω καὶ σώματα, ταῖς τοῦ νοεροῦ περιωπαῖς

ἀναβακχεύεται περὶ τὰς τῶν ὑπερκοσμίων θεῶν ἀτρεμεῖς καὶ ὡς ἀληθῶς

μυστικὰς ἐπιβολάς. ἢ πόθεν ἡμῖν καὶ ἐκ ποίων ἐνεργειῶν ἀνέφηναν

〈θεῶν ἔκγονοι〉 τὰς ἀφανεῖς τῶν θεῶν διακοσμήσεις; πῶς δὲ ἐνθουσιάζειν

λέγονται ψυχαὶ καὶ ... αὐτοῖς συνάπτεσθαι τοῖς θεοῖς; ———

20

〈Συλλήβδην οὖν λέγωμεν ὅτι〉 λογικὴ ψυχὴ καὶ νοερὰ κατὰ φύσιν

ὁπωσοῦν κινουμένη ἔξω γίνεται σωμάτων καὶ αἰσθήσεων, 〈ὥστε〉 ἀναγ-

καῖον αὐτὴν καὶ οὐσίαν ἔχειν ἀμφοῖν χωριστήν. τούτου δὲ αὖ καταφα-

νέντος, αὐτόθεν ἤδη φανερόν ἐστιν, ὡς ἄρα κατὰ φύσιν μὲν ἐνεργοῦσα

κρείττων ἐστὶ τοῦ ἀπὸ τῆς εἱμαρμένης ἄγεσθαι, καταγομένη δὲ εἰς

αἴσθησιν καὶ ἀλογουμένη καὶ σωματουμένη συνακολουθεῖ τοῖς κάτω·

καὶ συζῶσα μετ' αὐτῶν ὥσπερ τινῶν μὴ νηφόντων γειτόνων, κρατεῖται

καὶ ὑπὸ τῆς τούτων βασιλευούσης αἰτίας.

〈Καὶ γὰρ αὖ τι ἔδει καὶ τοιοῦτο εἶναι τῶν ὄντων γένος〉, κατ' οὐσίαν μὲν

ὑπὲρ εἱμαρμένην ὄν, κατὰ σχέσιν δὲ ὑπὸ ταύτην ποτὲ ταττόμενον.

εἰ γάρ ἐστι καὶ ἃ τὸν σύμπαντα αἰῶνα ὑπερίδρυται τῶν <εἱμαρμένων

νόμων> [Pl. Tim. 41e 2], καὶ ἃ κατὰ πᾶσαν τὴν ἑαυτῶν ζωὴν ὑποτέτακ-

ται ταῖς τῆς εἱμαρμένης περιόδοις, δεῖ 〈δὴ〉 καὶ τὴν μεταξὺ τούτων εἶναι

φύσιν τῶν ποτὲ μὲν ἔξω τῆς 〈εἱμαρτῆς ποιήσεως〉, ποτὲ δὲ ὑπὸ ταύτην

τελούντων. αἱ γὰρ τῶν ὄντων πρόοδοι οὐδὲν ἀπολείπουσι κενόν,

πολλῷ μᾶλλον ἢ αἱ τῶν σωμάτων θέσεις· ἀλλὰ τῶν ἄκρων εἰσὶ πανταχοῦ

μεσότητες, αἳ κἀκείνοις παρέχονται τὴν πρὸς ἄλληλα σύνδεσιν.

21

Ταῦτα ... σαφῶς ἀπεκάλυψεν ἡμῖν τὰ θεοπαράδοτα λόγια———

ἀπάγοντα ἡμᾶς αἰσθήσεων καὶ ὑλικῶν ὀρέξεων· δι' ὧν γὰρ σωματού-

μεθα καὶ σωματωθέντες ἐξ ἀνάγκης ὑπὸ τῆς εἱμαρμένης ἀγόμεθα. παντα-

χοῦ γὰρ τὰ ὄντα ἡ ὁμοιότης ἀλλήλοις συνάπτει· ἐξομοιούμενον δέ τινι

... τῆς αὐτῆς τούτῳ ἀπολαύεται πολιτείας, 〈ὥστε καὶ〉 τῆς ἡγεμονούσης

τῆς πολιτείας· οὐδὲν γὰρ ἀπροστάτευτον οὐδὲ ἄναρχόν ἐστιν ἐν τῷ

παντί, κἂν τῶν ὅλων εἴπῃς, κἂν τῶν μερῶν· ἄρχεται δὲ ἄλλα ὑπ' ἄλλων,

καὶ γὰρ ζῇ τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως. ἔπειτα περὶ τῆς θειοτάτης ἀνα-

διδάσκουσα ζωῆς ἡμᾶς καὶ τῆς ἀχράντου πολιτείας———

22

Ταύτην οὖν καὶ τὴν τοιαύτην προβαλοῦσα ζωὴν ψυχὴ οὐκ

ἔσται τῶν ἀγομένων ὑπὸ τῆς εἱμαρμένης· ἐὰν δὲ ἐθέλῃ <σώματα πλάτ-

τειν> [Pl. Tim. 42d 6] καὶ τῶν σωματικῶν καλουμένων ἀγαθῶν ἀντέχε-

σθαι καὶ τιμὰς ἐπιδιώκῃ καὶ δυναστείας καὶ χρηματισμούς, ———

χαίρειν οὖν τούτοις εἰπόντες πρὸς ἃ δεδέμεθα, θεασώμεθα τὸ κράτος

τῆς ἀρετῆς, καὶ τὴν εἱμαρμένην οὐκ εἰς ἡμᾶς τι δρῶσαν, ἀλλ' εἰς τὰ περὶ

ἡμᾶς. ἐπεὶ καὶ ὅσα πρώην ἡμῖν ἀκουσίως συνέπεσε———θνητὰ πάντα

διέφθειρε καὶ χρήματα διώλεσεν, ἔξωθεν ὄντα———. τῶν δ' ἐν ἡμῖν

οὐδεὶς οὕτως ἐστὶ δυνατός, ὥστ' ἀφελέσθαι τι, κἂν πᾶσαν ἔχῃ τὴν

ἀνθρωπίνην ἐξουσίαν. καὶ γὰρ εἰ σώφρονες ἦμεν, ἐκείνων οἰχομένων

ἐσμέν, καὶ εἰ φιλοθεάμονες τῶν ὄντων, οὐδὲ ταύτην ἀφῃρήμεθα τὴν ἕξιν,

ἀλλὰ καὶ ἐπιγινομένων τῶν πανδείνων τραυμάτων, διατελοῦμεν ὑμ-

νοῦντες ἡμεῖς τοὺς πάντων 〈ἄρχοντας〉 καὶ ζητοῦντες τὰς αἰτίας τῶν

γινομένων.

23

Μηδαμῶς τοίνυν ἀπὸ τῶν ἐσχάτων ἐνεργειῶν ὀνειδίζωμεν τῇ

ψυχῇ τὴν ἀνάγκην, ἀλλ' ἀπὸ τῶν πρώτων θαυμάζωμεν αὐτῆς τὴν

ἀδέσποτον ἀρετήν. κἂν οὕτω φρονῶμεν, οὐδὲν ἡμᾶς ταράξει τῶν κάτω

παρασχόντων, ἀλλ' ὅταν τοῦ σώματος ταραττομένου καὶ ἡμεῖς δεινά

τινα ὑπομένειν οἰώμεθα, οὐχ ἡμεῖς 〈ἐσμεν οἱ λέγοντες, ἀλλ' ἔστιν ἐπιθυμίας

ῥῆμα〉· ταύτης γὰρ καὶ αἱ ἡδοναὶ τοῦ σώματος, ὥστε καὶ αἱ λύπαι.

καὶ ὅταν ἀλγῶμεν χρημάτων ἀποστερούμενοι ἢ μὴ τυγχάνοντες—καὶ

γὰρ τὸ φιλοχρήματον ... 〈ψυχῆς ἐστιν〉 —, καὶ αὖ ὅταν ἀτιμαζόμενοι

καὶ δυναστείας ἐκπίπτοντες ἀγανακτῶμεν, οὐκ ἔστι τῆς ἄνω ψυχῆς τὸ

πάθος, ἀλλὰ τῆς περὶ τὴν καρδίαν κατῳκισμένης· καὶ γὰρ τὸ φιλότιμον

ἐκείνης ἐστίν. ὁ δὲ ἐν ἡμῖν λόγος ἐν ἅπασι τοῖς τοιούτοις ἠπατημένος

ἕπεται τοῖς χείροσι καὶ συναποδυσπετεῖ, νοῦς ὢν τυφλός, καὶ οὔπω

καθήρας ᾧ δύναται βλέπειν ἑαυτόν τε καὶ τὰ πρὸ αὐτοῦ καὶ τὰ μετ'

αὐτόν· καθαρὸς δὲ γενόμενος ὧν ἠμφιάσατο ..., γνώσεταί που τὸ ἐπ'

αὐτῷ, καὶ ὡς οὔτε ἐν τοῖς σωματικοῖς—μετ' αὐτὸν γάρ—οὔτε ἐν οἷς

τῷ θείῳ τὸ αὐτεξούσιον—πρὸ αὐτοῦ γάρ—, ἀλλ' ἐν τῷ ζῆν κατ' ἀρετήν.

αὕτη γὰρ ἐλευθέρα μόνη καὶ <ἀδέσποτος> [Pl. resp. X 617e] καὶ <ἐλευ-

θεροπρεπὴς> [Pl. Alc. I 135c] καὶ δύναμις ὡς ἀληθῶς ψυχῆς, καὶ δυνά-

στης ὁ ταύτην ἔχων· δυνάμεως γὰρ πάσης ἔργον τὸ ἔχον αὐτὴν συνέχειν

καὶ σώζειν.

24

Εἰ δέ τις εἰς κακίαν βλέπῃ ψυχῆς, εἰς ἀσθένειαν βλέπει, κἂν πᾶσαν

ἄλλην δύναμιν ἔχῃ· ἄλλη γὰρ ὀργάνων δύναμις, καὶ ἄλλη τῶν χρῆσθαι

μελλόντων τοῖς ὀργάνοις. πᾶσα τοίνυν ψυχὴ καθ' ὅσον ἀρετῆς μετέχει,

καὶ τοῦ ἐλευθέρα εἶναι μετέχει· καθ' ὅσον δὲ κακίας καὶ ἀσθενείας, καὶ

τοῦ δουλεύειν ἄλλοις· καὶ οὐχὶ εἱμαρμένῃ μόνον, ἀλλὰ πᾶσιν, ὡς εἰπεῖν,

τοῖς τὸ ὀρεκτὸν ἢ δοῦναι βουλομένοις ἢ ἀφελεῖν δυναμένοις, ἐπεὶ καὶ ὁ

τὴν ἀρετὴν ἔχων μόνοις δουλεύει τοῖς ἱκανοῖς οὖσι τὸ ἐφετὸν αὐτῷ πορίσαι

καὶ συναυξῆσαι· οὗτοι δέ εἰσιν οἱ θεοὶ, παρ' οἷς ἡ ὡς ἀληθῶς ἀρετὴ καὶ

ἀφ' ἧς ἡ ἐν ἡμῖν. 〈καί που καὶ Πλάτων〉 <ἐθελοδουλείαν> ταύτην [conv.

184c 6] μεγίστην εἶναί 〈φησιν〉 ἐλευθερίαν· πᾶσαν γὰρ ἐξουσίαν τῶν

πάντων κεκτημένοις δουλεύοντες, ἐξομοιούμεθα αὐτοῖς, 〈ὥστε καὶ πάντα

τὸν κόσμον διοικεῖν, ὥς φησιν αὐτός〉· <τελέα γὰρ οὖσα καὶ ἐπτερω-

μένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ> [Pl. Phaedr.

246c 1—2]. τοῦτο μὲν οὖν ταῖς θειοτάταις ὑπάρχει τῶν ἡμετέρων

ψυχῶν, ὥσπερ ταῖς ἐσχάταις τὸ καθάπερ ἐν δεσμωτηρίῳ πεπεδῆσθαι

τῷ σώματι καὶ ζῆν ἀκούσιον ζωὴν ἀντὶ τῆς ἑκουσίου καὶ ἐλευθέρας·

ταῖς δὲ μεταξὺ τούτων, καθ' ὅσον ἀπολύονται παθῶν καὶ σωμάτων, τὸ

ἀπανίστασθαι τῆς ἀνάγκης ἐπὶ τὴν ἐξουσιάζουσαν τῇ γενέσει ζωήν.

25

———

καὶ τοῖς μὲν τὸ ἠναγκασμένως ἐνεργεῖν προσήκει, 〈τῷ δὲ νῷ καὶ τῷ θεῷ〉

τό τε κρειττόνως ἁπάσης ἀνάγκης καὶ τὸ μόνως ἐλεύθερον· ἀνάγκη οὖν

τὴν ψυχὴν 〈ἢ παρ' ἐκείνοις ἢ παρὰ τούτοις γενομένην〉 ἢ τῶν χειρόνων

τὴν ἀνάγκην ἐνδύεσθαι ἢ τὴν ἐλευθερίαν προβάλλεσθαι τῶν κρειττόνων,

καὶ δουλεύειν μὲν ἢ ἄνωθεν ἀρχομένην ἢ κάτωθεν· δουλεύουσαν δὲ ἢ

συνάρχειν τοῖς 〈ἄρχουσιν αὑτῆς〉 ἢ συνδουλεύειν τοῖς μόνον δουλεύουσιν.

ἐνταῦθα δὴ ἀναβᾶσα ψυχὴ καὶ ἀναλαβοῦσα τὴν αὐτῆς δύναμιν, τὴν

ἀρετήν, οὐδὲν δεινὸν ἡγήσεται, κἂν ὁτιοῦν γίνηται περὶ τὸ σῶμα καὶ

τὰ ἐκτὸς σώματος· οὐ γὰρ τὰ πάθη τῶν ὀργάνων ἐπὶ τοὺς χρωμένους

μέτεισιν, ἀλλὰ καὶ τούτων ὁπωσοῦν ἐχόντων ἐνεργήσει τις κατὰ τὴν

ἀρετήν· νοσοῦντος μὲν εἰ τύχῃ που σώματος ἀνδριζόμενος, ὑγιαίνοντος

δὲ σωφρονῶν· καὶ πενίας μὲν παρούσης μεγαλοφρόνως ἐνεργῶν, πλούτου

δὲ ταπεινοφρόνως· πανταχοῦ καὶ τοῖς δοκοῦσιν εὐροεῖν ἐφιστὰς τὴν

χρησομένην ἀρετήν, καὶ τοῖς ἐναντίοις ἀνθιστὰς τὴν ἀδούλωτον ποιοῦ-

σαν, καὶ τῷ ἔνδοθεν φεύγει τὰς ἔξωθεν πληγὰς ἀμυνόμενος———

ἐφεῖται γὰρ——— 〈πολλῷ μᾶλλον〉 τοῖς κατ' ἀρετὴν ζῶσι τὸ τὴν

δοθεῖσαν ἐκ τοῦ παντὸς δύναμιν ἄλλῃ δυνάμει τῇ ὡς ἀληθῶς κοσμῆσαι.

καὶ ὁ μὲν οὕτως ἔχων γεννάδας ἐστὶ καὶ ἐλεύθερος· ὁ δὲ κακὸς πάντων

ἐστὶ δοῦλος, κἂν ἄρχῃ πάντων, ———· καὶ τούτων ἡ ἀνάγκη κρατεῖ

τῶν ἀκρατῶν ἑαυτῶν· ἀποστᾶσι γὰρ αὐτοῖς τῶν θεῶν ὡς ἀλόγοις

τούτοις χρῆται τὸ πᾶν.

26

Ὅταν τοίνυν ἰδεῖν τὸ ἐφ' ἡμῖν ἐθέλῃς, ἴδε ψυχὴν κατὰ φύσιν

ζῶσαν· ζῇ δὲ κατὰ φύσιν ἡ μὴ ἀσθενής· οὐδὲν γὰρ ἀσθενὲς ἐν τῷ κατὰ

φύσιν. ἔστι δὲ οὐκ ἀσθενὴς ἡ μὴ κακίας ἀνάπλεως· ἀσθενὲς γὰρ τὸ κακὸν

ἐν ἅπασι. κἂν οὕτω βλέπῃς, ὄψει τὴν τοῦ ἐφ' ἡμῖν φύσιν ὁποία τίς

ἐστι, χρωμένην ἅπασι τοῖς περιεστῶσιν ὀρθῶς, καὶ ἢ γενέσθαι κωλύουσαν

ἢ γενόμενα τὰ πάθη τῶν χειρόνων θεραπεύουσαν· παραδοῦσαν μὲν

τῇ εἱμαρμένῃ δρᾶν εἰς τὰ μετ' αὐτήν, ὧν ἐστὶ κυρία· συντεταγμένην δὲ

τοῖς πρὸ αὐτῆς, ὧν μὴ ἀποτέτμηται, κρειττόνων ὄντων.

27

———

〈ἄλλην ... γνῶσιν ...〉 τὴν ἄνευ αἰτίας μόνην τὴν τοῦ ὅτι ἀλήθειαν

γινώσκουσαν, ———δόξαν αὐτὴν ἀποκαλοῦντες, τοῖς μὲν παιδευο-

μένοις περὶ τὰ πρακτά, τοῖς δὲ ἤδη τῶν ἀνθρωπίνων ἀπολυομένοις

περὶ τὰ ὄντα ...· 〈καὶ γὰρ παιδεία〉 κάθαρσίς ἐστι ἀμετρίας παθῶν,

καὶ πολλῷ μᾶλλον ἡ ἀπὸ μετριοπαθείας εἰς ἀπάθειαν ὁδός, μηκέτι τοῦ

λόγου συμπάσχειν μέν, ἀλλὰ μετρίως, ἐθέλοντος, πάντα δὲ τὸν ἐκ τῆς

σκηνῆς τῶν παθῶν μολυσμὸν ἐκτινασσομένου.

31

———

γνῶσιν ὑπὲρ νοῦν καὶ μανίαν ὡς ἀληθῶς θρυλλοῦσιν ἔνθεον ... τῆς

ψυχῆς, μηκέτι τὸ νοερὸν ἐγείρουσαν, ἀλλὰ συναφθεῖσαν τῷ ἑνί. πάντα

γὰρ τῷ ὁμοίῳ γινώσκεται, αἰσθήσει τὸ αἰσθητόν, ἐπιστήμῃ τὸ ἐπιστητόν,

νῷ τὸ νοητόν, ἑνώσει τὸ ἕν———

ᾧ ἡ ψυχὴ συναφθεῖσα ἠρεμεῖ, μύσασα ταῖς καταγνώσεσι, ἄφθεγκτος

γενομένη καὶ σιγήσασα τὴν ἔνδον σιγήν. καὶ πῶς γὰρ ἂν συναφθῇ τῷ

ἀρρητοτάτῳ 〈πάντων ἄλλως〉 ἢ τὰ ἐν αὐτῇ κοιμίσασα φθέγματα; ———

〈ὁρῶσα γὰρ〉 νοητὸν ὄψεται καὶ οὐχ ὑπὲρ νοῦν, καὶ τὶ ἓν νοήσει καὶ

οὐ τὸ αὐτοέν.

32

———

μόνῳ πιστεύσας ἑαυτῷ ..., καὶ ἠρεμίσας ἑαυτὸν οὐκ ἀπὸ τῶν ἔξω

μόνον κινήσεων, ἀλλὰ καὶ ἀπὸ τῶν ἔνδοθεν, θεὸς ὡς δυνατὸν ψυχῇ

γενόμενος, μόνον ὅπως οἱ θεοὶ τὰ πάντα ἀρρήτως γινώσκουσιν γνώσεται

———. 〈τέως〉 δὲ περὶ τὰ κάτω στρεφόμεθα, δυσαναπείστως ἔχομεν

περὶ τὸ τοῦ θείου ἀμερίστως πάντα καὶ ὑπεραιωνίως γινώσκοντος,

εἶναι μὲν αἰωνίως τὰ ὄντα, γίνεσθαι δὲ κατὰ χρόνον 〈τὰ γινόμενα〉, μήτε

χρόνου ὄντος μήτε αἰῶνος 〈ἐν〉 τῷ ἑνί.

34

———

πάντων τῶν γινομένων προηγουμένως μὲν αἴτιον εἶναι τὸν θεόν, παρ'

οὗ πᾶσιν ἐφήκει τὸ ἀγαθόν· μετ' ἐκεῖνον δὲ τὴν τοῦ κόσμου περίοδον

καὶ τὸν καιρόν, ἐν ᾧ τὰ γινόμενα συναρμόζεται τοῖς ὅλοις καὶ συντάτ-

τεται, μηδενὸς πρὸς τὴν τῶν ὅλων πολιτείαν ὄντος ἐπεισοδιώδους· 〈τρί-

τον δὲ〉 ἑαυτούς, ἐν οἷς ἂν προελόμενοι τύχωσι ταῖς ἑαυτῶν ὁρμαῖς

συντελέσαντες εἰς τὴν τῶν πρακτῶν ἀποπλήρωσιν· ὅταν δέ τι παρὰ

τὴν αὐτῶν συμπέσῃ προαίρεσιν, τότε μόνα τὰ ὅλα καὶ τὴν τούτων

ποίησιν εἰκότως ὡς κρατήσασαν αἰτιώμενοι· τὰ μὲν γὰρ μερικὰ ἀναγ-

καῖον πανταχοῦ ἐνεργεῖν μετὰ τῶν ὅλων, τὰ δὲ ὅλα καὶ χωρὶς ἐκείνων

καὶ μετ' ἐκείνων. ———

〈ἄκουε Πλάτωνα ἐν Νόμοις βοῶντα〉 <ὡς θεὸς μὲν πάντα, καὶ μετὰ

θεὸν τύχη καὶ καιρὸς τἀνθρώπινα διακυβερνῶσι σύμπαντα>·

ἡμέτερον <μὴν τρίτον τούτοις δεῖν ἕπεσθαι τέχνην>· ἐν <καιρῷ

γὰρ χειμῶνος> μὲν συνεργεῖν τι καὶ <κυβερνητικήν> [leg. IV 709 b/c],

ὑγιάνσεως δὲ καὶ ἰατρικήν, καὶ ὅλως ἐπὶ τῶν πρακτῶν τὴν πολιτικήν.

κἂν κατορθῶμεν τοίνυν, τὴν εἱμαρμένην καὶ τὸν καιρὸν καὶ τὸν θεὸν

αἰτιατέον, ἵνα τὸ κατόρθωμα τρεῖς ἔχῃ αἰτίας· τὴν μὲν ποιοῦσαν αὐτὸ

ἀγαθόν, τὴν δὲ τεταγμένον εἰς μίαν τὴν πρὸς τὸ πᾶν ὁμολογίαν, τὴν

δὲ ἀνθρώπινον ὅλως. καὶ γὰρ πᾶν ἀνθρώπινον ἔργον μέρος ἐστὶ τοῦ

παντός, ———καὶ πᾶν μὲν τοῦ κοσμικοῦ συστήματος τούτου καὶ

δράματος μέρος τέλος ἔχει τὸ ἀγαθόν· οὐδὲν γὰρ ἄτακτον ἀφεῖται τῶν

μερῶν, ἀλλὰ συνυφαίνεται πρὸς τὸ εὖ τοῦ παντός, οὐκ ἀνάπαλιν δὲ

πᾶν τὸ τοῦ ἀγαθοῦ τυγχάνον μετὰ κοσμικῆς συντέτακται πολιτείας·

ἔστι γὰρ καὶ ὑπὲρ τὸν κόσμον ζωὴ 〈καὶ ἡ ζωὴ τῶν θεῶν καὶ τῶν〉 ψυχῶν

ὑπὲρ εἱμαρμένην χορευουσῶν καὶ τῇ προνοίᾳ μόνῃ συνεπομένων.

35

〈Ποῦ〉 οὖν 〈ἐνταῦθα〉 τὸ ἐφ' ἡμῖν, ὁπόταν τὸ γινόμενον συμπλέ-

κηται τῇ περιόδῳ τοῦ κόσμου, καὶ αὖ ὁπόταν ἐκ μόνης ἐκείνης ἀπο-

τελῆται; 〈ποῦ δὲ ἀλλαχοῦ ἐροῦμεν ἢ〉 ἐν ταῖς ἡμετέραις ἔνδον αἱρέσεσι

καὶ ὁρμαῖς; μόνων γὰρ τούτων ἡμεῖς κύριοι· τῶν δὲ ἔξω γενομένων μετὰ

πλειόνων ἄλλων καὶ δυνατωτέρων. δεῖ γὰρ τὸ ἔξω γενόμενον γίνεσθαι

μέρος τοῦ παντός, ἵνα καὶ γένηται· τοῦτο δὲ συνεπινεύοντος καὶ συνερ-

γαζομένου τοῦ παντός, ἵνα εἰς ἑαυτὸ ποιῇ τὸ πᾶν, μέρει ἑαυτοῦ δρῶν

εἰς ἄλλο καὶ ὑπ' ἄλλου πάσχον. καὶ διὰ ταῦτα ἄρα καὶ ἐπὶ τοῖς γινο-

μένοις τοὺς μὲν ἐπαινοῦμεν, τοὺς δὲ ψέγομεν, ὡσανεὶ κυρίους καὶ αὐτοὺς

διὰ τὴν αἵρεσιν γενομένους· καὶ ὁποῖα ἄττα ἂν εἴη τὰ γινόμενα, τοιοῦτον

οὐ τὸν κόσμον φαμέν, ἀλλὰ τὸν δράσαντα· τὸ γὰρ ἐν αὐτοῖς ποιὸν οὐκ

ἀπὸ τοῦ κόσμου ἦν, ἀλλ' ἀπὸ τῆς τοῦ πράξαντος ζωῆς· συντέτακται

δὲ πρὸς τὸ πᾶν 〈διὰ τὸ πᾶν〉, καὶ ἔστιν πάλιν τοιόνδε διὰ τὸ μέρος.

———

〈καὶ τί δεῖ λέγειν〉, ὅπου γε καὶ τὰς νόσους αὐτοθελεῖς ἀναβλαστάνειν

ἡμῖν 〈φασιν〉, φυομένας ἐκ τῆς ἡμετέρας τοιᾶσδε ζωῆς;

36

Οὐκ ἄρα δεῖ τὰ γινόμενα πάντα ἐπὶ μόνην τὴν τάξιν ἀναπέμπειν

τοῦ παντός, ὥσπερ οὐδ' ἐπὶ τὴν ἡμετέραν ὁρμήν· οὐδ' αὖ παραιρεῖσθαι

τὴν ψυχὴν τοῦ τῶν αἱρέσεων κράτους, ἐν αὐτῷ τούτῳ τῷ προαιρεῖσθαι

μόνον λαχοῦσαν τὸ εἶναι, καὶ τὰ μὲν ἐκκλίνειν, τοῖς δὲ ἐπιτρέχειν, κἂν

μὴ τοῦ παντὸς ᾖ ἐν τοῖς γινομένοις κυρία. δεῖ γὰρ ἑκάστην αἰτίαν

τοῦτο μόνον ἀπαιτεῖν, ἐφ' ᾧ πέφυκε· πέφυκε δὲ τὸ ἐφ' ἡμῖν μὴ μόνον

εἶναι πρακτικόν, ἀλλὰ καὶ προαιρετικὸν καθ' αὑτὸ ἢ μετ' ἄλλων προαι-

ρούμενον πράττειν. καὶ διὰ τὴν προαίρεσιν φαμὲν αὐτὸ καὶ ἁμαρτάνειν

καὶ κατορθοῦν, ἐπεὶ, κἂν τὸ πραχθὲν ἀγαθὸν εἴη, τὸ δὲ πρᾶττον ἐκ

προαιρέσεως ἐνεργῇ μοχθηρᾶς, κακίζομεν τὴν πρᾶξιν· τὸ μὲν γὰρ χρηστὸν

ἐν τῷ γενομένῳ δι' ἄλλο, τὸ δὲ μοχθηρὸν διὰ τὸ προελόμενον. οὕτως

ἄρα ἐναργές ἐστι πᾶσι τὸ κυρίους ἡμᾶς ὑπάρχειν τῶν πράξεων, καθ'

ὅσον εἰσὶ προαιρετικαί.

37

———

εἰ οὖν μὴ μάτην φιλοπευστοῦμεν ἡμεῖς περὶ τοῦ μέλλοντος—οὐ

μάτην δέ, εἴπερ τοῦτό γε κατὰ φύσιν ἡμῖν· οὐδὲν γὰρ τῶν κατὰ φύσιν

μάτην—, δεῖ δὴ μὴ πάντα τῆς περιφορᾶς ἐξάπτοντας ἀναγκάζειν, ἀλλά

τι ὠφελοῦσαν τίθεσθαι ἡμᾶς καὶ τὴν πρόγνωσιν· καὶ τοὺς βίους ἡμῶν

οὐχ ἵνα προεγνωκότες πάσχωμεν μόνον, ἀλλ' ἵνα τῷ προγνῶναι γενώ-

μεθα προχειρότεροι πρὸς τὸ καὶ αὐτοὶ συνεργῆσαί τι ἢ μὴ συνεργῆσαι

τοῖς ἐσομένοις.

38

Πρὸς δὲ ταῦτα 〈καὶ οὐ θειασμοὺς μόνον〉, ἀλλὰ καὶ τὰς εὐχὰς καὶ τὴν

ἱερατικὴν πραγματείαν ἅπασαν συντελέσαι 〈φασίν〉· ἢ καὶ ταύτας ... ἐξε-

λάσαντες ..., οὐδὲ ἀνατείνειν τὰς χεῖρας οὐδὲ ἱκετείας γίνεσθαι δώσομεν

πρὸς τοὺς ἀναστέλλειν δυναμένους τὰ οὐράνια ῥεύματα. μάτην ἄρα

πάντας τε ἀνθρώπους ἀεί που θεὸν καλεῖν, ἐν οἷς ἂν ἐλπίσωσι χαλεποῖς,

καὶ αὐτὸν 〈τὸν Ἀπόλλω μάτην〉 χρησμωδεῖν, ὅτι ποιήσασι μὲν τάδε

φυγεῖν ὑπάρξει τὰς ... ἐπηρτημένας τιμωρίας αὐτοῖς, τοῖς δὲ μὴ ποιή-

σασιν ἀναπόδραστον ἀπαντήσεσθαι τὸ δεινόν.

Καίτοι γε εἰ μὴ ἦν ἐφ' ἡμῖν ποιῆσαί τε καὶ μή, πῶς οὐ τὸ συνδιαιρεῖ-

σθαι ... ταῖς αἱρέσεσι παντελῶς ἄτοπον; ἀλλὰ μήτε 〈περὶ〉 τοῦ θεοῦ

ταῦτα προαγορεύωμεν, μήτε τὸ τῆς ἐνθεαστικῆς καὶ τῆς ἱερατικῆς χρήσι-

μον ἐκ τῶν ἀνθρωπίνων διαγράφωμεν, ἐπεὶ καὶ τὰς ἱστορίας ἁπάσας,

τάς τε βαρβαρικὰς καὶ Ἑλληνικάς, συμμαρτυρούσας ἔχεις, ὡς ἄρα διὰ

〈τὴν ἐνθεαστικὴν εἴτε ἐκ〉 τῆς θείας ἐπιπνοίας, 〈εἴτε ἐκ τῆς ἀνθρωπίνης τέχνης〉,

πολλοὶ πολλάκις ἔγνωσάν τε ἃ δεῖ πρᾶξαι, καὶ γνόντες ἀπαραιτήτων

κακῶν ἐλεύθεροι εἰς τὸ μέλλον κατέστησαν. ———

39

———

ἡνίκα μέντοι τὰ ἐν τῷ παντὶ 〈πάντα〉 θεῖά 〈τε καὶ δαιμόνια〉 αἴτια συν-

δράμῃ πρὸς ἕν ..., τηνικαῦτα ἀδρανῆ τὰ τῆς ἱερατικῆς φαίνεται, μάχε-

σθαι 〈γὰρ〉 τῷ ὅλῳ τοῦ μέρους καὶ ἐναντία φέρειν ἀδυνατοῦντος· καὶ ἡ

πρόγνωσις οὐδὲν προστίθησιν ἢ ἀφαιρεῖ τῶν 〈θειαστῶν〉· ἡνίκα δὲ ἂν

πολλῶν ὄντων τῶν ποιούντων, τὰ μὲν 〈ἄλλο τι〉 φέρει, 〈τὰ δὲ ἄλλο, οἷον〉

τὰ μὲν φθοράν, τὰ δὲ σωτηρίαν τῶν νοσούντων, ———τηνικαῦτα

καὶ ἡ ἱερατικὴ παραγομένη λύει τὰς ἀπὸ τῶν βλαπτόντων ἀπορροίας

ταῖς ἀπὸ τῶν ὠφελούντων ἡμᾶς χρωμένη συνεργοῖς δυνάμεσι· καὶ ἡ

τοῦ μέλλοντος ἐπίσκεψις μεγάλην ἔχει μοῖραν ἐν τοῖς ἀποτελέσμασι.

καὶ ὅλως ἐνταῦθα τὸ ἐφ' ἡμῖν ἢ τοῖσδε τοῖς αἰτίοις ἢ τοῖσδε συνταττό-

μενον, ὥσπερ ἐν πλάστιγξιν ἐπιβρίσαν τῇ ἑαυτοῦ κινήσει παρέσχε

τοτὲ μὲν ἄλλο, τοτὲ δὲ ἄλλο τέλος. καὶ ταῦτα ... περὶ τῶν ἔξω γινο-

μένων. 〈πανταχοῦ δ' αὖ ἐκεῖνο προϋπάρχειν λέγω, τὸ〉 τὴν ποιὰν ὁρμὴν καὶ τὴν

αἵρεσιν χαρακτηρίζειν τὸ ἐφ' ἡμῖν· καὶ τοῦτο εἶναι ψυχῆς ἔργον, ἐν

αὐτῇ μένον ἀνέκφορον εἰς τὸ πᾶν.

41

———

τῆς αἰσθήσεως ἀχωρίστου σωμάτων οὔσης καὶ ἀσθενούσης ἐπιστρέ-

φειν πρὸς ἑαυτήν———

πᾶν τὸ γνωστικὸν κατ' ἐνέργειαν ἐπέστραπται πρὸς τὸ γνωστόν,

ὥστε καὶ τὸ ἑαυτοῦ πρὸς ἑαυτό. ποίαν 〈οὖν ὁρᾷς〉 τῆς νοερᾶς ψυχῆς

καὶ αἰσθητικῆς ταυτότητα; τῆς κάτω βλεπούσης πρὸς τὴν εἰς τὰς τῶν

ὅλων ἀρχὰς ἀνατεινομένην; τῆς ἐνταφείσης τοῖς σώμασι πρὸς τὴν σω-

μάτων ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις καθαρεύουσαν; τῆς οὐδαμοῦ τὴν

ἀλήθειαν γνῶναι δυναμένης πρὸς τὴν ἐπορεγομένην ἀεὶ τοῦ ὄντος;

42

Εἰ δ' οὐ μάτην οὐδ' ἐπ' ἄλλου τινὸς ἡ κατὰ φύσιν ὄρεξις, καὶ

τυγχάνουσάν ποτε τῆς ἀληθείας———

43

———οὐδὲ γεωμετρίας ἢ ἀριθμητικῆς, μή τι γε τῆς νοερᾶς

ἐνεργείας ἀξίαν ... 〈ἡμετέραν ψυχήν〉, ταῖς αἰσθήσεσιν αὐτὴν συντάξας

———

〈τοῦτο πρῶτον ἔργον ἐστὶ τῶν ἐπιστημῶν τούτων〉 παύειν τῆς ψυχῆς τὴν

μετ' αἰσθήσεων ἐνέργειαν καὶ ἀπάγειν ἐκ τούτων ὡς δυνατόν, καὶ

συνεθίζειν ἔνδον βλέπειν καὶ λόγους ὁρᾶν ἀΰλους καὶ ἀποδείξεις ἀνα-

ζητεῖν μαχομένας ταῖς αἰσθήσεσιν. αὗται μὲν γὰρ ἀναίνονται τὴν ἀμέ-

ρειαν, αἱ δὲ ἀπὸ τῶν ἀμερῶν τοῖς μεριστοῖς εἶναι τὴν ὕπαρξιν διδάσκουσι,

καὶ ἀρχαὶ ταῖς μὲν τὰ μεριστά, ταῖς δὲ τὰ ἀμερῆ. καὶ αἱ μὲν αἰσθήσεις

τὰ τί καὶ τὰ καθέκαστον γινώσκειν οἴονται, αἱ δὲ τὰ καθόλου καὶ ὧν ἡ

αὐτὴ φύσις ἀεί, ἣν οὐκ ἀπὸ τῶν αἰσθητῶν ἔλαβον—οὐ γάρ ἐστι τὰ

ἀτελῆ τῶν τελείων αἴτια—ἀλλ' ἄνωθεν ἀπὸ νοῦ· διὸ καὶ κρίνουσι τὰς

αἰσθήσεις καὶ 〈τὴν ὁλοσχέρειαν〉 τῆς γνώσεως ὀνειδίζουσιν αὐταῖς, τὰς

τῶν γνωστῶν μετὰ παθῶν ἀντιλήψεις, τὰς ἀορίστους ὑπὸ τῶν αἰσθητῶν

κινήσεις. καὶ γάρ εἰσιν ὄντως παίζουσαι γνώσεις αἱ τῶν αἰσθήσεων

γνώσεις· αἱ δ' ἐκείνων ἤδη σπουδάζουσαι καὶ ἐθίζουσαι τῶν μὲν παιγνίων

ἀπέχεσθαι, θηρᾶν δὲ τὴν ὄντως γνῶσιν ἀντὶ τῆς παιζούσης.

44

———

πᾶν γὰρ εἶδος ἀχώριστον ὕλης ἐκεῖθεν ἀπογεννᾶται καὶ συνέχεται.

στραφὲν γὰρ 〈αὐτὸ〉 πρὸς ἑαυτὸ οὐκ ἐνδέχεται 〈λέγειν ὅτι〉 ἄλλο μέν

ἐστι τὸ ἔξωθεν αὐτῷ προσπεσόν, ἄλλο δὲ τὸ ἀληθές. 〈λέγει δὲ〉 ἐκεῖνο

μόνον, ὃ τὸ πάθος ἀπήγγειλε· διὸ καὶ τῶν ἑτεροκινήτων ἐστί, καθαρὰν

τῶν ἑτεροκινήτων ἐνέργειαν οὐκ ἔχον. —τὴν δὲ νοερὰν μὲν κατὰ τὴν

αὐτῆς φύσιν, οὐκ ἀνεχομένην δὲ τοῖς βιαίοις παθήμασι τῆς αἰσθήσεως

ἀκολουθεῖν, ἐν ἑαυτῇ δὲ τὰ κριτήρια περιέχουσαν τῶν ἔξωθεν ἀπατη-

λῶν κινήσεων, καὶ προστιθεῖσαν μὲν τὸ ἐλλεῖπον οἷς ἡ αἴσθησις πάσχει,

διελέγχουσαν δὲ αὐτῶν τὸ ψεῦδος, καὶ ταῦτα οἴκοθεν πράττουσαν·

οὐ γὰρ ἀπὸ τῆς αἰσθήσεώς ἐστι κρίνειν τὴν αἴσθησιν, ἀλλ' ἀπὸ τῶν

νοερῶν λόγων, ὧν ἄδεκτος ἡ τῆς αἰσθήσεως γνῶσις.

Ἀπεναντίας δήπου τῇ αἰσθήσει θετέον ἄϋλον καὶ χωριστὴν καὶ

αὐτενέργητον· καὶ ταύτῃ μὲν καὶ προαίρεσιν δοτέον τῆς ἐφ' ἑκάτερα

ῥοπῆς, ἄνω τὲ καὶ κάτω, πρὸς νοῦν ... καὶ πρὸς αἴσθησιν ...· τῇ δὲ

αἰσθήσει καὶ πάσαις ὁμοῦ ταῖς ἐν σώμασι ζωαῖς τὸ ἀπροαίρετον, διότι

καὶ τοῖς σώμασι. μέση γὰρ ἡ λογικὴ ψυχὴ νοῦ καὶ αἰσθήσεως οὖσα,

φέρεται μὲν ἐπ' ἄμφω διὰ τὴν ἄστατον τῆς προαιρέσεως ῥοπήν, γίνεται δὲ

κατὰ σχέσιν ἑκάτερον τῶν ἄκρων, 〈ὧν κατ' οὐσίαν οὐδέτερόν ἐστι〉· δηλοῖ δὲ

αὐτῆς τὸ μέσον καὶ ἡ ἀπὸ νοῦ τελειότης καὶ ἡ ἀπὸ τῆς αἰσθήσεως

ἀπάτη. ———

48

———

〈ἀκούων Σωκράτη〉 λέγοντα μηδὲν εἰδέναι, τούς τε φάσκοντας πάντα

εἰδέναι σκώπτοντα, καὶ ἔτι τὸ ἀληθὲς ἡμᾶς ἀπελθόντας ἐνθένδε μάλιστα

γνώσεσθαι διατεινόμενον, καὶ αὐτὰς τὰς ἀκριβεστάτας ἐπιστήμας μὴ

ἐπιστήμας οὔσας διελέγχοντα—〈ἀπορεῖν〉 ... οὐδ' ὅλως ἐστὶ γνῶναι

τἀληθές, ἀλλὰ μόνον ὀνειρώττειν περὶ αὐτό. ———

49

〈Ἀλλ' ἵνα μηδὲν τοιοῦτο πάσχωμεν〉, προδιείλομεν τὰς γνώσεις

ἁπάσας, ὧν τε ἐνταῦθα ψυχὴ καὶ ὧν τὴν ἀκροτάτην λαχοῦσα τάξιν

δύναται μετέχειν, ὧν 〈ὁ Σωκράτης〉 τὰς μὲν ἔχων, τὰς δὲ ἕξειν ἀπολυθεὶς

τοῦ σώματος ἐλπίζων ἐκεῖσε ἐλευσόμενος τἀληθὲς δεδήλωκεν εἴσεσθαι·

μέτρα γὰρ ἄλλα καὶ ἄλλα ὄντα τῆς γνώσεως———

τὴν ψυχὴν τὸν παχὺν τοῦτον περιφέρουσαν δεσμόν———

〈ὡς〉 τὸν ἐν Θεαιτήτῳ κορυφαῖον τὸν <οὐρανοῦ τε ὕπερ ἀστρονο-

μοῦντα καὶ πᾶσαν τὴν τῶν ὄντων φύσιν πάντῃ διερευνώ-

μενον> [Pl. Theaet. 173e/174a] καὶ 〈τοὺς ἐν Πολιτείᾳ φύλακας〉 μέχρι

τοῦ ἀγαθοῦ διὰ τῆς διαλεκτικῆς ἀναβαίνοντας, 〈ἣν〉 <θριγκὸν τοῖς

μαθήμασιν> 〈ἐπέστησεν〉. τελέως 〈δ' αὖ〉 γενέσθαι θεωρητικὴν οὐκ ἔστι

δυνατὸν διὰ ... τὰς <ἀσχολίας> καὶ τὰς ἐνοχλήσεις τοῦ σώματος, οὐκ

ἐώσας ἀνεμπόδιστον ἡμῶν καὶ ἀπερίσπαστον γίνεσθαι τὴν ἐνέργειαν

ἐκείνην. ———

50

———

ὅθεν, οἶμαι, καὶ τοῖς μαθήμασι ... δευτέραν ἀποδίδωσι μοῖραν,

τοῖς δὲ ἀΰλοις πάντῃ καὶ χωριστοῖς εἴδεσιν τὴν πρὸ τούτων, καὶ ...

τοῖς μὲν τὴν <ἐξ ὑποθέσεως>, τοῖς δὲ τὴν <ἀνυπόθετον> [Pl. resp. VI

510 b] γνῶσιν. 〈ταύτην δὲ〉 ———<σύνδεσμον> κέκληκεν τῶν μαθη-

μάτων, ὡς τὰς ἐκείνων ἁπάντων ἀρχὰς ἑνίζουσαν καὶ εἰς τὴν μίαν τῶν

ὅλων ἀρχὴν ἀναπέμπουσαν.

51

———

〈σκόπει τὸ βάθος τοῦ τε θεοῦ καὶ Σωκράτους, πῶς δὴ〉 οὐ τὸ μηδὲν

εἰδέναι 〈μόνον εἴρηκεν〉 ἐξαίρετον ὑπάρχειν ἀγαθόν, ἀλλὰ τὸν μὴ εἰδότα

καὶ τοῦτο εἰδέναι ὅτι οὐκ οἶδε. τοῦτο γὰρ δοκεῖ μὲν εἶναι προὔργου τοῖς

ἐσομένοις σοφοῖς, κατ' ἀλήθειαν δὲ εἰς ταὐτὸ περιχωρεῖ τῇ σοφίᾳ· καὶ

σοφὸς ὄντως ἐστὶν ὁ γνοὺς ἑαυτὸν οὐκ εἰδότα καὶ μὴ ἀγνοῶν ὅτι οὐκ

οἶδε. τίνος γάρ ἐστιν ἄλλου γνῶναι τὸν οὐκ εἰδότα ἢ τοῦ καὶ τὸν εἰδότα

γινώσκοντος; δεῖ γὰρ δὴ καὶ αὐτὸ γνῶναι τελέως ὃ οὐκ οἶδεν, εἴπερ

εἰδότα ἑαυτὸν μέλλει ἐπιγνῶναι· τοῦτο γὰρ ἀγνοῶν οὐδ' εἰ οἶδε γνοίη

ἄν. ὥστε οὐδεὶς ἂν πρότερον ἑαυτὸν μὴ εἰδότα γνοίη τελέως, πρὶν

ἂν εἰδότα γνοίη. τότε γὰρ ἅμα καὶ ὃ οἶδε καὶ ὃ οὐκ οἶδεν ἐπιστήσεται,

καὶ ὅτι οἶδε γνώσεται καὶ ὅτι οὐκ οἶδε, μέσην ἔχων εἴδησιν τῶν τε μόνως

εἰδότων καὶ τῶν μὴ ὅλως, ὧν τὸ μέν ἐστι νοῦς, τὸ δὲ αἴσθησις· ἡ μὲν

οὐδ' ὅλως εἰδυῖα τὴν ἀλήθειαν, ὅτι μηδὲ αὐτὴν τῶν αἰσθητῶν ὧν ἐστι

γνῶσις τὴν οὐσίαν οἶδεν· ὁ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ ὄντος ἀμέσως

εἰδὼς καὶ αὐτὴν τὴν ὄντως οὖσαν ἀλήθειαν. μέση δὲ οὖσα τούτων ἡ

ψυχὴ καὶ οἶδε τὰς οὐσίας τῶν ὄντων ... καὶ οὐκ οἶδε ....

52

Σοφός τις ἄρα γενόμενος γνώσεται καὶ ὡς οἶδεν εἰδὼς καὶ ὡς οὐκ

οἶδεν εἰδώς. ———οὔτ' ἄρα διὰ τὰς μαθηματικὰς ἐπιστήμας ὡς τῆς

πρώτης ἐπιστήμης διορισθείσας, οὔτε διὰ τὴν ἐλπίδα τῆς ὡς ἀληθῶς

γνώσεως μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ———, ἀφανίζειν χρὴ τοὺς

περὶ τὴν ἐπιστήμην λόγους. 〈Πλάτων γάρ ἐστιν αὐτὸς ὁ βοῶν〉 ὅτι τὸν

τὴν ἐπιστήμην ἀνελόντα περὶ οὐδενός, οὐδὲ τοῦ τυχόντος, ἔτι διισχυρί-

σασθαι δυνατόν. ἀλλὰ τινὰ μὲν ἐπιστήμην λάβοι ἂν ἡ ψυχὴ καὶ μετὰ σώ-

ματος οὖσα, τινὰ δὲ ἀπαλλαγεῖσα τοῦ δεσμοῦ· καὶ τινὰς μὲν γνώσεις

ἐπιστήμας ἅμα καὶ οὐκ ἐπιστήμας εἶναι θήσεται· μίαν δὲ τὴν ὡς ἀληθῶς

ἐπιστήμην, καὶ νοῦν ἐπιστήμης κρείττονα, καὶ νοῦ τὴν ἔνθεον νόησιν·

καὶ ταύτην εἶναι τὴν γνῶσιν, ἣν ἡ ψυχὴ φανταζομένη καὶ ἐν τῷ τῇδε

βίῳ λαβεῖν οὐ δυναμένη ποθεῖ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον, ὡς ἐκεῖ

τευξομένη τῆς ὑπερφυοῦς ταύτης καὶ θεοειδοῦς τῶν ὄντων καταλήψεως.

63

〈Ἀλλ'〉 οἱ μὲν ψεῦδος εἶναι ἔφασαν τὸν θεὸν ὡρισμένως εἰδέναι

πᾶν, ἀλλ' ἀορισταίνειν καὶ αὐτὸν ἐν τοῖς ἀορίστως γινομένοις, ἵνα

φυλάξωσι τὸ ἐνδεχόμενον· οἱ δὲ τὴν ὡρισμένην γνῶσιν ἀποδόντες

τῷ θεῷ τὴν ἀνάγκην ἐπὶ πάντων τῶν γινομένων παρεδέξαντο. ———

〈Πλάτων δὲ ...〉 τὸν θεὸν ὡρισμένως εἰδέναι τὰ ἐσόμενα, ταῦτα δὲ κατὰ

τὴν ἑαυτῶν γίνεσθαι φύσιν 〈διισχυρίζεται〉, τὰ μὲν ὡρισμένως, τὰ δὲ

ἀορίστως· τῶν γὰρ ἐν τοῖς ἀποτελουμένοις διῃρημένως καὶ ὑπεναντίως

ἀλλήλοις ὄντων, ἐν τοῖς θεοῖς κατὰ τὸ κρεῖττον μόνον ἐστὶν ἡ πρόληψις,

〈λέγω δ' οἷον〉 τῶν γινομένων ἢ ἀσωμάτων ὄντων ἢ σωμάτων, ἀσω-

μάτως ἐστὶν ἀμφοῖν τὰ αἴτια παρ' ἐκείνοις, ὡσαύτως δὲ καὶ ἡ γνῶσις

ἀσωμάτως· καὶ πάλιν νοούντων καὶ ἀνοήτων ὄντων ἄμφω παρὰ θεοῖς

γνωστικῶς καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν εἴδησιν· γινώσκουσιν

γὰρ καὶ τὰ μὴ γνωστικὰ γνωστικῶς. κἀκεῖθεν αὖ τῶν γινομένων ἐν

χρόνῳ ἢ ἀχρόνως, ἄχρονος ἥ τε αἰτία καὶ ἡ γνῶσις ἵδρυται παρ' αὐτοῖς.

ὥστε, ἐπειδὴ καὶ ὡρισμένα καὶ ἀόριστα ἄττα γίνεται, ἀμφοῖν κατὰ τὸ

κρεῖττον, τὸ ὡρισμένον λέγω, τὴν τούτων προειλήφασι γνῶσιν.

64

〈Ἔτι δέ〉, οὐχ οἷον ἐστὶ τὸ γνωστόν, τοιοῦτον καὶ τὸ εἶδος τῆς

γνώσεως, ἀλλ' οἷον τὸ γινῶσκον εἰκότως· 〈οὐδὲ γὰρ ἡ γνῶσις〉 ἐν τῷ

γνωστῷ ἐστιν, ἀλλ' ἐν τῷ γινώσκοντι· διὸ καὶ τῷ ἐν ᾧ ἐστιν ὁμόχρους

ἐστὶ καὶ ὁμοειδής, ἀλλ' οὐ τῷ ἐν ᾧ οὐκ ἔστι. τοῦ οὖν γνωστοῦ ὄντος

ἀορίστου, τοῦ δὲ γινώσκοντος ὡρισμένου, οὐ διὰ τὸ γνωστὸν ἀορισταί-

νει καὶ ἡ γνῶσις, ἀλλὰ διὰ τὸ γινῶσκον ὁρίζεται· καὶ γὰρ κρειττόνως

τὸ χεῖρον γινώσκειν ἐστὶ καὶ χειρόνως τὸ κρεῖττον. 〈ὥστε〉 ἐπεὶ πάντων

κρείττονες οἱ θεοί, κρειττόνως ᾗπερ εἰσὶ τὰ πάντα προειλήφασιν, ἀχρόνως

μὲν τὰ κατὰ χρόνον, 〈ὡς εἴπομεν〉, ἀσωμάτως δὲ τὰ σώματα, ἀΰλως

καὶ τὰ ἔνυλα, ὡρισμένως τὰ ἀόριστα, ἑστώτως τὰ ἄστατα, καὶ ἀγεν-

νήτως τὰ γεννητά.

65

Οὐ καθὸ οὖν γινώσκουσιν τὸ ἐσόμενον, ἐξ ἀνάγκης ἐπάγεται

τούτῳ ἡ ἔκβασις, ἀλλὰ τῷ μὲν ἀορίστην ἐκ τοῦ ὡρισμένου τὴν γένεσιν

..., τοῖς δὲ θεοῖς ὡρισμένην τοῦ ἀορίστου τὴν πρόγνωσιν. οὐδὲ γὰρ τὸ

παράπηγμά 〈σου〉, τυμπάνοις καὶ τόρνοις χρώμενον καὶ ὕλαις σωματι-

καῖς, ἐν τῇ σου προγνώσει σωματικῶς ἦν· ἀλλ' ἐκεῖ μὲν ἀσωμάτως ἡ

φαντασία καὶ ζωτικῶς εἶχε τοῦ ἐσομένου τὸν λόγον, ἐγένετο δὲ τὸ παρά-

πηγμα σωματικῶς συμπεπηγὸς ἐκ μὴ τοιαύτης τῆς ἔνδον γνώσεως.

εἰ δὲ ἐπὶ τῆς σου ποιήσεως ταῦτα, τί ἂν εἴποις περὶ τῆς τῶν θεῶν προ-

γνώσεως, παρ' ᾗ τὸ ἄρρητον προϋπάρχει καὶ ὄντως ἀπεριήγητον

ἡμῖν καὶ ἀπερίγραφον, οὐχ ὡς ἄλλος ὁ τρόπος τῆς πάντων περιοχῆς

καὶ οὐδαμοῦ συγγενὴς τοῖς ἀπ' αὐτῆς γινομένοις; ὥστε καὶ γινώσκουσιν

οἱ θεοὶ θείως καὶ ἀχρόνως τὰ ἐφ' ἡμῖν, καὶ ἡμεῖς ἐνεργοῦμεν ὡς πεφύ-

καμεν· καὶ ὅπερ ἂν ἑλώμεθα προέγνωσται παρ' αὐτοῖς οὐ διὰ τὸν ἐν

ἡμῖν ὅρον, ἀλλὰ διὰ τὸν παρ' αὐτοῖς.

66

———

〈δυνάμενον〉 καὶ καθ' αὑτὸ δεικνύναι ὅτι ἐστὶ τὸ ἐφ' ἡμῖν, ἀπὸ τῶν

ἐπαίνων ἢ ψόγων, ἀπὸ τῶν συμβουλῶν καὶ τρόπων ἢ ἀποτροπῶν,

ἀπὸ τῶν δικαστηρίων καὶ κατηγοριῶν ἢ ἀπολογιῶν, ἀπὸ τῆς πολιτικῆς

ἁπάσης παιδείας, ἀπὸ τῶν νομοθεσιῶν, ἀπὸ τῶν εὐχῶν καὶ τῶν ἱερατι-

κῶν ὁδῶν, 〈ἀπ' αὐτῆς τῆς φιλοσοφίας. εὖ γὰρ οἶσθα καὶ τὸν ἐμὸν καθηγεμόνα

λέγοντα πολλάκις ὅτι〉 τὸ ἐφ' ἡμῖν ἀναιρεθὲν περιττὴν ἀποφαίνει τὴν

φιλοσοφίαν· τί γὰρ παιδεύσει, μηδενὸς ὄντος τοῦ παιδευομένου; πῶς

δὲ ἔσται τὸ παιδευόμενον, μὴ ὄντος ἐφ' ἡμῖν τοῦ γενέσθαι καλλίοσι;

———περὶ ὧν οὖν ... ποιήσασθαι τοὺς λόγους 〈ἢ〉 περὶ ὧν οὐδεὶς

ἂν ἡμῖν ἐγκαλέσοι ἀδολεσχίαν ποιουμένοις τὰς διαλέξεις; ———

{ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΚΩΝ ὙΠΟΣΤΑΣΕΩΣ ΜΟΝΟΒΙΒΛΟΣ} Τὴν τοῦ κακοῦ φύσιν, ἥτις τέ ἐστι καὶ ὅθεν ἔχει τὴν γένεσιν,ἐζήτησαν μὲν καὶ τῶν πρὸ ἡμῶν τινες, ———αὐτὸ καθ' αὑτὸ τὸκακὸν σκοπήσαντες, εἴτε ἔστιν εἴτε καὶ μή, καὶ εἰ ἔστι, πῶς ἐστὶ καὶ πόθενεἰς τὸ εἶναι καὶ τὴν ὑπόστασιν ἥκει· ... ἡμεῖς δὲ ... ἀναγράψαντες,ἃ ... τῷ θείῳ Πλάτωνι περὶ τῆς τοῦ κακοῦ φύσεως τεθεώρηται· ———καὶ τῆς τῶν ζητουμένων καταλήψεως ἐγγυτέρω πάντως ἐσόμεθα, τὴντοῦ Πλάτωνος εὑρόντες ἔννοιαν, κἀκεῖθεν οἷον φῶς ταῖς ἡμῶν ζητήσεσινἀνάψαντες. Εἴτε οὖν ἐστὶ τὸ κακόν, εἴτε μή, πρῶτον σκοπητέον· καὶ εἰ ἔστι,πότερον ἐν τοῖς νοητοῖς ἐστὶ ἢ οὔ· καὶ εἰ ἐν τοῖς αἰσθητοῖς, πότερον κατ'αἰτίαν προηγουμένην ὑφέστηκεν ἢ οὔ· καὶ εἰ μή, πότερον οὐσίαν αὐτῷτινὰ δοτέον, ἢ παντάπασιν ἀνούσιον αὐτοῦ τὸ εἶναι θετέον· καὶ εἰ ἔστιτοῦτο, πῶς ὑπέστη, τῆς ἀρχῆς ἑτέρας οὔσης, καὶ πόθεν ἄρχεται καὶμέχρι τίνος πρόεισι· καὶ ἔτι πῶς καὶ πόθεν, προνοίας οὔσης, ἐστὶ τὸκακόν; ———ἐφ' ἅπασι δὲ———ἢ μηδὲν πεπραγματεῦσθαι οἰόμεθα,εἰ διαπέσοιμεν τῆς θεωρίας ἐκείνου. Ἀρχὴ οὖν τῆς περὶ αὐτῶν θεωρίας κατὰ φύσιν 〈ἔστω〉, πότεροντὸ κακὸν τῶν ὄντων ἐστὶν ἢ οὔ· καὶ πῶς γὰρ δυνατὸν εἶναι τοῦτο, ὃτῆς τῶν ὄντων ἀρχῆς πάντῃ ἐστὶν ἄμοιρον; οὐδὲ γὰρ φωτὸς σκότος,οὔτε ἀρετῆς κακίαν μετασχεῖν δυνατόν, οὔτε τἀγαθοῦ τὸ κακόν. ———〈οὕτως〉 ———οὐδαμοῦ τῶν ὄντων εἶναι δεῖ τὸ κακόν· εἴτε γὰρἐκ τοῦ ἀγαθοῦ καὶ τοῦτο, πῶς ἔτι καλῶν ἁπάντων ἐκεῖνο καὶ ἀγαθῶναἴτιον, ὃ τὴν τοῦ κακοῦ παρήγαγεν φύσιν; 〈εἴτε οὐκ ἐκεῖθεν〉· οὐκ〈ἄρα ἦν〉 πάντων τῶν ὄντων τὸ ἀγαθὸν αἴτιον, οὐδ' ἀρχή, εἴπερ 〈τὸκακὸν〉 ἐν τοῖς οὖσι τεταγμένον διαφεύγει τὴν ἐξ ἐκείνου πάροδον. ὅλωςδέ, εἰ πᾶν τὸ ὁπωσοῦν ὑφιστάμενον τοῦ εἶναι μετασχὸν ὑπέστη, τὸ δὲτοῦ εἶναι μετασχὸν ἀνάγκη καὶ τοῦ ἑνὸς μετέχειν———, οὔτε δὲ ἦνοὔτε ἔσται θέμις ἄλλως ποιεῖν τὰ δεύτερα ἃ ποιοῦσιν ἢ μετὰ τῶν ὑπερ-κειμένων—τὸν μὲν νοῦν μετὰ τῆς ζωῆς, τὴν δὲ ζωὴν μετὰ τοῦ εἶναι,πάντα δὲ μετὰ τοῦ ἑνός—δεῖ δήπου καὶ τὸ κακὸν αὖ δυοῖν πεπονθέναιθάτερον· ἢ μηδὲ τοῦ εἶναι μετειληχέναι τὸ παράπαν, ἢ ὁπωσοῦν τοῦεἶναι μετασχὸν ἅμα καὶ τῆς ἐπέκεινα μετέχειν αἰτίας———. ἢ μηδὲεἶναι τὴν ἀρχήν, 〈ἢ〉 μηδὲ γεγονέναι μηδὲ εἶναι τὸ κακόν. ———ἀμ-φοτέρωθεν δὲ ἀναγκαῖον φάναι οὐδαμοῦ τὸ κακόν. εἰ δὲ ... τἀγαθὸνἐπέκεινα 〈τοῦ ὄντος καὶ πηγὴν〉 τῶν ὄντων———. πῶς 〈ἐστι〉 τὸκακὸν 〈ἕν τι τῶν ὄντων, εἰ〉 ἔσται τῆς τοιαύτης ὀρέξεως παρῃρημένον;——————(τὸ κακόν) ... μᾶλλον καὶ αὐτοῦ τοῦ μὴ ὄντος ἀπέχον τοῦ ἀγαθοῦ·———τὸ τούτου δὲ πορρώτερον τοῦ ἐγγὺς μᾶλλον ἀνουσιώτερον. τὸμηδαμῶς ἄρα ὂν μᾶλλον ἐστὶν ἤπερ τὸ λεγόμενον κακόν. ———εἰ δὲ καὶ, 〈ὡς ὁ Πλάτωνος λόγος〉, οὐ μόνον ὑφίστησι τὴν τῶν ἀγαθῶνφύσιν ὁ τοῦ κόσμου τούτου πατήρ, ἀλλὰ καὶ βούλεται μηδὲν εἶναι μηδα-μοῦ κακόν, τίς ἔστι μηχανὴ ὑφεστάναι πρὸς ὑπόστασιν τὸ κακὸν ἀβούλη-τον τῷ δημιουργῷ; οὐ γὰρ ἄλλα μὲν αὐτὸν βούλεσθαι, ἄλλα δὲ ποιεῖνθεμιτόν, ἀλλ' ἡ βούλησις ἅμα καὶ ποίησις 〈ἦν〉 ἐπὶ τῶν θείων 〈οὐσιῶν〉·ὥστε οὐ μόνον ἀβούλητον αὐτῷ τὸ κακόν, ἀλλὰ καὶ ἀνυπόστατον,οὐχ ὡς ἐκείνου μὴ ποιοῦντος—τοῦτο γὰρ οὐδὲ νοεῖν θέμις—, ἀλλ'ὡς μηδ' εἶναι ποιοῦντος· καὶ γὰρ ἦν ἡ βούλησις οὐ τοῦ μὴ ποιεῖσθαιπαρ' αὐτοῦ τὸ κακόν, ἀλλ' ὅλως μὴ εἶναι· τί οὖν ἔτι τὸ ποιῆσον εἶναι,τοῦ προσάγοντος αὐτὸ πρὸς τὸ μὴ εἶναι ὑποστάτου πάντων ὄντοςκαὶ πατρός; τί γὰρ ἐναντίον αὐτῷ καὶ πόθεν; οὔτε γὰρ ἐξ αὐτοῦ τὸκακοποιόν—οὐ γὰρ θέμις αὐτῷ· καὶ εἰ ἀλλαχόθεν, ἄτοπον· πάνταγὰρ τὰ ἐν τῷ κόσμῳ ἐκ τοῦ πατρός, τὰ μὲν αὐτόθεν, ὡς εἴρηται, τὰ δ'οἷον ἐνεργούντων ἄλλων.