Bibliotheca
- Edition reference
- Bibliotheca, ed. R. Henry, Photius. Bibliothèque, 8 vols., Paris: Les Belles Lettres, 1:1959; 2:1960; 3:1962; 4:1965; 5:1967; 6:1971; 7:1974; 8:1977: 1:1–191; 2:8–203; 3:8–227; 4:8–174; 5:8–201; 6:8–194; 7:8– 228; 8:8–214.
- CTS identifier
urn:cts:greekLit:tlg4040.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
p
t
{ἈΠΟΓΡΑΦΗ ΚΑΙ ΣΥΝΑΡΙΘΜΗΣΙΣ
ΤΩΝ ἈΝΕΓΝΩΣΜΕΝΩΝ ἩΜΙΝ ΒΙΒΛΙΩΝ
ὩΝ ἘΙΣ ΚΕΦΑΛΑΙΩΔΗ ΔΙΑΓΝΩΣΙΝ Ὁ
ἨΓΑΠΗΜΕΝΟΣ ἩΜΩΝ ἈΔΕΛΦΟΣ ΤΑΡΑΣΙΟΣ
ΕΞΗΙΤΗΣΑΤΟ
ἘΣΤΙ ΔΕ ΤΑΥΤΑ ἘΙΚΟΣΙ ΔΕΟΝΤΩΝ ἘΦ' ἙΝΙ
ΤΡΙΑΚΟΣΙΑ}
n
{Φώτιος ἠγαπημένῳ ἀδελφῷ Ταρασίῳ ἐν Κυ-
ρίῳ χαίρειν.}
1
Ἐπειδὴ τῷ τε κοινῷ τῆς πρεσβείας καὶ τῇ βασιλείῳ
ψήφῳ πρεσβεύειν ἡμᾶς ἐπ' Ἀσσυρίους αἱρεθέντας ᾔ-
τησας τὰς ὑποθέσεις ἐκείνων τῶν βιβλίων, οἷς μὴ παρέ-
τυχες ἀναγινωσκομένοις, γραφῆναί σοι, ἀδελφῶν φίλτατέ
μοι, Ταράσιε, ἵν' ἔχοις ἅμα μὲν τῆς διαζεύξεως ἣν βα-
ρέως φέρεις παραμύθιον, ἅμα δὲ καὶ ὧν οὔπω εἰς ἀκοὰς
ἡμῶν ἀνέγνως εἰ καὶ διατυπωτικήν τινα καὶ κοινοτέραν τὴν
ἐπίγνωσιν (ταῦτα δέ ἐστι πεντεκαιδεκάτῳ μέρει τῶν τρια-
κοσίων ἐφ' ἑνὶ καὶ οὐ πλέον ἀπολείποντα, τοσαῦτα γάρ, οἶ-
μαι, τῆς σῆς οὐ τυχόντα παρουσίας ἀναγνωσθῆναι συνέ-
πεσεν), ὀψὲ μὲν ἴσως τοῦ σοῦ διαπύρου πόθου καὶ τῆς
θερμῆς αἰτήσεως, θᾶττον δὲ ἢ ὅσα ἄν τις ἄλλος ἐλπί-
σειε, τυχόντες ὑπογραφέως, ὅσας αὐτῶν ἡ μνήμη διέ-
σωζε, τὸν σὸν ὥσπερ ἀφοσιούμενοι πόθον καὶ τὴν ἀξί-
ωσιν ἐκδεδώκαμεν.
Οὕτω δὲ τάξεως αἱ ὑποθέσεις ἐπιλήψονται, ὡς ἂν
ἑκάστην αὐτῶν ἡ μνήμη προβάλοι, οὐ χαλεπὸν ὂν καὶ
εἴ τις ἕλοιτο ἰδίᾳ μὲν τούτων ὅσα τῆς ἱστορίας ἐστίν,
ἰδίᾳ δὲ ὅσα πρὸς ἄλλον καὶ ἄλλον σκοπὸν ἀναφ...
. . . . . . . . . . . . . . εἶδος . . . . . . . . . . . . . . . .
. . . ἀλλὰ περιττῆς . . . . . . . . τιμίας μᾶλλον . . . . .
. . . . . . νομίζων ἀξι. . . . . . . . . . . . . δὲ καὶ τὸ
ποικίλον ἐν πολλοῖς καὶ πολλάκις ὁρμ... καὶ κόρον οὐκ
οἶδε τίκτειν εἰς μι... Εἰ δέ σοί ποτε κατ' αὐτὰ γενομέ-
νῳ τὰ τεύχη καὶ φιλοπονουμένῳ τινὰ ὑποθέσεων ἐλ-
λιπῶς ἢ οὐκ εἰς τὸ ἀκριβὲς δόξουσιν ἀπομεμνημο-
νεῦσθαι, μηδὲν θαυμάσῃς. Μίαν μὲν γὰρ ἑκάστην βίβλον
ἀναλεγομένῳ τὴν ὑπόθεσιν συλλαβεῖν καὶ μνήμῃ καὶ
γραφῇ παραδοῦναι ἀξιόλογον ἔργον ἐστὶ τῷ βουλομένῳ·
ὁμοῦ δὲ πλειόνων, καὶ τότε χρόνου μεταξὺ διαρ-
ρυέντος, εἰς ἀνάμνησιν μετὰ τοῦ ἀκριβοῦς ἐφικέσθαι
οὐκ οἶμαι ῥᾴδιον εἶναι. Ἡμῖν δὲ καὶ ὅσον ἐπιπολάζει
τῶν ἀνεγνωσμένων καὶ οὐδὲ τὰς σὰς διὰ τὸ πρόχειρον
ἴσως διαπέφευγε μελέτας, οὐδὲ τούτοις τὴν ἐπὶ τοῖς
ἄλλοις ὁμοίαν ἐθέμεθα φροντίδα, ἀλλὰ κατὰ τὸ ἑκού-
σιον τὸ ἀκριβὲς αὐτῶν ὑπερώφθη. Εἰ δέ τι καὶ ἄλλο
χρειῶδες καὶ τῆς σῆς αἰτήσεως ἐπὶ πλέον ταῖς ὑπο-
θέσεσι συνεισπίπτει, αὐτὸς μᾶλλον συνήσεις.
Χρησιμεύσει δέ σοι δηλονότι τὰ ἐκδεδομένα εἴς
τε κεφαλαιώδη μνήμην καὶ ἀνάμνησιν τῶν εἴτε
κατὰ σεαυτὸν ἀναλεξάμενος ἐπῆλθες, καὶ εἰς ἕτοιμον
εὕρεσιν τῶν ἐν αὐτοῖς ἐπιζητουμένων, οὐ μὴν
ἀλλὰ καὶ εἰς εὐχερεστέραν ἀνάληψιν τῶν οὔπω τὴν
ἀνάγνωσιν τῆς σῆς συνέσεως ὑπελθόντων.
1
1a
Ἀνεγνώσθη <Θεοδώρου πρεσβυτέρου> ὅτι
γνησία ἡ τοῦ ἁγίου Διονυσίου βίβλος. Διελύοντο δὲ
ἐν τῷ λόγῳ ἐνστάσεις δʹ, μία μὲν ὅτι εἰ ἦν γνη-
σία, πῶς οὐκ ἐμνήσθησαν τῶν ἐν αὐτῇ ῥητῶν τε καὶ
χρήσεών τινες τῶν μεταγενεστέρων πατέρων; δευτέρα
1b
δέ, ὅτι Εὐσέβιος ὁ Παμφίλου, ἀναγραφὴν ποιησά-
μενος τῶν συγγεγραμμένων τοῖς μακαρίοις πατράσιν
ἡμῶν βιβλίων, οὐδεμίαν ταύτης μνήμην ἐποιήσατο·
τρίτη δέ, ὅτι πῶς τῶν κατὰ προκοπὴν ἐν τῇ ἐκκλη-
σίᾳ καὶ διὰ μακροῦ τοῦ χρόνου αὐξηθέντων παραδόσεων
ἡ βίβλος αὕτη λεπτομερῆ τὴν ἐξήγησιν ποιεῖται; ὁ
2a
μὲν γὰρ μέγας Διονύσιος σύγχρονος ἦν, ὡς δῆλον
ἐκ τῶν Πράξεων, τοῖς ἀποστόλοις· ἃ δὲ ἡ βίβλος περιέ-
χει, τὰ πλεῖστα τῶν κατὰ προκοπὴν καὶ ἐς ὕστερον ἐν
τῇ ἐκκλησίᾳ αὐξηθέντων παραδόσεών ἐστιν ἀναγραφή·
ἀπίθανον οὖν, φασί, μᾶλλον δὲ κακόπλαστον, τὰ μετὰ
πολὺν χρόνον τῆς τελευτῆς τοῦ μεγάλου Διονυσίου ἐν
τῇ ἐκκλησίᾳ αὐξηθέντα Διονύσιον ὑπολαμβάνειν ἀνα-
γράψαι· τετάρτη δέ, πῶς μέμνηται τῆς τοῦ θεοφόρου
Ἰγνατίου ἐπιστολῆς ἡ βίβλος; ὁ μὲν γὰρ Διονύσιος τοῖς
τῶν ἀποστόλων ἐνήκμασε χρόνοις, Ἰγνάτιος δὲ ἐπὶ
Τραϊανοῦ τὸν διὰ μαρτυρίου ἤθλησεν ἀγῶνα· ὃς καὶ
πρὸ βραχὺ τῆς τελευτῆς ταύτην τὴν ἐπιστολήν, ἧς ἡ
βίβλος μνημονεύει, γράφει.
Ταύτας οὖν τὰς τέσσαρας
ἀπορίας διαλῦσαι ἐπαγωνισάμενος, βεβαιοῖ τό γε ἐπ'
αὐτῷ γνησίαν εἶναι τοῦ μεγάλου Διονυσίου τὴν βίβλον.
2
2a
Ἀνεγνώσθη <Ἀδριανοῦ> εἰσαγωγὴ τῆς Γραφῆς.
Χρήσιμος τοῖς εἰσαγομένοις ἡ βίβλος.
3
2a
Ἀνεγνώσθη <Νοννόσου> ἱστορία ἐν ᾗ διαλαμ-
βάνεται πρεσβεία αὐτοῦ πρός τε Αἰθίοπας καὶ Ἀμερίτας
καὶ Σαρακηνούς, τὰ ἰσχυρότερα τῶν τότε ἐθνῶν, ἔτι δὲ
καὶ πρὸς ἄλλα ἀνατολικὰ ἔθνη. Ἰουστινιανὸς δὲ τὸ τη-
νίκα τὴν ῥωμαϊκὴν περιεῖπε πολιτείαν· φύλαρχος
δὲ τῶν Σαρακηνῶν ἐχρημάτιζε Κάϊσος, ἀπόγονος Ἀρέ-
θα, καὶ αὐτοῦ φυλάρχου γεγενημένου, πρὸς ὃν ὁ Νοννόσου
πάππος ἐπρεσβεύσατο παρὰ Ἀναστασίου τότε βασιλεύ-
οντος ἀποσταλείς, καὶ τὰ πρὸς εἰρήνην ἐσπείσατο· οὐ
μὴν ἀλλὰ καὶ ὁ πατὴρ Νοννόσου (Ἀβράμης δ' ἦν αὐ-
τῷ ὄνομα) πρὸς Ἀλαμούνδαρον φύλαρχον Σαρακηνῶν
ἐπρεσβεύσατο, καὶ δύο στρατηγοὺς Ῥωμαίων, Τιμόστρα-
τον καὶ Ἰωάννην, νόμῳ πολέμου συλληφθέντας ἀνεσώ-
σατο. Ἰουστίνῳ δὲ τῷ βασιλεῖ τὴν τῶν στρατηγῶν διη-
κονεῖτο ἀνάρρυσιν. Ὁ μέντοι Κάϊσος, πρὸς ὃν ἐστέλ-
λετο Νόννοσος, δύο γενῶν ἡγεῖτο τῶν παρὰ τοῖς Σα-
ρακηνοῖς ἐπισημοτάτων, Χινδηνῶν καὶ Μααδηνῶν.
Πρὸς τοῦτον δὴ τὸν Κάϊσον καὶ ὁ Νοννόσου πατήρ, πρὶν
ἢ Νόννοσον πρεσβεύειν αἱρεθῆναι, Ἰουστινιανοῦ πέμ-
ποντος ἀπέσταλτο καὶ εἰρηνικὰς ἔθετο σπονδάς, ὥστε καὶ
τὸν υἱὸν Καΐσου (Μαυΐας ἐκαλεῖτο) ὅμηρα λαβεῖν
καὶ πρὸς Ἰουστινιανὸν ἐς Βυζάντιον ἀποκομίσαι· μεθ'
ὃν χρόνον ἐπρεσβεύσατο Νόννοσος ἐπὶ δυσὶ τούτοις,
2b
Κάϊσον, εἰ δυνατόν, πρὸς βασιλέα ἀγαγεῖν, καὶ πρὸς
τὸν τῶν Αὐξουμιτῶν ἀφικέσθαι βασιλέα (Ἐλεσβαᾶς δὲ
τότε ἐκράτει τοῦ ἔθνους), καὶ πρὸς τούτοις καὶ εἰς τοὺς
Ἀμερίτας παραγενέσθαι· Ἡ δὲ Αὔξουμις πόλις ἐστὶ με-
γίστη καὶ οἷον μητρόπολις τῆς ὅλης Αἰθιοπίας, κεῖται δὲ
μεσημβρινωτέρα καὶ ἀνατολικωτέρα τῆς Ῥωμαίων ἀρ-
χῆς. Ὁ δὲ Νόννοσος, πολλὰς μὲν ἐπιβουλὰς ἐθνῶν
ὑποστάς, πολλὰς δὲ θηρίων χαλεπότητας παρὰ τὴν
ὁδόν, καὶ πολλαῖς δυσχωρίαις καὶ ἀπορίαις πολλάκις πε-
ριπεσών, ὅμως καὶ τὰ δόξαντα ἐξετέλεσε καὶ σῶος τῇ
πατρίδι ἀποδίδοται.
Ὅτι Κάϊσος Ἀβράμου πάλιν πρὸς αὐτὸν πρεσβεύσαν-
τος πρὸς τὸ Βυζάντιον παραγίνεται, καὶ τὴν ἰδίαν φυ-
λαρχίαν Ἄμβρῳ καὶ Ἰεζίδῳ τοῖς ἀδελφοῖς διανειμάμε-
νος, αὐτὸς τὴν Παλαιστινῶν ἡγεμονίαν παρὰ βασιλέως
ἐδέξατο, πλῆθος πολὺ ὑποτεταγμένων αὑτῷ σὺν
αὑτῷ ἐπαγόμενος.
Ὅτι τὰ σανδάλια, φησί, νυνὶ λεγόμενα, ἀρβύλας ἔ-
λεγον οἱ παλαιοί, καὶ τὸ φακιόλιον φασώλιν.
Ὅτι τῶν Σαρακηνῶν οἱ πλεῖστοι, οἵ τε ἐν τῷ Φοινι-
κῶνι καὶ οἱ τοῦ Φοινικῶνος καὶ τῶν ὀνομαζομένων Ταυ-
ρηνῶν ὀρῶν ἐπέκεινα, ἱερόν τι χωρίον νομίζουσιν, ὁτῳ-
δὴ θεῶν ἀνειμένον, καὶ ἐνταῦθα συλλέγονται κατ' ἐνιαυ-
τὸν ἕκαστον δίς· ὧν τὴν μὲν τῶν πανηγύρεων αὐτῶν
μὴν ὅλος μετρεῖ παρατείνων, σχεδόν που τοῦ ἔαρος κα-
τὰ τὸ μέσον τελουμένην, ὅτε τὸν ταῦρον ὁ ἥλιος ἐπι-
πορεύεται. Ἡ δὲ ἑτέρα πανήγυρις δυσὶ μησὶ παρατεί-
νεται· μετὰ θερινὰς τροπὰς ἄγουσι ταύτην. Ἐν ταύ-
ταις, φησί, ταῖς πανηγύρεσι πᾶσαν ἄγουσιν εἰρήνην,
οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἅπαντας τοὺς
ἐνδημοῦντας ἀνθρώπους· φασὶ δὲ ὅτι καὶ τὰ θηρία
πρὸς τοὺς ἀνθρώπους, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ πρὸς
ἄλληλα. Λέγεται δὲ καὶ ἄλλα πολλὰ παράδοξα καὶ μύθων
οὐδὲν διαλλάττοντα.
Ὅτι διεστηκέναι φησὶ τὴν Ἄδουλιν τῆς Αὐξούμεως ιεʹ
ἡμερῶν ὁδόν. Ἀπιοῦσι δὲ εἰς τὴν Αὔξουμιν Νοννόσῳ
τε καὶ τοῖς μετ' αὐτὸν μέγιστον ἐφάνη θέαμα περὶ χω-
ρίον Αὔην προσονομαζόμενον (κεῖται δὲ ἡ Αὔη ἐν μέ-
σῳ τῆς τε τῶν Αὐξουμιτῶν καὶ τῆς τῶν Ἀδουλιτῶν πό-
λεως), ἐλεφάντων πλῆθος οὐκ ὀλίγον, ἀλλὰ σχεδὸν ὡς
χιλιάδων πέντε. Ἐνέμοντο δὲ οὗτοι οἱ ἐλέφαντες
ἐν πεδίῳ μεγάλῳ· καὶ πελάζειν αὐτοῖς οὐδενὶ τῶν ἐγχω-
3a
ρίων ἦν εὔκολον, οὐδὲ εἴργειν τῆς νομῆς. Τοῦτο μὲν
οὖν μεταξὺ τὸ θέαμα αὐτοῖς προσεγεγόνει.
Χρὴ δὲ καὶ τὰ περὶ τῆς κράσεως τῶν ἀέρων εἰπεῖν,
οἷα ἀπὸ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν διαδέχεται. Ἐναν-
τίως γὰρ περί τε θέρος καὶ χειμῶνα διάκειται. Τοῦ γὰρ ἡλίου
τὸν καρκίνον τε καὶ λέοντα καὶ παρθένον διερχομένου,
μέχρι μὲν τῆς Αὔης ὥσπερ καὶ παρ' ἡμῖν θέρος τε
καὶ ξηρότης διακρατεῖ τὸν ἀέρα, ἀπὸ δὲ τῆς Αὔης
ἐπὶ τὴν Αὔξουμιν καὶ τὴν ἄλλην Αἰθιοπίαν χειμὼν
ἐπίκειται σφοδρός, οὐ δι' ὅλης ἡμέρας, ἀλλὰ γὰρ ἀπὸ
μεσημβρίας ἀρχόμενος ἑκάστοτε, συννεφῆ τε τὸν ἀέρα
ποιῶν καὶ ὄμβροις ῥαγδαίοις τὴν χώραν ἐπικλύζων.
Τηνικαῦτα δὲ ἄρα καὶ ὁ Νεῖλος πολὺς ἐπὶ τὴν Αἴγυ-
πτον ἐρχόμενος πελαγίζει τε καὶ κατάρδει τὴν γῆν. Ὅτε
δὲ ὁ ἥλιος τὸν αἰγόκερών τε καὶ ὑδρηχόον καὶ ἰχθύας
ἐπιπορεύεται, ἀνάπαλιν ὁ ἀὴρ τοῖς μὲν Ἀδουλίταις μέ-
χρι τῆς Αὔης ὄμβροις ἐπικλύζει τὴν χώραν, τοῖς δὲ
ἀπὸ τῆς Αὔης μέχρι Αὐξούμεως καὶ τῆς ἄλλης Αἰ-
θιοπίας θέρος τέ ἐστι καὶ τὰ ὡραῖα τηνικαῦτα τούτοις ἡ γῆ
παραδίδωσιν.
Ὅτι ἀπὸ τῆς Φαρσὰν πλέοντι τῷ Νοννόσῳ, ἐπὶ τὴν
ἐσχάτην τῶν νήσων κατηντηκότι, τοιόνδε τι συνέβη,
θαῦμα καὶ ἀκοῦσαι. Ἐνέτυχε γάρ τισι μορφὴν καὶ
ἰδέαν ἔχουσιν ἀνθρωπίνην, βραχυτάτοις δὲ μέγε-
θος καὶ μέλασι τὴν χρόαν, ὑπὸ δὲ τριχῶν δεδασυμέ-
νοις διὰ παντὸς τοῦ σώματος. Εἵποντο δὲ τοῖς ἀνδράσι
καὶ γυναῖκες παραπλήσιαι καὶ παιδάρια ἔτι βραχύτερα
τῶν παρ' αὐτοῖς ἀνδρῶν. Γυμνοὶ δὲ ἦσαν ἅπαντες·
πλὴν δέρματί τινι μικρῷ τὴν αἰδὼ περιεκάλυπτον οἱ
προβεβηκότες ὁμοίως ἄνδρες τε καὶ γυναῖκες. Ἄγριον
δὲ οὐδὲν ἐπεδείκνυντο οὐδὲ ἀνήμερον, ἀλλὰ καὶ φωνὴν
εἶχον μὲν ἀνθρωπίνην, ἄγνωστον δὲ παντάπασι τὴν
διάλεκτον τοῖς τε περιοίκοις ἅπασι καὶ πολλῷ πλέον
τοῖς περὶ τὸν Νόννοσον. Διέζων δὲ ἐκ θαλαττίων
ὀστρείων καὶ ἰχθύων τῶν ἀπὸ τῆς θαλάσσης εἰς τὴν
νῆσον ἀπορριπτομένων. Θάρσος δὲ εἶχον οὐδέν, ἀλλὰ
καὶ ὁρῶντες τοὺς καθ' ἡμᾶς ἀνθρώπους ὑπέπτησσον
ὥσπερ ἡμεῖς τὰ μείζω τῶν θηρίων.
4
3a
Ἀνεγνώσθη <Θεοδώρου Ἀντιοχέως> ὑπὲρ
Βασιλείου κατὰ Εὐνομίου ἐν λόγοις κεʹ. Ἔστι δὲ τὴν
φράσιν οὐ πάνυ λαμπρός, ταῖς δὲ διανοίαις καὶ τοῖς
3b
ἐπιχειρήμασι λίαν πυκνός, καὶ ταῖς γραφικαῖς ἄριστα
πλουτῶν μαρτυρίαις. Κατὰ λέξιν δὲ σχεδὸν τῶν Εὐνο-
μίου λόγων τὴν ἀνασκευὴν ποιεῖται, ἀμαθῆ τε λίαν τῶν
τε θύραθεν μαθημάτων καὶ πολλῷ μᾶλλον τῆς καθ'
ἡμᾶς θεοσοφίας διὰ πολλῶν ἐπιδεικνύς. Ὁ δὲ Μο-
ψουεστίας γεγονὼς ἐπίσκοπος οὗτός ἐστιν οἶμαι.
5
3b
Ἀνεγνώσθη ὁμοίως <Σωφρονίου> ὑπὲρ Βασιλείου
κατὰ Εὐνομίου. Σαφέστερος μὲν Θεοδώρου καὶ πολλῷ συν-
τομώτερος, καὶ οὐδὲ πᾶσι τοῖς Εὐνομίου ἐπεξιὼν ἀλλ'
ἐκεῖνα γυμνάζων καὶ ἐλέγχῳ καθυποβάλλων ἃ δοκεῖ
συνεκτικὰ καὶ κεφάλαια τῆς Εὐνομίου αἱρέσεως εἶναι.
Ἀφοριστικῷ δὲ κέχρηται χαρακτῆρι, καὶ ὡς ἐπίπαν ἀπό-
λυτός ἐστιν αὐτῷ καὶ ἀσύνδετος ὁ λόγος, οὐκ ἄχαρις δέ,
ἀλλὰ καὶ λογικοῖς ἐπιχειρήμασι περιηνθισμένος.
6
3b
Ἀνεγνώσθη <Γρηγορίου Νύσσης> ὁμοίως ὑπὲρ
Βασιλείου κατὰ Εὐνομίου. Τὴν μὲν φράσιν, εἴ τις ἄλ-
λος ῥητόρων, λαμπρὸς καὶ ἡδονῆς ὠσὶν ἀποστάζων,
οὐ μέντοι καθεξῆς οὐδ' οὗτος τὴν Εὐνομίου γραφὴν
ἀπελέγχει. Διὸ καὶ συντομώτερός ἐστι Θεοδώρου, Σω-
φρονίου δὲ πλατύτερος· πλεονάζει γὰρ τοῖς ἐνθυμήμασι
καὶ τοῖς παραδείγμασιν. Ἔστι δὲ ἀδεκάστως εἰπεῖν ὡς
ὅσον ὑπερβάλλει κάλλει τε καὶ λαμπρότητι καὶ τῷ ἡδυ-
τάτῳ Θεόδωρον, τοσοῦτον ἐκείνου τοῦτον τὸ πλῆθος τῶν
ἐπιχειρημάτων καὶ τὸ γόνιμον εἰς τὸ προέχειν ἐκβιάζεται.
7
3b
Ἀνεγνώσθη ἑτέρα πραγματεία τοῦ αὐτοῦ <Γρηγο-
ρίου Νύσσης> περὶ τῆς αὐτῆς ὑποθέσεως, ἐν ᾗ
λογικώτερον Εὐνομίῳ συμπλακεὶς κατὰ κράτος αἱρεῖ,
πάντα σαθρώσας τῆς δυσσεβείας αὐτοῦ τὰ ὀχυρώ-
ματα. Τὸ δὲ κάλλος τοῦ λόγου καὶ ἡ σύγκρατος λαμ-
πρότης γλυκύτητι κἀνταῦθα διαπρεπῶς ἐπιδείκνυται.
8
3b
Ἀνεγνώσθη <Ὠριγένους> τὸ περὶ ἀρχῶν, λόγοι
δʹ, ὧν ὁ μὲν πρῶτος περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος· ἐν ᾧ πλεῖστα βλασφημεῖ, τὸν μὲν υἱὸν ὑπὸ
τοῦ πατρὸς πεποιῆσθαι λέγων, τὸ δὲ πνεῦμα ὑπὸ τοῦ
υἱοῦ, καὶ διήκειν μὲν τὸν πατέρα διὰ πάντων τῶν ὄν-
των, τὸν δὲ υἱὸν μέχρι τῶν λογικῶν μόνων, τὸ δὲ
πνεῦμα μέχρι μόνων τῶν σεσωσμένων. Λέγει δὲ καὶ
ἄλλα παραλογώτατα καὶ δυσσεβείας πλήρη· μετεμψυ-
4a
χώσεις τε γὰρ ληρῳδεῖ, καὶ ἐμψύχους τοὺς ἀστέρας,
καὶ ἕτερα τούτοις παραπλήσια. Ἔστι δ' ὁ μὲν πρῶτος αὐτῷ
λόγος μεμυθολογημένος περὶ πατρὸς καὶ (ὡς ἐκεῖνός φησι)
περὶ Χριστοῦ καὶ περὶ ἁγίου πνεύματος, ἔτι καὶ περὶ λογι-
κῶν φύσεων. Ὁ δὲ δεύτερος περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ
κτισμάτων, καὶ ἔτι ὅτι εἷς θεὸς νόμου καὶ προφητῶν, καὶ
ὅτι ὁ αὐτὸς παλαιᾶς καὶ καινῆς διαθήκης θεός, καὶ
περὶ τῆς τοῦ σωτῆρος ἐνανθρωπήσεως, καὶ ὅτι τὸ αὐτὸ
πνεῦμα ἐν Μωϋσῇ καὶ τοῖς ἄλλοις προφήταις καὶ ἁγίοις
ἀποστόλοις· ἔτι περὶ ψυχῆς, περὶ ἀναστάσεως, περὶ κολά-
σεως, περὶ ἐπαγγελιῶν. Ὁ δὲ τρίτος περὶ αὐτεξου-
σίου· πῶς ὁ διάβολος καὶ αἱ ἀντικείμεναι δυνάμεις κατὰ
τὰς γραφὰς στρατεύονται τῷ ἀνθρωπίνῳ γένει· ὅτι γε-
νητὸς ὁ κόσμος καὶ φθαρτὸς ἀπὸ χρόνου ἀρξάμενος.
Ὁ δὲ τέταρτος περὶ τέλους· ὅτι θεῖαι αἱ γραφαί· τέ-
λος ὅπως δεῖ ἀναγινώσκειν καὶ νοεῖν τὰς γραφάς.
9
4a
Ἀνεγνώσθη εὐαγγελικῆς προπαρασκευῆς <Εὐσε-
βίου> λόγοι ιεʹ, ἐν οἷς ὡς ἐπίπαν τὴν Ἑλλήνων μα-
ταιολογίαν ἐλέγχει, καὶ ὡς ἀσύμφωνοι αὐτοὶ πρὸς ἑαυ-
τοὺς διετέλεσαν. Μέμνηται δὲ ἐν ἀρχῇ τοῦ πεντεκαιδε-
κάτου λόγου καὶ ἐν τῷ τέλει ἑτέρας πραγματείας, ἣν
εὐαγγελικὴν ἀπόδειξιν ἐξονομάζει, ἀκόλουθον οὖσαν
τῇ εὐαγγελικῇ προπαρασκευῇ, ὅτι ἡ μὲν ἔλεγχός ἐστι
σχεδὸν τῆς Ἑλλήνων πλάνης, ἡ δὲ βεβαίωσις τοῦ κη-
ρύγματος τοῦ εὐαγγελικοῦ.
10
4a
Ἀνεγνώσθη <Εὐσεβίου> ἡ εὐαγγελικὴ ἀπόδειξις
ἐν βιβλίοις εἴκοσιν.
11
4a
Ἀνεγνώσθη <Εὐσεβίου> ἐκκλησιαστικὴ προπαρα-
σκευὴ ἐν βιβλίοις ..., ἐν οἷς ἐκλογαί ...
12
4a
Ἀνεγνώσθη <Εὐσεβίου> ἐκκλησιαστικὴ ἀπόδειξις
ἐν βιβλίοις ...
13
4a
Ἀνεγνώσθη <Εὐσεβίου> ἐλέγχου καὶ ἀπολογίας λό-
γοι δύο, καὶ ἕτεροι δύο, οἵτινες πρὸς τοὺς προτέρους
δύο ἔν τισι ῥητοῖς παραλλάσσοντες ἐν τοῖς ἄλλοις
τῇ τε λέξει καὶ τῇ διανοίᾳ οἱ αὐτοί εἰσιν. Εἰσάγει δὲ
ὡς ἀπὸ τῶν Ἑλλήνων τινὰς ἀπορίας κατὰ τῆς ἀμω-
μήτου θρησκείας ἡμῶν, καὶ ταύτας καλῶς, εἰ μὴ καὶ ἐν
4b
πᾶσιν, ἐπιλύεται. Τὴν δὲ φράσιν οὐκ ἔστιν οὐδαμοῦ οὔτε
ἡδὺς οὔτε λαμπρότητι χαίρων. Πολυμαθὴς δέ ἐστιν ὁ
ἀνήρ, εἰ καὶ τὴν ἀγχίνοιαν καὶ τὸ σταθηρὸν τοῦ ἤθους,
ὡς παρὰ τὴν ἀκρίβειαν τὴν ἐν τοῖς δόγμασιν, ἐνδεέσ-
τερος· καὶ γὰρ κἂν τούτοις ἐν πολλοῖς ἔστιν αὐτὸν ἰδεῖν
τὸν υἱὸν βλασφημοῦντα, καὶ δεύτερον αἴτιον καλοῦντα
καὶ ἀρχιστράτηγον καὶ ἄλλα τινὰ τῆς ἀρειανικῆς λύσσης
βλαστήματα. Δῆλον ὡς ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου
οὗτος ἤνθησε. Γέγονε δὲ καὶ τῆς Παμφίλου τοῦ ἱερομάρ-
τυρος ἀρετῆς διάπυρος ἐραστής, δι' ἣν αἰτίαν φασί
τινες αὐτὸν καὶ τῆς τοῦ Παμφίλου ἐπωνυμίας μετε-
σχηκέναι.
14
4b
Ἀνεγνώσθη <Ἀπολιναρίου> πρὸς Ἕλληνας καὶ
περὶ εὐσεβείας καὶ περὶ ἀληθείας. Ἔστι δὲ Ἱεραπολί-
της ὁ συγγραφεύς, τῆς ἐν Ἀσίᾳ Ἱεραπόλεως γεγονὼς
ἐπίσκοπος· ἤνθησεν ἐπὶ Μάρκου Ἀντωνίνου Βήρου
βασιλέως Ῥωμαίων. Ἀξιόλογος δὲ ὁ ἀνὴρ καὶ φράσει
ἀξιολόγῳ κεχρημένος. Λέγεται δὲ αὐτοῦ καὶ ἕτερα συγ-
γράμματα ἀξιομνημόνευτα εἶναι, οἷς οὔπω ἡμεῖς ἐνε-
τύχομεν.
15
4b
Ἀνεγνώσθη <πρακτικὸν τῆς πρώτης συνόδου> ἐν τρισὶ
τόμοις. <Γελασίου> δὲ ἔφερε τὸ βιβλίον ἐπιγρα-
φήν, οὐ μᾶλλον ὑπάρχον πρακτικὸν ἢ ἱστορικόν. Εὐ-
τελὴς δὲ καὶ ταπεινὸς τὴν φράσιν, πλήν γε λεπτομε-
ρῶς διέξεισι τὰ ἐν τῇ συνόδῳ.
16
4b
Ἀνεγνώσθη <πρακτικὸν τῆς τρίτης
συνόδου>, σχεδόν τι δι' ἐπιστολῶν τοῦ τε θείου πρὸς
Νεστόριον Κυρίλλου καὶ τοῦ δυσσεβοῦς ἐκείνου πρὸς αὐ-
τὸν συντεθειμένον.
17
4b
Ἀνεγνώσθη <πρακτικὸν τῆς τετάρτης
συνόδου>, ἐν βιβλίοις μὲν διαφόροις, πράξεσι δὲ
ιεʹ, ἐν αἷς Διόσκορος μὲν καθῄρηται καὶ Εὐτυχής, ἀνα-
θέματι δὲ σὺν αὐτοῖς ὑπεβλήθη καὶ Νεστόριος, Φλα-
βιανὸς δὲ ὁ ἐν ἁγίοις καὶ μετὰ θάνατον δεδικαίωται,
Εὐσέβιός τε ὁ Δορυλαίου καὶ Θεοδώρητος καὶ Ἴβας.
Ἐπράχθη δὲ καὶ ἕτερά τινα ἐπὶ μέρους, καὶ τὸ τῆς
εὐσεβείας ἐκρατύναντο φρόνημα.
18
5a
Ἀνεγνώσθη <πρακτικὰ τῆς πέμπτης
συνόδου>, ἐν οἷς τὰ λεγόμενα τρία κεφάλαια ἐτρα-
κταΐσθη τὰ περὶ Ὠριγένους, καὶ ἀνεθεματίσθη αὐτὸς καὶ
τὰ συγγράμματα αὐτοῦ, τὰ περὶ Διοδώρου Ταρσοῦ καὶ
Θεοδώρου τοῦ Μοψουεστίας, καὶ αὐτοὶ ὁμοίως ἀνεθεμα-
τίσθησαν. Ἀνεθεματίσθη δὲ καὶ Θεοδωρήτου τὰ κατὰ τοῦ
Κυρίλλου γραφέντα κεφάλαια ιβʹ. Ἐγένοντο δὲ καὶ πρὸ
ταύτης πράξεις τινὲς περί τε Ζωόρα καὶ Ἀνθίμου τοῦ
ἐκ Τραπεζοῦντος τὸν Κωνσταντινουπόλεως θρόνον ὑπελ-
θόντος, ἄλλαι τέ τινες, αἳ ταύτῃ συμπεριέχονται.
19
5a
Ἀνεγνώσθη <Πρακτικὰ τῆς ἑκτῆς συνό-
δου> ἐν πράξεσιν ..., ἐν αἷς Σέργιος, Κῦρος, Πύρ-
ρος Κωνσταντινουπόλεως ἀνεθεματίσθησαν, μεθ' ὧν
Ὁνώριος Ῥώμης, Πολυχρόνιος καὶ ἕτεροι σὺν αὐτοῖς
ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ εἰπεῖν τολ-
μήσαντες. Τὸ δὲ τῆς ἀληθείας δόγμα ἐβεβαίωσαν.
20
5a
Ἀνεγνώσθη <Πρακτικὰ τῆς ἑβδόμης
συνόδου>, ἐν πράξεσιν ..., ἐν αἷς ἥ τε τῶν εἰκο-
νομάχων αἵρεσις ἐθριαμβεύθη καὶ τῶν ὀρθοδόξων
διέλαμψεν ἡ πίστις.
21
5a
Ἀνεγνώσθη <Ἰωάννου Φιλοπόνου> ὁ περὶ
ἀναστάσεως λόγος ἐν τόμοις ..., ἐν οἷς τὴν τῶν σω-
μάτων ἀνάστασιν ἀναιρεῖ πολλά τε ἀπερισκέπτως λέ-
γει, ἐπιχλευάζων καὶ τοὺς μακαρίους καὶ ἁγίους πατέ-
ρας ἡμῶν.
22
5a
Ἀνεγνώσθη <Θεοδοσίου μονάζοντος> τῶν
τῷ Φιλοπόνῳ Ἰωάννῃ παραληφθέντων χρήσεων κα-
τὰ τῆς τῶν σωμάτων ἀναστάσεως ἐσπουδασμένη ἀνα-
τροπή, καὶ παράθεσις ῥητῶν γραφικῶν τε καὶ πα-
τρικῶν εἰς ἔλεγχον τῆς Ἰωάννου ματαιοπονίας.
23
5a
Ἀνεγνώσθη <Κόνωνος> καὶ <Εὐγενίου> καὶ <Θε-
μιστίου> κατὰ Ἰωάννου, τὴν περὶ ἀναστάσεως αὐτοῦ
ματαιοπονίαν στηλιτευόντων· ἐν οἷς πολλὴν αὐτοῦ κα-
ταδρομὴν ποιοῦνται, ὥστε καὶ ἀλλότριον λέγειν αὐτὸν παν-
τελῶς τοῦ δόγματος τῶν Χριστιανῶν. Καίτοι καὶ οὗτοι
5b
τῆς αὐτῆς αὐτῷ δόξης ἐκοινώνουν, τὴν ἐν Χαλκη-
δόνι, ὡς ἐκεῖνος, οὐ παραδεχόμενοι σύνοδον.
24
5b
Ἀνεγνώσθη βιβλίον ἔχον πεπραγμένα συστάντα πα-
ρὰ τῷ τῆς βασιλίδος ἐπισκόπῳ Ἰωάννῃ Ἰουστίνου βα-
σιλεύοντος· ἅ τινα συνέστησαν μεταξὺ Κόνωνος καὶ
Εὐγενίου τῶν τριθεϊτῶν καὶ Παύλου καὶ Στεφάνου, καὶ αὐ-
τῶν τῆς τῶν διακρινομένων αἱρέσεως τυγχανόντων.
Ἐν ᾧ φαίνονται Κόνων καὶ Εὐγένιος ἀντιποιούμενοι τοῦ
Φιλοπόνου· τῶν γὰρ περὶ Παῦλον καὶ Στέφανον ἀπαι-
τούντων αὐτοὺς ἀναθεματίσαι τὸν Φιλόπονον, οὗτοι οὐκ
ἠνέσχοντο, ἀλλὰ καὶ προεκόμιζον μαρτυρίας ὡς συνῳδὰ
Σεβήρῳ καὶ Θεοδοσίῳ τοῖς ἑαυτῶν φρονεῖ διδασκά-
λοις. Οὗτοι δὲ τὰς μὲν ἄλλας περὶ τὴν θεολογίαν λέ-
γουσι φωνὰς εὐσεβεῖς, Τριάδα ὁμοούσιον καὶ ὁμοφυῆ, καὶ
θεὸν ἕνα καὶ μίαν θεότητα· βλασφημοῦσι δὲ λέγοντες
μερικὰς οὐσίας καὶ ἰδικὰς θεότητας καὶ ἰδικὰς φύσεις
τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἑαυτοῖς
τε καὶ τῇ ἀληθείᾳ μαχόμενοι· καὶ ἄλλα ἄττα ληροῦσι
παραπλήσια ταύτης τῆς ματαιότητος.
25
5b
Ἀνεγνώσθη τοῦ <Χρυσοστόμου> ἐπιγραφὴν ἔχον
σχόλια εἰς τὸν θάνατον, λόγοι μικροὶ εἴκοσι
δύο. Καὶ ἐν τῷ αὐτῷ λόγοι παραπλήσιοι εἰς τὴν ἀνά-
ληψιν κβʹ, καὶ ἔτι εἰς τὴν πεντηκοστὴν ὡσαύ-
τως λόγοι ιζʹ.
26
5b
Ἀνεγνώσθη ἐπισκόπου Κυρήνης, <Συνέσιος> αὐ-
τῷ ὄνομα, περὶ προνοίας, περὶ βασιλείας καὶ περὶ ἄλ-
λων τινῶν· τὴν δὲ φράσιν ὑψηλὸς καὶ ὄγκον ἔχων,
ἀποκλίνων δὲ καὶ πρὸς τὸ ποιητικώτερον. Ἀνεγνώσ-
θη δὲ αὐτοῦ καὶ ἐπιστολαὶ διάφοροι, χάριτος καὶ ἡδο-
νῆς ἀποστάζουσαι μετὰ τῆς ἐν τοῖς νοήμασιν ἰσχύος καὶ
πυκνότητος. Ἦν δ' οὗτος ἐξ Ἑλλήνων, φιλοσοφίᾳ σχο-
λάζων· ὅν φασι πρὸς τὸν θεϊασμὸν τοῦ χριστιανισμοῦ
νεύσαντα τὰ μὲν ἄλλα παραδέχεσθαι εὐπειθῶς, τὸν δὲ
περὶ ἀναστάσεως οὐκ ἐθέλειν προσίεσθαι λόγον. Ἀλλ'
οὖν καὶ οὕτω διακείμενον ἐμύησάν τε τὰ ἡμέτερα καὶ
ἔτι καὶ ἀρχιερωσύνης ἠξίωσαν, πρὸς τὴν ἄλλην τοῦ ἀν-
δρὸς καλοκἀγαθίαν καὶ τὸ καθαρὸν ἀφορῶντες τοῦ
βίου, καὶ ὅτι οὐκ ἂν οὕτω βιοὺς ἄνθρωπος τὸ τῆς ἀνα-
6a
στάσεως οὐκ ἐλλαμφθείη φέγγος. Καὶ τῆς ἐλπίδος
οὐκ ἐψεύσθησαν· ῥᾷστα γὰρ αὐτῷ, ἐπεὶ ἀρχιεράτευσε, καὶ
τὸ τῆς ἀναστάσεως εἰς πίστιν ἀποκατέστη δόγμα. Ἐπεκόσ-
μει δὲ Κυρήνην ὅτε Θεόφιλος Ἀλεξανδρείας ἐπεστάτει.
27
6a
Ἀνεγνώσθη <Εὐσεβίου> ἐκκλησιαστικὴ ἱστορία ἐν
τόμοις δέκα. Ἄρχεται ἀπὸ παρουσίας Χριστοῦ τοῦ ἀληθι-
νοῦ θεοῦ ἡμῶν, καὶ διέρχεται τὰ κατὰ τοὺς τυράννων χρό-
νους ἐπιμελέστερον, καὶ καταλήγει μέχρι τῆς Κωνσταντίνου
βασιλείας τοῦ μεγάλου λεπτότερον, ὅσα ταῖς ἐκκλησίαις
ἐπὶ αὐτοῦ τε καὶ ὑπ' αὐτοῦ ἐπρυτανεύθη ἀναγραφόμενος.
28
6a
Ἀνεγνώσθη <Σωκράτους> ἐκκλησιαστικὴ ἱστορία,
ἐφεξῆς οὖσα τῆς Εὐσεβίου· ἄρχεται μὲν γὰρ ἀπὸ τῆς
Κωνσταντίνου βασιλείας, καὶ κάτεισιν ἕως τῆς τοῦ νέου
Θεοδοσίου βασιλείας. Ὁ δὲ συγγραφεὺς παρὰ Ἀμμω-
νίῳ καὶ Ἑλλαδίῳ τοῖς Ἀλεξανδρεῦσι γραμματικοῖς φοι-
τῶν ἔτι παῖς ὢν τὰ τῆς γραμματικῆς ἐδιδάσκετο, ἑλ-
ληνισταῖς οὖσι καὶ διὰ στάσιν ἐκπεσοῦσι τῆς πατρίδος καὶ
ἐν Κωνσταντινουπόλει διατρίβουσι. Περιέχει ἡ βί-
βλος χρόνον ἐτῶν ρμʹ· ἡ δὲ πᾶσα ἱστορία ἐν τόμοις
αὐτῷ συντέθειται ἑπτά. Ἡ δὲ φράσις οὐδὲν ἔχει ἀξιό-
λογον. ἀλλὰ καὶ ἐν τοῖς δόγμασιν οὐ λίαν ἐστὶν ἀκριβής.
29
6a
Ἀνεγνώσθη <Εὐαγρίου σχολαστικοῦ> ἀπὸ
ὑπάρχων, πόλεως δὲ Ἐπιφανείας τῆς κατὰ τὴν κοίλην
Συρίαν, ἐκκλησιαστικὴ ἱστορία ἐν τόμοις ἕξ, ἀρχὴν ποιου-
μένη τὸ τέλος τῆς Σωκράτους καὶ Θεοδωρήτου ἱστορίας,
καὶ κατιοῦσα μέχρι τῆς βασιλείας Μαυρικίου, ἔτος δω-
δέκατον ἐν τῇ βασιλείᾳ διανύοντος. Ἔστι δὲ τὴν φρά-
σιν οὐκ ἄχαρις, εἰ καί πως περιττεύεσθαι ἐνίοτε δοκεῖ·
ἐν τῇ δὲ τῶν δογμάτων ὀρθότητι, ἀκριβὴς τῶν ἄλ-
λων μᾶλλον ἱστορικῶν. Ἔχει δὲ καὶ χρήσεις περὶ εἰκόνων.
30
6a
Ἀνεγνώσθη <Σαλαμανοῦ Ἑρμείου Σωζομε-
νοῦ> σχολαστικοῦ ἐκκλησιαστικὴ ἱστορία ἐν λόγοις θʹ.
Προσφωνεῖ δὲ τὴν ἱστορίαν πρὸς Θεοδόσιον τὸν νέον.
Ἄρχεται δὲ ἀπὸ τῆς ὑπατείας Κρίσπου καὶ τοῦ πατρὸς
Κωνσταντίνου, καὶ κάτεισι μέχρι τῆς τοῦ νέου Θεοδοσίου
βασιλείας. Οὗτος δὲ δίκας ἦν λέγων ἐν Κωνσταντινου-
πόλει. Ἔστι δὲ Σωκράτους ἐν τῇ φράσει βελτίων, δια-
φωνεῖ δὲ αὐτῷ καὶ κατά τινας ἱστορίας.
31
6b
Ἀνεγνώσθη <Θεοδωρήτου> ἐκκλησιαστικὴ ἱστο-
ρία. Πάντων τῶν εἰρημένων κατάλληλον φράσιν τῇ
ἱστορίᾳ μᾶλλον οὗτος ἐπέθηκε· σαφής τε γὰρ καὶ ὑψηλὸς
καὶ ἀπέριττος, πλὴν ὅτι ἐνίοτε ταῖς μεταφοραῖς πα-
ραβόλως καὶ ὥσπερ ἀπειροκάλως ἐχρήσατο. Οὗτος καὶ
πλατύτερον τῶν εἰρημένων τὰ περὶ τῆς δευτέρας συν-
όδου διέλαβε, σχεδόν τι τῶν ἄλλων ὥσπερ μόνον διὰ
τῆς ἐπιδρομῆς ἀφοσιουμένων, ἀλλ' οὐ βουλομένων τι
περὶ αὐτῆς εἰπεῖν· πλὴν ἀλλὰ καὶ οὗτος οὐ πάντα λεπ-
τομερῶς λέγει. Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ τῆς Ἀρείου
αἱρέσεως, καὶ καταλήγει μέχρι τῆς Θεοδοσίου τοῦ νέου
βασιλείας καὶ μέχρι τῆς Διοδώρου τελευτῆς, ἡνίκα καὶ
Κωνσταντινουπόλεως Σισίννιος ἦρχεν.
32
6b
Ἀνεγνώσθη <Ἀθανασίου> ἐπιστολαὶ διάφο-
ροι ἐν αἷς ἐμφέρονται καὶ αἱ τῆς γεγενημένης αὐτοῦ φυ-
γῆς ὥσπερ ἀπολογίαν περιέχουσαι, κομψῶς τε καὶ λαμ-
πρῶς καὶ ἔτι σαφῶς συντεθειμέναι, καὶ τὸ πιθανὸν
μετὰ τοῦ χαρίεντος ἀνθοῦσαι· ἡδονὴ τῆς ἐκεῖθεν ἀπο-
λογίας ἀκούειν.
33
6b
Ἀνεγνώσθη <Ἰούστου Τιβεριέως> χρονικόν,
οὗ ἡ ἐπιγραφὴ Ἰούστου Τιβεριέως Ἰουδαίων βασιλέων
τῶν ἐν τοῖς στέμμασιν. Οὗτος ἀπὸ πόλεως τῆς ἐν Γα-
λιλαίᾳ Τιβεριάδος ὡρμᾶτο. Ἄρχεται δὲ τῆς ἱστορίας
ἀπὸ Μωϋσέως, καταλήγει δὲ ἕως τελευτῆς Ἀγρίππα
τοῦ ἑβδόμου μὲν τῶν ἀπὸ τῆς οἰκίας Ἡρῴδου, ὑστάτου
δὲ ἐν τοῖς Ἰουδαίων βασιλεῦσιν, ὃς παρέλαβε μὲν τὴν
ἀρχὴν ἐπὶ Κλαυδίου, ηὐξήθη δὲ ἐπὶ Νέρωνος καὶ ἔτι
μᾶλλον ὑπὸ Οὐεσπασιανοῦ, τελευτᾷ δὲ ἔτει τρίτῳ
Τραϊανοῦ, οὗ καὶ ἡ ἱστορία κατέληξεν. Ἔστι δὲ τὴν φρά-
σιν συντομώτατός τε καὶ τὰ πλεῖστα τῶν ἀναγκαιο-
τάτων παρατρέχων. Ὡς δὲ τὰ Ἰουδαίων νοσῶν, Ἰου-
δαῖος καὶ αὐτὸς ὑπάρχων γένος, τῆς Χριστοῦ πα-
ρουσίας καὶ τῶν περὶ αὐτὸν τελεσθέντων καὶ τῶν ὑπ'
αὐτοῦ τερατουργηθέντων οὐδὲν ὅλως μνήμην ἐποιή-
σατο. Οὗτος παῖς μὲν ἦν Ἰουδαίου τινὸς ὄνομα Πιστοῦ,
ἀνθρώπων δέ, ὥς φησιν Ἰώσηπος, κακουργότατος,
χρημάτων τε καὶ ἡδονῶν ἥττων. Ἀντεπολιτεύετο δὲ
Ἰωσήπῳ, καὶ πολλὰς κατ' ἐκείνου λέγεται ἐπιβουλὰς ῥά-
ψαι· ἀλλὰ τόν γε Ἰώσηπον, καίτοι ὑπὸ χεῖρα πολ-
7a
λάκις λαβόντα τὸν ἐχθρόν, λόγοις μόνον ὀνειδίσαντα
ἀπαθῆ κακῶν ἀφεῖναι. Καὶ τὴν ἱστορίαν δέ, ἣν ἐκεῖ-
νος ἔγραψε, πεπλασμένην τὰ πλεῖστά φασι τυγχά-
νειν, καὶ μάλιστα οἷς τὸν Ῥωμαϊκὸν πρὸς Ἰουδαίους
διέξεισι πόλεμον καὶ τὴν Ἱεροσολύμων ἅλωσιν.
34
7a
Ἀνεγνώσθη <Ἀφρικανοῦ> ἱστορικόν. Οὗτός ἐστιν ὁ
καὶ τοὺς λεγομένους κεστοὺς ἐν λόγοις συντάξας ιδʹ. Ἔστι
δὲ σύντομος μέν, ἀλλὰ μηδὲν τῶν ἀναγκαίων ἱστορη-
θῆναι παραλιμπάνων. Ἄρχεται δὲ ἀπὸ τῆς Μωϋσαϊ-
κῆς κοσμογενείας, καὶ κάτεισιν ἕως τῆς Χριστοῦ παρου-
σίας. Ἐπιτροχάδην δὲ διαλαμβάνει καὶ τὰ ἀπὸ Χριστοῦ
μέχρι τῆς Μακρίνου τοῦ Ῥωμαίων βασιλέως βασιλείας,
ὅτε αὐτῷ, ὥς φησι, καὶ ἥδε ἡ συγγραφὴ συνετελεῖτο,
ἐτῶν οὖσα εψκγʹ. Τεύχη δὲ τὸ βιβλίον πέντε. Οὗτος καὶ
πρὸς Ὠριγένην γράφει περὶ τοῦ κατὰ Σωσάνναν διη-
γήματος ὡς οὐκ εἴη αὐτῷ ἐν τοῖς Ἑβραϊκοῖς ἀνεγνωσ-
μένον, καὶ ὡς οὐδ' ἀκόλουθον τῇ ἑβραϊκῇ ἐτυμολο-
γίᾳ οὔτε τὸ ἀπὸ τοῦ πρίνου πρῖσαι οὔτε τὸ ἀπὸ τοῦ σχίνου
σχίσαι· ἃ καὶ ἐπιλαβόμενος Ὠριγένης ἀντέγραψε.
Γράφει δὲ Ἀφρικανὸς καὶ πρὸς Ἀριστείδην, ἐν οἷς
ἱκανῶς τὴν νομιζομένην διαφωνίαν παρὰ Ματθαίῳ καὶ
Λουκᾷ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενεαλογίας σύμ-
φωνον ἔδειξεν.
35
7a
Ἀνεγνώσθη βιβλίον <Φιλίππου Σιδήτου>,
οὗ ἡ ἐπιγραφὴ Χριστιανικὴ ἱστορία. Ἀπάρχεται δὲ ἀπὸ
τοῦ ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς [τὸν οὐρανὸν καὶ τὴν γῆν],
καὶ διέξεισι τὰ μὲν συντέμνων τὰ δὲ πλατύνων τὴν
Μωσαϊκὴν ἱστορίαν, ὅμως οὖν πολλοὺς ἐν πᾶσι λόγους
ἀναλίσκων. Ἡ πρώτη οὖν αὐτοῦ βίβλος λόγους περιέχει
κδʹ· ὡσαύτως δὲ καὶ αἱ ἄλλαι αὐτοῦ κγʹ βίβλοι ἀνὰ
λόγων κδʹ, ἃς τέως ἡμεῖς εἴδομεν. Ἔστι δὲ πολύχους
ταῖς λέξεσιν, οὐκ ἀστεῖος δὲ οὐδὲ ἐπίχαρις, ἀλλὰ καὶ
προσκορής, μᾶλλον δὲ καὶ ἀηδής, καὶ ἐπιδεικτικὸς
μᾶλλον ἢ ὠφέλιμος, καὶ παρεντιθεὶς ὡς πλεῖστα μηδὲν
πρὸς τὴν ἱστορίαν συντείνοντα, ὡς οὐδὲν μᾶλλον ἱστορίαν
εἶναι ἢ πραγμάτων ἑτέρων τὴν πραγματείαν διάλη-
ψιν· οὕτως ἀπειροκάλως ἐκκέχυται. Σύγχρονος δὲ Σι-
7b
σιννίου καὶ Πρόκλου οἳ Κωνσταντινουπόλεως ἐπε-
σκόπησαν. Ἐν δὲ τῇ αὑτοῦ τῆς ἱστορίας συγγραφῇ πολλὴν
καταδρομὴν Σισιννίου ποιεῖται, ὅτι τὸν αὐτὸν κλῆρον ἄμφω
πληρούντων, κἀν λόγοις πρωτεύειν Φιλίππου δοκοῦντος,
Σισίννιος, φασίν, εἰς τὸν ἀρχιερατικὸν θρόνον ἐξείλεκται.
36
7b
Ἀνεγνώσθη βιβλίον, οὗ ἡ ἐπιγραφὴ Χριστιανοῦ
βίβλος ἑρμηνεία εἰς τὴν ὀκτάτευχον. Παμφίλῳ δέ
τινι προσφωνεῖ τὸ βιβλίον. Ἦν δὲ ταῖς Ἰουστίνου τοῦ Ῥω-
μαίων βασιλέως ἡμέραις ἐνακμάζων. Ἀπάρχεται μὲν
ἀπό τινων ἐκκλησιαστικῶν δογμάτων γραφικαῖς,
ὡς ἐδόκει, μαρτυρίαις ἀγωνίζεσθαι. Ἔστι δὲ ταπεινὸς τὴν
φράσιν καὶ συντάξεως οὐδὲ τῆς κοινῆς μετέχων. Ἀλλὰ
καί τινα κατὰ τὴν ἱστορίαν ἀπίθανα συντίθησι· διὸ
καὶ μυθικώτερον μᾶλλον ἢ ἀληθέστερον ἡγεῖσθαι τὸν
ἄνθρωπον δίκαιον. Ὑπὲρ ὧν δὲ δογμάτων ἐνίσταται, ἔστι
ταῦτα, ὅτι ὁ οὐρανὸς οὐκ ἔστι σφαιρικὸς οὐδὲ ἡ γῆ, ἀλλ'
ὁ μὲν ὡσεὶ καμάρα, ἡ δὲ ἑτερομήκης, καὶ κεκόλληται
τὰ πέρατα τοῦ οὐρανοῦ πρὸς τὰ πέρατα τῆς γῆς, καὶ
ὅτι πάντες οἱ ἀστέρες κινοῦνται ἀγγέλων αὐτοῖς τῇ κι-
νήσει διακονούντων, καὶ ἕτερά τινα τοιαῦτα. Ποιεῖ-
ται δὲ καὶ ὡς ἐν παρεκβάσει μνήμην τῆς γενέσεως καὶ
τῆς ἐξόδου, διατρίβει δὲ τῇ διηγήσει καὶ τῇ θεω-
ρίᾳ ὡς ἐπίπαν τῆς σκηνῆς· ἐπιτρέχει δὲ καὶ τοὺς
προφήτας, κἀκεῖθεν τοὺς ἀποστόλους. Λέγει δὲ ὅτι
τὸ μέγεθος ἔχει ὁ ἥλιος δύο κλιμάτων, καὶ ὅτι οἱ ἄγ-
γελοι οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ ἀλλὰ μόνον ὑπὸ τὸ στε-
ρέωμα καὶ μεθ' ἡμῶν, καὶ ὅτι ὁ Χριστὸς ἀνελθὼν ἀπὸ
τῆς γῆς εἰς τὸ μεταξὺ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος
εἰσῆλθε, καὶ ὅτι τοῦτό ἐστι καὶ μόνον ἡ βασιλεία τῶν
οὐρανῶν. Λέγει δὲ καὶ ἄλλα τινὰ ἀλλοκότα. Προσφωνεῖ
δὲ τοὺς μὲν ἓξ αὑτοῦ λόγους Παμφίλῳ τινί· τῶν δὲ λοι-
πῶν ἓξ (οἱ γὰρ πάντες αὐτοῦ δώδεκά εἰσι) τὸν μὲν ἕβδο-
μον Ἀναστασίῳ, ἐν ᾧ ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί,
τὸν ὄγδοον δέ, ὅς ἐστιν εἰς τὴν ᾠδὴν Ἐζεκίου καὶ εἰς τὸν
ἀναποδισμὸν τοῦ ἡλίου, Πέτρῳ προσφωνεῖ, ἐν ᾧ ὅτι
ὑπεμνημάτισε τὰ ᾄσματα τῶν ᾀσμάτων λέγει. Οἱ δὲ
λοιποὶ τέσσαρες οὐ πρός τι πρόσωπον αὐτῷ συνετά-
γησαν.
37
8a
Ἀνεγνώσθη περὶ πολιτικῆς ὡς ἐν διαλόγῳ
Μηνᾶν πατρίκιον καὶ Θωμᾶν ῥεφερενδάριον τὰ δια-
λεγόμενα εἰσάγον πρόσωπα. Περιέχει δὲ ἡ πραγμα-
τεία λόγους ἕξ, ἐν οἷς καὶ ἕτερον εἶδος πολιτείας παρὰ
τὰ τοῖς παλαιοῖς εἰρημένα εἰσάγει, ὃ καὶ καλεῖ δικαιαρ-
χικόν. Ἐπιμέμφεται δὲ τῆς Πλάτωνος δικαίως πολιτείας.
Ἣν δ' αὐτοὶ πολιτείαν εἰσάγουσιν, ἐκ τῶν τριῶν εἰδῶν
τῆς πολιτείας δέον αὐτὴν συγκεῖσθαί φασι, βασιλικοῦ
καὶ ἀριστοκρατικοῦ καὶ δημοκρατικοῦ, τὸ εἰλικρινὲς αὐτῇ
ἑκάστης πολιτείας συνεισαγούσης, κἀκείνην τὴν ὡς ἀλη-
θῶς ἀρίστην πολιτείαν ἀποτελειούσης.
38
8a
Ἀνεγνώσθη <Θεοδώρου Ἀντιοχέως> οὗ ἡ
ἐπιγραφὴ ἑρμηνεία τῆς κτίσεως· ἐν τόμοις ἑπτὰ ἡ
πρώτη βίβλος ἐπεραίνετο. Τὴν δὲ φράσιν οὔτε λαμ-
πρὸς οὔτε λίαν σαφής, φεύγων δὲ τὸν δυνατὸν αὐτῷ
τρόπον τὰς ἀλληγορίας, καὶ κατὰ τὴν ἱστορίαν τὴν
ἑρμηνείαν ποιούμενος. Ταὐτολογεῖ δὲ τὰ πλεῖστα, καὶ
ἄχαρίς πως καὶ ἀηδὴς εἶναι δοκεῖ, ἀλλὰ καὶ τὸ Νε-
στορίου δόγμα, εἰ καὶ πρὸ Νεστορίου ὑπῆρχεν, ὑπερευ-
γόμενος. Οὗτος δέ ἐστιν ὁ Μοψουεστίας, ὃν καὶ πλείστας
εὐθύνας Ἰωάννης ὁ Φιλόπονος, ὡς αὐτός φησι, τῆς
τοιαύτης ἑρμηνείας ἐν οἰκείῳ τῷ εἰς τὴν κτίσιν πο-
νήματι ἐδείχθη σπουδαίως εἰσπραττόμενος.
39
8a
Ἀνεγνώσθη <Εὐσεβίου τοῦ Παμφίλου>
ἀνασκευαστικὸν βιβλιδάριον πρὸς τοὺς ὑπὲρ Ἀπολλω-
νίου τοῦ Τυανέως Ἱεροκλέους λόγους.
40
8a
Ἀνεγνώσθη <Φιλοστοργίου> Ἀρειανοῦ τὴν θρησ-
κείαν, ὡς δῆθεν ἐκκλησιαστικὴ ἱστορία. Ἱστορεῖ δὲ τἀ-
ναντία σχεδὸν ἅπασι τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς.
Ἐξαίρει τοὺς Ἀρειανίζοντας ἅπαντας, λοιδορίαις πλύ-
νει τοὺς ὀρθοδόξους, ὡς εἶναι τὴν ἱστορίαν αὐτοῦ μὴ
ἱστορίαν μᾶλλον ἀλλ' ἐγκώμιον μὲν τῶν αἱρετικῶν,
ψόγον δὲ γυμνὸν καὶ κατηγορίαν τῶν ὀρθοδόξων. Ἔστι
δὲ τὴν φράσιν κομψὸς καὶ ποιητικαῖς, ἀλλ' οὐ κα-
τακόρως οὐδ' ἀχαρίτοις λέξεσι κεχρημένος. Καὶ ἡ τρο-
πὴ δὲ αὐτῷ τῷ ἐμφατικῷ τὴν χάριν μετὰ τοῦ ἡδέος
ἐφέλκεται. Πλὴν ἐνίοτε παραβόλως αὐταῖς καὶ πλεῖστον
ἀποτετραμμέναις χρώμενος εἰς ψυχρολογίαν καὶ ἀκαι-
ρολογίαν ἐκπίπτει. Περιβέβληται δὲ αὐτῷ ποικίλως
8b
ὁ λόγος καὶ ἐν κόρῳ, ὡς εἰς τὸ ἀσαφὲς καὶ οὐκ ἀεὶ
χαρίεν τὸν ἀκροατὴν ὑποσύρεσθαι. Ἐν πολλοῖς δὲ καὶ
οἰκείως γνωμολογεῖ. Ἱστορεῖ δὲ τὰ ἀπὸ τῆς Ἀρείου περὶ
τὴν αἵρεσιν σπουδῆς τε καὶ κατάρξεως μέχρι τῆς Ἀε-
τίου τοῦ δυσσεβεστάτου ἀνακλήσεως. Οὗτος δὲ ὁ Ἀέτιος
παρ' αὐτῶν μὲν τῶν συναιρεσιωτῶν, διὰ τὸ κἀκεί-
νους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος καὶ
μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη, ὑπὸ
δὲ τοῦ δυσσεβεστάτου Ἰουλιανοῦ ἀνεκλήθη τε καὶ φιλο-
φρόνως ἐδεξιώθη. Καὶ ἡ μὲν ἱστορία αὐτοῦ δι' ἑνὸς βι-
βλίου, τόμοις ἓξ συμπληρουμένη, μέχρι τοῦδε πρόεισι
τοῦ χρόνου. Ἔστι δὲ ὁ ἀνὴρ ψευδολόγος τε καὶ οὐδὲ μυ-
θολογίας ἀπεχόμενος. Ἐξαίρει δὲ ἐν μὲν λόγοις μά-
λιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς
εὐσεβείας δόγματα τῷ χρόνῳ συγκεχωσμένα τερα-
τευόμενος, ἐν τεραστίοις δὲ καὶ βίῳ Εὐσέβιον τὸν Νι-
κομηδείας, ὃν καὶ μέγαν ἀποκαλεῖ, καὶ Θεόφιλον τὸν
Ἰνδὸν καὶ ἄλλους πλείονας. Κατηγορεῖ δὲ Ἀκακίου μά-
λιστα, τοῦ Καισαρείας τῆς κατὰ Παλαιστίνην ἐπισκο-
πήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν
ἄμαχον, μεθ' ὧν καὶ πάντων φησὶ κατισχῦσαι τῶν τε
ὁμοφρονεῖν δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάν-
των, καὶ τῶν τἀναντία θρησκευόντων.
Καὶ ταῦτα μέν μοι ἤδη ἀνέγνωστο, μετ' οὐ πολὺ
δὲ ἐν ἄλλῳ βιβλίῳ καὶ ἕτεροι αὐτοῦ λόγοι ἕξ, ὡς συμ-
πληροῦσθαι αὐτοῦ τὴν σύμπασαν πραγματείαν ἐν λόγοις
δώδεκα, ὧν αἱ ἀπαρχαὶ συντιθέμεναι τὸ τοῦ συγγεγραφό-
τος ἀπαρτίζουσι Φιλοστοργίου ὄνομα. Κάτεισι δὲ μέχρι
τῶν Θεοδοσίου τοῦ νέου χρόνων, κατ' ἐκεῖνον τὸν χρό-
νον παυόμενος καθ' ὃν Οὐαλεντινιανῷ τῷ νέῳ τῷ
Πλακιδίας καὶ Κωνσταντίου υἱῷ, Ὁνωρίου τελευτήσαν-
τος Θεοδόσιος τὰ τῆς Ῥώμης σκῆπτρα τῷ ἀδελφιδῷ
ἐνεχείρισεν. Οὗτος δὲ ὁ Φιλοστόργιος, καίτοι κατὰ τῶν
ὀρθοδόξων λυσσῶν, Γρηγορίου μὲν τοῦ θεολόγου κα-
θάψασθαι οὐκ ἐτόλμησεν, ἀλλὰ καὶ τὴν παιδείαν καὶ
ἄκων συνομολογεῖ, Βασιλείου δὲ τοῦ μεγάλου ἐπεχείρη-
σεν ὑφάναι μῶμον, δι' οὗ λαμπρότερον ἔδειξε. Τὴν μὲν
γὰρ ἰσχὺν καὶ τὸ κάλλος τῆς ἐν ταῖς πανηγύρεσιν ὁμιλίας
ὑπ' αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐβιάσθη
συμφθέγξασθαι, θρασὺν δὲ αὐτὸν ὁ δείλαιος ἀποκαλεῖ
καὶ ἀντιλογικῶν λόγων ἄπειρον, ὅτι, φησίν, ἀπετόλ-
μησεν Εὐνομίου ταῖς συγγραφαῖς ἀντιτάξασθαι.
41
9a
Ἀνεγνώσθη <Ἰωάννου> ἐκκλησιαστικὴ ἱστορία. Ἄρ-
χεται ἀπὸ τῆς Θεοδοσίου τοῦ νέου βασιλείας, ἀπ' αὐτῆς που
τῆς Νεστορίου βλασφημίας καὶ καθαιρέσεως, καὶ κάτεισι μέ-
χρι Ζήνωνος καὶ τῆς καθαιρέσεως Πέτρου τοῦ αἱρετικοῦ, ὃς
τὸν Ἀντιοχικὸν ὑφήρπασε θρόνον. Ἔστι δὲ οὗτος τὴν φρά-
σιν σαφὴς καὶ ἀνθηρός. Διέρχεται δὲ τὴν τρίτην σύνοδον
τὴν ἐν Ἐφέσῳ λεπτομερῶς. Ἀλλὰ καὶ τὴν μετὰ ταύτην
ἐν αὐτῇ συναγελασθεῖσαν, τὴν λῃστρικὴν λέγω· ἣν οὗτος
θειάζει, καὶ τὸν ταύτης ἡγεμόνα Διόσκορον καὶ τοὺς σὺν αὐ-
τῷ. Διέξεισι δὲ καὶ τὴν ἐν Καλχηδόνι σύνοδον, διασύρων
ταύτην. Ἐξ ὧν ἔστι συμβαλεῖν Ἰωάννην εἶναι τὸν πα-
τέρα τοῦ βιβλίου τὸν πρεσβύτερον τὸν Αἰγεάτην, ὃς καὶ
ἰδίως ὡς αἱρετικὸς κατὰ τῆς ἐν Καλχηδόνι συνόδου
βιβλίον συνέταξε. Τῆς μέντοιγε ἱστορίας αὐτοῦ δέκα
τυγχάνουσι τόμοι, ὡς καὶ αὐτὸς ἐκεῖνος ἐπαγγέλλεται·
ὧν ἡμῖν τοὺς πέντε γέγονεν ἀναγνῶναι, περιέχοντας,
ὡς ἔφημεν, ἀπὸ τῆς Νεστορίου βλασφημίας μέχρι τῆς
τοῦ αἱρετικοῦ Πέτρου καθαιρέσεως.
42
9a
Ἀνεγνώσθη <Βασιλείου Κίλικος> ἐκκλησιασ-
τικὴ ἱστορία. Ἄρχεται ἀπὸ τῆς τελευτῆς Σιμπλικίου τοῦ
Ῥώμης, ὃς πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως
ἔγραψεν ἀποστῆναι τῆς πρὸς Πέτρον τὸν Ἀλεξάν-
δρειαν λυμαινόμενον κοινωνίας, ᾧ ἐπίκλην Μογγός·
οὗτος γὰρ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον δημοσίᾳ καὶ
ἐν ἐκκλησίᾳ ἀνεθεμάτιζε. Δι' ὃν καὶ Ἀκάκιος καλῶς
πρότερον κατ' αὐτοῦ κεκινημένος, ὕστερον οὐκ ἀποστρε-
φόμενος αἱρετικοῦ δόξαν παρὰ πολλοῖς ἐκτήσατο, τοῖς
δὲ Ῥωμαίοις καὶ ὑπὸ καθαίρεσιν ἔπεσεν. Ἐπὶ Ζήνω-
νος δὲ τὸ δεύτερον ταῦτα ἐπράττετο. Ἄρχεται μὲν οὖν
ἐκ τῶνδε τῶν χρόνων, καὶ κάτεισι μέχρι τελευτῆς
Ἀναστασίου ὃς εἰκοσιεπτὰ ἔτη καὶ μῆνας τρεῖς, ὡς
οὗτός φησιν, ἐν τῇ βασιλείᾳ διήρκεσε· μεθ' ὃν Ἰου-
στῖνον τὸν Θρᾷκα ἀναρρηθῆναι γράφει βασιλέα. Ἀλλ'
ἡ μὲν βίβλος αὕτη ἐνταῦθά που τὴν γραφὴν ἵστησιν,
ἀπὸ Ζήνωνος μέχρι τῆς τελευτῆς Ἀναστασίου καὶ τῆς
Ἰουστίνου ἀναρρήσεως κατιοῦσα. Λέγει δὲ οὗτος ὡς εἴη-
σαν αὐτῷ καὶ ἕτεραι δύο πεπονημέναι βίβλοι, πρώτη
καὶ τρίτη· ὧν τὴν μὲν ἀπὸ Μαρκιανοῦ τοῦ βασιλέως
ἄρχεσθαι, καταλήγειν δὲ ἕως Ζήνωνος, ἀφ' οὗ τὴν ἀρ-
χὴν ἡ δευτέρα ἐπεποίητο, τὴν δὲ τρίτην ποιεῖσθαι προοί-
9b
μιον τὸ τέλος τῆς δευτέρας καὶ ἀπὸ τῆς βασιλείας
Ἰουστίνου ἀπάρχεσθαι.
Ἔστι δὲ ὁ συγγραφεὺς οὐ λίαν τὴν φράσιν ἀπηκριβω-
μένος, ἀλλὰ καὶ ἀνωμάλως ἔχων καὶ πρὸς ἑαυτόν. Κέ-
χρηται δὲ μάλιστα ταῖς παρ' ἀλλήλων τῶν ἐπισκόπων
στελλομέναις ἐπιστολαῖς, εἰς πίστιν, ὥς φησιν, ὧν αὐτὸς
γράφει· αἳ καὶ πολύστιχον ποιοῦσι τὸ βιβλίον καὶ ἐν πλή-
θει λόγων ὀλίγην συνάγον ἱστορίαν· διὸ καὶ τὸ σαφὲς τῆς
ἱστορίας τῷ πλήθει περικόπτεται τῶν παρεντιθεμένων.
43
9b
Ἀνεγνώσθη <Ἰωάννου τοῦ Φιλοπόνου>
εἰς τὴν ἑξαήμερον. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καθα-
ρὸς καὶ σαφὴς καὶ κρείττων τῇ λέξει ἑαυτοῦ, καὶ συμ-
φωνῶν σχεδὸν ἐν τοῖς πλείστοις Βασιλείῳ τῷ μεγάλῳ,
ἀντιπίπτων δὲ δι' ὅλου τῷ Μοψουεστίας Θεοδώρῳ, ὃς
τὴν αὐτὴν ὑπόθεσιν ἐνστησάμενος ἑρμηνείαν τῆς κτί-
σεως τὸ βιβλίον ἐπέγραψεν· οὗ τὰς δόξας διελέγχων
ὁ Φιλόπονος τὴν ἐναντίαν ἐτράπετο.
44
9b
Ἀνεγνώσθη <Φιλοστράτου Τυρίου> εἰς τὸν
Ἀπολλωνίου τοῦ Τυανέως βίον λόγοι ὀκτώ. Ἔστι δὲ
τὴν φράσιν σαφής, ἐπίχαρίς τε καὶ ἀφοριστικὸς καὶ
βρύων γλυκύτητος, καὶ τῷ ἀρχαϊσμῷ καὶ ταῖς και-
νοπρεπεστέραις τῶν συντάξεων ἐμφιλοτιμούμενος. Ἱστο-
ρεῖ δὲ τὸν Ἀπολλώνιον πρός τε Ἰνδούς, οὓς καλεῖ καὶ
Βραχμᾶνας, ἀπιέναι, ἐξ ὧν καὶ πλεῖστα τῆς παρ' αὐ-
τοῖς θεοσοφίας ἐκμαθεῖν, καὶ πρὸς τοὺς τῶν Αἰθιόπων
σοφούς, οὓς καὶ γυμνοὺς ὀνομάζει, ὅτι γυμνοὶ τὸν βίον
ὅλον διάγουσι, μηδὲ τοῦ ἀέρος διοχλοῦντος αὐτοὺς εἰς
περιβολὴν ἐλθεῖν. Πολλῷ δέ φησι τοὺς Ἰνδῶν τῶν ἐν
τῇ Αἰθιοπίᾳ σοφῶν προέχειν, ὅτι τέ φησι πρὸς ἀκτῖνα
οἰκοῦντες ἡλίου μᾶλλόν εἰσι τὴν διάνοιαν ὀξεῖς καὶ κα-
θαροί, καὶ ὅτι καὶ χρόνῳ προήκοντες. Τῷ μέντοι Ἀπολ-
λωνίῳ οὐδὲν ὅλως φησὶ τελεσθῆναι οἷα ὁ μυθώδης
αὐτῷ χαρίζεται λόγος· φιλόσοφον δέ τινα καὶ ἐγκρατῆ
βίον ἀποσεμνύνει αὐτὸν βιοῦντα, ἅτε καὶ Πυθαγορι-
κὴν ἐπιδεικνύμενον φιλοσοφίαν ἔν τε ἤθεσι καὶ ἐν
δόγμασι. Τὸν δὲ θάνατον αὐτοῦ ἄδηλόν τε καὶ πολ-
λοῖς διαφωνούμενον λέγει γενέσθαι, αὐτοῦ ἐκείνου τοῦτο
σπουδάσαντος· καὶ γὰρ καὶ ζῶντα ἐπιλέγειν ὡς δεῖ τὸν
σοφὸν τοὺς πολλοὺς λαθόντα βιῶναι, εἰ δὲ μή, κἂν
γοῦν ἀποβιῶναι λαθόντα· τάφον δὲ αὐτοῦ μηδαμοῦ γῆς
10a
φησιν ἐγνῶσθαι. Λέγει δὲ αὐτὸν μάλιστα χρημάτων κρείττω
γενέσθαι, ὡς καὶ τὴν κτῆσιν αὐτοῦ τῷ τε ἰδίῳ ἀδελφῷ
καὶ ἑτέροις καταλιπεῖν καὶ παρὰ μηδενὸς τῶν ὑπ'
ἐξουσίαις, καίτοι πολλὰ ἀξιούντων, πεισθῆναι λαβεῖν
χρήματα. Φησὶν αὐτὸν τὸν ἐν Ἐφέσῳ λοιμὸν καὶ
προϊδεῖν καὶ γεγονότα παῦσαι. Καὶ λέοντα δὲ ἰδεῖν,
καὶ εἰπεῖν ὡς ἡ τοῦ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως
ψυχὴ ἐν τῷ θηρίῳ εἴη, ὑπέχουσα δίκην τῶν βεβιω-
μένων· καὶ Ἔμπουσαν ἐλέγξαι ἐν ὑποκρίσει ἑταίρας
ἐρᾶν Μενίππου προσποιουμένην· καὶ κόρην ἐν Ῥώμῃ
ἄρτι τεθνάναι δοκοῦσαν ἐπαναστρέψαι τῷ βίῳ· καὶ λῦ-
σαι τὸ σκέλος ἐν τῷ δεσμωτηρίῳ ὄντα δεδεμένον· καὶ
ἀπολογήσασθαι μὲν πρὸς Δομιτιανὸν ὑπέρ τε αὑτοῦ καὶ
Νερούα, ὃς μετὰ Δομιτιανὸν Ῥωμαίων ἐβασίλευσεν,
ἀφανισθῆναι δὲ μετὰ τὴν ἀπολογίαν τοῦ δικαστηρίου
καὶ πρὸς Δημήτριον καὶ Δάμιν, οὕτω καὶ συνθέμε-
νον αὐτοῖς, παραγενέσθαι, οὐ διὰ χρόνου, παραυτίκα δέ,
καίτοι ὁδὸν ἡμερῶν τινων διεστηκότας. Ταῦτα μὲν περὶ
αὐτοῦ ἀναπλάττει, οὐ μέντοι γε ὡς εἴη τελεστής, εἴ τινα
διετελέσατο τῶν ἐνίοις διαθρυλλουμένων ὑπ' αὐτοῦ πε-
ποιῆσθαι τελεσμάτων· φιλοσοφίᾳ δὲ καὶ βίου καθαρό-
τητι, καὶ ἅπερ αὐτὸς ἔφησεν, ἐκεῖνον εἰσάγει διαπε-
πράχθαι· ἀπεχθάνεσθαι δὲ μᾶλλον μάγοις καὶ φαρμα-
κοῖς, μὴ ὅτι γε αὐτὸν τῇ μάγῳ προσανακεῖσθαι…
Περὶ…
The complete text is available when the reading interface loads.