De impiis
- Authority group
- Anonymi Paradoxographi (catalogue association; authorship remains anonymous)
- Edition reference
- De impiis, ed. Westermann, op. cit., 220– 222.
- CTS identifier
urn:cts:greekLit:tlg4037.tlg007.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
λεῖσθαι, ὑποστρέφων εἰς Ἦλιν οὐ μόνον αὐτὸς ἐκεραυ-νώθη, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ ὄντες τριακόσιοι. Ἀλφαιὸς ὁ Σαγγαρίου τοῦ ποταμοῦ υἱὸς Ἀθηνᾶναὐλητικὴν διδάξας καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸςἐκεραυνώθη. Ἄρδυς Ἱπποκόωντος υἱὸς Ἥραν εἰς Ἄργος πορευο-μένην βιαζόμενος ὑπὸ Διὸς ἐκεραυνώθη. Φόρβας Θεσπρωτὸς Δημητρὸς ἐρασθεὶς καὶ βιαζό-μενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη. Οὐαλέριος Οὐηστῖνος ἐτυφλώθη ὑπὸ Λευκίου Οὐμ-βρίου διὰ τὸν τοῦ υἱοῦ Ῥουστίκου θάνατον, ὃν παρα-καταθήκην παρὰ Οὐμβρίου λαβὼν ἀνεῖλε διὰ τὰ μετ' αὐ-τοῦ χρήματα. Λυκάων ὁ βασιλεὺς μετεμορφώθη εἰς λύκον διὰ τὸτῷ Διὶ παραθεῖναι ἐπὶ τῆς τραπέζης κρέα ἀνθρώπιναπαρ' αὐτῷ ξενουμένῳ. Ἄργος ὁ πανόπτης Ἰοῦς φύλαξ ἀναιρεθεὶς ὑφ' Ἑρ-μοῦ εἰς ὄρνεον ταὼν μετέβαλε κατ' ἔλεον Ἥρας, οὗ διὰτῶν πτερῶν ἡ πολυπληθία τῶν ὀμμάτων φαίνεται. Σύριγξ νύμφη διωκομένη ὑπὸ Πανὸς εἰς τὸν Λά-δωνα ποταμὸν αὑτὴν ἔρριψε, καλάμων δὲ φυέντων Πᾶντεμὼν καὶ ὄργανόν τι κατασκευάσας σύριγγα προσηγό-ρευσεν εἰς τιμὴν τῆς προειρημένης νύμφης. Κύκνος Σθενέλου υἱὸς διὰ τὸ Φαέθοντος πένθοςεἰς ὁμώνυμον ὄρνεον [μετέβαλεν]. Κορώνη Κορωνέως θυγάτηρ τοῦ Φωκέων δυνάστουφεύγουσα τὸν Ποσειδῶνος ἔρωτα εἰς τὸ ὁμώνυμον μετέ-βαλεν ὄρνεον κατ' ἔλεον Ἀθηνᾶς. Νυκτιμένη Κλυμένου θυγάτηρ φεύγουσα τὸν τοῦπατρὸς ἔρωτα κατ' ἔλεον Ἀθηνᾶς εἰς γλαῦκα μετεμορ-φώθη. Ἥλιος Λευκοθόῃ τῇ Ὀρχομένου μιγῆναι θελήσαςεἰς τὴν μητέρα τῆς προειρημένης μετεμορφώθη. ταύτηνὁ πατὴρ ζῶσαν κατώρυξεν, Ἥλιος δὲ εἰς δένδρον λιβα-νοφόρον μετεμόρφωσε, ποιήσας ἐκ τοῦ τάφου αὐτῆςφῦναι, τὴν δ' ἀδελφὴν αὐτῆς εἰς πόαν ἡλιοτρόπιον διὰτὸ κατηγορῆσαι αὐτῆς. Λευκώνη Κυανίππου γυνή, φιλοκυνήγου τοῦ ἀν-δρὸς ὑπάρχοντος ζηλοτυποῦσα καὶ ὑποπτεύουσα πρὸςἑτέραν αὐτὸν πορεύεσθαι γυναῖκα αὐτῆς ἀμελοῦντα, νυ-κτὸς ἀκολουθήσασα καὶ λάθρα εἰς τὴν ὕλην ἐγκρυβεῖσαὑπὸ τῶν τοῦ ἀνδρὸς κυνῶν διεσπάσθη. Πολύυμνος Ἀργεῖος Διονύσου ἐρασθεὶς ὑπέσχετοζητοῦντι τὴν εἰς ἅδου κάθοδον μηνύσειν, ἐὰν αὐτῷ τῆςὥρας ἀποχαρίσεται. ἐπαγγειλαμένου δὲ τοῦ θεοῦ ἐμήνυσεδιὰ τῆς Λέρνης οὔσης ἀβύσσου. ἀναγαγὼν δὲ τὴν Σεμέ-λην εὗρε τὸν Πολύυμνον τετελευτηκότα, θέλων δὲ εὐορ-κεῖν ἐλθὼν ἐπὶ τὸν τάφον τοῦ ἐραστοῦ συκίνῳ φάλλητιπεριεκυλίσατο. διὰ τοῦτο ἔνιοί φασι ἵστασθαι τῷ θεῷ φάλ-λους ὑπομνήματα τῆς εὐορκίας.