The Greek Library Author

Anonymous

Eclogae de philosophia Chaldaica

Authority group
Proclus (catalogue association; authorship remains anonymous)
Edition reference
Eclogae de philosophia Chaldaica, ed. É. des Places, Oracles chaldaïques, Paris: Les Belles Lettres, 1971: 206–212.
CTS identifier
urn:cts:greekLit:tlg4036.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4

τὸ νοητὸν καὶ κατ' αὐτὸ τὸ ἐνιστάμενον καὶ τὴν ὕπαρξιν

νοεῖν, μύσαντα κατὰ πάσας τὰς ἄλλας ζωὰς καὶ δυνά-

μεις. Ὡς γὰρ νοειδεῖς γιγνόμενοι τῷ νῷ πρόσιμεν, οὕτως

ἑνοειδεῖς πρὸς τὴν ἕνωσιν ἀνατρέχομεν, ἐπ' ἄκρῳ τῷ

οἰκείῳ στάντες νῷ· ἐπεὶ καὶ ὀφθαλμὸς οὐκ ἄλλως ὁρᾷ

τὸν ἥλιον ἢ γενόμενος ἡλιοειδής, ἀλλ' οὐ τῷ ἐκ πυρὸς

φωτί· ᾧ καὶ δῆλον ὅτι τὸ νοεῖν ἐκεῖνο μὴ νοεῖν ἐστιν.

«Ἐὰν δέ», φησίν, ἐπεγκλίνῃς σὸν νοῦν«, τοῦτ' ἔστιν,

ἐπερείσῃς ταῖς νοεραῖς ἐπιβολαῖς εἰς τὴν πρὸς ἐκεῖνο

συναφήν, καὶ οὕτως »ἐκεῖνο νοήσῃς« τὸ νοητόν, »ὥς

τι νοῶν«, τοῦτ' ἔστι, κατά τι μέτρον εἴδους καὶ γνώσεως

ἐπιβλητικῶς, »οὐκ ἐκεῖνο νοήσεις«· κἂν γὰρ ὦσιν αἱ

τοιαῦται νοήσεις ἁπλαῖ, ἀπολείπονται τῆς τοῦ νοητοῦ

ἑνιαίας ἁπλότητος καὶ εἰς δευτέρας φέρονταί τινας νοερὰς

〈φύσεις〉 εἰς πλῆθος ἤδη προελθούσας. Οὐδὲν γὰρ γνωσ-

τὸν δι' ἐλάττονος γιγνώσκεται γνώσεως· οὐ τοίνυν οὐδὲ

τὸ ὑπὲρ νοῦν, διὰ νοῦ· ἅμα γὰρ νοῦς ἐπιβάλλει τινὶ καὶ

τοιόνδε λέγει τὸ νοούμενον, ὅπερ ἐστὶ τοῦ νοητοῦ δεύτε-

ρον· ἀλλ' εἰ ἐν τῷ ἄνθει τοῦ ἐν ἡμῖν νοῦ τὸ νοητὸν τοῦτο

νοοῦμεν, ἐπ' ἄκρῳ τῆς πρώτης νοητῆς τριάδος ἱδρυνθέν,

τίνι ἂν ἔτι συναφθείη μὲν πρὸς τὸ ἕν, ὅ ἐστιν ἀσύντακτον

πρὸς πάντα καὶ ἀμέθεκτον; εἰ γὰρ ὁ πρῶτος »Πατὴρ«

ἁρπάζειν »ἑαυτόν« λέγεται τοῦ νοῦ καὶ τῆς »δυνάμεως«,

τίς ὁ μηδὲ οὕτως ἁρπάσαι δεηθεὶς ἑαυτόν, ἀλλ' ὑπερηρ-

πασμένος ἀπὸ πάντων ἁπλῶς καὶ θεὸς πάντων ὑμνού-

μενος; εἰ δὲ καὶ περὶ τοῦ πρωτίστου Πατρὸς ἐν ἄλλοις

εἴρηται· »καὶ δύναμιν πρώτην ἱεροῦ λόγου«, τίς ὁ ὑπὲρ

τοῦτον καὶ οὗπερ οὗτος μετέχων ἱερὸς λέγεται; καὶ εἰ

ὁ ἐκφαίνων ἀρρητότερον ὄντα λόγος ὀνομάζεται, δεῖ πρὸ

τοῦ λόγου τὴν τὸν λόγον ὑποστήσασαν εἶναι σιγήν, καὶ

πρὸ παντὸς ἱεροῦ τὴν ἐκθεωτικὴν αἰτίαν. Ὡς οὖν τὰ

μετὰ τὰ νοητὰ λόγοι τῶν νοητῶν εἰσι, συνηγμένων ὄντων,

οὕτως ὁ ἐν ἐκείνοις λόγος, ἀπ' ἄλλης ἀρρητοτέρας ἑνά-

δος ὑποστάς, λόγος μέν ἐστι τῆς πρὸ τῶν νοητῶν σιγῆς,

τῶν δὲ νοητῶν σιγωμένων, σιγή. Μήποτε οὖν οὐκ ἔστι

ταὐτὸν νοῦ ἄνθος καὶ πάσης ἡμῶν τῆς ψυχῆς ἄνθος·

ἀλλὰ τὸ μέν ἐστι τῆς νοερᾶς ἡμῶν ζωῆς τὸ ἑνοειδέστατον,

τὸ δὲ ἁπασῶν τῶν ψυχικῶν δυνάμεων ἕν, πολυειδῶν

οὐσῶν· οὐ γάρ ἐσμεν νοῦς μόνον, ἀλλὰ καὶ διάνοια

καὶ δόξα καὶ προσοχὴ καὶ προαίρεσις, καὶ πρὸ τῶν δυνά-

μεων τούτων οὐσία μία τε καὶ πολλὴ καὶ μεριστή τε καὶ

ἀμερής. Διττοῦ τε τοῦ ἑνὸς πεφηνότος, καὶ τοῦ μὲν τῆς

πρωτίστης ἡμῶν τῶν δυνάμεων ἄνθους ὄντος, 〈τοῦ〉 δὲ

τῆς ὅλης οὐσίας κέντρου καὶ τῶν περὶ αὐτὴν ἁπασῶν

παντοίων δυνάμεων, ἐκεῖνο μόνον ἡμᾶς συνάπτει τῷ

πατρὶ τῶν νοητῶν· νοερὸν γάρ ἐστιν ἕν, νοεῖται δὲ καὶ

ἐκεῖνο ὑπὸ τοῦ πατρικοῦ νοῦ κατὰ τὸ ἓν τὸ ἐν αὐτῷ· τὸ

δὲ ἓν εἰς ὃ πᾶσαι αἱ ψυχικαὶ δυνάμεις συννεύουσιν αὐτῆς

[ὃ] μόνον πέφυκε προσάγειν ἡμᾶς τῷ πάντων ἐπέκεινα

τῶν ὄντων, καὶ αὐτὸ πάντων ὃν τῶν ἐν ἡμῖν ἑνοποιόν·

καθὸ καὶ ἐρριζώθημεν κατ' οὐσίαν ἐν ἐκείνῳ, καὶ τῷ ἐρρ-

ζῶσθαι κἂν προΐωμεν, οὐκ ἀποστησόμεθα τῆς ἑαυτῶν

αἰτίας.

5

{Πρόκλου ἐκ τῆς αὐτῆς φιλοσοφίας.}

Ἡ φιλοσοφία τήν τε λήθην καὶ ἀνάμνησιν τῶν ἀιδίων

λόγων αἰτιᾶται τῆς τε ἀποφοιτήσεως τῆς ἀπὸ τῶν θεῶν

καὶ τῆς ἐπ' αὐτοὺς ἐπιστροφῆς· τὰ δὲ λόγια, τῶν πατρι-

κῶν συνθημάτων. Συνᾴδει δὲ ἀμφότερα· συνέστηκε γὰρ

ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων·

ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν

θείων ἑνάδων· καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν,

ἀγάλματα [τὰ] δὲ τῶν ἀγνώστων συνθημάτων. Καὶ ὥσπερ

πᾶσα ψυχὴ πάντων μέν ἐστι πλήρωμα τῶν εἰδῶν, κατὰ

μίαν δὲ ὅλως αἰτίαν ὑφέστηκεν, οὕτω καὶ πάντων μὲν

μετέχει τῶν συνθημάτων, δι' ὧν συνάπτεται τῷ θεῷ,

ἀφώρισται δὲ ἡ ὕπαρξις ἐν ἑνί, καθὸ συνάγεται πᾶν τὸ

ἐν αὐτῇ πλῆθος εἰς μίαν κορυφήν. Δεῖ γὰρ καὶ τοῦτο

εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης κατ' εἶδος διέστηκε, καὶ

ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστι· πρῶτον

μὲν γὰρ καθ' ἓν εἶδος, πολλῶν ἀτόμων ὑπόστασις ἑνοειδῶν

περί τε τὴν ὕλην ἐστὶ καὶ τὰ σύνθετα τῶν ὄντων, μιᾶς

ὑποκειμένης φύσεως ποικίλως τοῦ αὐτοῦ μετεχούσης

εἴδους· εἰ γὰρ τὸ εἶναι τῆς ψυχῆς λόγος ἐστὶ καὶ εἶδος

ἁπλοῦν, ἢ οὐδὲν διοίσει κατ' οὐσίαν ψυχή τις ἄλλης,

ἢ κατ' εἶδος ἂν διαφέροι· ὃ γάρ ἐστι διοίσει μόνον,

ἔστι δὲ εἶδος μόνον. Ὅθεν δῆλον ὡς πᾶσα ψυχή, κἂν

τῶν αὐτῶν ᾖ λόγων πλήρης, ἀλλ' ἓν εἶδος ἔλαχεν ἀφο-

ριστικὸν τῶν ἄλλων, ὥσπερ τὸ ἡλιακὸν εἶδος χαρακτη-

ρίζει τὴν ἡλιακὴν ψυχήν, ἄλλο ἄλλην.

{Πρόκλου περὶ Ὁμήρου} Ἐπῶν ποιηταὶ γεγόνασι πολλοί· τούτων δ' εἰσὶ κρά-τιστοι Ὅμηρος Ἡσίοδος Πείσανδρος Πανύασις Ἀντίμαχος. Ὅμηρος μὲν οὖν τίνων γονέων ἢ ποίας ἐγένετο πα-τρίδος οὐ ῥᾴδιον ἀποφήνασθαι· οὔτε γὰρ αὐτός τι λελάληκεν,ἀλλ' οὐδὲ οἱ περὶ αὐτοῦ εἰπόντες συμπεφωνήκασιν, ἀλλ' ἐκτοῦ μηδὲν ῥητῶς ἐμφαίνειν περὶ τούτων τὴν ποίησιν αὐτοῦμετὰ πολλῆς ἀδείας ἕκαστος οἷς ἐβούλετο ἐχαρίσατο. καὶ διὰ τοῦτο οἱ μὲν Κολοφώνιον αὐτὸν ἀνηγόρευσαν,οἱ δὲ Χῖον, οἱ δὲ Σμυρναῖον, οἱ δὲ Ἰήτην, ἄλλοι δὲ Κυμαῖον,καὶ καθόλου πᾶσα πόλις ἀντιποιεῖται τἀνδρός, ὅθεν εἰκότωςἂν κοσμοπολίτης λέγοιτο. οἱ μὲν οὖν Σμυρναῖον αὐτὸν ἀποφαινόμενοι Μαίονοςμὲν πατρὸς λέγουσιν εἶναι, γεννηθῆναι δὲ ἐπὶ Μέλητοςτοῦ ποταμοῦ, ὅθεν καὶ Μελησιγενῆ ὀνομασθῆναι, δοθένταδὲ Χίοις εἰς ὁμηρείαν Ὅμηρον κληθῆναι. οἱ δὲ ἀπὸ τῆςτῶν ὀμμάτων πηρώσεως τούτου τυχεῖν αὐτόν φασι τοῦ ὀνό-ματος· τοὺς γὰρ τυφλοὺς ὑπὸ Αἰολέων ὁμήρους καλεῖσθαι. Ἑλλάνικος δὲ καὶ Δαμάστης καὶ Φερεκύδης εἰς Ὀρφέατὸ γένος ἀνάγουσιν αὐτοῦ. Μαίονα γάρ φασι τὸν Ὁμήρουπατέρα καὶ Δῖον τὸν Ἡσιόδου γενέσθαι Ἀπέλλιδος τοῦ Μελα-νώπου τοῦ Ἐπιφράδεος τοῦ Χαριφήμου τοῦ Φιλοτέρπεος τοῦἸδμονίδεω τοῦ Εὐκλέος τοῦ Δωρίωνος τοῦ Ὀρφέος. Γοργίας δὲ ὁ Λεοντῖνος εἰς Μουσαῖον αὐτὸν ἀνάγει. περὶ δὲ τῆς τελευτῆς αὐτοῦ λόγος τις φέρεται τοι-οῦτος. ἀνελεῖν φασιν αὐτῷ τὸν θεὸν χρωμένῳ περὶ ἀσφα-λείας τάδε· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι.λέγουσιν οὖν αὐτὸν εἰς Ἴον πλεύσαντα διατρῖψαι μὲνπαρὰ Κρεωφύλῳ, γράψαντα δὲ Οἰχαλίας ἅλωσιν τούτῳ χαρί-σασθαι, ἥτις νῦν ὡς Κρεωφύλου περιφέρεται. καθεζόμενονδὲ ἐπί τινος ἀκτῆς θεασάμενον ἁλιεῖς προσειπεῖν αὐτοὺςκαὶ ἀνακρῖναι τοῖσδε τοῖς ἔπεσιν· ἄνδρες ἀπ' Ἀρκαδίης θηρήτορες, ἦ ῥ' ἔχομέν τι;ὑποτυχόντα δὲ αὐτῶν ἕνα εἰπεῖν· οὓς ἕλομεν λιπόμεσθ', οὓς δ' οὐχ ἕλομεν φερόμεσθα.οὐκ ἐπιβάλλοντος δὲ αὐτοῦ διελέσθαι τὸ αἴνιγμα, ὅτι ἐπὶἰχθυΐαν καταβάντες ἀφήμαρτον, φθειρισάμενοι δὲ ὅσους μὲνἔλαβον τῶν φθειρῶν ἀποκτείναντες ἀπολείπουσιν, ὅσοι δὲαὐτοὺς διέφυγον, τούτους ἀποκομίζουσιν, οὕτω δ' ἐκεῖνονἀθυμήσαντα σύννουν ἀπιέναι, τοῦ χρησμοῦ ἔννοιαν λαμβά-νοντα καὶ οὕτως ὀλισθόντα περιπταῖσαι λίθῳ καὶ τριταῖοντελευτῆσαι. ἀλλὰ δὴ ταῦτα μὲν πολλῆς ἔχεται ζητήσεως, ἵνα δὲ μηδὲτούτων ἄπειρος ὑπάρχῃς, διὰ τοῦτο εἰς ταῦτα κεχώρηκα. τυφλὸν δὲ ὅσοι τοῦτον ἀπεφήναντο αὐτοί μοι δοκοῦσιτὴν διάνοιαν πεπηρῶσθαι· τοσαῦτα γὰρ κατεῖδεν ὅσα οὐδεὶςἄνθρωπος πώποτε.