The Greek Library Author

Anonymous

De sacrificio et magia

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
De sacrificio et magia, ed. J. Bidez, Catalogue des manuscrits alchimiques grecs, vol. 6, Brussels: Lamertin, 1928: 148–151.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

προσεχεῖς εἰσιν οὐσίαι τῆς ἐν τῇ φύσει καὶ τοῖς σώμασιν ἐνεργείας,καὶ ἐπηγάγοντο δι' αὐτῶν τούτων εἰς συνουσίαν· ἀπὸ δὲ τούτωνἐπ' αὐτὰς ἤδη τὰς τῶν θεῶν ἀνέδραμον ποιήσεις, τὰ μὲν ἀπ' αὐτῶνδιδασκόμενοι, τὰ δὲ καὶ αὐτοὶ κινούμενοι παρ' ἑαυτῶν εὐστόχως εἰςτὴν τῶν οἰκείων συμβόλων ἐπίνοιαν· καὶ οὕτω λοιπόν, τὴν φύσινκαὶ τὰς φυσικὰς ἐνεργείας κάτω καταλιπόντες, ταῖς πρωτουργοῖςκαὶ θείαις ἐχρήσαντο δυνάμεσι.{EXCERPTA E PLATONICA PROCLI THEOLOGIA}{IN FINEM PRIMAE HYPOTHESEOS ET IN SECUNDAM HYPOTHESIN.} [<Τέλος τῆς πρώτης ὑποθέσεως.>] Κατὰμίαν ἄρα καὶ ἄγνωστον αἰτίαν τὸ πρώτιστοντῶν ὅλων θεούς τε πάντας ἐξέφηνε καὶ θείαςψυχὰς καὶ τὰ κρείττονα γένη, καὶ οὔτε συμ-πλέκεται τοῖς ἑαυτοῦ γεννήμασιν, οὔτε πλη-θύνεται περὶ αὐτά· πάντη δὲ αὐτῶν ἐκβεβηκὸςἐν ἁπλότητι θαυμαστῇ καὶ τῆς ἑνώσεως ὑπερ-βολῇ, πᾶσιν ἀδιακρίτως τήν τε πρόοδον ὁμοῦκαὶ τὴν ἐν προόδῳ τάξιν ἐνδίδωσι. Μεχρὶ μὲντούτων ὁ Παρμενίδης ἄνωθεν ἀπὸ τῆς νοητῆςπεριωπῆς τῶν πρώτων νοερῶν θεῶν ὡρμημένοςπροελήλυθε κατὰ τὰ μέτρα τῆς ἀπογεννήσεως,τά τε θεῶν γένη καὶ τῶν θεῶν ἡνωμένων τε καὶσυνεπομένων ὑφιστὰς, καὶ πάντων ἀεὶ τὸ ἓνἐξῃρημένον ἀῤῥήτως ἀποφαίνων. Πάλιν δὲ ἐν-τεῦθεν ἐπ' ἀρχὴν ἀναστρέφει, καὶ τὴν τῶνὅλων ἐπιστροφὴν ἀπομιμούμενος, τῶν ἀκρο-τάτων θεῶν, τῶν νοητῶν λέγω, χωρίζει τὸἕν· οὕτω γὰρ ἂν αὐτοῦ μάλιστα τὴν ὑπεροχὴνθεασαίμεθα καὶ τὴν ἀμήχανον πρὸς τὰ ἄλλαπάντα τῆς ἑνώσεως ἐξαλλαγὴν, εἰ μὴ μόνοναὐτὸ τῶν δευτέρων ἢ τρίτων ἐν τοῖς θεοῖς δια-κόσμοις ὑπεριδρυμένον ἀποδείξαιμεν, ἀλλὰ καὶαὐτῶν τῶν προτεταγμένων νοητῶν ἑνάδων, καὶταῦτα συστοίχως τῇ τῶν κρυφίων ἐκείνωνἁπλότητι, καὶ οὐ διὰ τῶν ποικίλων λόγων,ἀλλ' αὐτῆς τῆς νοερᾶς μόνον ἐπιβολῆς· νῷ γὰρτὰ νοητὰ γνωρίζεσθαι πέφυκε. Τοῦτο τοίνυνκαὶ ὁ Παρμενίδης ἔργῳ δείκνυσι τὰς μὲν λογι-κὰς μεθόδους ἀπολιπὼν, κατὰ δὲ νοῦν ἐνεργῶνκαὶ <τῆς οὐσίας τὸ ἓν ἐπέκεινα λέγων καὶτοῦ ἑνὸς ὄντος>. Οὐ γὰρ ἐκ τῶν πρώτων συμ-περασμάτων τοῦτο συλλελόγισται· ἦν γὰρ ἂνπερὶ τῶν πρωτίστων αὐτῶν θεῶν λόγος ἀναπό-δεικτος ἐκ τῶν χειρόνων τὴν πίστιν ἐφελκόμε-νος. Καὶ τὰς γνώσεις τοίνυν καὶ τὰ τῶν γνώ-σεων ὄργανα πάντα τῆς τοῦ ἑνὸς ὑπεροχῆςἀπολείπεσθαι κατὰ τὸν αὐτὸν χρόνον διατεί-νεται, καὶ τελευτᾷ δὲ καλῶς εἰς τὸ ἄῤῥητοντοῦ πάντων ἐπέκεινα θεοῦ. Μετὰ γὰρ τὰς κατ'ἐπιστήμην ἐνεργείας καὶ τὰς νοερὰς ἐπιβολὰςἡ πρὸς τὸ ἄγνωστον ἕνωσίς ἐστιν, εἰς ἣν δὴκαὶ ὁ Παρμενίδης τὸν σύμπαντα λόγον ἀνενεγ-κὼν συμπεραίνεται τὴν πρώτην ὑπόθεσιν, πάν-τα μὲν τὰ θεῖα γένη τοῦ ἑνὸς ἐξάψας, αὐτὸ δὲἑνιαίως τῶν πάντων ἐξῃρημένον ἀποφήνας, τῶντε νοητῶν καὶ τῶν αἰσθητῶν ἀμέθεκτον ὑπάρ-χον, καὶ τῶν μετεχομένων μονάδων ἀῤῥήτωςὑποστατικόν. Διὸ καὶ τοῦ ἑνὸς ἐπέκεινα τοῦ τῇοὐσίᾳ συζυγοῦντος εἴρηται καὶ παντὸς ὁμοῦ τοῦμετεχομένου τῶν ἑνάδων πλήθους. (Proclus,lib. II, p. 114.) [<Δευτέρα ὑπόθεσις>.] Δέδεικται τοίνυν ὅτιτὴν δευτέραν ὑπόθεσιν χρὴ διελεῖν εἰς ὅλας τὰςτοῦ <ἑνὸς ὄντος> προόδους, καὶ ὡς οὐδὲν ἄλλοἐστὶν ἢ γένεσις καὶ πρόοδος θεῶν ἡ ὑπόθεσιςαὕτη, μεχρὶ τῆς ἐκθεουμένης οὐσίας ἄνωθεν ἀπὸτῆς ἄκρας ἑνώσεως προϊοῦσα τῶν νοητῶν. Οὐγὰρ, ὥσπερ λέγουσί τινες, ἐν τῇ πρώτῃ περὶθεοῦ καὶ θεῶν ὁ λόγος· οὐδὲ γὰρ ἦν θέμις αὐτῷσυντάττειν τὸ πλῆθος τῷ ἑνὶ καὶ τὸ ἓν τῷπλήθει· πάντη γὰρ ἐξῄρηται τῶν ὅλων ὁ πρώ-τιστος θεός. Ἀλλὰ καὶ τὴν οὐσίαν ἐν τῇ πρώτῃ[ὁ Παρμενίδης] καὶ αὐτὸ τὸ ἓν ἀφαιρεῖται τοῦπρώτου. Ταῦτα δὲ ὅτι μὴ προσήκει τοῖς ἄλλοιςθεοῖς, παντὶ καταφανές. Οὐ μὴν οὐδ', ὡς αὐτοὶλέγουσι, περὶ τῶν νοητῶν θεῶν ἐν τῇ πρώτῃποιεῖται τὸν λόγον ὁ Παρμενίδης, ἐκείνων τὰςἀποφάσεις εἶναι λέγοντες, διότι συνήνωνται τῷἑνὶ καὶ εἰσὶν ἁπλότητι καὶ ἑνώσει προσέχοντεςἁπάντων τῶν θείων γενῶν. Πῶς γὰρ τὸ <ὅμοιον>ἢ τὸ <ἀνόμοιον ἢ τὸ ἅπτεσθαι ἢ τὸ χω-ρὶς>, καὶ τὰ ἄλλα πάντα τὰ ἀποφασκόμενα τοῦἑνὸς ὑπάρξει τοῖς νοητοῖς θεοῖς; Ἀλλ' ὅτι μὲντὰ ἀφαιρούμενα θεῶν εἰσιν ὁμοιότητες, δοκοῦσίμοι λέγειν ὀρθῶς, ὅτι δὲ πάντα τῶν νοητῶν, οὐκὀρθῶς. Πρὸς τῷ καὶ ἀναγκαῖον πρὸς τὸν λόγοντοῦτον πάλιν ἐν τῇ δευτέρᾳ περὶ τῶν νοητῶνθεῶν εἶναι τὴν πραγματείαν· ἃ γὰρ ἀπέφησενἐν ἐκείνῃ, ταῦτα κατέφησεν ἐν ταύτῃ. Τοῦτο οὖν, ὥσπερ ἔφην, δέδεικται ὅτι τάξινἔχει τὰ συμπεράσματα πρὸς ἄλληλα, τὴν τῶνπροτέρων καὶ ὑστέρων καὶ αἰτιῶν καὶ αἰτιατῶν.Δεῖ τοίνυν ἡμᾶς ἐφαρμόζειν ἄνωθεν ἀρχομένουςταῖς μὲν πρώταις τάξεσι τὰ πρῶτα συμπερά-σματα, ταῖς δὲ μέσαις τὰ μέσα, ταῖς δὲ ἐσχά-ταις τὰ τελευταῖα, καὶ δεῖξαι τοσούτους ἠρω-τημένους λόγους ὁπόσαι τῶν θείων διακόσμωνπρόοδοι. Καὶ πρῶτον περὶ τῶν νοητῶν ἀποδῶ-μεν τὴν τοῦ Παρμενίδου διδασκαλίαν, ἐπειδὴκαὶ δέδειχε περὶ τούτων ὁ Πλάτων πολλαχοῦ,τὰ μὲν ἐνδεικνύμενος, τὰ δὲ καὶ διαῤῥήδην λέ-γων. (Proclus, lib. III, p. 162—163.) [<Τριάδες νοηταί>]. Τὸ μὲν δὴ πρώτιστονκαὶ ἀμεθεκτὸν ἓν, ἐπέκεινα τῶν ὅλων προϋπάρ-χον, οὐ τῶν μετεχόντων μόνον, ἀλλὰ καὶ τῶνμετεχομένων ἑνάδων, ὕμνηται διὰ τῆς πρώτηςὑποθέσεως, ἁπάντων μὲν ἀῤῥήτως αἴτιον ἀπο-πεφασμένον, αὐτὸ δὲ ἐν οὐδενὶ δὴ τῶν πάντωνἀφοριζόμενον, οὐδέ τινα δύναμιν ἔχον οὐδὲἰδιότητα συγγενῆ πρὸς τοὺς ἄλλους θεούς. Μετὰτοῦτο τὸ μόνως ὑπερούσιον καὶ ὑπερὸν καὶ ἄμι-κτον πρὸς πάσας τὰς ὑπάξεις, ἑνὰς ἔστι, μετ-εχομένη μὲν ὑπὸ τοῦ ὄντος καὶ περὶ αὑτὴν ὑπο-στήσασα τὴν πρώτην οὐσίαν, καὶ πλεονάσασατῇ προσθήκῃ τῆς μεθέξεως ταύτης τοῦ πρώτωςἑνὸς, αὐτὴ δὲ ὑπερούσιος ὕπαρξις καὶ τῆς πρω-τίστης νοητῆς τριάδος. Δύο δὴ τούτων ὄντωνἐν τῇ <πρώτῃ τριάδι>, τοῦ ἑνὸς καὶ τοῦ ὄντος,καὶ τοῦ μὲν γεννῶντος, τοῦ δὲ γεννωμένου, καὶτοῦ μὲν τελειοῦντος, τοῦ δὲ τελειουμένου, δεῖδὴ καὶ τὴν μέσην ἀμφοῖν ὑπάρχειν δύναμιν,δι' ἧς καὶ μεθ' ἧς τὸ ἓν ὑποστατικόν ἐστι καὶτελειωτικὸν τοῦ ὄντος .... Τριὰς οὖν ἐστιν αὕτητῶν νοητῶν ἀκρότης, <τὸ ἓν, ἡ δύναμις, τὸὄν> .... Ταύτην τὴν τριάδα παραδιδοὺς ὁ Παρ-μενίδης ἄρχεται μὲν ἐντεῦθεν τῶν περὶ αὐτῆςλόγων· <Ὅρα δὴ ἐξ ἀρχῆς· εἰ ἓν ἔστιν,ἆρα οἷόν τε αὐτὸ εἶναι μὲν, οὐσίας δὲμὴ μετέχειν; οὐχ οἷόν τε> [p. 142 B].Τελευτᾷ δὲ περὶ αὐτῆς διαλεγόμενος ὡδί· <Ἆρ'οὖν ἄλλο ἢ ὅτι οὐσίας μετέχει τὸ ἓν,τοῦτ' ἂν εἴη τὸ λεγόμενον, ἐπειδάν τιςσυλλήβδην εἴπῃ ὅτι ἓν ἔστι; Πάνυ γε>[p. 142 C]. Τριὰς οὖν αὐτὴ πρώτη νοητὴ, τὸἓν, τὸ ὂν, καὶ σχέσις ἀμφοῖν, δι' ἣν καὶ τὸ ἓντοῦ ὄντος ἐστὶ καὶ τὸ ὂν τοῦ ἑνὸς, πάνυ γεθαυμαστῶς καὶ διὰ τούτων ἐκδεικνυμένου τοῦΠλάτωνος ὅτι καὶ ὁ πατὴρ τοῦ νοῦ πατήρ ἐστι,καὶ ὁ νοῦς τοῦ πατρὸς, καὶ ὡς ἡ δύναμις κέ-κρυπται μεταξὺ τῶν ἄκρων .... Μετὰ δὲ ταύτην ἐφεξῆς ἡ <δευτέρα> τὴνπρόοδον ἔλαχεν, ἣν κατὰ τὴν ὁλότητα τὴννοητὴν, ὥσπερ ἐν Σοφιστῇ διείλομεν, [ὁ Παρ-μενίδης] χαρακτηρίζει ... Ἐν ταύτῃ δὲ τὰ μέρηκαὶ τὸ ὅλον, τῆς δυνάμεως ἑαυτὴν ἐκφαινούσης·διακρίσεως γὰρ οὔσης, καὶ μέρη ἐστὶ καὶ τὸ ἐκτούτων ὄλον. Καλεῖται τοίνυν ἡ δευτέρα τριὰςὁλότης νοητή. Μέρη δὲ αὐτῆς τὸ ἓν καὶ τὸ