The Greek Library Catalogue

Anonymous

Descriptio Sanctae Sophiae

Edition reference
Descriptio Sanctae Sophiae, ed. O. Veh, Prokop. Werke, [Die Bauten] vol. 5, Munich: Heimeran, 1977: 306–358.
CTS identifier
urn:cts:greekLit:tlg4039.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1

{ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

t2

ΕΚΦΡΑΣΙΣ ΤΟΥ ΝΑΟΥ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ

t3

Ἴαμβοι πρὸς τὸν βασιλέα Ἰουστινιανόν}

1

Ἄρ' ἔστιν εὑρεῖν μείζονα τῆς νῦν ἡμέρας,

2

ἐν ἧι θεός τε καὶ βασιλεὺς σεμνύνεται;

3

οὐκ ἔστιν εἰπεῖν. Χριστὸν ἴσμεν δεσπότην,

4

ἴσμεν δὲ πάντως· τοῦτο γὰρ τοῖς σοῖς λόγοις

5

ποιεῖς, κράτιστε, γνώριμον καὶ βαρβάροις·

6

ὅθεν συνεργὸν αὐτὸν ἐν ταῖς πράξεσιν

7

ἔχεις παρόντα, νομοθετῶν, κτίζων πόλεις,

8

νεὼς ἐγείρων, ὅπλα κινῶν εἰ δέοι,

9

σπονδάς τε τάττων καὶ καταστέλλων μάχας,

10

ὅθεν τὸ νικᾶν συμφυὲς τοῖς σοῖς πόνοις

11

ὥσπερ ἐπίσημον· (οὐχὶ πρὸς τὴν ἑσπέραν

12

ὅρος μὲν ἡμῖν ὠκεανὸς τοῦ σοῦ κράτους

13

τὴν γῆν διεκδραμοῦσι; πρὸς δὲ τὴν ἕω

14

οὐ πάντας ἤδη τοὺς μὲν ἐτρέψω μάχαις,

15

τοὺς δὲ πρὶν ἐλθεῖν ἐς τόδε προσλαμβάνεις;

16

Λίβυν δὲ πάντα δοῦλον οὐκ ἔχεις πάλαι;)

17

ὅθεν νόσους μὲν διαδιδράσκεις εὐκόλως,

18

οὐκ ἐλπίσαντος οὐδενός· ὅθεν εἰκότως

19

τοὺς ἐν ἀφανεῖ, κράτιστε, κινδύνους ἀεὶ

20

μαθὼν παρῆλθες, οὐ δόρασιν, οὐκ ἀσπίσιν,

21

αὐτῆι δὲ χειρὶ τοῦ θεοῦ φρουρούμενος.

22

Ἄγαμαί σε, παγκράτιστε, τῆς εὐψυχίας,

23

ἄγαμαί σε τῆς γνώμης τε καὶ τῆς πίστεως.

24

ὁ λόχος συνέστη, καὶ παρεσκευασμένον

25

τὸ ξίφος ὑπῆρχε, καὶ παρῆν ἡ κυρία,

26

καὶ τῶν βασιλείων ἐντὸς οἱ ξυνωμόται

27

ἤδη παρῆλθον, τῆς πύλης τε τῆς ἔσω,

28

μεθ' ἣν ἔμελλον προσβαλεῖν τοῖς σοῖς θρόνοις,

29

ἥπτοντο. ταῦτα γνοὺς δὲ καὶ μαθὼν πάλαι

30

ἐκαρτέρησας καὶ πεπίστευκας μόνωι

31

τῶι σου προασπίζοντι, τὸν θεὸν λέγω,

32

ὧι πάντα νικᾶις· τοῦ σκοποῦ δ' οὐκ ἐσφάλης.

33

τί γὰρ ἐπὶ τούτοις; ἔπεσεν αὐτοχειρίαι

34

ὁ τὸν λόχον ἄγων· οὐ γὰρ ἤθελεν ἡ Δίκη

35

αὐτὸν διασώζειν. ἐμφανῶς δ' ἠπίστατο

36

ἐκ τῶν τυράννων τῶν παθόντων πολλάκις,

37

ὡς, εἴπερ αὐτοῦ ζῶντος ἐγκρατὴς ἔσηι,

38

εἰς οἶκτον εὐθύς, εἰς ἔλεον πάντως τρέπηι

39

κἀνταῦθα νικῶν πᾶσαν ἀνθρώπου φύσιν.

40

ταῖς τοῦ βίου γὰρ συμπαθῶν ἁμαρτάσιν

41

ἐπεστέναξας πολλάκις τοῖς πταίσμασιν

42

ἡμῶν, ἄριστε· πολλάκις δὲ δακρύοις

43

τὸ πρᾶον ὄμμα βασιλικῶς ὑποβρέχεις

44

ἀλγῶν ἐφ' ἡμῖν· πρὸς δὲ τὴν ἀκρασίαν

45

βλέπων μάλιστα, τὴν σύνοικον τῶι βίωι,

46

λύεις ἅπαντας τῶν κακῶν ὀφλημάτων

47

ὥσπερ τὸ θεῖον, πρὸς δὲ συγγνώμην τρέχεις.

48

αἰτεῖς δὲ σαυτόν, ἡνίκα τῶν δεήσεων

49

τὸ μέγεθος οὐ δίδωσι τῶν δεήσεων

50

ἑτέρους κατάρχειν· καὶ γὰρ οὐκ ἐᾶις ποτὲ

51

ἄλλου γενέσθαι τὸν ἔλεόν σου τὸν πάνυ.

52

ἐξ ὧν δὲ δρῶμεν οὐχ ὁσίων τολμημάτων

53

ἔχεις ἀφορμὰς τῆς ἄνω παρρησίας.

54

Οὐχὶ πρὸς αὐτὸν τὸν θεὸν ἐξοπλίζεται

55

ὁ τὸν βασιλέα τοῦτον οὐ θέλων κρατεῖν,

56

τὸν ἥμερον, τὸν ἡδύν, ἐν τῶι μετρίωι

57

εὐεργετοῦντα καὶ φίλους καὶ μὴ φίλους;

58

σώζει σε ταῦτα· ταῦτα τὴν ψυχὴν ποεῖ

59

τῆς βασιλίδος, κράτιστε, τῆς εὐδαίμονος,

60

τῆς πανταρίστης, τῆς καλῆς καὶ πανσόφου,

61

ἔχειν ὑπὲρ σοῦ πρὸς θεὸν παρρησίαν,

62

ἣν ζῶσαν εἶχες εὐσεβῆ συνεργάτιν,

63

ἐπεὶ δὲ μετῆλθε, παρέσχε τοῖς ὑπηκόοις

64

ὅρκον βοηθόν, ὅρκον ἀρραγέστατον,

65

ὃν οὐ παρῆλθες οὐδ' ἑκὼν παραδράμοις.

66

Καὶ ταῦτα μὲν δὴ ταῦτα· πρὸς δὲ τὸν νεὼν

67

ἤδη βαδίζειν βουλομένοις θαρρεῖν δίδου.

68

ἔστω δὲ τῶν σῶν καὶ τὸ δήπου θαυμάτων,

69

λόγους φανῆναι πρᾶγμα τολμῶντας φράσαι

70

τὸ πάντα νικῶν θαυμάτων ὑπερβολῆι.

71

ἔστιν δὲ δεῖγμα τῶν ἄγαν σου θαυμάτων

72

ὁ τοσοῦτος ἔρως, ὃν ἡ πόλις πᾶσα τρέφει

73

ἐπὶ σοί, βασιλεῦ κράτιστε, καὶ τῶι σῶι νεώι.

74

ἐπεὶ γὰρ ἦγες τὴν ἑορτὴν ὡς ἔδει,

75

ἅπας ὁ δῆμος εὐθύς, ἡ γερουσία,

76

οἱ τὸν μέσον ζηλοῦντες ἀσφαλῆ βίον

77

τὰς τῆς ἑορτῆς ἡμέρας ἐπεξάγειν

78

ἤιτουν· παρεῖχες· ἐξέδραμον· ἤιτουν πάλιν·

79

πάλιν παρεῖχες. τοῦτο δὲ δρῶν πολλάκις

80

ἐπεξέτεινας τὴν ἑορτὴν πλουσίως.

p80t1

{Τούτων λεχθέντων ἐν τῶι παλατίωι διηιρέθη ἡ ἀκρόασις, καὶ

p80t2

ἐλέχθη τὰ λοιπὰ ἐν τῶι ἐπισκοπείωι, ἐπὶ Εὐτυχίου τοῦ ἁγιωτάτου

p80t3

πατριάρχου, προλεχθέντων τῶν ὑποκειμένων ἰάμβων.}

81

Ἥκομεν ἐς ὑμᾶς, ἄνδρες, ἐκ τῆς ἑστίας

82

τῆς τοῦ βασιλέως ἐς βασιλέως ἐστίαν

83

τοῦ παμμεγίστου, τοῦ ποητοῦ τῶν ὅλων,

84

δι' ὃν τὸ νικᾶν συμφυὲς τῶι δεσπότηι.

85

ἐκεῖ μὲν ἡμῖν τῶν γερῶν ὁ προστάτης

86

καθεὶς ἑαυτὸν εἰς θέατρον ἐκ λόγων

87

τὸν νοῦν παρέσχεν εὐμενῶς, ἐνταῦθα δὲ

88

ὁρᾶν πάρεστι τῶν ἱερῶν τὸν προστάτην·

89

ἔστω δὲ καὐτὸς εὐμενής. τούτων γε μὲν

90

μηδεὶς ἀκούσας λοιδορείσθω τοῖς λόγοις·

91

εἴποι γὰρ εἰκὸς ἄν τις “ὦ τάν, ὡς πάνυ

92

ληρεῖς περιττά. τοῦτον αἰτεῖς εὐμενῆ

93

λόγοις γενέσθαι, τῶν ἀγαθῶν τὴν οἰκίαν,

94

τὸν πᾶσαν εὐμένειαν ἠμφιεσμένον;

95

τουτὶ πέπονθας ὅπερ ἂν εἰκότως πάθοι,

96

εἴ τις δέοιτο λιπαρῶς ἐγκείμενος

97

τὸν ἥλιον μὲν ἀνατέλλειν ἐν ἡμέραι,

98

τὸ φῶς δὲ λάμπειν, τοὺς λόγους δ' εἶναι λόγους.”

99

ἐγὼ δὲ ταῦτα τοῦτον εἶναι τὸν τρόπον

100

οὐκ ἂν ἀποφαίην· πρὸς δὲ τὸν σκοπὸν βλέπων,

101

ὃς παμμέγιστος οὐκ ἔχων θ' ὑπερβολήν,

102

δέδοικα τὴν ἀγωνίαν. θαρρεῖν δ' ὅμως

103

ἐξ ὧν ἐδεδίειν πρότερον αὖθις ἄρχομαι.

104

εἰ μὲν γὰρ ἐλπὶς ἦν τις εὐσθενεῖ λόγωι

105

συνεξισοῦσθαι τῶι νεὼι τῶι παγκάλωι,

106

σφαλερὸν ὑπῆρχεν ἐπαποδύεσθαι πάλαις,

107

ἐν αἷς τὸ νικᾶν παρακεκινδυνευμένον.

108

ἐπεὶ δὲ πάντες ἴσμεν, ὡς οὐκ ἄν ποτε

109

λόγος φανείη συντρέχων ταῖς πράξεσιν

110

ταῖς τοῦ βασιλέως, ἔστι δ' αὖ τῶν πράξεων

111

τὸ παμμέγιστον ἡ κτίσις τούτου νεώ,

112

οὐ χρὴ δεδοικότας ἐπὶ προδιεγνωσμένοις

113

μένειν ἀτόλμους, ἀλλὰ τὴν προθυμίαν

114

κινεῖν ἅπασαν, ὡς ἔχει τις ἰσχύος.

115

ἔχει τι χρηστὸν ἀνδρὸς ἡ παρρησία.

116

εἰ μὴ γὰρ εὐτόλμως τε καὶ φρονῶν μέγα

117

ἐδημιούργει τὸν νεὼν ὁ δεσπότης

118

πάσης ὑπερβὰς ἐλπίδος θεωρίαν,

119

οὐκ ἂν προῆλθεν εἰς τοσαύτην ἡ πόλις

120

εὐθυμίαν τε καὶ τρυφὴν εὐδαίμονα.

121

τί οὖν ἀπεικὸς πρόσφορον παρρησίαν

122

τὰ νῦν φανῆναι καὶ λόγων ἀζημίαν;

123

ἃ γὰρ ἂν παραδράμωσιν ἠσθενηκότες,

124

ἔξεστι ταῦτα προσλαβεῖν τοῖς ὄμμασιν.

125

κρίνει δὲ τούτους οὐ κυαμοτρὼξ Ἀττικός,

126

ἀλλ' ἄνδρες εὐσεβεῖς τε καὶ συγγνώμονες,

127

οἶς καὶ τὸ θεῖον καὶ βασιλεὺς ἐφήδεται,

128

οἱ τὰς πόλεις τάττοντες, οἱ τὰς ἡνίας

129

ὅλων ἔχοντες καὶ λόγων καὶ πραγμάτων.

130

ἆρ' οὖν ἐπ' αὐτοὺς χρὴ βαδίζειν τοὺς στίχους

131

ἐκδημαγωγηθέντας εἰς παρρησίαν;

132

χρὴ τοῦτο πράττειν, αὐτὸς ἀντιφθέγξομαι

133

ὥσπερ τις ἠχὼ τῶν ἐμῶν φανεὶς λόγων.

134

οὐκοῦν ἐπάνειμι πρὸς βασιλέα τὸν μέγαν.

p134t1

{Παύλου Σιλεντιαρίου, υἱοῦ Κύρου, ἔκφρασις τῆς μεγάλης

p134t2

ἐκκλησίας.}

135

Σήμερον οὐ σακέων με φέρει κτύπος, οὐδ' ἐπὶ νίκην

136

ἕσπερον ἠὲ Λίβυσσαν ἐπείγομαι, οὐδὲ τροπαίοις

137

ἀμφὶ τυραννοφόνοις καναχήποδα ῥυθμὸν ἀράσσω·

138

Μηδοφόνων ἀβόητα μένοι κλέα σήμερον ἔργων.

139

Εἰρήνη πολύολβε, τιθηνήτειρα πολήων,

140

ἣν πλέον εὐπήληκος ἄναξ ἠγκάσσατο Νίκης,

141

δεῦρο· πολισσούχοισιν ἐπαυχήσαντες ἀέθλοις

142

παντὸς ὑπερκύδαντος ὑπέρτερον οἶκον ἀγῶνος

143

εὐιέροις ὕμνοισιν ἀείσομεν, ὧι ὑπὸ μούνωι

144

πᾶν κλέος ὑψορόφοιο κατώκλασε θέσκελον ἔργου.

145

Ἀλλὰ σύ μοι βασιλῆα φερέσβιον, ὄμπνια Ῥώμη,

146

στέψον ἀκηρασίοισι χύδην καταειμένον ὕμνοις,

147

οὐχ ὅτι σὸν ζυγόδεσμον ἐφήρμοσεν ἔθνεσι γαίης,

148

οὐχ ὅτι σῶν ἐτάνυσσεν ὑπέρβια μέτρα θοώκων

149

τέλσα παρ' ἐσχατόωντα κατ' ὠκεανιτίδας ἀκτάς,

150

ἀλλ' ὅτι σὸν περὶ πῆχυν ἀπείρονα νηὸν ἐγείρας

151

Θυμβριάδος ποίησε φαεινοτέρην σε τεκούσης.

152

εἴξατέ μοι, Ῥώμης Καπετωλίδες, εἴξατε, φῆμαι·

153

τόσσον ἐμὸς βασιλεὺς ὑπερήλατο θάμβος ἐκεῖνο,

154

ὁππόσον εἰδώλοιο θεὸς μέγας ἐστὶν ἀρείων.

155

ἔνθεν ἐγὼν ἐθέλω σε μελιφθόγγοισι χορείαις,

156

χρυσοχίτων Ἀνθοῦσα, τεὸν σκηπτοῦχον ἀείδειν.

157

καὶ γὰρ ἄναξ οὐ μοῦνον ἐν ἔντεσι χεῖρα κορύσσων

158

ῥινοτόρωι δούλωσεν ἀπείρονα βάρβαρον αἰχμῆι,

159

ὄφρα τεοῖς ἀδμῆτα λόφον κλίνειε λεπάδνοις

160

καὶ θέμιδος πτήξειε τεῆς ζυγόν· ἀλλὰ καὶ αὐτὸς

161

τετριγὼς ὑπέροπλα μέλας Φθόνος ὤκλασε τόξωι

162

ἀστυόχου βασιλῆος, ἐπασσυτέροις δὲ βελέμνοις

163

ῥωγαλέος δούπησε, πεσὼν δ' ἐβάθυνε κονίην.

164

καὶ σὺ δὲ πρεσβυγένεθλε Λατινιὰς ἔρχεο Ῥώμη,

165

σύνθροον ἀείδουσα μέλος νεοθηλέϊ Ῥώμηι·

166

ἔρχεο καγχαλόωσα, τεὴν ὅτι παῖδα δοκεύεις

167

μητρὸς ὑπερτέλλουσαν, ἐπεὶ χάρις ἥδε τοκήων.

168

Ἀνέρες, οἷσι μέμηλε θεουδέα θεσμὰ γεραίρειν,

169

δεῦρό μοι ἀχλυόεσσαν ἀπορρίψαντες ἀνίην

170

χιονέους ἕσσασθε γεγηθότες ἅψεσι πέπλους.

171

δάκρυ δὲ πενταέτηρον ἀποψήσαντες ὀπωπῆς

172

μέλψομεν εὐφήμοις ὑπὸ χείλεσιν εὔποδας ὕμνους.

173

οὐρανίων ὤϊξεν ἐπὶ χθονὶ κλῆιθρα πυλάων

174

Αὐσονίων σκηπτοῦχος, ὅλαις δ' ἐπέτασσεν ἑορταῖς

175

εὐφροσύνην εὐρεῖαν, ὅλας ἤμβλυνε μερίμνας.

176

ἐξότε γὰρ δούπησεν ἐρισθενὲς ἔργον ἀνάκτων,

177

κῆδος ἔην ἀλίαστον ἀνὰ πτόλιν. ἵλαθι μύθωι,

178

ἵλαθι τολμήεντι, μεγασθενὲς ἤρανε γαίης,

179

ἱλήκοις ἐπέεσσι, καὶ εἰ τεὸν οὖας ὀρίνω

180

βαιὸν ὅσον· μεγάλων γὰρ ἐπερχομένη χάρις ἔργων

181

Ληθαίοις ἐκάλυψε κατηφέα κέντρα ῥεέθροις.

182

καὶ φάος ἠελίοιο φαάντερόν ἐστιν ὁδίτηι

183

χειμερίην μετὰ νύκτα, καὶ ἱμερόεσσα γαλήνη

184

ἄνδρας ἁλιπλάγκτους μετὰ κύματα μᾶλλον ἰαίνει.

185

ἵλαθι τολμήεντι, μεγασθενές, ἵλαθι μύθωι.

186

Ἤδη μὲν σθεναροῖσιν ἐπεμβεβαυῖα θεμείλοις

187

σφαίρης ἡμιτόμοιο κατήριπε θέσκελος ἄντυξ·

188

μυστιπόλου δ' ἐτίναξεν ἐδέθλια πάντα μελάθρου,

189

πάντα δ' ὑπεσκίρτησεν ἐν ἄστεϊ βάθρα θεμείλων,

190

γαῖα δ' ὑπεστενάχιζεν ἐπὶ χρόνον, ἠερίαις δὲ

191

μισγομένη νεφέληισιν ὁμιχλήεσσα κονίη

192

οὐρανίης ἀμάρυγμα μεσημβρινὸν ἔσκεπεν αἴθρης.

193

Χριστὲ μάκαρ, σὺ δὲ σεῖο κατ' ἔνδια χεῖρα τανύσσας

194

αἵμασιν οὐ μεθέηκας ὑπ' ἀνδροφόνοισι μιῆναι

195

σὴν χθόνα Τελχῖνας κακοεργέας· οὐδὲ γὰρ ἔτλης

196

ὄμματος ἀχράντοιο βολῆι πανδερκέϊ λεύσσειν

197

αἷμα χυθὲν τεμένεσσιν ἀναιμάκτοιο θυηλῆς.

198

οὐδὲ μὲν εὐρύστερνος ὑπώκλασε μέχρι θεμείλων

199

νηός, ἀριστώδινος ἐελμένος ἅμμασι τέχνης·

200

ἀλλὰ μιῆς ἁψῖδος ἀπωλίσθησε κεραίη

201

ἀντολική, σφαίρης τε λάχος κονίηισιν ἐμίχθη.

202

ἦν δὲ τὸ μὲν δαπέδοισι, τὸ δ' εἰσέτι (θάμβος ἰδέσθαι)

203

οἷάπερ ἀστήρικτον ὁμίλεεν ἐκκρεμὲς αὔραις.

204

πᾶς δὲ κατηφείηι βεβολημένος ἔστενεν ἀνήρ.

205

μή τις ἐμὴν σειρῆνα βάλοι νεμεσήμονι μύθωι

206

ἀτραπὸν ἀμνήστοιο διαστείχουσαν ἀνίης·

207

ἡδύτερος μετὰ δάκρυ γέλως, μετὰ νοῦσον ὑγείη.

208

οὐχ οὕτως ἀκάχησεν ἀπ' αἰθέρος ἐκχυμένη φλὸξ

209

ἀνέρας, ὁππότε νῶτα κατέφλεγεν ἄχλοα γαίης,

210

μυρία καρφομένων ὅτε χεύματα σίζεν ἀναύρων,

211

οὐδ' ὅτε καρποτόκοιο κατὰ χθονὸς οὐρανὸς αἴθων

212

εὐρὺ χανὼν ὤϊξε πύλας δηλήμονος ὄμβρου

213

καὶ τραφερὸν ξύνωσε πέδον ῥοθίοισι θαλάσσης.

214

Αὐτὰρ ἐμὸς σκηπτοῦχος ἀπότροπον ἄλγος ἀκούσας

215

οὐκ ἐπὶ δὴν ἐκάλυψε νόου σέλας, οὐδὲ κατηφὴς

216

ἠρεμέειν τέτληκεν ἀεργέος ἅμμασιν ὄκνου,

217

ἀλλὰ μινυνθαδίης ἀπεσείσατο κέντρον ἀνίης,

218

πρὸς δὲ πόνους ἤϊξε παλινδωμήτορας οἴκου.

219

τῶι δὲ παρεστηκυῖα σακέσπαλος ἔννεπε Ῥώμη·

220

“παγκρατές, ὀλβιόμοιρε Δίκης ἕδος, ἕρμα πολήων,

221

ἥρπασε βασκανίη με, χάρις δέ τίς ἐστι Μεγαίρης,

222

ὅττι σέθεν ζώοντος ἐπέχραε κάλλεϊ Ῥώμης.

223

στήθεσιν ἡμετέροισι περιρραγὲς ἕλκος ἀνίσχει·

224

ἀλλά, μάκαρ, (δύνασαι γὰρ ἐφ' ἕλκεϊ φάρμακα πάσσειν)

225

χεῖρα τεὴν προτίταινε, ῥυηφενέος τροφὸν ὄλβου.

226

πάντα κυβερνητῆρι τεῶι διέπουσα χαλινῶι

227

ὑμετέροις ὑπέθηκα τροπαιοφόροισι θριάμβοις.

228

ἠρεμέει καὶ Μῆδος ἄναξ καὶ Κελτὶς ὁμοκλή,

229

καὶ ξίφος ὑμετέροις φιλοτήσιον ὤπασε θώκοις

230

Ἰνδὸς ἀνήρ, ἐλέφαντας ἄγων καὶ μάργαρα πόντου·

231

Καρχηδὼν γόνυ δοῦλον ἐμοῖς ἔκλινε τροπαίοις.

232

εἰς ἐμὲ φορτὶς ἅπασα φερέσβιον ἐλπίδα τείνει,

233

κύκλιον εἰσορόωσα δρόμον διδυμάονος ἄρκτου,

234

ὥς κεν ἐμοῖς τεκέεσσιν ἐπίρρυτον ὄλβον ὀρέξω·

235

ἐμπορίην δ' ἀνάγοντες ἐπιπνείουσιν ἀῆται.

236

ταῦτα τεοῖς καμάτοισιν ἐφέσπεται· ἀλλ' ἐπὶ πάσης

237

ἀγλαΐης θημῶνι πεσεῖν ὑπὸ χεύματα Λήθης

238

μήποτέ μοι, σκηπτοῦχε, τὸ θέσκελον ἔργον ἐάσηις.

239

οὐ γάρ, ἄναξ, εἰ καί σε καταπτήσσουσι κλιθέντα

240

Αὐσονίοις θεσμοῖσιν ἀπείρονος ἔθνεα γαίης,

241

εἰ καὶ πᾶσαν ἔδειμας ἐμοὶ πόλιν, οὔποτε δήεις

242

σύμβολον ὑμετέροιο φαάντερον ἄλλο θοώκου.”

243

ὣς φαμένη χαρίεντα λιλαίετο χείλεα πῆξαι

244

ποσσὶν ἀνακτορέοισιν. ὁ δ' ἵλαον ἠθάδι Ῥώμηι

245

δεξιτερὴν ὤρεξεν ὑποκλάζουσαν ἐγείρων.

246

ἦκα δὲ μειδήσας, ἵνα μυρίον ἄλγος ἐλάσσηι,

247

εὐφροσύνης πλήθοντας ἀκηδέος ἔκφατο μύθους·

248

“ῥῖψον ἄχος, βασίλεια πόλις, μὴ θυμὸν ὀρίνηις·

249

ὡς βέλος οὐ νίκησε τεὸν σάκος οὐδέ τις ἄλλη

250

ἄκλονον ἐστυφέλιξε τεὴν φρένα βάρβαρος αἰχμή,

251

μηδὲ βαρυτλήτοισιν ὑποκλάζοιο μερίμναις.

252

τέτλαθι, παμβασίλεια πόλις, μὴ θυμὸν ἀμύξηις·

253

καὶ γὰρ ἐμοῖς καμάτοισιν ἀοιδοτέρην σε τελέσσω

254

αὖτις ἀναστήσας κορυφὴν εὐάντυγα νηοῦ.”

255

Ὣς φάμενος τεμένεσσιν ἐπείγετο, καὶ τάχα μύθου

256

γείτονος ἔργον ἔην ταχινώτερον· ὀρνύμενος γὰρ

257

ὡς θέμις οὐκ ἀνέμιμνε συνέμπορον ἀσπιδιώτην

258

χρύσεον ἀγνάμπτοιο κατ' αὐχένος ὅρμον ἑλόντα,

259

οὐ χρυσέην τινὰ ῥάβδον ἀεὶ προκέλευθον ἀνάκτων,

260

οὐ στρατὸν ἠνορέηισι κεκασμένον εὔποδος ἥβης,

261

σύνδρομον εὐόπλοιο μελαγκρήπιδα κελεύθου.

262

ἐξαπίνης δ' ἑκάτερθε συνέρρεον ἄλλοθεν ἄλλοι

263

προφθαμένου βασιλῆος· ἐπεκτύπεον δὲ βοεῖαι

264

ἀνδρῶν στεινομένων κανάχιζε δὲ συμμιγὲς ἠχώ.

265

ἀλλ' ὅτε δὴ κατὰ νηὸν ἐδύσατο καὶ βάσιν ἔγνω

266

δώματος ἀστυφέλικτον, ὅλην ἔτρεψε μενοινὴν

267

ἐς κορυφὴν περίμετρον, ἐπευφήμησε δὲ τέχνην

268

καὶ νόον Ἀνθεμίοιο κεκασμένον ἔμφρονι βουλῆι.

269

κεῖνος ἀνὴρ τὰ πρῶτα θεμείλια πήξατο νηοῦ

270

εὐκαμάτων βουλῆισιν ὑποδρήσσων βασιλήων,

271

δεινὸς ἀνὴρ καὶ κέντρον ἑλεῖν καὶ σχῆμα χαράξαι,

272

ὃς τοίχοις ἐνέηκε τόσον σθένος ὅσσον ἐρίζειν

273

δαίμονος ἀντιβίοιο βαρυτλήτοισιν ἐρωαῖς.

274

οὐ γὰρ ἀποτμηγέντος ἐρικνήμοιο καρήνου

275

ὤκλασεν, ἀλλ' ἀδόνητον ἐϋκρήπιδι θεμείλωι

276

ἴχνος ἐπεστήριξεν· ἐπὶ προτέροισι δὲ τοίχοις

277

ἰθυντὴρ μεγάλοιο παρ' Αὐσονίοισι θοώκου

278

αὖτις ἀμωμήτοιο χάριν δωμήσατο κόρσης.

279

Ἀλλὰ τίς ἂν μέλψειεν ὅπως ὑψαύχενι κόσμωι

280

νηὸν ἀνεζώγρησε; τίς ἄρκιός ἐστι χαράξαι

281

μῆτιν ἀριστώδινα πολυσκήπτρου βασιλῆος;

282

κεῖνα μέν, ὦ σκηπτοῦχε, μεμηλότα τέκτονι τέχνηι

283

λείψομεν, εὐκαμάτων δὲ τεῶν ἐπὶ τέρματα μόχθων

284

ἵξομαι, ἀρτιτέλεστον ἰδὼν σέβας, ὧι ἔπι πάσης

285

θεῖος ἔρως ἀκτῖνας ἀνεπτοίησεν ὀπωπῆς.

286

πᾶς βροτὸς ἀγλαόμορφον ἐς οὐρανὸν ὄμμα τανύσσας

287

οὐκ ἐπὶ δὴν τέτληκεν ἀναγναμφθέντι τραχήλωι

288

κύκλιον ἀστροχίτωνος ἰδεῖν λειμῶνα χορείης,

289

ἀλλὰ καὶ ἐς χλοάουσαν ἀπήγαγεν ὄμμα κολώνην,

290

καὶ ῥόον ἀνθεμόεντος ἰδεῖν ἐπόθησεν ἀναύρου

291

καὶ στάχυν ἡβώοντα καὶ εὐδένδρου σκέπας ὕλης

292

πώεά τε σκαίροντα καὶ ἀμφιέλικτον ἐλαίην,

293

ἄμπελον εὐθαλέεσσιν ἐπικλινθεῖσαν ὀράμνοις

294

καὶ χαροποῦ γλαυκῶπιν ὑπὲρ πόντοιο γαλήνην

295

ξαινομένην πλωτῆρος ἁλιβρέκτοισιν ἐρετμοῖς.

296

εἰ δέ τις ἐν τεμένεσσι θεουδέσιν ἴχνος ἐρείσει,

297

οὐκ ἐθέλει παλίνορσον ἄγειν πόδα, θελγομένοις δὲ

298

ὄμμασιν ἔνθα καὶ ἔνθα πολύστροφον αὐχένα πάλλειν·

299

πᾶς κόρος εὐπήληκος ἐλήλαται ἔκτοθεν οἴκου.

300

τοῖον ἀειφρούρητος ἀμεμφέα νηὸν ἐγείρει

301

κοίρανος ἀθανάτοιο θεοῦ χραισμήτορι βουλῆι.

302

σοῖς γάρ, ἄναξ, καμάτοισιν ἐφέλκεαι ἵλαον εἶναι

303

Χριστὸν ὑπερκύδαντα διαμπερές. οὐ γὰρ ἐρεῖσαι

304

Ὄσσαν ἐρικνήμιδα κατ' Οὐλύμποιο καρήνων

305

ἤθελες, οὐκ Ὄσσης ὑπὲρ αὐχένα Πήλιον ἕλκειν,

306

ἀμβατὸν ἀνδρομέοισιν ὑπ' ἴχνεσιν αἰθέρα τεύχων·

307

ἀλλ' ὁσίοις μόχθοισιν ὑπέρτερον ἐλπίδος ἔργον

308

ἐξανύσας ὀρέων μὲν ἐπεμβάδος οὔτι χατίζεις,

309

ὥς κεν ἀναΐξειας ἐς οὐρανόν, εὐσεβίης δὲ

310

ἰθυπόροις πτερύγεσσι πρὸς αἰθέρα δῖον ἐλαύνεις.

311

Ἀλλὰ τί δηθύνω λαθικηδέος ἦμαρ ἑορτῆς

312

ὑμνῆσαι; τί δὲ μῦθον ἑλίσσομεν ἔκτοθι νηοῦ;

313

ἴομεν ἐν τεμένεσσι, θεὸν δ' ὑμνήσατε μύσται

314

ἱκέσιον καλέοντες ἐμῶν χραισμήτορα μύθων.

315

Ἄρτι μὲν ἀμβλυνθεῖσα γένυν μετὰ βότρυας ἅρπη

316

ἐσσομένης ἀνέμιμνε θερειγενὲς ἔργον ἀμάλλης,

317

ἠέλιος δὲ νότοιο παρὰ πτερὸν ἡνία πάλλων

318

αἰγὸς ἐς ἰχθυόεντος ἀθαλπέας ἤλαε μοίρας,

319

ἄρτι κατηφήσαντα λιπὼν ἀφετῆρα βελέμνων.

320

ἤλυθε δ' ἠριγένεια σεβάσμιος, οἰγομένη δὲ

321

ἄμβροτος ἀρτιδόμοιο πύλη μυκήσατο νηοῦ,

322

λαὸν ἔσω καλέουσα καὶ ἤρανον. εὖτε κελαινὴ

323

νὺξ μινύθει καὶ πᾶσιν ἀέξεται ἠμάτιον φῶς,

324

ὣς ἐτεὸν μινύθει μεγάλου νηοῖο φανέντος

325

νὺξ ἀχέων καὶ πάντας ἐπέδραμε χάρματος αἴγλη.

326

ἔπρεπέ σοι, σκηπτοῦχε μεγασθενές, ἔπρεπε Ῥώμηι,

327

ἔπρεπεν ἀμβροσίοιο θεοῦ προκέλευθον ἑορτῆς

328

ὑμετέροις λαοῖσι θύρην νηοῖο πετάσσαι·

329

ἔπρεπεν ἑξείης μετὰ θέσκελον ἦμαρ ἐκεῖνο

330

ζωοτόκου Χριστοῖο γενέθλιον ἦμαρ ἱκέσθαι.

331

καὶ δὴ νὺξ τετέλεστο προηγέτις εὔποδος ἠοῦς

332

εὐφροσύνην καλέουσα, θεοῦ δ' ὑπεδέξατο κῆρυξ

333

ἄμβροτος ἀγρύπνοιο Πλάτων κελάδημα χορείης

334

θεσπεσίοις τεμένεσσιν ἑοῖς, ὅθι μυστίδι φωνῆι

335

παννυχίους Χριστοῖο βιαρκέος ἀνέρες ὕμνους

336

ἀσπασίως ἐβόησαν ἀσιγήτοισιν ἀοιδαῖς.

337

ἀλλ' ὅτε δὴ σκιόεσσαν ἀναστείλασα καλύπτρην

338

οὐρανίας ῥοδόπηχυς ὑπέδραμεν ἄντυγας αἴγλη,

339

δὴ τότε λαὸς ἅπας συναγείρετο, πᾶς τε θοώκων

340

ἀρχός, ὑποδρήσσων σθεναροῦ βασιλῆος ἐφετμαῖς

341

καὶ Χριστῶι βασιλῆϊ χαρίσια δῶρα κομίζων,

342

ἱκεσίοις στομάτεσσι θεουδέας ἤπυεν ὕμνους,

343

ἄργυφον εὐκαμάτοις ὑπὸ χείρεσι κηρὸν ἀνάπτων.

344

ἕσπετο δ' ἀρητήρ, ἱερῆς δ' ἐξῆρχε χορείης,

345

ἀρητὴρ πολύυμνος, ὃν ἄξιον εὕρετο νηοῦ

346

Αὐσονίων σκηπτοῦχος· ὅλης δ' ἐστείνετο Ῥώμης

347

ἀτραπὸς εὐρυάγυια. μολὼν δ' ἐπὶ θέσπιδας αὐλὰς

348

δῆμος ἅπας ἐπέβωσε χαρίσιον, οὐρανίας δὲ

349

ἀχράντους ἐδόκησεν ἐς ἄντυγας ἴχνια θέσθαι.

350

Οἴξατέ μοι κληῗδα θεουδέες, οἴξατε, μύσται,

351

οἴξατε δ' ἡμετέροισιν ἀνάκτορα θέσκελα μύθοις,

352

εὐχωλὴν δ' ἐπέεσσι κομίσσατε· καὶ γὰρ ἀνάγκη

353

ἁπτομένους βαλβῖδος ἐς ὑμέας ὄμμα τανύσσαι.

354

Τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων

355

ἡμιτόμων· ὑψοῦ δὲ μετ' ὄρθιον αὐχένα τοίχων

356

σφαίρης τετρατόμοιο λάχος τὸ τέταρτον ἀνέρπει,

357

οἷον ὑπὲρ τριλόφοιο καρήατος, ὑψόθι νώτων,

358

σχῆμα πολυγλήνοισι ταὼς πτερύγεσσιν ἐγείρει.

359

κόγχας ταῦτα κάρηνα σοφοὶ τεχνήμονι μύθωι

360

ἀνέρες ηὐδάξαντο· τὸ δ' ἀτρεκές, εἴτ' ἀπὸ κόγχου

361

εἰναλίου καλέουσι δαήμονες εἴτ' ἀπὸ τέχνης,

362

αὐτοί που δεδάασι. μέση δ' ἐζώσατο θώκους

363

μυστιπόλους καὶ βάθρα περίδρομα. καὶ τὸ μὲν αὐτῶν

364

ὑστατίην ὑπὸ πέζαν ἀολλίζουσα συνέλκει

365

ἐγγύτερον περὶ κέντρον ἐπὶ χθονός· ὅσσα δ' ἀνίσχει

366

ὑψόθεν, εὐρύνουσι διάστασιν ἄχρι θοώκων

367

ἀργυρέων κατὰ βαιόν, ἀεξομένοισι δὲ κύκλοις

368

αἰὲν ἐπεμβαίνουσαν ἐπειλίσσουσι κεραίην.

369

Τὴν δὲ μετεκδέχεται κρατεροῖς ἀραρυῖα θεμείλοις

370

ἐς βάσιν εὐθύγραμμος ὕπερθε δὲ κύκλιος ἄντυξ,

371

σχήμασιν οὐ σφαίρης ἐναλίγκιος, ἀλλὰ κυλίνδρου

372

ἄνδιχα τεμνομένοιο. δύω δ' εὐκίονας ἄλλας

373

κόγχας ἀμφοτέρωθι προβάλλεται ἐς δύσιν ἕρπειν,

374

οἷάπερ ἐκτανύουσα περιγναμφθέντας ἀγοστούς,

375

λαὸν ὅπως πολύυμνον ἑοῖς ἀγκάσσεται οἴκοις.

376

καὶ τὰς μὲν χρυσέοισιν ἐλαφρίζουσι καρήνοις

377

στικτοὶ πορφυρέοισιν ἀποστίλβοντες ἀώτοις

378

κίονες, ἡμιτμῆγι περισταδὸν ἄντυγι κύκλου,

379

ἄχθος ἀερτάζοντες ὑπέρβιον, οὕς ποτε Θήβης

380

Νειλώιης ἐλόχευσαν ἐϋκνήμιδες ἐρίπναι.

381

κίοσι μὲν δοιοῖσιν ἀείρεται ἔνθα καὶ ἔνθα

382

ἀμφοτέρης ἁψῖδος ἐδέθλια· τριχθαδίας δὲ

383

ἡμιτελεῖς ἁψῖδας ὀλίζονας ἴχνεσι κόγχης

384

ἄνδρες ὑπειλίξαντο δαήμονες, ὧν ὑπὸ πέζαν

385

κίονες ἱδρύσαντο καρήατα δέσμια χαλκῶι,

386

γλυπτά, χρυσεότευκτα, παραπλάζοντα μερίμνας.

387

εἰσὶ δὲ πορφυρέαις ἐπὶ κίοσι κίονες ἄλλαι,

388

ἀγλαὰ Θεσσαλικῆς χλοερώπιδος ἄνθεα πέτρης·

389

ἔνθα [σὺ] θηλυτέρων ὑπερώϊα καλὰ νοήσεις.

390

σχῆ[μα δ' ὅ]λον φορέουσιν, ὃ νειόθεν ἔστιν ἰδέσθαι·

391

ἓξ δ' [ὑπὸ Θ]εσσαλικοῖσι καὶ οὐ δύο κίοσι λάμπει.

392

ἔστι δὲ θαμβῆσαι νόον ἀνέρος, ὅς ποτε δοιαῖς

393

πήξατο θαρσαλέως ἐπὶ κίοσι τρισσάκι δοιάς,

394

οὐδὲ βάσιν κενεοῖο κατ' ἠέρος ἔτρεσε πῆξαι.

395

πάντα δὲ Θεσσαλικοῖο μεταίχμια κίονος ἀνὴρ

396

λαϊνέοις ἔφραξεν ἐρείσμασιν, ἔνθα κλιθεῖσαι

397

ἐργοπόνους ἀγκῶνας ἐπηρείσαντο γυναῖκες.

398

Οὕτως ἀντολικὰς μὲν ἐπ' ἄντυγας ὄμμα τανύσσας

399

θάμβος ἀειδίνητον ἐσόψεαι. ἀλλ' ἐπὶ πάσαις

400

ἐκφύεται πολύκυκλον ὑπὲρ σκέπας οἷά τις ἄλλη

401

ἁψὶς ἠερόφοιτος, ἀνευρύνουσα κεραίην

402

ἠέρι κολπωθεῖσαν, ἀίσσει δ' ἄχρι καρήνου

403

ἄχρι βαθυκνήμοιο καὶ ἄντυγος, ἧς κατὰ νῶτον

404

πυθμένας ἐρρίζωσε μέσου κόρυς ἄμβροτος οἴκου.

405

ὣς ἡ μὲν βαθύκολπος ἀνέσσυται ἠέρι κόγχη,

406

ὑψόθεν ἀντέλλουσα μία, τρισσοῖσι δὲ κόλποις

407

νέρθεν ἐπεμβεβαυῖα· διατμηγεῖσα δὲ νώτοις

408

πένταχα μοιρηθέντα δοχήϊα φωτὸς ἀνοίγει,

409

λεπταλέαις ὑάλοις κεκαλυμμένα, τῶν διὰ μέσσης

410

φαιδρὸν ἀπαστράπτουσα ῥοδόσφυρος ἔρχται ἠώς.

p410t1

{Διαιρεθείσης πάλιν τῆς ἀκροάσεως προελέχθησαν οἱ ὑποκείμενοι

p410t2

στίχοι.}

411

Εἰ μὲν πρὸς ἄλλο θέατρον ὑμᾶς συγκαλεῖν

412

συχνῶς ἐπεχείρουν, ὄχλον ἄν τις εἰκότως

413

ἡγήσατο τοῦτο· νῦν γε μὴν εὖ οἶδ' ὅτι

414

πρὸς τὸν νεὼν δραμόντες αὖθις τὸν μέγαν

415

ἐρᾶτε πάντες τῆς ἀκοῆς ὡς τῆς θέας.

416

οὐκοῦν τὸ λοιπὸν προσκαταθήσω τοῦ χρέους.

417

Πάντα καὶ ἑσπερίην τις ἐπὶ κλίσιν ἶσα νοήσει

418

σχήμασιν ἠώιοις, ὀλίγων ἄτερ. οὐ γὰρ ἐν αὐτῆι

419

μεσσάτιον κατὰ χῶρον ἕλιξ περιδέδρ[ομεν] ἄντυξ

420

οἷάπερ ἀντολικοῖς ἐπὶ τέρμασιν, ἧ[χι θυ]ηλῆς

421

ἴδμονες ἀρητῆρες ἐνιδρύσαντο θοώκους

422

ἀργυρέοις στίλβοντας ἀπειρεσίοισι [μετάλ]λ[οι]ς.

423

ἀλλὰ δύσις πυλεῶνα μέγαν πολυ[δαίδ]αλ[ον ἴσχ]ει,

424

οὐχ ἕνα· τριχθαδίους γὰρ ἔχει κατὰ τέ[λσα μελ]άθρου.

425

μηκεδανὸς δ' ἐπὶ τοῖσι πύλαις παραπέπ[ταται] αὐλών,

426

δεχνύμενος προσιόντας ὑπ' εὐρ[υπ]όροισι θυρέτροις,

427

μῆκος ἔχων ὅσον εὖρος ἀνάκτορα θέσκελα νηοῦ.

428

χῶρος ὅδε Γραικοῖσι φατίζεται ἀνδράσι νάρθηξ.

429

ἔνθα δέ τις κατὰ νύκτα διαμπερὲς ἦχος ἀνέρπων

430

εὐκέλαδος Χριστοῖο βιαρκέος οὔατα θέλγει,

431

ὁππόθι τιμήεντα θεουδέος ὄργια Δαυὶδ

432

ἀντιπόροις ἰαχῆισιν ἀείδεται ἀνδράσι μύστηις,

433

Δαυὶδ πρηϋνόοιο, τὸν ἤινεσε θέσκελος ὀμφή,

434

φωτὸς ἀγακλήεντος, ὅθεν πολύυμνος ἀπορρὼξ

435

γαστέρι δεξαμένη τὸν ἀμήτορα παῖδα θεοῖο

436

Χριστὸν ἀνεβλάστησεν ἀπειρογάμοισι λοχείαις,

437

μητρώιοις δ' ὑπέθηκε τὸν ἄσπορον υἱέα θεσμοῖς.

438

ἑπτὰ δ' ἀνευρύνας ἱεροὺς πυλεῶνας ἀνοίγει,

439

λαὸν ἔσω καλέοντας ὁμιλαδόν· ἀλλ' ὁ μὲν αὐτῶν

440

ἐνστρέφεται νάρθηκος ἐπὶ στεινοῖο μετώπου

441

ἐς νότον, ὃς δὲ βορῆος ἐπὶ πτερά· τῶν γε μὲν ἄλλων

442

νηοκόρος παλάμηισι μεμυκότα θαιρὸν ἀνοίγει

443

ἑσπέριον περὶ τοῖχον, ὃς ὕστατός ἐστι μελάθρου.

444

Πῆι φέρομαι; τίς μῦθον ἀνήρπασε πλαγκτὸν ἀήτης

445

οἷάπερ ἐν πελάγεσσι; μέσον παραδέδρομε νηοῦ

446

χῶρον ὑπερκύδαντα. παλιννόστησον, ἀοιδή,

447

θάμβος ὅπηι πανάπιστον ἰδεῖν, πανάπιστον ἀκοῦσαι.

448

εἰσὶ γὰρ ἀντολικούς τε καὶ ἑσπερίους μετὰ κύκλους,

449

κύκλους ἡμιτελεῖς, μετὰ κίονα δίζυγα Θήβης,

450

εὐπαγέες τοῖχοι πίσυρες, γυμνοὶ μὲν ὁρᾶσθαι

451

πρό[σθεν,] ἐπὶ πλευρὰς δὲ καὶ ἀρραγέας περὶ νώτους

452

ἀντ[ιπόρο]ις σφιγχθέντες ἐρείσμασιν· εὐκαμάτοις δὲ

453

τέτρ[αχα μο]ιρηθέντες ἐφεδρήσσουσι θεμείλοις,

454

πέτρ[αις] ἀρραγέεσσιν ἀρηρότες, ὧν διὰ μέσσου

455

ψῆγμα πυριφλέκτοιο λίθου προχοῆισι κεράσσας

456

ἁρμονίην ξύνωσεν ἀνὴρ δωμήτορι τέχνηι.

457

τοῖς ἔπι μυριόμετρος ἐπιγναμφθεῖσα κεραίη,

458

οἷάπερ εὐκύκλοιο πολύχροος ἴριδος ἄντυξ,

459

ἡ μὲν ἐπὶ ζεφύρου τρέπεται πτερόν, ἡ δὲ βορῆος

460

ἐς κλίσιν, ἡ δὲ νότοιο, καὶ ὄρθιος ἔγρεται ἄλλη

461

εὖρον ἐπὶ φλογόεντα. βάσιν δ' ἀτίνακτον ἑκάστη

462

γείτοσιν ἀμφοτέρωθεν ὁμοῦ συνέμιξε κεραίαις,

463

ξυνοῦ πηγνυμένην ἐπὶ τέρμονος· ὀρνυμένη δὲ

464

ἠερίαις κατὰ βαιὸν ἐϋγνάμπτοισι κελεύθοις

465

τῆς πρὶν ὁμογνήτοιο διίσταται. ἀλλὰ καὶ αὐτῶν

466

ἁψίδων τὸ μεταξὺ καλοῖς ἀναπίμπλαται ἔργοις.

467

ἔνθα γὰρ ἀλλήλων ἀπονεύμεναι ἤθεσι τέχνης

468

ἠέρα γυμνὸν ἔδειξαν, ἀνέσσυται ἶσα τριγώνωι

469

τοῖχος ἐπικλινθεὶς ὅσον ἄρκιον, ἄχρι συνάψηι

470

πήχεας ἀμφοτέρωθεν ὁμόζυγος ἄντυγι κύκλου.

471

τέτραχα δ' ἑρπύζων ἀνατείνεται, ὄφρα φανείη

472

ἓν, στε[φάνοι]ς κύκλοιο περίδρομος ὑψόθι νώτου.

473

μέσσα μὲν ἁψ[ίδω]ν, ὅσα κύκλιον ἄντυγα τεύχει,

474

ὀπταλέαις πλίνθοισιν ἀρηρότα δήσατο τέχνη,

475

ἄκρα δὲ πετραίοισι κεράατα πῆξε δομαίοις.

476

ἁρμονίαις δ' ἐνέηκε πλάκας μαλακοῖο μολύβδου,

477

ὄφρα κε μὴ λάιγγες ἐπ' ἀλλήληισι δεθεῖσαι

478

καὶ στυφελὰ στυφελοῖσιν ἐπ' ἄχθεσιν ἄχθεα θεῖσαι

479

νῶτα διαθρύψωσι· μεσοδμήτωι δὲ μολύβδωι

480

ἠρέμα πιληθεῖσα βάσις μαλθάσσετο πέτρου.

481

Λαϊνέη δ' ὅλα νῶτα κατεσφήκωσέ τις ἄντυξ,

482

πάντοθεν εὐδίνητος, ὅπηι καὶ ῥίζα καθέρπει

483

σφαίρης ἡμιτόμοιο καὶ ἄντυγές εἰσιν ἑλιγμῶι

484

τοῦ πυμάτου κύκλοιο, τὸν ἁψίδων κατὰ νῶτα

485

ἀνέρες ἐστεφάνωσαν. ἐπὶ προβλῆτι δὲ κόσμωι

486

ἐκκρεμέες λάϊγγες ἐτορνώσαντο πορείην

487

στεινήν, τερμιόεσσαν· ὅπηι καὶ φωσφόρος ἀνὴρ

488

ἄτρομος ἀμφιθέων ἱεροὺς λαμπτῆρας ἀνάπτει.

489

ἐγρομένη δ' ἐφύπερθεν ἐς ἄπλετον ἠέρα πήληξ

490

πάντοθι μὲν σφαιρηδὸν ἑλίσσεται, οἷα δὲ φαιδρὸς

491

οὐρανὸς ἀμφιβέβηκε δόμου σκέπας· ἀκροτάτης δὲ

492

σταυρὸν ὑπὲρ κορυφῆς ἐρυσίπτολιν ἔγραφε τέχνη.

493

ἔστι δ' ἰδεῖν μέγα θάμβος, ὅπως κατὰ βαιὸν ἰοῦσα

494

εὐρυτέρη μὲν ἔνερθεν, ὕπερθε δὲ μεῖον ἀνέρπει·

495

οὐ μὴν ὀξυκάρηνος ἀνέσσυται, ἀλλ' ἄρα μᾶλλον

496

ὡς πόλος ἠερόφοιτος. ἐπ' εὐκαμάτοισι δὲ νώτοις

497

ἁψίδων ἐπέπηξε βάσιν [

498

πάντοθι δινηθεῖσαν. ἀνερπ[ ]ουσ[ ]ας

499

λαοδόμων παλάμηισιν ἀμοιβαδὸν ἔξεσεν οἴμους.

500

εἰσορόων φαίης κτένα [γύρ]ιον, ὧι φύσις [

501

ἀγλαΐην ἐχάραξε[

502

οὐκέτι δ' ἀλλήλη[σιν ὁ]μ[ιλ]αδὸν εἰ[ς ἓν] ἰοῦσα[ι

503

ἀτραπιτοὶ συνέκυρσαν ἐριχρύσοιο κ[αρή]νου·

504

ἀλλὰ μέση στεφανηδὸν ἄνω[ ]ἄντυξ

505

ἀσκαφέος χώροιο, τὸν οὐκ ἐ[ τέ]χνη.

506

]τύπος σταυροῖο μεσόμ[φα]λος ἔνδοθι κύκλου

507

λεπταλέηι ψηφῖδι χαράσσεται, ὄφρα σαώσηι

508

νηὸν ἀειφρούρητον ὅλου κόσμοιο σαωτήρ.

509

σφαίρης δ' ἡμιτόμου περὶ πυθμένα πεντάκις ὀκτὼ

510

εὐφαέων ἁψῖδας ἐτεχνήσαντο θυρέτρων,

511

ὁππόθεν ἁβροκόμοιο σέλας πορθμεύεται ἠοῦς.

512

Θάμβος ἔχω, τίνα μῆτιν ἐπήραρεν εὐρέϊ νηῶι

513

ἡμέτερος σκηπτοῦχος, ὅπως δωμήτορι μόχθωι

514

ἀνέρες, εὐτέχνοισιν ὑποδρήσσοντες ἐδέθλοις,

515

πλίνθοις ὀπταλέηισιν ἀνεστήσαντο δεθείσας

516

ἄντυγας ἀψίδων τε καὶ εὐρυπόρου σκέπας οἴκου.

517

καὶ γὰρ ἀνὴρ πολύμητις, ἀνειμένος ἴδμονι τέχνηι,

518

ἄξυλον εὐρόφοιο τέγος τεχνήσατο νηοῦ.

519

οὐδὲ γὰρ οὐ Φοίνισσαν ὑπὲρ Λιβάνοιο κολώνην

520

οὐδὲ μὲν Ἀλπείων σκοπέλων ἀνὰ δάσκιον ὕλην

521

Ἀσσύριος δρυτόμος τις ἀνὴρ ἢ Κελτὸς ἀράσσων

522

δενδροκόμοις βουπλῆγας ἐν ἄλσεσιν, οὔ τινα πεύκην,

523

οὐκ ἐλάτην ἐνόησεν ἐπαρκέας οἶκον ἐρέψαι·

524

οὐδὲ μὲν οὐ κυπάρισσον Ὀροντίδος ἄλσεα Δάφνης,

525

οὐ Πατάρων εὔδενδρος ἀνηέξησεν ἐρίπνη,

526

ἥτις ἀπειρεσίοιο τέγος νηοῖο πυκάσσηι.

527

καὶ γὰρ ἄναξ πολύυμνος, ἃ μὴ φύσις εὗρε καλύψαι

528

δένδρεσι μηκεδανοῖσι, λίθων ἐκαλύψατο κύκλοις.

529

οὕτω τετραπόροισιν ἐφ' ἁψίδεσσι καλύπτρη

530

εὐπήληξ βαθύκολπος ἀείρεται. ἦ τάχα φαίης

531

οὐρανὸν ἐς πολύκυκλον ἀλώμενον ὄμμα τιταίνειν.

532

Ἀλλ' ἐπὶ [μὲν φαέθοντ]α καὶ ἕσπερον οὔτι νοήσεις

533

ἁψίδων ὑπένερθεν, ὅλος δ' ἀναπέπτ[αται ἀ]ήρ·

534

ἐς δὲ νότον κελάδοντα καὶ εἰς κλίσιν ἄβροχον ἄρκτων

535

τοῖχος ἐρισθενέτης ἀνατείνεται ἄχρι γενείου

536

ἄντυγος εὐτροχάλοιο, λέλαμπε δὲ τετράκι δοιαῖς

537

πλησιφαὴς θυρίδεσσιν. ἐρήρεισται δ' ὅγε τοῖχος

538

νειόθι λαϊνέοισιν ὑπ' ἴχνεσιν· ἓξ γὰρ ὑπ' αὐτῶι

539

κίονες Αἱ[μ]ο[νι]ῆες ἴσοι χλοάοντι μαράγδωι

540

ἀκαμάτων ξυνοχῆας ἀνεστήσαντο τενόντων,

541

ἔνθα γυναικείων ἀναφαίνεται ἔνδια θώκων.

542

τοὺς δὲ χαμαιπαγέες πίσυρες μεγάλοισι [κα]ρήνοις

543

κίονες ὀχλίζουσιν ὑπ' ἀστυφέλικτον ἀνάγκην

544

χρυσόκομοι χαρίτεσσι κατήορο[ι, ]ται

545

Θεσσαλίδος πέτρης ἀμαρύγματα· μέσσα δὲ νηοῦ

546

ἔνδια καλλιχόροιο διακρίνουσιν ἐδέθλων

547

γείτονος αἰθούσης περιμήκεος. οὔ ποτε τοίους

548

κίονας ἐτμήξαντο Μολοσσίδος ἔνδοθι γαίης,

549

ὑψιλόφους, χαρίεντας, ἐύχλοας ἄλσεσι[

550

ἄνθεσι δαιδαλέοισι τεθηλότας. —Ἀλλὰ καὶ αὐτῆς

551

αἰθούσης κατὰ μέσσον ἐρείσατο τέσσαρας ἄλλους

552

κίονας Ἀνθέμιος πολυμήχανος ἠδὲ σὺν αὐτῶι

553

πάνσοφον Ἰσιόδωρος ἔχων νόον· ἀμφότεροι γὰρ

554

καλλιπόνων βουλῆισιν ὑποδρήσσοντες ἀνάκτων

555

νηὸν ἐδωμήσαντο πελώριον· ἀλλ' ἐνὶ μέτροις

556

μήκεος ἐγγυτέρων μὲν ὀλίζονες, ἐκ δὲ τιθήνης

557

τῆς αὐτῆς χλοεροῖσιν ἀποστίλβουσιν ἀώτοις.

558

ἀλλὰ γὰρ οὐ στοιχηδὸν ἐπισχερὼ εὔποδας οὗτοι

559

πυθμένας ἐρρίζωσαν, ἐφεδρήσσουσι δὲ γαίηι

560

ἀντίοι ἀλλήλοισι δύω δυσίν· ὧν κατὰ κόρσης

561

τετραπόροις σειρῆισιν ἐπειλιχθεῖσα κεραίη

562

νῶτον ὑπεστήριξε γυναικείοισιν ἐδέθλοις.

563

ἐγγύθι δ' ἔστι πύλη βορεώτιδος ἐς κλίσιν αὔρης,

564

λαὸν ἀπιθύνουσα πρὸς ἀχράαντα λοετρά,

565

ἀνδρομέου βιότοιο καθάρσια, τῶν ἄπο λυγρὴ

566

σμῶδιξ ὠλεσίθυμος ἐλαύνεται ἀμπλακιάων.

567

Τέτρασι δ' ἐξείης ἐπὶ κίοσιν, ἔνθα καὶ ἔνθα,

568

ἁβροῖς, Θεσσαλικοῖσι, πρὸς ἀμφιλύκην τε καὶ ἠῶ

569

αἰθούσης κατὰ μῆκος ἑλίσσεται ἔργα κυλίνδρων

570

ἡμιτόμοις ἀτάλαντα διοδμήτους παρὰ τοίχους,

571

τρητά, διαστείχουσιν ἀνειμένα· πρὸς μὲν ἀήτην

572

ἀρκτῶιον ξυνοχῆας ἀνακλίνουσι θυρέτρων

573

διζυγέων· νότιον δὲ ποτὶ πτερόν, ἄντα πυλάων,

574

εὐτύκτους κενεῶνας ἐειδομένους τινὶ παστῶι·

575

πρὸς δὲ φάος καὶ νύκτα πάλιν δύο κίονας ἄλλους

576

Αἱμονίους δοιούς τε περικλύστου Προκονήσου,

577

στήμονας, ὑψιλόφους, πυλέων ἄγχιστα παγέντας.

578

ἀλλ' ἐπὶ μὲν φαέθοντα πύλη μία, πρὸς δὲ κελαινῆς

579

νυκτὸς ἕδος δισσὴν ἐπὶ δικλίδα λαὸς ὁδεύει.

580

Δήεις καὶ νοτίην βορεώτιδι πᾶσαν ὁμοίην

581

μηκεδανὴν αἴθουσαν, ἔχει δέ τι καὶ πλέον ἥδε·

582

τείχει γάρ τινι χῶρον ἀποκρινθέντα φυλάσσει

583

Αὐσονίων βασιλῆϊ θεοστέπτοις ἐν ἑορταῖς.

584

ἔνθα δ' ἐμὸς σκηπτοῦχος ἐφήμενος ἠθάδι θώκωι

585

μυστιπόλοις βίβλοισιν ἑὴν ἐπέτασσεν ἀκουήν.

586

Ἶσα δὲ τοῖς ὑπένερθε καὶ ὑψόθι πάντα νοήσει

587

θηλυτέρην αἴθουσαν ἐς ἀμφοτέρας τις ἀνελθών·

588

ἡ γὰρ ὑπερτέλλουσα πρὸς ἕσπερον οὐκέτι δοιαῖς

589

ἴση ταῖς ἑτέρηισιν, ὑπὲρ νάρηκος ἰοῦσα.

590

Ἀλλὰ καὶ ἀμβροσίοιο πρὸς ἐσπέριον πόδα νηοῦ

591

τέτρασιν αἰθούσηισι περίδρομον ὄψεαι αὐλήν,

592

ὧν μία μὲν νάρθηκι συνάπτεται, αἵ γε μὲν ἄλλαι

593

πεπταμέναι τελέθουσι πολυσχιδέεσσι κελεύθοις.

594

μηκεδανῆς δ' ἐρίτιμον ἐς ὀμφαλὸν ἵσταται αὐλῆς

595

εὐρυτάτη φιάλη τις, Ἰασσίδος ἔκτομος ἄκρης,

596

ἔνθα ῥόος κελαδῶν ἀναπάλλεται ἠέρι πέμπειν

597

ὁλκὸν ἀναθρώσκοντα βίηι χαλκήρεος αὐλοῦ,

598

ὁλκὸν ὅλων παθέων ἐλατήριον, ὁππότε λαὸς

599

μηνὶ χρυσοχίτωνι, θεοῦ κατὰ μύστιν ἑορτήν,

600

ἐννυχίοις ἄχραντον ἀφύσσεται ἄγγεσιν ὕδωρ·

601

ὁλκὸν ἀπαγγέλλοντα θεοῦ μένος· οὐ γὰρ ἐκείνοις

602

οὔποτε πυθομένοισιν ἐπέχραεν ὕδασιν εὐρώς,

603

εἰ καὶ πουλυέτηρον ἐπὶ χρόνον ἔκτοθι πηγῆς

604

κάλπιδος ἐν γυάλοισιν ἐελμένα δώμασι μίμνοι.

605

λαότορον δ' ἀνὰ τοῖχον ἐΰγραφα δαίδαλα τέχνης

606

πάντοθεν ἀστράπτουσιν. ἁλιστεφέος Προκονήσου

607

ταῦτα φάραγξ ἐλόχευσε. πολυτμήτων δὲ μετάλλων

608

ἁρμονίη γραφίδεσσιν ἰσάζεται· ἐν γὰρ ἐκείνηι

609

τετρατόμοις λάεσσι καὶ ὀκτατόμοισι νοήσεις

610

ζευγνυμένας κατὰ κόσμον ὁμοῦ φλέβας· ἀγλαΐην δὲ

611

ζωοτύπων λάϊγγες ἐμιμήσαντο δεθεῖσαι.

612

Πολλὰς δ' ἔνθα καὶ ἔνθα περὶ πλευράς τε καὶ ἄκρας

613

ἄντυγας ἀμβροσίοιο κατόψεαι ἔκτοθι νηοῦ

614

αὐλὰς ἀσκεπέας· τόδε γὰρ τεχνήμονι κόσμωι

615

ἠνύσθη περὶ σεμνὸν ἀνάκτορον, ὄφρα φανείη

616

φέγγεσιν εὐγλήνοισι περίρρυτον ἠριγενείης.

617

Καὶ τίς ἐριγδούποισι χανὼν στομάτεσσιν Ὁμήρου

618

μαρμαρέους λειμῶνας ἀολλισθέντας ἀείσει

619

ἠλιβάτου νηοῖο κραταιπαγέας περὶ τοίχους

620

καὶ πέδον εὐρυθέμειλον; ἐπεὶ καὶ χλωρὰ Καρύστου

621

νῶτα μεταλλευτῆρι χάλυψ ἐχάραξεν ὀδόντι

622

καὶ Φρύγα δαιδαλέοιο διέθρισεν αὐχένα πέτρου,

623

τὸν μὲν ἰδεῖν ῥοδόεντα, μεμιγμένον ἠέρι λευκῶι,

624

τὸν δ' ἅμα πορφυρέοισι καὶ ἀργυφέοισιν ἀώτοις

625

ἁβρὸν ἀπαστράπτοντα. πολὺς δ' εὐπήχεϊ Νείλωι

626

φορτίδα πιλήσας ποταμίτιδα λᾶας ἀνίσχων

627

πορφύρεος λεπτοῖσι πεπασμένος ἀστράσι λάμπει.

628

καὶ χλοερὸν λάϊγγος ἴδοις ἀμάρυγμα Λακαίνης

629

μάρμαρά τε στράπτοντα πολυπλάγκτοισιν ἑλιγμοῖς,

630

ὅσσα φάραγξ βαθύκολπος Ἰασσίδος εὗρε κολώνης,

631

αἱμαλέωι λευκῶι τε πελιδνωθέντι κελεύθους

632

λοξοτενεῖς φαίνουσα, καὶ ὁππόσα Λύδιος ἀγκὼν

633

ὠχρὸν ἐρευθήεντι μεμιγμένον ἄνθος ἑλίσσων·

634

ὅσσα Λίβυς φαέθων, χρυσέωι σελαγίσματι θάλπων,

635

χρυσοφανῆ κροκόεντα λίθων ἀμαρύγματα τεύχει

636

ἀμφὶ βαθυπρήωνα ῥάχιν Μαυρουσίδος ἄκρης·

637

ὅσσα τε Κελτὶς ἀνεῖχε βαθυκρύσταλλος ἐρίπνη

638

χρωτὶ μέλαν στίλβοντι πολὺ γλάγος ἀμφιβαλοῦσα

639

ἔκχυτον, ἧι κε τύχηισιν, ἀλώμενον ἔνθα καὶ ἔνθα·

640

ὅσσα τ' Ὄνυξ ἀνέηκε διαυγάζοντι μετάλλωι

641

ὠχριόων ἐρίτιμα, καὶ Ἀτρακὶς ὁππόσα λευροῖς

642

χθὼν πεδίοις ἐλόχευσε καὶ οὐχ ὑψαύχενι βήσσηι,

643

πῆι μὲν ἅλις χλοάοντα καὶ οὐ μάλα τῆλε μαράγδου,

644

πῆι δὲ βαθυνομένου χλοεροῦ κυανώπιδι μορφῆι·

645

ἦν δέ τι καὶ χιόνεσσιν ἀλίγκιον ἄγχι μελαίνης

646

μαρμαρυγῆς, μικτὴ δὲ χάρις συνεγείρετο πέτρου.

647

Πρὶν δὲ πολυτμήτοιο σέλας ψηφῖδος ἱκέσθαι,

648

λεπτὰς λαοτόρος παλάμηι λάϊγγας ὑφαίνων

649

μαρμαρέας ἔγραψε μετὰ πλάκας ἐς μέσα τοίχων

650

σύνδετον εὐκάρποισι κέρας βεβριθὸς ὀπώραις

651

καὶ ταλάρους καὶ φύλλα, κατ' ἀκρεμόνων δὲ χαράσσει

652

ἑζομένην ὄρνιθα. μετ' εὐκεράους δὲ κελεύθους

653

κλήμασι χρυσοκόμοισι περίδρομος ἄμπελος ἕρπει,

654

δεσμὸν ἑλιξοπόρον σκολιοῖς πλέξασα κορύμβοις·

655

ἠρέμα δὲ προνένευκεν, ὅσον καὶ γείτονα πέτρην

656

βαιὸν ἐπισκιάειν ἑλικώδεϊ πλέγματι χαίτης.

657

αἰθούσης τάδε πάντα καλοὺς περινείσσεται οἴκους.

658

ἀλλὰ καὶ ὑψιλόφοις ἐπὶ κίοσιν, ἔνθοδι πέζης

659

λαϊνέης προβλῆτος, ἕλιξ πολύκεστος ἀκάνθης

660

ὑγρὰ διερπύζων ἀνελίσσετο, δεσμὸς ἀλήτης,

661

χρύσεος, ἱμερόεις, ἀκίδα τρηχεῖαν ἑλίσσων·

662

μάρμαρα δ' ὀμφαλόεντα περιστέφει εἴκελα δίσκοις

663

πορφυρέοις, στίλβοντα χάριν θελξίφρονα πέτρης.

664

πᾶν δὲ πέδον στορέσασα Προκοννήσοιο κολώνη

665

ἀσπασίως ὑπέθηκε βιαρκέϊ νῶτον ἀνάσσηι·

666

ἠρέμα δὲ φρίσσουσα διέπρεπε Βοσπορὶς αἴγλη

667

ἀκροκελαινιόωντος ἐπ' ἀργεννοῖο μετάλλου.

668

Χρυσεοκολλήτους δὲ τέγος ψηφῖδας ἐέργει,

669

ὧν ἄπο μαρμαίρουσα χύδην χρυσόρρυτος ἀκτὶς

670

ἀνδρομέοις ἄτλητος ἐπεσκίρτησε προσώποις.

671

φαίη τις Φαέθοντα μεσημβρινὸν εἴαρος ὥρηι

672

εἰσοράαν, ὅτε πᾶσαν ἐπεχρύσωσεν ἐρίπνην.

673

καὶ γὰρ ἐμὸς σκηπτοῦχος, ὅλης χθονὸς εἰς ἓν ἰούσης,

674

βάρβαρον Αὐσόνιόν τε πολύτροπον ὄλβον ἀγείρας,

675

λάϊνον οὐκ ἔκρινεν ἐπαρκέα κόσμον ἐδέθλοις

676

ἀμβροσίου νηοῖο θεουδέος, ὧι ἔνι πάσης

677

ἐλπίδος εὐφροσύνην ὑπεραυχέα θήκατο Ῥώμη·

678

ἀλλὰ καὶ ἀργυρέοιο χύδην οὐ φείσατο κόσμου.

679

ἐνθάδε Παγγαίοιο ῥάχις καὶ Σουνιὰς ἄκρη

680

ἀργυρέας ὤϊξαν ὅλας φλέβας· ἐνθάδε πολλοὶ

681

ἡμετέρων θημῶνες ἀνωΐχθησαν ἀνάκτων.

682

καὶ γὰρ ὅσον μεγάλοιο πρὸς ὄρθιον ἄντυγα νηοῦ

683

χῶρον ἀναιμάκτοισιν ἀπεκρίναντο θυηλαῖς,

684

οὐκ ἐλέφας, οὐ τμῆμα λίθων ἢ χαλκὸς ὁρίζει,

685

ἀλλ' ὅλον ἐθρίγκωσεν ὑπ' ἀργυρέοισι μετάλλοις.

686

οὐδὲ μὲν οὐ μούνοις ἐπὶ τείχεσιν, ὁππόσα μύστην

687

ἄνδρα πολυγλώσσοιο διακρίνουσιν ὁμίλου,

688

γυμνὰς ἀργυρέας ἔβαλε πλάκας, ἀλλὰ καὶ αὐτοὺς

689

κίονας ἀργυρέοισιν ὅλους ἐκάλυψε μετάλλοις,

690

τηλεβόλοις σελάεσσι λελαμπότας, ἑξάκι δοιούς·

691

οἷς ἔπι, καλλιπόνοιο χερὸς τεχνήμονι ῥυθμῶι,

692

ὀξυτέρους κύκλοιο χάλυψ κοιλήνατο δίσκους,

693

ὧν μέσον ἀχράντοιο θεοῦ δείκηλα χαράξας

694

ἄσπορα δυσαμένου βροτέης ἰνδάλματα μορφῆς,

695

πῆι μὲν ἐϋπτερύγων στρατὸν ἔξεσεν ἀγγελιάων

696

αὐχενίων ξυνοχῆα κατακλίνοντα τενόντων

697

(οὐ γὰρ ἰδεῖν τέτληκε θεοῦ σέβας οὐδὲ καλύπτρηι

698

ἀνδρομέηι κρυφθέντος, ἐπεὶ θεός ἐστιν ὁμοίως

699

ἑσσάμενος καὶ σάρκα λυτήριον ἀμπλακιάων),

700

πῆι δὲ θεοῦ κήρυκας ὀδοὺς ἤσκησε σιδήρου

701

τοὺς προτέρους, πρὶν σάρκα λαβεῖν θεόν, ὧν ἀπὸ φωνῆς

702

ἐσσομένου Χριστοῖο διέπτατο θέσπις ἀοιδή.

703

οὐδὲ μὲν οὐδ' αὐτῶν παραδέδρομεν εἴδεα τέχνη,

704

οἷς κύρτος νεπόδων τε τὸ δίκτυον, οἵτε χαμηλὰ

705

ἔργα βίου προλιπόντες ἀλιτρονόους τε μερίμνας

706

οὐρανίου βασιλῆος ἐφωμάρτησαν ἐφετμῆι,

707

ἀνέρας ἀγρεύοντες, ἀπ' ἰχθυβόλοιό τε τέχνης

708

ζωῆς ἀθανάτοιο καλὴν τανύσαντο σαγήνην.

709

ἄλλοθι δὲ Χριστοῖο κατέγραφε μητέρα τέχνη,

710

φέγγεος ἀενάοιο δοχήϊον, ἧς ποτε γαστὴρ

711

γαστέρος ἐργατίνην ἁγίοις ἐθρέψατο κόλποις.

712

ἐς δὲ μέσας ἱεροῦ πλάκας ἕρκεος, αἳ περὶ φῶτας

713

εὐιέρους τεύχουσι μεταίχμια, γράμμα χαράσσει

714

ἡ γλυφὶς ἓν πολύμυθον· ἀολλίζει γὰρ ἀνάσσης

715

οὔνομα καὶ βασιλῆος· ἴσον γε μὲν ὀμφαλοέσσηι

716

ἀσπίδι μεσσατίοισι τύπον κοιλήνατο χώροις

717

σταυρὸν ἀπαγγέλλουσα. διὰ τρισσῶν δὲ θυρέτρων

718

ἕρκος ὅλον μύστηισιν ἀνοίγεται· ἐν γὰρ ἑκάστηι

719

πλευρῆι βαιὰ θύρετρα διέτμαγεν ἐργοπόνος χείρ.

720

Χρυσείης δ' ἐφύπερθε παναχράντοιο τραπέζης

721

ἄσπετος εὐρυκέλευθον ἐς ἠέρα πύργος ἀνέστη,

722

τετραπόροις ἁψῖσιν ἐπ' ἀργυρέηισι βεβηκώς.

723

κίοσι δ' ἀργυρέηισιν ἀείρεται, ὧν ἐπὶ κόρσης

724

ἀργυρέους ἵδρυσε πόδας τετράζυγος ἁψίς.

725

ὑψόθι θ' ἀψίδων ἀνατείνεται οἷά τε κώνου

726

εἴκελον, ἀλλ' οὐ πάμπαν ὁμοίιον· οὐ γὰρ ἑλίσσει

727

νειόθεν εὐκύκλοιο περίτροχον ἄντυγα πέζης,

728

ἀλλά τις ὀκτάπλευρος ἔφυ βάσις, ἐκ δὲ κελεύθου

729

εὐρυτέρης κατὰ βαιὸν ἐς ὀξυκόρυμβον ἀνέρπει,

730

ὀκτὼ δ' ἀργυρέας τανύει πλάκας· ἁρμονίης δὲ

731

ζευγνυμένης δολιχὴ ῥάχις ἵσταται· αἱ δὲ τριγώνοις

732

εἰδόμεναι μίσγουσι πόρους ὀκτάζυγος οἴμου

733

εἰς ἓν ἀγειρομένους κορυφῆς σημήϊον ἄκρης·

734

ὁππόθι καὶ κρητῆρος ὑπήραρεν εἰκόνα τέχνη

735

χείλεά τε κρητῆρος ὑποκλασθέντα πετήλων

736

εἶδος ἐμορφώσαντο. μέσωι δ' ἐνεθήκατο χώρωι

737

ἀργύρεον στίλβοντα πόλου τύπον· ὑψόθι δ' αὐτοῦ

738

σταυρὸς ὑπερτέλλων ἀναφαίνεται· ἵλαος εἴη.

739

ἁψίδων δ' ἐφύπερθεν ἕλιξ πολύκεστος ἀκάνθης

740

πέζα διερπύζει νέατον περὶ πυθμένα κώνου.

741

ὀρθοτενεῖς ἀκτῖνας, ἴσας εὐώδεϊ καρπῶι

742

ὄγχνης καλλικόμοιο, διακριδὸν ὑψόθι φαίνει

743

λαμπομένας σελάεσσιν, ὑπερτέλλουσι δὲ πέζης.

744

ὁππόθι δ' ἀλλήλοισιν ἀρηρότα πείρατα πέζης

745

ἁρμονίην τεύχουσιν, ἐνιδρύσαντο παγέντας

746

ἀργυρέους κρητῆρας. ἐπὶ κρητῆρι δ' ἑκάστωι

747

πυρσοφόρους στήσαντο, λιπαυγέα δείκελα κηροῦ,

748

κόσμον ἀπαγγέλλοντα καὶ οὐ φάος· ἀργυρέοις γὰρ

749

πάντοθι τορνωθέντα περιστίλβουσι μετάλλοις

750

φαιδρὰ λεαινομένοισιν· ἀπυρσεύτωι δ' ἀμαρυγῆι

751

ἀργυρέην ἀκτῖνα καὶ οὐ φλόγα κηρὸς ἰάλλει.

752

κίοσι δὲ χρυσέαις ἱερῆς πάγχρυσα τραπέζης

753

νῶτα κατηρείσαντο, κατὰ χρυσέων δὲ θεμείλων

754

ἵσταται, ἀφνειῶν δὲ λίθων ποικίλλεται αἴγληι.

755

Πῆι φέρομαι; πῆι μῦθος ἰὼν ἀχάλινος ὁδεύει;

756

ἴσχεο τολμήεσσα μεμυκότι χείλεϊ φωνή,

757

μηδ' ἔτι γυμνώσειας ἃ μὴ θέμις ὄμμασι λεύσσειν.

758

μυστιπόλοι δ' ὑπὸ χερσίν, ὅσοις τόδε θεσμὰ κελεύει,

759

Σιδονίης φοίνικι βεβαμμένον ἄνθεϊ κόχλου

760

φᾶρος ἐφαπλώσαντες ἐρέψατε νῶτα τραπέζης,

761

τέτρασι δ' ἀργυρέηισιν ἐπὶ πλευρῆισι καλύπτρας

762

ὀρθοτενεῖς πετάσαντες ἀπείρονι δείξατε δήμωι

763

χρυσὸν ἅλις καὶ φαιδρὰ σοφῆς δαιδάλματα τέχνης.

764

ὧν μία μὲν ποίκιλλε σέβας Χριστοῖο προσώπου·

765

τοῦτο δὲ καλλιπόνοιο φυτεύσατο χείρεσι τέχνης

766

οὐ γλυφίς, οὐ ῥαφίδων τις ἐλαυνομένης διὰ πέπλων,

767

ἀλλὰ μεταλλάσσουσα πολύχροα νήματα πήνη,

768

νήματα ποικιλόμορφα, τὰ βάρβαρος ἤροσε μύρμηξ.

769

χρυσοφαὲς δ' ἀμάρυγμα βολαῖς ῥοδοπήχεος ἠοῦς

770

ἁπλοῒς ἀντήστραψε θεοκράντων ἐπὶ γυίων,

771

καὶ Τυρίηι πόρφυρε χιτὼν ἁλιανθέϊ κόχλωι,

772

δεξιὸν εὐτύκτοις ὑπὸ νήμασιν ὦμον ἐρέπτων·

773

κεῖθι γὰρ ἀμπεχόνης μὲν ἀπωλίσθησε καλύπτρη,

774

καλὰ δ' ἀνερπύζουσα διὰ πλευρῆς ὑπὲρ ὤμου

775

ἀγκέχυται λαιοῖο· γεγύμνωται δὲ καλύπτρης

776

πῆχυς καὶ θέναρ ἄκρον. ἔοικε δὲ δάκτυλα τείνειν

777

δεξιτερῆς, ἅτε μῦθον ἀειζώοντα πιφαύσκων,

778

λαιῆι βίβλον ἔχων ζαθέων ἐπιίστορα μύθων,

779

βίβλον ἀπαγγέλλουσαν, ὅσα χραισμήτορι βουλῆι

780

αὐτὸς ἄναξ ἐτέλεσσεν ἐπὶ χθονὶ ταρσὸν ἐρείδων.

781

πᾶσα δ' ἀπαστράπτει χρυσέη στολίς· ἐν γὰρ ἐκείνηι

782

τρητὸς λεπταλέος περὶ νήματα χρυσὸς ἑλιχθείς,

783

σχήμασιν ἢ σωλῆνος ὁμοίιος ἤ τινος αὐλοῦ,

784

δέσμιος ἱμερόεντος ἐρείδεται ὑψόθι πέπλου,

785

ὀξυτέραις ῥαφίδεσσι δεθεὶς καὶ νήμασι Σηρῶν.

786

ἱστάμενοι δ' ἑκάτερθε δύω κήρυκε θεοῖο,

787

Παῦλος, ὅλης σοφίης θεοδέγμονος ἔμπλεος ἀνήρ,

788

καὶ σθεναρὸς κληιδοῦχος ἐπουρανίων πυλεώνων,

789

αἰθερίοις δεσμοῖσιν ἐπιχθονίοις τε κελεύων·

790

ὃς μὲν ἐλαφρίζει καθαρῆς ἐγκύμονα ῥήτρης

791

βίβλον, ὁ δὲ σταυροῖο τύπον χρυσέης ἐπὶ ῥάβδου.

792

ἄμφω δὲ στολίδεσσιν ὑπ' ἀργυφέηισι πυκάζει

793

πήνη ποικιλόεργος· ἐπ' ἀμβροσίων δὲ καρήνων

794

νηὸς ἐκολπώθη χρύσεος, τριέλικτον ἐγείρων

795

ἀγλαΐην ἁψῖδος· ἐφεδρήσσει δὲ βεβηκὼς

796

τέτρασι χρυσείοις ἐπὶ κίοσι. χείλεσι δ' ἄκροις

797

χρυσοδέτου πέπλοιο κατέγραφεν ἄσπετα τέχνη

798

ἔργα πολισσούχων ἐριούνια παμβασιλήων·

799

πῆι μὲν νουσαλέων τις ἀκέστορας ὄψεται οἴκους,

800

πῆι δὲ δόμους ἱερούς. ἑτέρωθι δὲ θαύματα λάμπει

801

οὐρανίου Χριστοῖο· χάρις δ' ἐπιλείβεται ἔργοις.

802

ἐν…

The complete text is available when the reading interface loads.