The Greek Library Catalogue

Anonymous

Descriptio ambonis

Edition reference
Descriptio ambonis, ed. Veh, op. cit., 358– 374.
CTS identifier
urn:cts:greekLit:tlg4039.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

41

οἷς πλέον ἠελίοιο μόρου ζείδωρος ἀνάγκη

42

ἐλπίσιν ἀφράστοισιν ἐφήνδανεν· οὕς ποτε λύθροις

43

λουσαμένους ἰδίοισι βιαρκέος ἀντὶ λοετροῦ

44

Χριστὸς ἄναξ ἔστεψε, καὶ αἱμαλέοισι ῥεέθροις

45

ψυχαίης ἐκάθηρεν ὅλην σμώδιγγα καλύπτρης·

46

δεῦρο, χοροὺς στήσασθε καὶ εὐαγέεσσιν ἀοιδαῖς

47

σύνθροον ἡμετέρηισι μέλος πλέξασθε χορείαις.

48

ὑμέτερος γὰρ χῶρος ἀείδεται, ὁππόθι πολλὴ

49

θεσπεσίαις βίβλοισιν ἀκήρατος ἔγρεται ἠχώ.

50

Ἔστι τις εὐρυπόροιο κατ' ἔνδια μέσσα μελάθρου

51

ἁβρὸς ἰδεῖν καὶ μᾶλλον ἐς ἀντολίην τι νενευκὼς

52

πύργος, ἀκηρασίοισιν ἀπόκριτος ἤθεσι βίβλων,

53

†ὄρθιος βάθροις, διδυμάοσιν ἀμβατὸς οἴμοις,

54

ὧν μία μὲν ποτὶ νύκτα τιταίνεται, ἡ δὲ πρὸς ἠῶ.

55

εἰσὶ γὰρ ἀλλήληισιν ἐναντίαι, ἀμφότεραι δὲ

56

εἰς ἕνα χῶρον ἄγουσιν ἴσον περιηγέϊ κύκλωι.

57

ἐνδάδε γὰρ κύκλωι μὲν ἐοικότα χῶρον ἑλίσσει

58

λᾶας ἑείς· οὐ μὴν περιηγέϊ πάντοσε τόρνωι

59

ἶσος ἔφυ, βαιὸν δὲ συνέρχεται, εἰσόκε πέτρου

60

ἄντυγα μηκύνειε. πρὸς ἑσπερίην δὲ καὶ ἠῶ

61

ἐκπροθέων κύκλοιο λίθου μηκύνεται αὐχήν,

62

ἐμβεβαὼς βαθμοῖσιν. ὑπ' ἀργυρέοις δὲ μετάλλοις

63

ἄχρις ἐπὶ ζωστῆρα καλοὺς ἱδρύσατο τοίχους

64

θεῖος ἄναξ, κεράεσσιν ἐοικότας. οὐ γὰρ ἑλίσσει

65

ἄργυρον ἐν λάϊγγι περίδρομον ἀργυρέη πλὰξ

66

κύκλον ἀναπτύξασα πανόλβιον· ἀλλ' ἐνὶ μέσσωι

67

τοῖχον ἀπιθύνοντα διαρκέα κύκλα πετάσσας

68

ἴδρις ἀνὴρ ἑκάτερθε πόρους βαθμῖδος ἀνοίγει.

69

οὐδὲ μὲν ἀφράκτοις ἱερῶν ἐπὶ χείλεσι βαθμῶν

70

τάρβος ἔχει κατιόντας, ἐπήραρε δ' ἕρκεα τέχνη

71

λάϊνα παμφανόωντα· τόσον δ' ὑπερέσχεθε βάθρων

72

ὅσσον ἀπιθύνειν βροτέην χέρα. ταῦτα μεμαρπὼς

73

μόχθον ἐλαφρίζει τις ἐς ὄρθιον οἶμον ἀνέρπων.

74

λοξοτενεῖ δ' ἑκάτερθεν ἐφιδρυθέντα κελεύθωι

75

βαθμοῖς μεσσατίοις συναέξεται ἠδ' ἀπολήγει.

76

Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως

77

ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην

78

μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου·

79

ἀλλὰ καὶ εὐτέχνοισιν ὅλος φαιδρύνεται ἔργοις

80

καὶ φύσιν αἰολόμορφον ἔχων ποικίλλεται αἴγληι.

81

τοῦ μὲν ἔπι τροχάουσι διαμπερὲς οἷά τε δῖναι,

82

πῆι μὲν ἴσαι κύκλοισιν ἀτέρμοσι, πῆι δέ γε κύκλων

83

βαιὸν ἀποπλαγχθέντας ὑπεκτανύουσιν ἑλιγμούς.

84

ἔστι δὲ πῆι μὲν ἔρευθος ἰδεῖν κεκερασμένον ὤχρωι,

85

πῆι δὲ καλὸν βροτέοισι σέλας στονύχεσσιν ὁμοῖον.

86

ἄλλοθι δ' ὁρμηθεῖσα πρὸς ἀργεννὸν σέλας αἴγλη,

87

ἠρέμα μιμνάζουσα, χάριν μιμήσατο πύξου

88

ἠὲ μελισσήεντος ἐπήρατον εἰκόνα κηροῦ,

89

ὃν καθαραῖς προχοῆισι βροτοὶ νίζοντες ἐρίπναις

90

πολλάκι τερσαίνουσιν ὑπ' ἠελιώτιδας αὐγάς·

91

ὃς δὲ μεταΐσσει μὲν ἐς ἄργυφον, εἰσέτι δ' οὔπω

92

τρέψεν ὅλην χροιὴν ἔτι λείψανα χρύσεα φαίνων.

93

τοῖος καὶ δολιχῶν ἐλέφας κεχρωσμένος ὁλκοῖς

94

χροιὴν ἀργυχέην ἐτέων ἐπὶ μῆλον ἐλαύνει.

95

πῆι δὲ πελιδνωθεῖσαν ἔχει χάριν· οὐδὲ γὰρ αὕτως

96

δῖα φύσις προλέλοιπε πελιδνήεσσαν ἀλᾶσθαι

97

χροιήν, ἀλλ' ἐπέμιξεν ἐΰγραφα δαίδαλα πέτρηι.

98

ἀργεννὴ δ' ἐπὶ τοῖσι πολύτροπος ἄνθεος αὐγὴ

99

ἀμφιθέει· πῆι μὲν γὰρ ἐπέρχεται εὐρέϊ χώρωι

100

ἀκροβαφὴς κροκέοιο πελιδνήεντος ἀώτωι,

101

πῆι δ' ὑπολεπτυνθεῖσα φαείνεται, ἶσα δὲ μήνηι

102

ἀρτιγενεῖ περὶ λεπτὰ κεράατα φέγγος ἑλίσσει.

103

ἄγχι δὲ πετραίης Ἱερὴ πόλις ἐστὶν ἐρίπνης,

104

ἥ τις ἑὸν περίπυστον ἐφήρμοσεν οὔνομα πέτρωι.

105

Πᾶν δὲ τὸ καλλιθέμειλον ἔδος πετραῖον ἐκεῖνο,

106

ἔνθα σοφῶν ἀνάγουσι θεηγόρα δήνεα βίβλων,

107

ὀκτὼ δαιδαλέοισιν ἐφήρμοσε κίοσι τέχνη,

108

ὧν δύο πρὸς Βορέην, δύο δ' ἐς Νότον εἰσὶν ἀήτην,

109

καὶ δύο πρὸς Φαέθοντα, δύο πρὸς ἐδέθλια νυκτός,

110

ὥς κεν ἀνοχλίζοιτο, γένοιτο δὲ νειόθι πέτρης

111

οἷά περ ἄλλο μέλαθρον, ὅπηι σοφίης ὑποφῆται

112

ἵλαον ἀγλαόπαιδα προεντύνουσιν ἀοιδήν.

113

ἔστι δὲ τοῖς μὲν ἔνερθε τέγος, τοῖς δ' ὑψόθεν οὖδας.

114

καὶ τὸ μὲν ἐκταδίοισιν ἴσον πεδίοισι νοήσεις

115

ἀκλινὲς ἀμφὶ πέδιλα βροτῶν· τὸ δ' ἔνερθε λαχήνας

116

λαοτόμος κοίληνεν, ὑπερτέλλει δὲ καρήνων

117

εὐϊέρων κυρτωθὲν ἄνω τεχνήμονι κόσμωι,

118

οἷα κραταιρίνοιο κεκυφότα νῶτα χελώνης,

119

ἤ τις ὑπὲρ πήληκος ἀνορθωθεῖσα βοείη,

120

πύρριχος εὐδίνητον ὅθ' ἅλμασιν ἀνέρα πάλλει.

121

ὀκριόεν δὲ μέτωπον ὅλης λάϊγγος ἐκείνης

122

πάντοθεν ἀργυρέοισι διεζώσαντο μετάλλοις,

123

ὁππόθι δαιδαλοεργὸς ἀνὴρ γλωχῖνι σιδήρου

124

δένδρεα ποικιλόμορφα καὶ ἄνθεα καλὰ χαράσσων

125

ἁβρὰ πολυπτόρθων ἐνεθήκατο φύλλα κορύμβων.

126

Πᾶσι δ' ὁμῶς βάθροις τε καὶ οὔδεϊ κίοσί τ' αὐτοῖς

127

ἴδρις ἀνήρ, ἀδόνητα θεμείλια πάντα φυλάσσων,

128

λαϊνέης ὑπένερθε βάσιν κρηπῖδος ἐγείρει,

129

ἀνδρομέου ποδὸς ὕψος ὑπερτέλλουσαν ἀρούρης.

130

ὄφρα δ' ἀνευρύνωσι θεμείλια κεῖνα μελάθρου,

131

ἡμιτόμους ἑκάτερθε μέσην περὶ γαστέρα κύκλους

132

λάεσιν ἀμφεβάλοντο, περιτμηγέντι δὲ χώρωι

133

κίονας ἐστήσαντο διασταδόν, ἥμισυ κύκλου

134

ἀμφιπεριστέψαντας. ὅλη δ' εὐρύνετο γαστὴρ

135

τέτρασιν ὀλβίστοις ὑπὸ κίοσιν ἔνθα καὶ ἔνθα,

136

ἐς Νότον ἐς Βορέην τε. τὸ δὲ σπέος εἴκελον οἴκωι

137

ἀμφιέλιξ ἑκάτερθεν ὑφ' ἕρκεϊ λᾶας ἐέργει.

138

τοὺς μὲν ἀνὰ Φρύγα χῶρον ἐς ἔνδια Μυγδόνος ἄκρης

139

λαοτόμοι σθεναρῆισιν ἀνεστήσαντο μακέλλαις

140

κίονας ἱμερόεντας· ἰδὼν δέ τις ἄνθεα πέτρης,

141

ἐξενέποι κρίνα λευκὰ ῥόδων καλύκεσσι μιγῆναι

142

καὶ μαλακοῖς πετάλοισι μινυνθαδίης ἀνεμώνης,

143

πῆι μὲν ἅλις ῥοδόεντα καὶ ἠρέμα λευκὰ μετάλλωι,

144

πῆι δ' ἅλις ἀργινόεντα καὶ ἠρέμα πυρσὰ φανέντα·

145

τῆι δὲ μίγα σχίζουσι διὰ φλέβας ἶνες ἀραιαὶ

146

τῆι καὶ τῆι κατὰ βαιόν· ἐν ἀλλήλαις δὲ χυθεῖσαι

147

εἴκελα πορφύρουσι Λακωνίδος αἵματι κόχλου.

148

Πρῶτα μὲν ἀμφιέλισσαν ὑπὸ κρηπῖδα βαλόντες,

149

δαιδαλέην, καμπτοῖσιν ἀποστίλβουσαν ἑλιγμοῖς,

150

λαϊνέους στήσαντο πεπηγότας ὑψόθι βωμούς,

151

Βοσπορίης τμηγέντας ἀπ' εὐλάϊγγος ἐρίπνης.

152

λευκὰ δ' ἀπαστράπτουσι, καὶ εἰ σποράδεσσι κελεύθοις

153

σκίδναται ἀργινόεντι περὶ χροῒ κυανέη φλέψ.

154

δισσάκι μὲν πισύρεσσιν ὑπὸ πλευρῆισιν ἑκάστωι

155

βωμῶι λαοτύπος χάριν ἔξεσεν, αὐχένα δ' αὐτοῖς

156

κυκλοτερῆ γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης,

157

ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων

158

ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι.

159

ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλια νηοῦ,

160

κίονος ἱδρυθέντος ἐϋξέστωι ἐπὶ βωμῶι,

161

οἷον ὅτ' ἠελίοιο νέον περάτης ἀνιόντος

162

λευκὸν ἐρευθομένηισι νέφος ποικίλλεται αὐγαῖς.

163

Οὕτω μὲν πισύρεσσι περισταδὸν ἥμισυ κύκλου

164

κίοσιν ἀμφεβάλοντο· τὸ δ' ἥμισυ κίοσιν ἄλλαις

165

τέτρασι κυκλώσαντες ἐτορνώσαντο χιτῶνα

166

λάϊνον ἱμερόεντα πέριξ εὐεργέος ἄντρου.

167

κίοσι δ' ἐν πισύρεσσι μεταίχμια τρισσὰ δοκεύων,

168

καὶ τάδε τοῖς Ἱερῆς πόλιος θρίγκωσε μετάλλοις

170

βαιὸν ἐπιγναμφθέντα καλὸν περὶ λᾶαν ἑλίσσων·

171

ἔπρεπε γὰρ καὶ πέτρον ἐς ἱερὸν οὔνομα νεύειν

172

καλὸν ἀκηρασίοιο πέδον στέψαντα μελάθρου

173

ὑστατίωι δ' ἐνέθηκε θύρην εὐπηγέα χώρωι,

174

ἠρέμα γυρωθεῖσαν, ὅθεν κατ' ἐδέθλιον ἄντρου

175

εὐϊέροις βίβλοισιν ἀνειμένος ἔρχεται ἀνήρ.

176

σχήματα δὲ σπήλυγγος ὁμοίια πάντα νοήσεις,

177

ἔς τε Νότον Γαράμαντα καὶ εἰς Ἀριμασπὸν ἀήτην

178

κίοσι καὶ κρηπῖδι καὶ ἕρκεϊ. τοῖς δὲ θυρέτροις

179

οὐχ ἕνα χῶρον ἔθεντο δαήμονες, ἀλλὰ τὸ μέν που

180

ἑσπέριον, τὸ δ' ἔπηξαν ἑώϊον· ἑσπέριον μὲν

181

πρὸς Βορέην, νοτίη δὲ πυλὶς Φαέθοντα δοκεύει.

182

ἕρκεα δ' οὐκ ἰσόμετρα πεπηγόσι κίοσιν ἔστη,

183

ἀλλὰ τὰ μὲν χαρίεντος ὑπερτέλλουσιν ἐδέθλου

184

ὅσσον ἀποκρύπτειν ὑπὸ κεύθεσιν ἀνέρας ἄντρου.

185

οἱ δὲ βαθυγλύπτοισι καρήασι κίονες ὀκτὼ

186

ἕρκεος ἐξανέχουσι, καὶ εἰ βάσιν ἔμπεδον ἄμφω

187

ἰσοτενῆ κρηπῖδι μιῆι στήσαντο δομαίηι.

188

χρυσεοκολλήτοις δὲ περιστίλβουσι καρήνοις

189

ὄλβια μαρμαίροντες, ἴσα χρυσαυγέϊ δίσκωι

190

ἠελίου προβλῆτας ὀϊστεύοντος ἐρίπνας.

191

Πάντα δ' ὑπερτέλλοντα καρήατα κυκλάδι κόσμωι

192

δουρατέη στεφάνωσε περίδρομος ὑψόθεν ἄντυξ,

193

ὥς κεν ἐπιζεύξειε μιῆι στροφάλιγγι δεθέντας

194

κίονας, εἰ καὶ ἕκαστος ἀπόκριτός ἐστιν ἑκάστου·

195

ἧς ἔπι πυρσοκόρυμβα πεπηγότα δένδρεα δήεις,

196

ἀργυρέων στράπτοντα χύδην πυρὸς ἄνθος ὁράμνων.

197

οὐ μὴν ἧι κε τύχηισιν ἀπόπλανος ἔδραμεν ὄρπηξ,

198

ἀλλ' ἀνέχει κατὰ κόσμον ἴσος πολυάντυγι κώνωι,

199

βεβριθὼς σελάεσσιν. ἀπ' εὐρυπόροιο δὲ κύκλου

200

αἰὲν ὑποκλέπτων ἐπὶ λοίσθιον ὀξὺς ἀνέρπει

201

ἔνθα δὲ τερμιόεντα καλὸν ζωστῆρα νοήσεις,

202

πάντοθι σαπφείροιο καταχρωσθέντα κονίηι

203

καὶ χρυσέοις κισσοῖο περιστεφθέντα πετήλοις.

204

πρὸς δὲ δόμον Ζεφύροιο καὶ ἐς πτερὸν αἴθοπος Εὔρου

205

δοιοὺς ἐγκατέπηξαν ἐπ' ἄντυγος ἔνθα καὶ ἔνθα

206

σταυροὺς ἀργυρέους, ὅθι μυρία φάεα πυρσῶν

207

ἅμμασιν ἀκροέλικτος ὁμιλαδὸν ἧλος ἐέργει,

208

γυρὸν ἐϋγνάμπτοιο καλαύροπος εἶδος ἑλίσσων.

209

Τόσσα μὲν ἀμφικέλευθος ἔχων φαιδρύνεται ἄμβων·

210

τόνδε γὰρ οὕτω χῶρον ἐφήμισαν ἀμβατὸν οἴμαις

211

θεσπεσίαις, ὅθι λαὸς ἐπίσκοπον ὄμμα τιταίνει

212

εἰσαΐων ἄχραντα θεουδέος ὄργια μύθου.

213

Οὐδὲ μὲν οὐ βάθροισιν ἐτώσιον ἔνθεσαν αὕτως

214

τμῆμα λίθων, λεπτὰς δὲ κατ' ἀργεννοῖο χυθείσας

215

ἶνας ἐσαθρήσει τις· ἴσον δ' ἁλιανθέϊ κόχλωι

216

νήδυμα πορφύρουσιν. ἐπ' ἀτρίπτοισι δὲ πέτροις

217

ἀνδροδόκων ἀκμῆτα ῥάχιν τρηχύνατο βάθρων

218

λαοτόρος, στήριγμα ποδῶν ἀμετάτροπον ἴσχων,

219

μή τις ὀλισθήσαντα καταιβάτις οἶμος ὁδίτην

220

ὑψόθεν ἁρπάξασα κατ' οὔδεος ἄστατον ἄξηι.

221

οὕτω μὲν κατὰ κόσμον ἐπασσυτέρηισι πορείαις

222

λᾶας ἐπεμβαίνων ὑποχάζεται ἄλλος ἀπ' ἄλλου,

223

ὅσσον ἀναθρώσκων τις ἀμοιβαδὸν ἴχνος ἐρείσηι.

224

Ὡς δὲ θαλασσαίοισιν ἐν οἴδμασι νῆσος ἀνίσχει,

225

δαιδαλέη σταχύεσσι καὶ ἀμπελόεντι κορύμβωι

226

καὶ θαλερῶι λειμῶνι καὶ εὐδένδροισιν ἐρίπναις·

227

τὴν δὲ παραπλώοντες ἐπολβίζουσιν ὁδῖται,

228

ἄλγεα βουκολέοντες ἁλικμήτοιο μερίμνης·

229

οὕτω ἀπειρεσίοιο κατ' ἔνδια μέσσα μελάθρου

230

λάεσι πυργωθεὶς ἀναφαίνεται ὄρθιος ἄμβων,

231

δαιδαλέος λειμῶνι λίθων καὶ κάλλεϊ τέχνης.

232

ναὶ μὴν οὐδ' ὅγε πάμπαν ἀπόκριτος ἐς μέσον ἔστη

233

χῶρον, ἁλιζώνοισιν ὁμοίιος ἤθεσι νήσων·

234

ἀλλ' ἄρα μᾶλλον ἔοικεν ἁλιρροθίωι τινὶ γαίηι,

235

ἣν πολιοῦ προβλῆτα δι' οἴδματος ἰσθμὸς ἐλαύνει

236

μεσσατίοις πελάγεσσι, μιῆς δ' ἀπὸ δέσμιον ἀρχῆς

237

ὀχμάζων ἀνέκοψεν ἀληθέα νῆσον ὁρᾶσθαι·

238

ἡ δὲ θαλασσαίοισιν ἐπιπροθέουσα ῥεέθροις

239

ἴσθμιον ἀγχιάλοιο καθήψατο πεῖσμα κολώνης.

240

τοῖος ἰδεῖν ὅδε χῶρος· ἀφ' ὑστατίου γὰρ ὀρούσας

241

ἀντολικοῦ βαθμοῖο πολὺς διανίσσεται αὐλών,

242

εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι,

243

μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων.

244

τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις

245

ἕρκεσιν ὑψιτενεῖς ἔβαλον πλάκας, ἀλλ' ὅσον ἀνδρὸς

246

ὀμφάλιον ζωστῆρα παρισταμένοιο χαράξαι.

247

ἔνθεν ὑποτροπάδην χρυσέην εὐάγγελος ἀνὴρ

248

βίβλον ἀερτάζων διανίσσεται. ἱεμένης δὲ

249

πληθύος, ἀχράντοιο θεοῦ κατὰ μύστιδα τιμήν,

250

χείλεα καὶ παλάμας ἱερὴν περὶ βίβλον ἐρεῖσαι,

251

κύματα κινυμένων περιάγνυται ἄσπετα δήμων.

252

καί ῥ' ὁ μὲν ἀμφιπλῆγι τιταίνεται εἴκελος ἰσθμῶι

253

χῶρος, ἀπιθύνων πρὸς ἀνάκτορα σεμνὰ τραπέζης

254

ἄνδρα καταθρώσκοντα βαθυκρήμνου περιωπῆς·

255

Θεσσαλικῆι δ' ἑκάτερθεν ὅλην χλοερώπιδι πέτρηι

256

ἀτραπὸν ἐφράξαντο. πολὺς δ' ὑπὸ λάεσι λειμὼν

257

ὄμμασιν ἱμερόεσσαν ἄγει χάριν. ἀμφὶ δ' ἑκάστηι

258

Θεσσαλικῆι λάϊγγι παρίσταται οἷά τις ἄλλος

259

κίων ἰσοτενής, περιηγέσιν οὔ τι κυλίνδροις

260

εἰδόμενος· φαίη τις ἀνὴρ γραμμῆισι μεμηλὼς

261

σχῆμα κύβου μεθέπειν περιμήκεος οὐκ ἰσοπλεύρου

262

κίονας. ἁρμονίην δὲ Μολοσσίδος ἐνθάδε πέτρης

263

λαοτόροι ζεύξαντες, ἀμοιβαδὸν ἄλλον ἐν ἄλλωι

264

πέτρον ἐνεσφήκωσαν. ἀπὸ Φρυγίης δὲ κολώνης

265

λαοτύπος καὶ τούσδε λίθους ἐτμήξατο τέκτων.

266

ἔνθα δὲ βουκολέοντα μεληδόνας ὄμματα βάλλων

267

πῆι μὲν ἴδοις καλὴν ὀφιώδεα σύρματα πέτρην

268

ἀμφιπεριπλάζουσαν, ἐϋγνάπτοις δὲ πορείαις

269

νήδυμα κυμαίνουσι· παρ' ἀλλήλας δὲ ταθείσας

270

πυρσὴν ἀργυφέην τε καὶ ἀμφοτέρων τινὰ μέσσην

271

χροιὴν ἀμβολάδην τις ἀμοιβαδὸν ὁλκὸς ἑλίσσων

272

ἀγκύλον ἑρπυστῆρι δρόμωι σπείρημα κυλίνδει·

273

πῆι δὲ σεληνήεντα καὶ ἀστερόεντα νοήσεις

274

γραμμαῖς ἀλλοπρόσαλλα φύσει σφρηγίσματα πέτρης.

275

ἀλλὰ καὶ ἐκταδίοις ἐπὶ χείλεσιν ἕρκεος ἄλλην

276

τῆς αὐτῆς γεγαυῖαν ἐϋπρήωνος ἐρίπνης

277

μηκεδανὴν λάϊγγα καθήρμοσαν, ὄφρα κεν εἴη

278

νειόθι μὲν κρηπῖδος ἐνιδρυνθεῖσα θεμείλοις

279

πέτρης Θεσσαλικῆς βάσις ἔμπεδος, ὑψόθι δ' ἄλλωι

280

ἅμματι πετρήεντι κατάσχετος. ἀλλὰ καὶ αὐτὰς

281

πλευρὰς τετρατόμοις ὑπὸ κίοσι δεσμὸς ἐέργων

282

ἄτροπον ἀστυφέλικτος ἐπ' οὔδεϊ πυθμένα πήσσει.

283

ὡς δ' ὅτε τις Τυρίοιο πολύχροος ὑψόθι πέπλου

284

νήματα χρυσοέλικτα περίδρομα πάντοθι βάλλων

285

πῆι μὲν ὅλην περὶ πέζαν ἀρηρότα κόσμον ἑλίσσει,

286

πῆι δὲ καλὸν πέπλοιο περὶ στόμα, πῆι δέ γε χειρῶν

287

ἀμφοτέρων ἔστεψε διήλυσιν· ἀγλαΐη δὲ

288

πάντοθεν εὐλείμων ἐαρόχροα νήματα πέπλου

289

ἀμφὶς ἔχει, χρυσέου δὲ μίτου σέλας ἄλλον ἐπ' ἄλλωι

290

ὄλβον ἐπανθίζων περὶ κάλλεϊ κάλλος ἐγείρει·

291

οὕτω ποικιλοεργὸς ἀνήρ, χλοεροῖσι μετάλλοις

292

μαρμαρυγὴν ἱεροῖο βαλὼν χρυσαυγέα πέτρου,

293

ἀμφοτέροις ἀμάρυγμα φαάντερον εὗρεν ἀνάψαι.

294

ἀντολικὸν δ' ἐπὶ τέρμα, παρ' ἕρκεα σεμνὰ τραπέζης,

295

ἰσθμὸν ἀποτμήξαντο, διήλυσιν ὄφρα κελεύθου

296

ὠκυτέρην τεύξωσι παρερχομένοισιν ὁδίταις.

297

Τοῖα μὲν ἀγλαόδωρος ἐμὸς σκηπτοῦχος ἐγείρει

298

ἔργα θεῶι βασιλῆϊ. πολυστέπτοις δ' ἐπὶ δώροις

299

καὶ σέλας ἀστυόχοιο ἑῆς ἀνέθηκε γαλήνης

300

νηὸν ὕπερ πολύυμνον, ὅπως θεοδέγμονι βουλῆι

301

ἔμπνοον ἱδρύσειε γέρας κοσμήτορι κόσμου,

302

Χριστῶι παμβασιλῆϊ. σὺ δ' ἵλαος ἵλαος εἴης,

303

παμφαὲς ἀχράντου τριάδος σέβας, ἄστεϊ Ῥώμης

304

καὶ ναέταις καὶ ἄνακτι καὶ ἱμεροδερκέϊ νηῶι.