Tractatus de mulieribus
- Authority group
- Anonymi Paradoxographi (catalogue association; authorship remains anonymous)
- Edition reference
- Tractatus de mulieribus, ed. A. Westermann, Scriptores rerum mirabilium Graeci, Braunschweig: Westermann, 1839 (repr. Amsterdam: Hakkert, 1963): 213–218.
- CTS identifier
urn:cts:greekLit:tlg4037.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
8
Ῥοδογύνη, ἡ Περσῶν βασιλίσσα, ὥς φησιν
Αἰσχίνης ὁ φιλόσοφος, μεγίστην ἐποίησε τὴν Περσῶν
βασιλείαν. οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔρ-
γοις καὶ φοβερὰν γενέσθαι, ὥστε ποτὲ περὶ τὴν ἄσκησιν
τῶν τριχῶν οὖσαν, ἀκούσασαν ἀποστάντα τινὰ τῶν
ἐθνῶν, ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν, μὴ πρότερον
δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦσαν ὑποτάξαι τὰ προει-
ρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνετέθη χρυσεία, τὰς
μὲν ἡμισεῖς ἔχουσα τριχὰς ἐπὶ τῆς κεφαλῆς ἀναπεπλεγ-
μένας, τὰς δὲ ἡμισεῖς καθειμένας.
9
Λύδη. Ταύτην φησὶν Ξενόφιλος, ὁ τὰς Λυδικὰς
ἱστορίας γράψας, γυναῖκά τε καὶ ἀδελφὴν εἶναι Ἀλυατέω
τοῦ Κροίσου προπάτορος. ταύτης υἱὸς Ἀλυάτης διαδεξά-
μενος τὴν τοῦ πατρὸς βασιλείαν ἐγένετο δεινῶς ὑβριστής,
ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι καὶ προσ-
πτύειν πολλοῖς. αὐτὴ δὲ τὸν υἱὸν ὅσον ἐδύνατο κατέστελ-
λεν, τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις
ἠμείβετο. πᾶσαν δὲ τῷ υἱῷ φιλοφροσύνην προσφέρουσα
εἰς στοργὴν ἑαυτῆς πολλὴν αὐτὸν περιέτρεψε. νομίσασα
δὲ αὐταρκῶς ἀγαπᾶσθαι, σκηψαμένη ἀσθένειαν σίτου καὶ
τῶν λοιπῶν ἀπέσχετο, τὸν δὲ παρεδρεύοντα καὶ ὁμοίως
ἀσιτοῦντα κατασταλῆναι καὶ εἰς τοῦτο μεταβάλλεσθαι,
ὥστε, φησίν, ὀρθώτατον καὶ δικαιότατον αὐτὸν γενέ-
σθαι.
10
Φερετίμη, γυνὴ Βάττου. Αὕτη τελευτήσαντος
αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης
κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀν-
τιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν
εἰς Αἴγυπτον ἀπέστειλεν. ἐπιπαραγενομένη δὲ αὐτὴ πάν-
τας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν
τότε Ἀρυάνδην. λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασι-
λέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρή-
σασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς,
ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας.
11
Θαργηλία Μιλησία. Ταύτην φασὶν Ἀντιόχου βασι-
λεύοντος τῶν Θετταλῶν ἀφικομένην εἰς Θετταλίαν γήμασθαι
Ἀντιόχῳ καὶ ἀποθανόντος ἐκείνου βασιλεῦσαι Θετταλίας
ἔτη λʹ, καὶ τὸν Περσῶν βασιλέα, ὅτε ἐπὶ τὴν Ἑλλάδα
ἐστρατεύετο, δέξασθαι καὶ ἀποπέμψαι μηδὲν ἐλαττωθεῖσαν.
12
Τώμυρις, Μασσαγετῶν βασιλίσσα. Αὕτη, κα-
θὼς ἱστορεῖ Ἡρόδοτος, ἄσπονδον αὐτῇ πόλεμον Κύρου
καταγγείλαντος, ἔχουσα καὶ υἱόν, τὸ μὲν πρῶτον συνε-
βούλευε τῷ Κύρῳ ἐν τοῖς ἰδίοις μένοντι ἡσυχάζειν, εἰ δ'
ἄρα ἐπιθυμοίη πολεμεῖν, ἀναχωρήσαντα τῆς χώρας τριῶν
ἡμερῶν διάστημα δέξασθαι αὐτὴν μετὰ τοῦ στρατεύματος
ἢ εἰς τὴν αὐτῆς ὁμοίως εἰσιέναι. τοῦ δὲ πρὸς αὐτὴν χω-
ρήσαντος καὶ μάχῃ νικήσαντος καὶ τὸν υἱὸν ζῶντα αὐτῆς
λαβόντος, πέμψασα πάλιν συνεβούλευεν, ἀρκεσθέντα τῇ
νίκῃ ἀποδόντα τὸν υἱὸν αὐτῇ ὑποστρέφειν εἰς τὴν ἰδίαν.
ἀπειθοῦντος δὲ, ἐπεὶ ἔγνω τὸν παῖδα αὐτοχειρὶ διαφθα-
ρῆναι, σύμπαντι τῷ στρατεύματι ἐπελθοῦσα οὐ μόνον
ἐνίκησεν, ἀλλὰ καὶ αὐτὸν πεσόντα ἀναζητήσασα ἀντὶ τοῦ
παιδὸς νεκροῦ ᾐκίσατο.
13
Ἀρτεμισία, Ἁλικαρνασσίς, θυγάτηρ Λυγδάμιος,
ὥς φησιν Ἡρόδοτος. Αὕτη διὰ τὴν ἰδίαν ἀνδρείαν ἐπεστρά-
τευσε τῷ Πέρσῃ, ἄρχουσα Ἁλικαρνασσέων, Κώων, Νισυ-
ρίων. ταύτης, φησί, τὰ ἔργα καὶ τὰς γνώμας ὁ Πέρσης
θαυμάζων ἀνέκραγεν, ὡς αἱ γυναῖκες μὲν αὐτῷ ἄνδρες,
οἱ δὲ ἄνδρες γυναῖκες αὐτῷ γεγόνασιν. ὅθεν καὶ μετὰ
τὴν ναυμαχίαν τῇ μὲν Ἀρτεμισίᾳ πανοπλίαν ἔπεμψε, τοῖς
δὲ τῶν Φοινίκων στρατηγοῖς ἠλακάτας καὶ ἀτράκτους, τῆς
μὲν τιμῶν τὴν ἀρετὴν τοῖς τῆς ἀνδρίας ἐπισήμοις, τῶν
δὲ ἐξελέγχων τὴν μαλακίαν τοῖς τῶν γυναικῶν ἐπιτηδεύ-
μασιν.
14
Ὀνόμαρις, μία τῶν ἐν ἀξιώματι Γαλατῶν,
καταπονουμένων ὑπ' ἀφορίας τῶν ὁμοφύλων καὶ ζη-
τούντων φυγεῖν ἐκ τῆς χώρας, παραδιδόντων δὲ αὐτοὺς
ἐν ὑποταγῇ τῷ θέλοντι ἀφηγεῖσθαι, μηδενὸς τῶν ἀνδρῶν
θέλοντος τήν τε οὐσίαν πᾶσαν εἰς μέσον ἔθηκε καὶ τῆς
ἀποικίας ἀφηγήσατο, πολλῶν ὄντων ὡς εἰς * διαβᾶσά τε
τὸν Ἰστρὸν καὶ τοὺς ἐπιχωρίους μάχῃ νικήσασα τῆς χώ-
ρας ἐβασίλευσεν.
{ΤΙΝΕΣ ΟΙΚΟΙ ΑΝΑΣΤΑΤΟΙ ΔΙΑ ΓΥΝΑΙ-ΚΑΣ ΕΓΕΝΟΝΤΟ.} Ὁ μὲν Ἡρακλέους διὰ τὴν ἐπιγαμίαν Ἰόλης, τῆς Εἰ-ρύτου θυγατρός, καὶ ὁ Εὐρύτου διὰ τὴν θυγατέρα. ὁΘησέως διὰ τὸν ἐφ' Ἱππολύτῳ Φαίδρας ἔρωτα. ὁ Ἀθά-μαντος διὰ τὴν Θεμιστοῦς τῆς Ὑψέως ἐπιγαμίαν. ὁ δὲἸάσονος διὰ Γλαύκην τὴν Κρέοντος. ὁ Τηρέως διὰ τὴνΦιλομήλας φθοράν. ὁ Ἀγαμέμνονος διὰ τὴν Κλυται-μνήστραν. ὁ Πριάμου διὰ τὴν Ἑλένης παρουσίαν. ὁ Ἀμ-φιαρέω διὰ τὴν Ἐριφίλην.{ΦΙΛΑΔΕΛΦΟΙ.} Ἀγαμέμνων καὶ Μενέλαος. Ὀρέστης καὶ Ἤλεκτρα.Κάστωρ καὶ Πολυδεύκης. Ζῆθος καὶ Ἀμφίων. Κλέοβιςκαὶ Βίτων. Ἀντιγόνη καὶ Πολυνείκης. Τέννης καὶ Ἡμι-θέα. Πρόκνη καὶ Φιλομήλη. αἱ Μελεάγρου ἀδελφαί,Φοίβη, Εὐρυδίκη, Μενεστώ, Ἐρατώ, Ἀντιόπη, Ἱπποδά-μεια. αἱ Φαέθοντος ἀδελφαί, Αἴγλη, Λαμπετίη, Φαέθουσα.Ἕλλη καὶ Φρίξος. Μακαρία ἡ Ἡρακλέους ὑπὲρ τῶνἀδελφῶν Θηριμάχου, Αἰχμαίου, Διοπείθους, Κρεοντιά-δου σφάγιον ἑαυτὴν ἐπιδοῦσα. αἱ Ἐρεχθέως θυγατέρεςΚρέουσα καὶ Χθονία διὰ Πρόκριν τὴν ἀδελφὴν μὴ ὑπο-μείνασαι ζῆν ἐκείνης σφαγιασθείσης ὑπὲρ Ἀθηναίων.{ΦΙΛΕΤΑΙΡΟΙ.} Θησεὺς καὶ Πειρίθοος. Ἀχιλλεὺς καὶ Πάτροκλος.Ἰδομενεὺς καὶ Μηριόνης. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Ὀρέ-στης καὶ Πυλάδης. Διομήδης καὶ Σθένελος. Φίντης καὶΔάμων Συρακούσιοι, Πυθαγόρειοι, ὧν τοῦ ἑτέρου κα-τακριθέντος ὑπὸ Διονυσίου ὁ ἕτερος ἠγγυήσατο ἀπο-θανεῖν, ἐὰν ἐκεῖνος μὴ ἐλθῇ τῇ ὡρισμένῃ ἡμέρᾳ· ὁ δὲ τὰπερὶ τὰ ἴδια διαταξάμενος ἐλθὼν τῆς ἐγγύης τὸν φίλονἠλευθέρωσε· θαυμάσας δὲ ὁ τύραννος κἀκεῖνον ἀπέλυσεκαὶ τρίτον ἑαυτὸν αὐτοῖς φίλον συνηρίθμησεν. Κλέοβις καὶ Βίτων Ἀργεῖοι τὴν μητέρα ἐπὶ ἁμάξηςεἵλκυσαν ἀπὸ τῆς πόλεως ἕως τοῦ ναοῦ τῆς Ἥρας μὴἔχοντες βοῦς. Λιτυέρσης Μίδου υἱὸς νόθος, ὃν ὁ Ἡρακλῆς ἀνεῖ-λεν ὄντα κακόξενον. ἠνάγκαζε γὰρ τοὺς ξένους συνθερί-ζειν αὐτῷ, εἶτα εὐωχῶν ἀπεκεφάλιζε, τὰ δὲ σώματα ἐκό-μιζεν ἐν τοῖς δράγμασιν ὡς παραλελογισμένων. ἱστορεῖταῦτα κατὰ μέρος Σωσίθεος ἐν Δαφνίδι λέγων οὕτως· αἵδ' αἱ Κελαιναί, πατρίς, ἀρχαία πόλις, Μίδου γέροντος, ὅστις ὦτ' ἔχων ὄνου ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν. οὗτος δ' ἐκείνου παῖς, πατρὶ πλαστὸς νόθος, μητρὸς δ' ὁποίας ἡ τεκοῦς' ἐπίσταται, ἔσθει μὲν ἄρτου τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας, πίνει θ' ἅμα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. ἐργάζεται δ' ἐλαφρὰ πρὸς τὰ σιτία, ὄγμους θερίζων· τῇ μιᾷ δ' ἐν ἡμέρᾳ Διόνυσον ὄμπνῃ συντίθησιν εἰς τέλος. χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ, φαγεῖν τ' ἔδωκεν, εἶτα κἀπεχόρτασεν, καὶ τοῦ ποτοῦ προὔτεινεν, ὡς ἂν ἐν θέρει, πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ. ἐπισκοπῶν δὲ πεδία Μαιάνδρου ῥοαῖς κηπευμάτων ἀρδευτὰ δαψιλεῖ πότῳ, τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι αὐτῷ κυλίσας κρατὸς ὀρφανὸν φέρει γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν.ὅτι δ' ἀπέθανεν ὑφ' Ἡρακλέους φησὶ λέγων· {(Α.)} θανὼν μὲν εἰς Μαίανδρον ἐρρίφη ποδός, ὥσπερ σόλος τις. ἦν δ' ὁ δισκεύσας ἀνὴρ— {(Β.)} τίς δή; {(Α.)} πύθοι' ἄν. τίς γὰρ ἀνθ' Ἡρακλέους; Φιλάνθρωπος ὁ τύραννος τὸ ἐν Ὀλυμπίᾳ ἱερὸνἐμπρήσας ἐπὶ τῷ μὴ κατὰ γνώμην αὐτοῦ τὰς εὐχὰς τε-