The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ad Romanos

Edition reference
Fragmenta in epistulam ad Romanos (in catenis), ed. K. Staab, Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt, Münster: Aschendorff, 1933: 470–544.
CTS identifier
urn:cts:greekLit:tlg4040.tlg014.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

472

ἐγὼ βούλωμαι, τὸ χάρισμα τὸ πνευματικόν. δεῖ οὖν ἀμφότερα συνδρα-

μεῖν, καὶ τὸ ἐξ ἐμοῦ καὶ τὸ ἐξ ὑμῶν· ἀλλὰ τὸ ἐξ ἐμοῦ πάρεστιν—ἐγὼ

γὰρ οὐ μόνον ἁπλῶς κρίνω δεῖν ὑμᾶς λαβεῖν τὴν δωρεὰν ἀλλὰ καὶ

ἐπιποθῶ—, λοιπόν ἐστι τὸ ἐξ ὑμῶν. τοῦτο δὲ παραγίνεται δι' ἔργων

ἀγαθῶν καὶ καρπῶν ἀξίων τῆς δωρεᾶς· τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ

λαβεῖν καὶ ἐπιθυμίαν, ὅτε ἀξίους ἑαυτοὺς παρασκευάσετε τῆς δωρεᾶς·

καὶ τότε ἔτι μᾶλλον κἀγὼ πλέον ἕξω πίστιν καὶ ἐπιπόθησιν τοῦ δοῦναι,

ὥστε πανταχόθεν ἐξ ὑμῶν ὑπάρχει τὸ λαβεῖν ὑμᾶς. λαμβανόντων δὲ

ὑμῶν τὸ χάρισμα, κοινὸν γίνεται τὸ κέρδος, καὶ δηλονότι παρακαλούμεθα

καὶ εὐφραινόμεθα ἐν ἀλλήλοις.

<Διὰ τῆς ἐν ἀλλήλοις πίστεως· ὑμῶν> μὲν διὰ τοῦ παρα-

λαβεῖν καὶ παραδέξασθαι τὴν πίστιν, <ἐμοῦ> δὲ διὰ τοῦ κηρύξαι καὶ

παραδοῦναι ταύτην· ἢ καὶ <ὑμῶν> μὲν ἀξιόπιστον εἰς τὸ κηρύξαι καὶ

διδάξαι με ὑπολαμβανόντων, <ἐμοῦ> δὲ πάλιν ἀξιοπίστους εἰς τὸ

ἐμπιστευθῆναι τὰ λόγια τοῦ θεοῦ καὶ τὴν τελειοτέραν κρίναντος διδασκα-

λίαν· <ἢ ἐμοῦ> μὲν ὁρῶντος προθύμως ὑποδεχομένους ὑμᾶς καὶ ἐξ

ἑτοίμου τὸ κήρυγμα, <ὑμῶν> δὲ πάλιν τὴν ἐμὴν σπουδὴν καὶ τὴν περὶ

αὐτὸ ἐπιμέλειαν αὐτῇ παραλαμβανόντων ὄψει· μέγα γὰρ εἰς παράκλησιν

μαθητῶν σπουδὴ διδασκάλου, καὶ πάλιν εἰς διδασκάλου παράκλησιν

μαθητῶν ἑτοιμότης καὶ προθυμία. συντελεῖ δὲ τοῦτο καὶ εἰς μείζονα

πληροφορίαν τῆς πίστεως ἑκατέροις, ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν

ἀνθρώπων ψυχὰς παραδόξως εἰς ὑπακοὴν ἑλκομένας—μᾶλλον γὰρ

τὴν θειότητα καὶ τὸ μεγαλεῖον τῆς πίστεως ἀποθαυμάζει καὶ μᾶλλον

ῥώννυται εἰς τὸ κηρύσσειν ταύτην—, καὶ ὅταν πάλιν ὁρῶσιν οἱ μαθηταὶ

εὐτόνως καὶ σὺν ἐλπίδι βεβαίᾳ τὸν κήρυκα τὴν πίστιν παραδιδόντα·

μᾶλλον γὰρ ὑποδέχονται αὐτὴν καὶ μᾶλλον στηρίζονται ἐν αὐτῇ, καὶ <διὰ

τῆς ἐν ἀλλήλοις πίστεως> οὕτως ἑκάτεροι παρακαλοῦνται.

473

Röm 1,13—14

<Τὸ ἵνα τινὰ καρπὸν σχῶ> καθ' ὑπερβατὸν κεῖται· τὸ γὰρ

ἀκόλουθον εἴη ἄν· <πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς,

ἵνα καρπόν τινα σχῶ ἐν ὑμῖν, ἀλλ' ἐκωλύθην ἄχρι τοῦ

δεῦρο.> ἀλλ' εἴποι τις ὅτι εἰ ἡ <πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ

κατηγγέλλετο,> τίνα καρπὸν αὐτὸς ἤθελε παραγενόμενος παρασχεῖν;

ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν· εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν, παμπόλλων

ὅμως ἐδέοντο. καὶ τοῦτο δηλοῦται καὶ δι' ὅλης τῆς ἐπιστολῆς καὶ πρὸ

ὀλίγου λέγοντος <εἰς τὸ στηριχθῆναι ὑμᾶς,> καὶ ἡνίκα <μὴ

κρίνειν ἀλλήλους> παραινεῖ, καὶ ἡνίκα ἐκκλίνειν <τὰς διχοστα-

σίας καὶ τὰ σκάνδαλα> παραινεῖ, καὶ μυρία. οὐδὲν οὖν ἀπεικὸς καὶ

τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς

Παύλου ἐπικουρίας καὶ τῆς δι' αὐτοῦ καρποφορίας. ὅρα δὲ πῶς φησίν·

<ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν;> τοῦτο μὲν δεικνύς, ὅτι ὁ

ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπός, καὶ οὕτως ἔχαιρεν

ἐν τοῖς τῶν πλησίον κατορθώμασιν, ὥστε καὶ αὐτὸς ἔχειν ἡγεῖτο τὸν

καρπόν. τοῦτο δὲ πάλιν δεικνύς, ὅτι ἕνεκεν τῆς αὐτῶν ὠφελείας τὴν

πρὸς αὐτοὺς ἔσπευδε στείλασθαι πορείαν, ἄλλ' ὥστε δὲ καὶ Παύλου

καρπὸς ἦν ἀληθῶς ὁ ἐκείνων καρπός· ἔργον γὰρ ἦν καὶ σπευδὴ τὸ

καρποφορεῖν τὰ ἔθνη. καλῶς οὖν φησιν· <ἵνα τινὰ καρπὸν σχῶ,>

ἀμφότερα δηλῶν, καὶ τὸ ἐκείνους τὴν ἀρετὴν καρποφορεῖν καὶ τὸ

ἐκεῖνον αὐτοὺς τούτους· ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου

ἐδείκνυτο καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα.

Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς

ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν·

<ἐκωλύθην ἄχρι τοῦ δεῦρο·> διὰ τί; φησίν. ἵνα μὴ θᾶττον ἐλθὼν

ἀκάρπους ὑμᾶς ἔτι καταλήψωμαι, διὸ ἀνεβαλόμην τὴν παρουσίαν,

ἕως οὗ καὶ ἐν ὑμῖν καρπόν τινα βλαστάνοντα τῆς πίστεως ἄξιον καὶ

τελεσφορούμενον μάθω. τί οὖν ἂν καὶ καρποφορῶσιν; τίς ἡ χρεία τῆς

Παύλου παρουσίας; πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα τὸν καρπὸν ἀνέμενεν

Παῦλος αὐτοὺς καρποφορῆσαι, ἀλλὰ <τινά.> καὶ μάλα εἰκότως· ὥσπερ

γὰρ περιττὸν τὸ τὸν τελείως καρποφοροῦντα εἰς καρποφορίαν παραινεῖν,

οὕτως ἐπίπονον καὶ ὄκνον ἐμποιεῖ τὸ μὴ πρὸς καρπογονίαν εὔχρηστον

καὶ παρέχον ἐλπίδας χρηστάς. εἰ δὲ καὶ καρπὸς τὶς ἦν καὶ οὗτος τέλειος,

οὐδ' οὕτως ἁπλῶς ἐνεκόπτετο τὴν παρουσίαν ὁ Παῦλος· <ὀφειλέτην>

γὰρ αὐτὸν ἀποκαλεῖ ὥστε, εἰ καὶ τοῖς ἔργοις ἐκόμων, αὐτὸς ἂν τὸ αὐτοῦ

οὐκ ἀπέστη ποιῶν.

474

Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν. <ἐκωλύθην ἄχρι τοῦ

δεῦρο·> διὰ τί; ὅτι καρπόν τινα ἔτι μοι συνέλεγον λείποντα. καὶ ταύτην

τὴν ἔννοιαν ἐπὶ τέλει τῆς ἐπιστολῆς ὥσπερ τὰ προοιμιασθέντα ἐπιλογι-

ζομένου τοῦ ἀποστόλου ἔστι βεβαιουμένην τῶν ἄλλων ἑρμηνειῶν μᾶλλον

ἰδεῖν· καὶ γάρ φησιν· <διὸ καὶ ἐνεκοπτόμην ἐλθεῖν πρὸς

ὑμᾶς, νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι

τούτοις, ἐλεύσομαι πρὸς ὑμᾶς.> ὥστε ὁ ἕως τοῦ νῦν ἐλπιζό-

μενος εἰς συλλογὴν καρπὸς ἐν τοῖς ἄλλοις κλίμασιν ἐκώλυεν αὐτὸν ἐπὶ

Ῥώμην δραμεῖν, ἀτέλεστον ἐν ἐκείνοις τὸ ἔργον καταλείποντα. εἶτα τὸ

<ἐν ὑμῖν> καὶ τὰ ἐφεξῆς ὥσπερ ἀντιπίπτοντος λύσις ἐστίν, οἷόν· τί;

φησίν, ἐν ἡμῖν οὐ μέλει σοι καρπὸν σχεῖν; ναί, φησί, <καὶ ἐν ὑμῖν>

τοῦτο σπεύδω, τοῦτο ἐπιζητῶ, ὀφειλέτης εἰμί, χρεωστῶ πᾶσιν.

Röm 1,16—18

<Ἰουδαίῳ δὲ πρῶτον.> ὁ γὰρ Ἰουδαῖος ἀπαιτεῖται <πρῶτον>

πιστεύειν, ἅτε δὴ κατηχημένος τὰ περὶ τοῦ Χριστοῦ ἐκ νόμου καὶ τῶν

προφητῶν μᾶλλον τῶν ἐθνῶν, καὶ ὅτι, εἰ καὶ ἐπὶ κοινῇ τοῦ γένους τῶν

ἀνθρώπων σωτηρίᾳ ἐπεδήμησεν ὁ Χριστός, ἀλλ' οὖν ἐν τοῖς Ἰουδαίοις

καὶ ἐγεννήθη καὶ ἐπολιτεύσατο καὶ ἐδίδαξεν καὶ τὰς θεοσημείας ἐν

αὐτοῖς εἰργάσατο· δι' ἃ πάντα ὀφειλέται εἰσὶν οἱ Ἰουδαῖοι πρῶτον

πιστεύειν εἰς Χριστὸν ἤπερ τὰ ἔθνη.

<Δικαιοσύνη γὰρ θεοῦ,> φησίν, <ἐν τῷ εὐαγγελίῳ ἀπο-

καλύπτεται,> τοῦτ' ἔστιν ἅπασα ἡ ἀρετὴ διὰ τοῦ εὐαγγελίου

φανεροῦται· <δικαιοσύνην> γὰρ πολλάκις εἴωθε πᾶσαν λέγειν τὴν

ἀρετήν. πῶς δὲ ἀποκαλύπτεται καὶ τίσιν; τοῖς ἐκ πίστεως τῷ εὐαγγελίῳ

προσιοῦσιν· πᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετὴν τὸ εὐαγγέλιον καὶ πᾶσι

παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς, ἐκείνοις δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς

ἀρετῆς, καὶ ἐκείνους ποιεῖ ἐραστὰς αὐτῆς, τοὺς μετὰ πίστεως προσιόντας.

τί οὖν; παύεται ἡ πίστις τῆς ἀρετῆς κατορθουμένης; οὐμενοῦν, ἀλλὰ καὶ

εἰς τὸ τελειότερον καὶ ὑψηλότερον πρόεισιν. ἐπίστευσεν, πράττει διὰ

τοῦτο τὴν ἀρετήν· ἀρετὴν κατορθοῖ, εἰς τελειοτέραν προκόπτει πίστιν·

ἡ μὲν γὰρ πρώτη πίστις κατάνυξίς τις ψυχῆς ἦν καὶ προθυμία, ἡ δὲ

τῇ τῶν ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις βεβαίωσίς

ἐστιν ἀμετάπιστος καὶ πληροφορία. καὶ ἡ μὲν ἔοικε καταβολῇ σπέρματος,

ἡ δὲ τῶν ἀρετῶν ἐργασίᾳ καὶ καρποφορίᾳ, ἡ δὲ δι' αὐτῶν συναυξηθεῖσα

καὶ τελειωθεῖσα πίστις ἀπολαύσει καὶ εὐδαιμονίᾳ. οὕτως οὖν <δικαιο-

σύνη θεοῦ ἀποκαλύπτεται ἐν τῷ εὐαγγελίῳ ἐκ πίστεως

475

εἰς πίστιν.> καλεῖ δὲ <θεοῦ δικαιοσύνην> τὴν ἀρετήν, ὅτι θεῖόν

τί ἐστιν ἡ ἀρετή, καὶ ὅτι πάντα τὰ ἀγαθὰ ἐκ θεοῦ.

<Ἐκ πίστεως εἰς πίστιν.> πιστεύειν γὰρ δεῖ ὅτι θεὸς ἐφάνη

ἐπὶ γῆς μετὰ σαρκός, ὅπερ ἐστὶν ἀρχή· καὶ πάλιν ὅτι ἔσται τοῖς

πιστεύσασιν εἰς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν, ὅπερ ἐστὶ πίστεως τέλος.

<Τὸ δὲ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται> μαρτυρία μέν

ἐστι τῶν εἰρημένων καὶ ἀπόδειξις· προφητικὴ γὰρ ἡ ῥῆσις εἰρημένη τῷ

Ἀμβακούμ, τοιοῦτον δέ τί φησιν· καλῶς εἶπον, φησί, τὸν σπουδαῖον ἐκ

πίστεως εἰς πίστιν δι' ἀρετῆς προϊέναι, καὶ γὰρ ὁ Ἀμβακούμ, φησίν,

ἄνωθεν τοῦτο διὰ τοῦ αὐτοῦ πνεύματος βοᾷ, ὅτι ὁ σπουδαῖος ἄνθρωπος

ἐκ πίστεως ζῇ, τοῦτ' ἔστι πᾶσαν τὴν ζωὴν αὐτοῦ πίστει παρατεινομένην

ἔχει. ἢ οἰκειότερον· ἐπεὶ ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν

ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως

ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζωῆς γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τῆς

ῥεούσης καὶ ἐπικλήρου. οὐ λίαν ὁ λόγος οἰκεῖος, καὶ εἴη ἂν τὸ ὁ δὲ

<δίκαιος ἐκ πίστεως ζήσεται> κατασκευαστικὸν τοῦ <ἀπο-

καλύπτεται δικαιοσύνη ἐκ πίστεως.> ἀλλ' οὕτω μὲν ταῦτα.

Εἰ δὲ τὸ <δικαιοσύνη θεοῦ> οὐχὶ τὴν ἐν ἀνθρώπῳ παρὰ θεοῦ

διδομένην ἐκλάβοι τις, ἀλλ', ἐγγύτερον τῆς λέξεως, τὴν ἐνοῦσαν τῷ θεῷ

καὶ ἐνεργουμένην ὑπ' αὐτοῦ, τοιοῦτόν τινά μοι δοκεῖ ἀνακύπτειν τὸν

ἀποστολικὸν νοῦν, ὅτι ἡ τοῦ θεοῦ δικαιοσύνη ἣν περὶ ἡμᾶς ἐπιδείκνυται

φιλανθρωπίας ὅρῳ καὶ νόμῳ, ἐν τῷ εὐαγγελίῳ αὐτοῦ δείκνυται. πῶς

καὶ τίνα τρόπον; ὅτι ἐκ μόνης πίστεως ἡμᾶς σώζει καὶ νεκρωθέντας

ἤδη ζωοποιεῖ, μὴ προεπιδειξαμένους ἔργα. καὶ τοῦτο καὶ προϊὼν ὁ

Παῦλος ἐμφανέστερον περιστᾷ ἐν οἷς φησιν· <καὶ δικαιοῦντα τὸν

ἐκ πίστεως,> καὶ πάλιν· <δικαιωθέντες οὖν ἐκ πίστεως,>

καὶ πάλιν· <ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον

Ἰησοῦν, εἶτα καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ.>

τοῦτο οὖν δικαιοσύνης θεοῦ νικώσης φιλανθρωπίαν ἀνθρωπίνην, τὸ

ἐκ μόνης πίστεως νεκρωθέντας ἡμᾶς ταῖς ἁμαρτίαις ἤδη ἀνεγεῖραι καὶ

ζωοποιῆσαι, ὥστε καλῶς προεῖπεν ὅτι <δύναμίς ἐστι τὸ εὐαγγέ-

λιον εἰς σωτηρίαν τῷ πιστεύοντι·> καὶ γὰρ δυναμοῦται ὁ

πιστεύσας διὰ τῆς ἐν αὐτῷ ἀποκαλυπτομένης δικαιοσύνης ἀναστῆναι

τοῦ ἀπὸ τῶν ἁμαρτιῶν πτώματος καὶ ζωοποιηθῆναι.

Καλῶς δὲ εἶπεν· <ἀποκαλύπτεται·> τοῖς μὲν γὰρ μὴ πιστεύουσι

κέκρυπται ἡ τοιαύτη τοῦ θεοῦ δικαιοσύνη, διὰ δὲ τῶν πιστευόντων ἀπο-

καλύπτεται καὶ φανεροῦται. ἀλλ' εἰς τί ζωοποιεῖται, φησίν, ὁ πιστεύσας;

εἰς τὴν τελειοτάτην καὶ κατ' ἀμετάπιστον ἕξεως ἰσχὺν πίστιν· <ἐκ γὰρ

πίστεως εἰς πίστιν> ἡ ζωοποίησις. δυνατὸν δὲ καὶ ἄλλως κατα-

476

νοῆσαι· ἡ τοῦ θεοῦ δικαιοσύνη διὰ τοῦ εὐαγγελίου ἀποκαλύπτεται, ὅτι

λαμβάνων παρ' ἡμῶν ἀρχὴν μόνον καὶ σπέρμα πίστεως, αὐτὸς αὐξάνει

καὶ ἑδράζει καὶ τελειοποιεῖ ἡμᾶς εἰς αὐτὴν ταύτην. τοῦτο δικαιοσύνης ὡς

ἀληθῶς θεοῦ, τὸ μόνον ἀφορμὴν προαιρέσεως λαβόντα αὐτὸν ἀπαρτίσαι

τὸ πᾶν· ἵνα γὰρ μήτις εἴπῃ, ἀνωτέρω λέγοντος τοῦ Παύλου ὅτι <δύνα-

μίς ἐστι τῷ πιστεύοντι εἰς σωτηρίαν τὸ εὐαγγέλιον·>

καὶ πῶς ἔνι πιστεῦσαι ἀκούοντα σταυρόν, ἀκούοντα θάνατον, ἀκούοντα

πάθη; ἐπάγει τὸ <δικαιοσύνη θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.>

μὴ ἔστω, φησί, ταῦτα πρόφασις· ἐὰν γὰρ μόνον προαιρεθῇς, τότε μᾶλλον

ἔχεις θαυμάσαι τὴν τοῦ θεοῦ περὶ σὲ κηδεμονίαν καὶ πρόνοιαν, ὅτι τὴν

ἀπὸ γνώμης πίστιν λαβών, αὐτός σοι χορηγεῖ τὴν ἐκ πληροφορίας

πίστιν καὶ βεβαίωσιν. ἀλλὰ τῶν ἀπίστων μέν τις τοῦτο οὐκ ἂν ἐπιγνῷ,

μυριάκις ἑρμηνευόμενος, τῶν δὲ πιστῶν μόνης δεῖται ἀναμνήσεως· οἶδεν

γὰρ τοῦτο τῇ πείρᾳ ὅτι τὴν ἐκ προαιρέσεως κατ' ἀρχὰς πίστιν αὐτὸς

προβαλλόμενος, ἐκ ταύτης εἰς τὴν κατὰ γνῶσιν καὶ τελειότητα πίστιν

ἀνατρέχει καὶ ἀναβιβάζεται.

Εἶτα ἵνα μὴ νομίσῃς ὅτι καινόν τι λέγει καὶ πρόσφατον, τὸν

προφήτην παράγει μάρτυρα· τὸ αὐτό μοι, φησί, καὶ ὁ προφήτης

Ἀμβακοὺμ ἔκπαλαι, ὅτι ἡ τοῦ δικαίου ζωὴ πίστει περιλαμβάνεται καὶ

περατοῦται, ἀρχομένη μὲν ἀπὸ τῆς κατὰ προαίρεσιν πίστεως, τελειουμένη

δὲ καὶ προϊοῦσα εἰς τὴν κατὰ θείαν συνεργίαν καὶ ἀποκάλυψιν πίστιν.

διόπερ ἀεὶ ὁ <δίκαιος ἐκ πίστεως ζῇ.> τὸ δὲ <ζήσεται> καλῶς

εἴρηται, τοῦτ' ἔστιν ὁ δίκαιος οὐ ζῇ μὲν ἐκ πίστεως, παύεται δέ, ἀλλὰ

διὰ παντὸς ζήσεται ἐν αὐτῇ προκόπτων καὶ στηριζόμενος. <ζήσεται> δὲ

εἶπεν, οὐκ ἄλλο τι οἷον ἐκ πίστεως προκόπτει ἢ στηρίζεται ἢ ἄλλο τι, τὴν

ἐπιτεταμένην διάθεσιν δηλῶν, ὅτι οὐδὲ ζῆν αἱρήσεται οὐδ' ἀναπνεῖν

χωρὶς πίστεως. εἰ οὖν καὶ <δύναμίς ἐστιν εἰς σωτηρίαν τῷ

πιστεύοντι τὸ εὐαγγέλιον,> καὶ πιστεῦσαι ῥᾷον—προαιρέσεως

γὰρ μόνης δεῖται—, καὶ πιστεύσαντα ἔνι κατὰ τὴν πίστιν ἑδρασθῆναι

ὑπὸ θεοῦ καὶ τελειωθῆναι. καὶ τελειωθεῖσι κατὰ τὴν πίστιν ἔρως καὶ

ἡδονὴ ἐμφύεται περὶ αὐτήν, ὥστε μηδὲ ζῆν αἱρεῖσθαι ἄνευ ταύτης. δεῖ

ἄρα προθύμως διὰ ταῦτα πάντα καὶ μετὰ σπουδῆς προσιέναι τῷ κηρύγ-

ματι τοῦ εὐαγγελίου. καλῶς δὲ ἄρα καὶ Παῦλος ἔλεγεν· <οὐ γὰρ

ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ> τοσούτων

ἀγαθῶν ἡμῖν προξενοῦν.

<Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,> καλυπτόν-

των, γνώμης πονηρίᾳ ἐπισκοτιζόντων· ῥᾷον γάρ, εἴπερ ἐβούλοντο, ἀπὸ

477

τῶν ὁρωμένων καὶ ἑαυτοὺς καὶ ἑτέρους ὠφελῆσαι εἰς θεογνωσίαν. οἱ δὲ

μᾶλλον δι' αὐτῶν τούτων συνεκάλυψαν καὶ κατέσχον μὴ διαλάμψαι τὴν

θεογνωσίαν, αὐτὰ ταῦτα θεοποιήσαντες, καὶ ἀδικήσαντες, τὸ ὅσον ἐπ'

αὐτοῖς, τήν τε τῆς θεογνωσίας ἀλήθειαν καὶ ἑαυτοὺς καὶ αὐτά γε δὴ

ἅπερ τιμᾶν ἔδοξαν. δῆλον δὲ ὅτι τοὺς τῶν Ἑλλήνων σοφοὺς ἐπιπλήττει

καὶ τοὺς ὁμοίους ἐκείνοις.

Röm 1,19—26

<Διότι τὸ γνωστὸν τοῦ θεοῦ,> ὅπερ ἐστὶν αὐτοῦ δυνατὸν

γνωσθῆναι, ὅτι ποιητής, ὅτι προνοητής, καὶ τὰ ὅμοια.

<Τὰ γὰρ ἀόρατα αὐτοῦ,> οἷον ἄγγελοι καὶ αἱ ἄλλοι ἀσώματοι

οὐσίαι, <ἀπὸ τῆς τοῦ κόσμου κτίσεως> καταλαμβάνεται καὶ

<καθορᾶται.> πῶς; καὶ αὐτὰ ἐν <τοῖς ποιήμασι νοούμενα> καὶ

συναριθμούμενα. καθ' ὑπερβατὸν οὖν ἡ σύνταξις· <ἢ τοῖς ποιήμασι

νοούμενα,> ἀντὶ τοῦ ἐν αὐτοῖς τοῖς ποιήμασιν ἐνεῖναι καὶ τῇ τοῦ

θεοῦ βουλήσει ὑπηρετεῖν καὶ πληροῦν τὰ κελευόμενα· ἢ <ἀόρατα

αὐτοῦ> λέγει αὐτὸ τὸ ἀόρατον αὐτοῦ τῆς οὐσίας. καὶ πῶς ἔνι, φησί, τὸ

θεῖον ἀόρατον ὂν κατιδεῖν καὶ κατανοῆσαι; ναί ἐστι, φησίν, ἀπὸ τῶν

κτισμάτων αὐτοῦ κατιδεῖν αὐτοῦ τὴν θειότητα καὶ τὴν δύναμιν.

<Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.> πῶς <ἀπὸ

τῆς τοῦ κόσμου κτίσεως ἡ θειότης> τοῦ θεοῦ καὶ <ἀΐδιος

δύναμις γινώσκεται;> εἶδέν τις τὸν κόσμον καὶ ἐν αὐτῷ ἀστέρων

κάλλη, μέγεθος καὶ δρόμον σελήνης καὶ ἡλίου τάξιν καὶ εἱρμὸν ἀπαρά-

βατον· οὐχ ἡμέραν σελήνη ποιεῖ οὐδὲ τὴν νύκτα ὁ ἥλιος, αἱ νύκτες

εὐτάκτως ταῖς ἡμέραις ἐξίστανται, καὶ αἱ ἡμέραι ταῖς νυξὶ παραχωροῦσι

τὸ ἀνάλογον. ὁ αἰθὴρ τὸν οἰκεῖον τόπον φυλάττει, καὶ ὁ ἀὴρ ὑφίσταται,

καὶ οὔτε ἐκεῖνος τὴν ἀλλοτρίαν ὑπέρχεται χώραν, οὔτε ὁ ἀὴρ εἰς τὰ ὑπὲρ

αὐτὸν ἐπεκτείνεται. ἕστηκεν ἡ γῆ, οὐκ ἔχουσα τὸν ὑπερείδοντα βάρος

ἄπειρον καὶ μηδὲ δυναμένη ἐπερείδεσθαι, ἐκκέχυται αὐτῇ τὸ ὕδωρ καὶ

περικέχυται προσθήκῃ θαύματος· τοῦ τε γὰρ βάρους προσθήκην ποιεῖ

καὶ εὐδιάλυτον καὶ πρὸς τὸ καταφέρεσθαι πολυπλάσιον τὸ αἴτιον, ἀλλ'

ὅμως ἀκίνητος ἕστηκεν, φωνῆς ἁπάσης λαμπρότερον τὴν κατέχουσαν

ἀνακηρύττουσα δύναμιν. φέρει καρποὺς μυρίους, μυρίαις ἰδέαις ἐξαλ-

λάττοντας, μυρίαις δυνάμεσι διαφέροντας, χρώμασι, μεγέθεσι, μία οὖσα,

γῆ οὖσα. τρέφει ζῴων γένη ἄπειρα, ἥμερα, ἄγρια, ζῳοτόκα, ᾠοτόκα,

ἄπειρον ἄλλην διαφορὰν καὶ ἀνομοιότητα κατὰ γένεσιν ἔχοντα, ἰοβόλα,

ἀλεξιτήρια, ἕρποντα, ἱπτάμενα, βαδίζοντα, νηχόμενα. τί ἄν τις ἐπιχειροίη

λέγειν τὰς διαφορὰς ὧν εἰς πέρας οὐ στήσεται; ἀλλὰ καιρῶν εὐτάκτους

μεταβολάς, ἀλλ' ὑετοὺς ἐτησίους, ἀλλὰ καὶ τὰ δοκοῦντα πάθη, σεισμούς,

478

κεραυνούς, ἀλλ' εἴ τι τούτων ἐπισκοπήσεις, εἰς τὸν δημιουργὸν παρα-

πέμπει τὸν προσέχοντα· τί τὸ συνέχον; τί τὸ συγκρατοῦν; πῶς κυβερ-

νᾶται; πῶς διασώζεται; ἔστιν ἄρα γνῶναι σαφῶς <ἀπὸ τῆς κτίσεως,>

ὅτι ἔστι δημιουργός, ὅτι προνοητής, ὅτι παντοδύναμος, ὅτι ἀγαθός—

ἀγαθοῦ γὰρ καὶ ἡ δημιουργία καὶ ἡ πρόνοια—, ὅτι ἀΐδιος· τῷ γὰρ

παντοδυνάμῳ τίς ἐπιβουλεύσει; καὶ εἰ μὴ οὗτος ἀΐδιος, ὑπ' ἄλλου πάντως

ἀϊδίου καὶ συνέχεται καὶ προήχθη· καὶ τοῦτο ἐπάπειρον, ὥστε καὶ

ἀΐδιος. οὕτως οὖν ἡ <θειότης αὐτοῦ καὶ ἀΐδιος δύναμις ἐν

τοῖς ποιήμασι καθορᾶται,> οὕτως <ἀπὸ τῆς τοῦ κόσμου

κτίσεως ἡ> τοῦ θεοῦ γνῶσις τοῖς ἀνθρώποις ἐγγίνεται, οὕτως <τὸ

γνωστὸν αὐτοῦ> ἐν πᾶσιν <ἐφανέρωσεν· τὸ> γὰρ <γνωστὸν τοῦ

θεοῦ> ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, οὐσία δὲ καὶ φύσις παντελῶς πᾶσιν

ἄληπτα. ταῦτα καὶ Ἕλληνες ἔγνωσαν, ἀλλὰ <γνόντες οὐχ ὡς θεὸν

ἐδόξασαν.> ἀλλ' ὦ πολλῆς ματαιότητος καὶ μωρίας· ἅπερ ὡς περὶ

θεοῦ θεοπρεπῶς ἐφαντάσθησαν, ταῦτα εἰδώλοις καὶ δαίμοσι καὶ <τοῖς

ἔργοις τῶν χειρῶν αὐτοῦ> λίαν ἀθλίως καὶ δυσσεβῶς περιέθηκαν,

ἀλλάξαντες τὴν τοῦ θεοῦ δόξαν εἰδώλων δόξῃ. καὶ ἀντὶ τοῦ σέβειν θεὸν

ἐσεβάσθησαν εἰδώλοις, καὶ φθαρτῶν εἰδώλοις—ἐπίτασις πωρώσεως

καὶ ἀνοίας—, καί—ἔτι τὸ κακὸν ὑπερβολὴν οὐκ ἔχον—<ἑρπετῶν

καὶ πετεινῶν καὶ τετραπόδων> εἰδώλοις. ἴδε μανίαν, μᾶλλον

δὲ ἴδε πρᾶξιν ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν

<ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις

καὶ θειότης καθορᾶται,> καὶ <ὅτι γνόντες τὸν θεὸν οὐχ

ὡς θεὸν ἐδόξασαν,> δῆλον. πῶς δὲ <ἐματαιώθησαν ἐν τοῖς

διαλογισμοῖς αὐτῶν;> ποίων γὰρ διαλογισμῶν προσκυνεῖν λίθοις

καὶ ξύλοις; ποίων διαλογισμῶν δημιουργοὺς καὶ θεοὺς καὶ ἀϊδίους καὶ

κηδεμόνας ταῦτα καλεῖν; τί οὖν ἀπορεῖς, ὅτι οὐ προσεκύνησαν, ὅτι οὐκ

ἐθεοποίησαν; ἢ τοῦτο μὲν δῆλον. ποίοις δὲ ζητεῖς λογισμοῖς; ἀλλ' ἔχεις

καὶ τοῦτο· ματαίοις γὰρ καὶ ἐσκοτισμένοις καὶ μωροῖς.

<Γνόντες τὸν θεόν,> τοῦτ' ἔστι· τί ποτέ ἐστι θεός; τί ὀφείλει

ὑπολαμβάνεσθαι θεός; τοῦτο γνόντες τοῖς ἑξῆς ἑκόντες ἐσφάλησαν.

Ἄλλως· <Διότι γνόντες τὸν θεόν,> τοῦτ' ἔστι γνῶναι δυνη-

θέντες, εἴπερ ἠθέλησαν. <γνόντες> δέ, φησίν, ὅτι ὅσον ἀπὸ τῆς τῶν

ὁρωμένων διδασκαλίας ἔγνωσαν, καὶ ἀπήρτιστο αὐτῶν ἡ γνῶσις. ἢ

<γνόντες,> φησί, κυρίως, ὅτι καὶ ἔγνωσαν τὸν θεὸν καθ' ὅσον ἐστὶν

αὐτοῦ τοῖς ἀνθρώποις γνωστόν· διὸ καὶ ἔλεγεν ὅτι <τὸ γνωστὸν τοῦ

θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς.> τί οὖν ἐστι <τὸ γνωστὸν

αὐτοῦ;> ὅτι προνοητικός, ὅτι δημιουργικός, ὅτι ἀγαθός, ὅτι δεσπότης,

479

ὅτι ἐξουσιαστής· ταῦτα οὗτοι ὅτι εἶναι δεῖ τῷ θεῷ ἔγνωσαν, καὶ ὅτι δεῖ

σέβεσθαι αὐτόν· γνόντες δ' ἐν τούτῳ τὸν θεὸν καὶ μέχρι τούτου

προελθόντες καλῶς, ἐξετράπησαν τοῦ λοιποῦ καὶ τῆς ἀληθείας

ἀπηνέχθησαν· ταῦτα γὰρ τὰ ὑψηλὰ καὶ ἀξιοπρεπῆ περὶ θεοῦ φαντασθέν-

τες, ἐφ' ἑξῆς οὐχ ὡς προσῆκον θεῷ, οὐδ' ὡς θεὸν ὑπέλαβον καὶ

ἐδόξασαν, ἀλλὰ κατηνέχθησαν εἰς ἀλόγους παντελῶς καὶ ματαίους

ἐννοίας, εἴδωλον φθαρτοῦ ἀνθρώπου καὶ ἀλόγων ζῴων τὸν θεὸν εἶναι

φαντασιωθέντες καὶ ἀνατυπώσαντες. συμβέβηκε δὲ αὐτοῖς τοῦτο τὸ

πάθος καὶ ἡ ἐσχάτη ἀπώλεια, ὅτι λογισμοῖς ἐπίστευον τὸ πᾶν τῆς περὶ

θεὸν καταλήψεως. εἰς τοῦτο δὲ πάλιν περιῆλθον ἐκ τοῦ νομίζειν αὐτοὺς

ὅτι <σοφοί> εἰσι καὶ ἱκανοὶ εἰς τὸ θηρᾶσαι πᾶν ὅπερ ἐστὶν ἀνθρώποις

καταληπτόν. ὦ πόσον ἡ οἴησις κακόν. διὸ καὶ τελείως μωρανθέντες

ἔλαβον τὰς θεοπρεπεῖς ἐννοίας καὶ ὀνομασίας, οἷον τὰ εἰρημένα· τὸ

δημιουργικός, τὸ ἀγαθός, τὸ προνοητικός, τὸ δεσποτικός, τὸ ἐξουσιαστής,

τὸ σεβαστὸς καὶ τὰ ὅμοια, καὶ περιῆψαν αὐτὰ <τοῖς ἔργοις τῶν

χειρῶν αὐτῶν,> ἀλλάξαντες τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι καὶ

ἑξῆς. ἀλλ' ὅρα τὴν τιμωρίαν, σκόπει τὴν ἀντιμισθίαν· ἐγκατελείφθησαν

ὑπὸ τοῦ θεοῦ καὶ ἐγένοντο εἰς πάθη ἀτιμίας παραδεδομένοι, προοίμιον

ταῦτα τῆς ἐκεῖθεν ἀτελευτήτου κολάσεως ἑαυτοῖς ὑποστησάμενοι.

<Τὸ παρέδωκεν αὐτοὺς ὁ θεός,> τοῦτ' ἔστιν ἡ εἰς τὸν θεὸν

πλημμέλεια καὶ παροινία· καὶ ἐπὶ τοῦ ἐναντίου γὰρ εἰώθαμεν λέγειν

ὅτι ἀπώλεσεν αὐτὸν τὸ ἀργύριον, καίτοι οὐ τὸ ἀργύριον ἀπόλλυσιν ἀλλ'

ἡ ἄσωτος αὐτοῦ καὶ ἐπὶ κακῷ χρῆσις. καὶ διέφθειρεν αὐτὸν τῶν

κολάκων τὸ πλῆθος, καίτοι οὐκ ἐκεῖνοι διαφθείρουσιν ἀλλὰ τὸ προσέχειν

καὶ πείθεσθαι τούτοις· τὸ μὲν γὰρ εἶναι κόλακας ἢ μὴ εἶναι οὐκ ἐν ἐμοί,

τὸ δὲ πείθεσθαι τούτοις ἢ μὴ ἐν τῇ γνώμῃ τῇ ἐμῇ. καὶ μυρία ἐστὶν ἡ

τοιαύτη χρῆσις, ἔν τε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ καὶ τῇ τῶν συγγραμμάτων

ἑρμηνείᾳ, οὐ τῶν καθ' ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἔξω τῆς

ἡμετέρας ἑστηκότων αὐλῆς.

<Ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν.>

ἐκ τῶν ὁρατῶν καὶ ἐκ τῶν νοητῶν, φησίν, ἃ ἔκτισεν ὁ θεός, ἠδύναντο

τὴν δύναμιν αὐτοῦ καὶ θειότητα κατιδεῖν καὶ ἐπιγνῶναι, ἀλλ' οὐκ ἠβου-

λήθησαν. διὸ αὐτοὶ <ἑαυτοὺς ἀναπολογήτους> κατέστησαν· ποῖον

γὰρ ἦν εὐκολώτερον, κύκλους καὶ ζώδια εἰδωλοποιῆσαι ἐν οὐρανῷ καὶ

ἀτράκτους καὶ νήματα καὶ εἱμαρμένην καὶ λοξὸν καὶ τέμνοντα καὶ

πόλους καὶ ἀντίποδας καὶ ἀντώμους καὶ μακρὰν φλυαρίαν, ἢ τὸ γνῶναι

ὅτι ἔστι ταύτης τῆς ὁρωμένης καὶ ὑπερφυοῦς καλλονῆς δημιουργὸς καὶ

κηδεμὼν καὶ πηδαλιοῦχος;

480

Röm 1,28

Κἀνταῦθα τὸ <παρέδωκεν ὁ θεός,> ἀντὶ τοῦ ἡ εἰς θεὸν ὕβρις

καὶ τόλμα, ἡ οἰκεία αὐτῶν πρᾶξις, ἡ ἑκούσιος πώρωσις· αὕτη παρέδωκεν

αὐτοὺς εἰς τὰ τῆς ἀτιμίας πάθη.

Röm 1,29—32

Τοῦτο γὰρ ὁ νόμος ὁ Μωϋσαϊκὸς τρανῶς καὶ ἀποτόμως διακε-

λεύεται, ἀξίους θανάτου κρίνων τοὺς τὰ τοιαῦτα πράττοντας.

Röm 2,1—5

Ὑπερβολὴν παρανομίας λέγει· καὶ ἔπραττον αὐτοὶ τὰ παράνομα

καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ

κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτοὶ

ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον, καὶ ὅμως κατέκρινον αὐτόν.

οὕτως ᾔδεισαν ὅτι ἁμαρτάνουσιν, ὥστε πολλῷ μᾶλλον ἑαυτοὺς προ-

κατέκρινον.

Röm 2,6—8

Ἀπὸ κοινοῦ τὸ <ἀποδώσει· ὃς καὶ ἀποδώσει·> ἀποδώσει γὰρ

τοῖς μὲν τὰ ἀγαθά, τοῖς δὲ ἀποδοθήσεται <θυμὸς καὶ ὀργὴ> καὶ τὰ

ὅμοια. ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου· καὶ ἀπὸ κοινοῦ γὰρ καὶ

ζεῦγμα. σκόπει δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει, φησί, τὴν δὲ κόλασιν

οὐκ ἀποδώσει ἀλλ' ἀποδοθήσεται· καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν, ἀλλ'

ἀφῆκεν συνεπινοηθῆναι. οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον

θεοῦ, τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανόντων

πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν.

Röm 2,15—16

Τὸ <μεταξὺ ἀλλήλων τῶν λογισμῶν> καθ' ὑπερβατὸν

εἴρηται· ἐφεξῆς γάρ ἐστι τοῦ <οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου

δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου

δικαιωθήσονται·> ἑρμηνεία γάρ ἐστι, πῶς οἱ μὲν οὐ δικαιοῦνται, οἱ

δὲ δικαιοῦνται. καί φησιν ὅτι οὐ δεομένου τοῦ κριτηρίου μαρτύρων, οὔ

τινων ἔξωθεν ἀποδείξεων, ἀλλ' οἴκοθεν ἐξ αὐτῶν τῶν λογισμῶν καὶ ἡ

ἁμαρτία παρίσταται καὶ ἡ ἀρετὴ ἐπίδηλος γίνεται. διὸ κἂν οἱ ἄνθρωποι

481

ἐνταῦθα ἀθῳῶσιν, οὐ δεῖ τούτοις θαρρεῖν· οὐδὲν γὰρ ἐκείνους ὠφελή-

σουσιν. κἂν πάλιν κατακρίνωσιν, οὐ χρὴ φροντίζειν· οὐδὲν γὰρ ἐκεῖ

βλάψουσιν, ἀλλ' ἀρκεῖ καὶ εἰς κατάκρισιν καὶ εἰς ἀθῴωσιν ἡ τῶν οἰκείων

λογισμῶν συναίσθησις καὶ μαρτυρία. διὰ τί δὲ εἰπὼν <κατηγορούν-

των τῶν λογισμῶν,> οὐκ εἶπε ‹καὶ δικαιούντων›; οὕτω γὰρ ἂν

ἐδηλοῦντο οἱ κολαζόμενοί τε διὰ τοῦ <κατηγορούντων,> καὶ οἱ

σωζόμενοι διὰ τοῦ ‹δικαιούντων›. νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ

προτρέπεται νοεῖν ἡ ἀκολουθία, καὶ τὸ <κατηγορούντων> καὶ τὸ

<ἀπολογουμένων.> φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ

ἀμφότερα λαβεῖν, ἀλλὰ <κατηγορούντων> μὲν τῶν λογισμῶν ἐφ'

ἑτέρων ἤτοι τῶν κολασθησομένων, <ἀπολογουμένων> δὲ ἐφ' ἑτέρων

ἤτοι τῶν σωθησομένων. διὰ τί οὐκ εἶπεν· ‹δικαιούντων καὶ κατακρινόν-

των›; ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται, ἀλλὰ κατηγοροῦσι μὲν

ἢ ἀπολογοῦνται· τὴν δὲ κρίσιν τῆς τιμωρίας ἢ τῆς δικαιώσεως ὁ κριτὴς

ἐπάγει. καλῶς οὖν φησιν· <τῶν λογισμῶν κατηγορούντων ἢ

καὶ ἀπολογουμένων.>

Πάλιν ἔστιν εἰπεῖν· τί οὖν; πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦν-

τος; τὸ γὰρ <κατηγορούντων> εἴρηται, ὅτι ἐπὶ τῶν κολασθησομένων

δεῖ λαβεῖν, τὸ δὲ <ἀπολογουμένων> ἐπὶ τῶν δικαιωθησομένων καλῶς

εἴρηται. πῶς οὖν ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος; κατηγοροῦσι

καὶ ἐνταῦθα—οὐ γάρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας

ἐκεῖθεν ὀφθῆναι—, ἀλλ' ἡ κατηγορία, ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ

ὄγκον τὰ ἁμαρτήματα, οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος· ἀλλ' ἀπο-

λογίαν προάγουσι πρὸς αὐτὴν οἱ λογισμοί, τὸ εὐόλισθον τῆς φύσεως, τὸ

ἀσθενές, τὴν τοῦ θεοῦ φιλανθρωπίαν, τὸν ἔλεον. καὶ παύεται μὲν ἐκείνη,

νικᾷ δὲ ἡ ἀπολογία. ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν, κἂν ἡ κατηγορία

προηγήσατο, ἄξιοι οὗτοι σημαίνεσθαι. ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις

ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα, σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ

κατηγορία, οὐδαμοῦ δὲ ἡ ἀπολογία, τίθησι πάλιν μόνον ἐπ' αὐτῶν τὸ

<κατηγορούντων.> εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτο-

μεν, ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν· καὶ πάλιν

συγγνωστὰ μὲν ἃ διὰ μετανοίας καθηράμεθα, ἀσύγγνωστα δὲ οἷς μηδὲ

τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν.

Δύναται δὲ καὶ ὡς ἔχει τάξεως ἡ λέξις, τοῦ ῥητοῦ ἡ διάνοια

παραληφθῆναι, οἷον· οἱ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν

συνείδησιν ἔχουσιν ἐφ' οἷς ἁμαρτάνουσι κατηγοροῦσαν. οἱ δὲ μὴ

παρειληφότες, φησί, τὸν νόμον, πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ

νόμου, οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας·

ἵνα γὰρ μή τις εἴπῃ· οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθόν, εἰ μὴ

482

νόμῳ πράττουσιν, οὐμενοῦν, φησίν, ἀλλὰ μετὰ συνειδήσεως, διδάσκαλον

ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας. διὸ καὶ μείζονος ἄξιοι

ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων

ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσιν, ἀλλ'

εἰσὶν οἳ καὶ πλημμελοῦσιν, δείκνυσιν οὐδ' αὐτοὺς ἐσομένους ἀτιμωρή-

τους· εἰ γὰρ καὶ μὴ νόμον ἔχουσι, φησί, τὸν κατηγοροῦντα, ἀλλὰ καὶ

οὗτοι δίκας ὑφέξουσι <μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατη->

γορούντων. τὸ δὲ ἢ <καὶ ἀπολογουμένων> πίστωσίς ἐστιν ἐκ τοῦ

ἐναντίου ἐπαγομένη, ὡσανεὶ ἔλεγεν ὅτι, ὥσπερ <ἀπολογουμένων> τῶν

λογισμῶν ἀθῴωσις ἀκολουθεῖ τοῦ νόμου χωρίς, οὕτω <κατηγορούν-

των> πάλιν χωρὶς τοῦ νόμου ἡ κατάκρισις ἕπεται. πότε δὲ ταῦτα; ἐν τῇ

δευτέρᾳ παρουσίᾳ.

Röm 2,18—21

Μορφοῦται <τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἐν

τῷ νόμῳ ἀληθείας> ὁ εἰδὼς αὐτὸν καὶ πολιτευόμενος κατ' αὐτόν·

τέθεικε γὰρ τὸ μὲν <μόρφωσιν γνώσεως> ἐπὶ τοῦ εἰδέναι, τὸ δὲ

<μόρφωσιν ἀληθείας> ἐπὶ τοῦ πράττειν· ἐκεῖνος γὰρ ἀληθῆ τὴν ἐν

τῷ νόμῳ γνῶσιν δεικνύει, ὁ διὰ τῶν ἔργων πληρῶν αὐτήν, ἐκεῖνος

πιστήν. σὺ δέ, φησί, <πέποιθας> μὲν <σεαυτὸν εἶναι παιδευτὴν

καὶ ὁδηγὸν καὶ διδάσκαλον,> οὐχ ἁπλῶς, <ἀλλ' ἔχοντα τὴν

μόρφωσιν τῆς ἐν τῷ νόμῳ γνώσεως καὶ τῆς ἐν τῷ νόμῳ

ἀληθείας·> οὕτως δὲ πολιτεύῃ ὡς μηδὲ διδασκαλίας νομικῆς πώποτε

ἀκούσας. ὁ οὖν τὴν μόρφωσιν πεποιθὼς ἔχειν τῆς γνώσεως καὶ τῆς

ἀληθείας, ὁ τῶν ἀφρόνων παιδευτὴς εἶναι πεποιθώς, ὁ ὁδηγός, ὁ

διδάσκαλος εἶναι πεποιθώς, πρῶτον σεαυτὸν δίδαξον· διδάξεις δέ, ὅτε

ἐπὶ τοῖς ἔργοις δείξεις ἀληθεύουσαν τὴν διδασκαλίαν.

Röm 2,22—26

<Ὁ βδελυσσόμενος,> φησί, <τὰ εἴδωλα ἱεροσυλεῖς;> εἰ γάρ

τις βδελύσσεται τὰ εἴδωλα, ὡς τῶν οἰκείων ἐθῶν καὶ νομίμων καὶ

ἱερῶν ἀκριβὴς φύλαξ, ἔπειτα τὰ οἰκεῖα ἱερὰ ἀποσυλᾷ, πόσης οὗτος οὐκ

ἔστιν ἄξιος τιμωρίας; δι' ὧν μὲν προσποιεῖται ἀποστρέφεσθαι τὰ

εἴδωλα, τιμᾶν καὶ περιπτύσσεσθαι δοκῶν τὴν ἰδίαν λατρείαν καὶ τὰ

περὶ αὐτὴν ἱερά, δι' ὧν δὲ τολμηρὰν καὶ κλέπτουσαν χεῖρα ἐπαφίησιν

αὐτοῖς, μᾶλλον τῶν εἰδώλων ἐξυβρίζων καὶ εἰς τὸ μηδὲν ἡγούμενος

αὐτά, παραπλήσιός ἐστιν οὗτος ὡς ἀληθῶς τῷ λέγοντι μὲν ἑτέροις μὴ δεῖ

κλέπτειν, πράττοντι δὲ τὰ τῶν κλεπτόντων· ὥσπερ γὰρ ἐκεῖνος ἐναντία

τοῖς λόγοις διὰ τῶν ἔργων πράττων ἐπιδείκνυται, οὕτω καὶ οὗτος

483

ἐναντία τοῦ βδελύσσεσθαι τὰ εἴδωλα δι' ὧν ἱεροσυλεῖ διαπράττεται, διὰ

τῆς εἰς τὰ ἱερὰ κλοπῆς καὶ ὕβρεως θεραπεύων τοὺς δαίμονας ὧν ἦσαν

τὰ εἴδωλα οἰκητήρια.

Ἐπεὶ οὖν σημεῖόν ἐστιν ἡ <περιτομὴ> παθῶν ἐκκοπῆς, εἴ τις οὐκ

ἐκκέκοπται τὰ πάθη, δηλονότι ἀκρόβυστός ἐστι, κἂν τὸ σημεῖον ἐπὶ

τοῦ σώματος φέρῃ· τοὐναντίον γὰρ οὐ μόνον οὐδὲν ὠφελεῖται οὗτος

ἀλλὰ καὶ πλέον βλάπτεται, ψευδόμενός τε κατὰ τῆς ἀληθοῦς περιτομῆς

ἧς ἦν σύμβολον ἡ κατὰ σάρκα, καὶ αὐτὴν ταύτην ὑβρίζων ὡς ἄχρηστον

ποιῶν καὶ μηδὲν σημαίνουσαν ὧν ἐδόθη σημεῖον εἶναι. εἰ δέ τις

ἐκκέκοπται τὰ πάθη, κἂν τὸ σημεῖον οὐκ ἐντετύπωται τῇ σαρκί, οὐδὲν

ἧττον περιτέτμηται τὴν ἀληθινὴν περιτομήν, εἰ μὴ καὶ μᾶλλον ὅσῳ

μηδὲ δεηθεὶς τῆς αἰσθητῆς, ἥτις χάριν παρελαμβάνετο μνήμης καὶ

συμβόλου.

<Ἡ περιτομή σου ἀκροβυστία γέγονεν,> τοῦτ' ἔστι

βδελυκτὸν κατὰ τὸν ἐκείνων νοῦν· βδελυκτὸν γὰρ ἐκεῖνοι τὸν ἀκρό-

βυστον ἡγοῦντο. ἐὰν οὖν, φησίν, οὐ φυλάττῃς οὐδὲ πράττῃς τὰ τοῦ

νόμου, ἡ περιτομή σου ὅπερ ἦν θεάρεστον, γέγονε βδελυκτὸν καὶ

ἀπόβλητον. ἐὰν δὲ ὁ ἀκρόβυστος τὰ δικαιώματα φυλάττῃ τοῦ νόμου,

ἡ ἀκροβυστία αὐτοῦ ὅπερ ἦν βδελυκτόν, θεάρεστον καὶ θεοφιλὲς λογισθή-

σεται αὐτῷ τῷ νομοθέτῃ καὶ δημιουργῷ, καὶ τοσοῦτον θεάρεστον καὶ

ἀπόδεκτον ὅσον καὶ σὲ διὰ τοῦ αὐτοῦ ἐλέγχεσθαι καὶ κατακρίνεσθαι.

σκόπει δὲ πῶς σοφῶς καὶ δριμέως φησίν· <ἐὰν οὖν ἡ ἀκροβυστία

τὰ δικαιώματα τοῦ νόμου φυλάττῃ,> καὶ οὐκ εἶπε ‹τὸν νόμον

φυλάττῃ›, ἵνα γὰρ μὴ εἴπῃ ὁ Ἰουδαῖος· ‹καὶ πῶς ἔνι τὸν ἀκρόβυστον

φυλάττειν τὸν νόμον αὐτῷ τούτῳ παραβαίνοντα, τῷ ἀκρόβυστον εἶναι›

ἵνα οὖν μηδ' ἐν τούτῳ δῷ αὐτοῖς λαβήν, οὐχ οὕτως φησὶν ἀλλὰ <τὰ

δικαιώματα τοῦ νόμου.> καὶ ἐπὶ μὲν αὐτῶν ἐκείνων <τὸν

νόμον> φησίν, ἐπὶ δὲ τῶν ἀκροβύστων <τὰ δικαιώματα τοῦ

νόμου.> οὐ πάντα, φησί, τὸν νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα,

ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα,

ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συνεφώνει τῇ χάριτι,

τὰ δὲ ἕνεκεν μόνης τῆς ἐκείνων ἀσθενείας ἦσαν δεδομένα.

Röm 2,27

<Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία.> ἐλέγξει σε, φησίν,

ὁ τὸ σημεῖον μὲν μὴ ἔχων, τὰ δὲ τοῦ σημείου κατορθώσας, ὡς μὴ

κατορθώσαντα, καίτοι δέον, ἐπεὶ καὶ ὑπέσχου διὰ τοῦ σημείου, μᾶλλον

ἐκείνου τὸ κατόρθωμα ἐπιδεικνύναι.

484

<Τὸν νόμον τελοῦσα>, κατ' ἐκεῖνο δηλονότι καθὸ τὰ δικαιώ-

ματα αὐτοῦ φυλάττει. σκόπει δέ· πρῶτον μὲν <δικαιώματα νόμου>

εἰπὼν καὶ οὐκ αὐτὸν τὸν νόμον, νῦν αὐτὸν <τὸν νόμον> τελεῖν φησιν,

ὑποδηλῶν ὅτι ταῦτά ἐστι κυρίως νόμος, ἡ δὲ περιτομὴ καὶ τὰ τοιαῦτα

οὐδὲ κυρίως νόμος.

Röm 3,3

Ἀντιπίπτον λύει· <τί γὰρ εἰ ἠπίστησάν τινες;> ἀπορήσειε γὰρ

ἄν τις ὅτι <ἐνεπιστεύθησαν μὲν τὰ λόγια τοῦ θεοῦ>, τὰ δὲ

λόγια τοῦ θεοῦ μεγάλας μὲν δωρεὰς καὶ εὐεργεσίας ὑπισχνεῖτο, ἀλλ' ἐν τῇ

τῶν παραδεξαμένων πίστει καὶ παραφυλακῇ αὗται τὴν ὑπόστασιν καὶ

τὴν ἔκβασιν εἶχον. πολλῶν δὲ ἀπιστησάντων καὶ παραβεβηκότων

ἀκόλουθον κεκωλύσθαι μὲν τὰς ὑποσχέσεις εἰς πέρας ἐξελθεῖν, μάτην δὲ

καὶ τὰ λόγια τοῦ θεοῦ καταπιστευθῆναι τούτοις, εἰς μηδὲν δὲ χρήσιμον

καὶ τὴν περιτομὴν ἐξελεγχθῆναι, εἴ γε ἡ μὲν περιτομὴ διὰ τὰ λόγια, τὰ

λόγια δὲ διὰ τὰς δωρεάς, αἱ δὲ δωρεαὶ διὰ τῆς πίστεως ἐλάμβανον

πέρας· τὴν πίστιν δὲ ἠθέτησαν οἱ παραβεβηκότες, ὥστε οὐδεμία, φησίν,

ὠφέλεια τῆς περιτομῆς. ταύτην οὖν ἐπιλυόμενος τὴν ἀπορίαν φησίν·

<τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν

πίστιν τοῦ θεοῦ καταργήσει;> τοῦτ' ἔστι τὸ πιστὸν τῶν

ὑποσχέσεων αὐτοῦ, τὸ ἀληθές, τὸ ἀμετάθετον. <μὴ γένοιτο,> φησί,

διὰ τὴν ἐκείνων ἀπιστίαν ἢ τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ

ἀληθὲς μάταιον ἀπελεγχθῆναι, ἢ τῆς περιτομῆς τὴν νομοθεσίαν εἰς

μηδὲν ὠφέλιμον χρηματίσαι· τὴν γὰρ αἰτίαν ἔχειν οὐκ ἄλλος ἀλλ'

οἱ παραβεβηκότες εἰσὶ δίκαιοι. ἢ μᾶλλον οὕτως· μὴ γένοιτο ὑπερισχύσαι

τὴν ἀπιστίαν ἐκείνων, ὥστε δι' ἐκείνων καταργηθῆναι καὶ ἀτελὲς καὶ

ἀνέκβατον ὀφθῆναι τὸ ἐν ταῖς ὑποσχέσεσιν αὐτοῦ πιστὸν καὶ πανάληθες·

κἂν γὰρ ἐκεῖνοι ἠπίστησαν, αὐτὸς οὐδὲν ἔλαττον τὸ ἑαυτοῦ ἐποίησεν καὶ

τὰς ἐπαγγελίας ἐξεπλήρωσεν. δυνατὸν δὲ <πίστιν θεοῦ> ἐκλαβεῖν καὶ

τὴν ἐν τοῖς μὴ παραβεβηκόσι διαμείνασαν πίστιν· αὕτη γὰρ θεοῦ πίστις, ὡς

εἰς θεὸν οὖσα καὶ ἐκ θεοῦ αὐτοῖς διαφυλαχθεῖσα· ἡ μὲν γὰρ ἀπιστία τῆς

μοχθηρίας τῶν ἀπιστησάντων, ἡ δὲ πίστις ἐκ θεοῦ ἑδράζεται τοῖς ἀξίοις.

ἡ οὖν ἐκείνων ἀπιστία, μὴ γένοιτο, φησίν, ὅτι νικᾷ τὴν εἰς θεὸν καὶ διὰ

θεοῦ μεμενηκυῖαν πίστιν· ὥστε τέλος ἕξουσιν αἱ ἐπαγγελίαι, ὥστε ἐστὶν

ὠφέλεια καὶ τῆς περιτομῆς.

Röm 3,4

<Γινέσθω> ὑμῖν, φησίν, ὁ <θεὸς ἀληθής>· λογιζέσθω, νοείσθω,

φρονείσθω ὅτι ὁ <θεὸς ἀληθής,> καὶ ὅτι <πᾶς ἄνθρωπος

ψεύστης.> εἰ οὖν τοῦτο, εἰ καί τινες ἠπείθησαν, οὐδὲν ἧττον ὁ θεὸς ἃ

485

ἐπηγγείλατο τῷ Ἀβραὰμ εἰς τέλος ἄξει. πῶς οὖν, φησί, καὶ ἀπιστοῦσι

καὶ παρανομοῦσιν; ναί, φησίν· τὰς γὰρ οἰκείας ἐπαγγελίας αὐτοῦ ἐπάγον-

τος, ἐκείνων παραβεβηκότων καὶ ἡμαρτηκότων, καὶ τὸ ἐκείνων ἄγνωμον

καὶ ἀχάριστον μᾶλλον ἐλέγχεται. οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπερβάλλον τῆς

εὐεργεσίας καὶ ἀληθείας τοῦ θεοῦ καὶ δικαιοσύνης ἐπίπλεον ἀπογυμνοῦ-

ται καὶ ἐπιδείκνυται, καὶ νίκη αὐτῷ λαμπρὰ ἐκ τούτου περιγίνεται, ὡς

καὶ ὁ Δαυὶδ μαρτυρεῖ λέγων· <ὅπως ἂν δικαιωθῇς ἐν τοῖς

λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.> ὥστε εἰ ἐκ τῆς

ἐπαγγελίας τὸ πέρας τῆς ἐπαγγελίας, ταύτην δὲ κατεπιστεύθησαν οἱ

Ἰουδαῖοι, <πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τοῦ

Ἰουδαίου,> εἰ καί τινες αὐτῶν γεγόνασι παραβάται. εἶτα τί οὖν,

φησίν, εἰ ἐκ τῆς ἡμῶν ἀδικίας νίκη γίνεται τῷ θεῷ καὶ ἑξῆς;

Röm 3,5—8

Ἀπορίαν διὰ τούτων μεγάλην ἀνακινεῖ καὶ ἐπιλύεται λίαν σοφῶς

καὶ ἐμφρόνως. εἰ μὴ ἥμαρτον, φησίν, ἐροῦσί τινες, οὐκ ἂν ὁ θεὸς ἐφάνη

ἀληθής, οὐκ ἂν δίκαιος, οὐκ ἂν ἐνίκησεν. πρὸς οὓς λέγει· εἰ σὺ τῆς

νίκης αὐτῷ καὶ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης αἴτιος, πῶς σε κολάζει

ἁμαρτάνοντα; πῶς σε τιμωρεῖται; μὴ ἄδικον αὐτὸν ἐρεῖς; καὶ ποίας

δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν

διὰ τοῦ εἰπεῖν· <ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;> ἀντὶ τοῦ

πῶς αὐτὸν δίκαιον ἔλεγες καὶ κριτήν; δι' ὧν γὰρ σαυτὸν αἴτιον ἔλεγες

τῆς δικαιοσύνης αὐτοῦ, κριτὴν ἀνωμολόγεις αὐτὸν καὶ δίκαιον· δικαιο-

σύνη γὰρ τέλος κρίσεως. εἰ οὖν ἐπάγει ὀργὴν τοῖς ἁμαρτάνουσιν, πῶς

αἴτιοι τῆς δικαιοσύνης αὐτοῦ; ἀλλ' ἄδικον ἐρεῖς, φησίν, ἀλλ' οὐκ ἔχεις

εἰπεῖν· δίκαιον γὰρ δι' ὧν ἠπόρεις, ἀνωμολόγησας. ὥστε οὔκ εἰσιν οἱ

ἁμαρτάνοντες οὔτε τῆς νίκης οὔτε τῆς ἀληθείας οὔτε τῆς δικαιοσύνης

αἴτιοι. εἶτα προάγει καὶ ἑτέρως τὸ ἐπιχείρημα· εἰ διὰ τοῦ ἐμοῦ ψεύδους,

ὡς λέγεις, δοξάζεται ὁ θεὸς ἀληθής, οὐ κατακρίσεως ἀλλὰ τιμῆς

ἀπολαύειν μᾶλλον ὤφειλον. καὶ πλέον ψεύδεσθαι καὶ ἁμαρτάνειν ἔδει

με, ἵνα πλέον ἐδοξάζετο ὁ θεὸς καὶ πλέον ἀπέλαυον ἐγὼ τῶν ἀγαθῶν.

ἀλλὰ μὴν οὐδεὶς ἂν τοῦτο τολμήσειε λέγειν· δῆλον γὰρ τὸ ἄτοπον. διὸ

καὶ εἴ τινες λέγουσι περὶ ἡμῶν, ὅτι φρονοῦμεν ὡς ἐν τῇ πράξει τῶν

κακῶν ἔρχεται ἡμῖν τὰ ἀγαθά, ἀπαραίτητον κρίμα ἕξουσιν, ὅτι εἰς

τοιαύτην συκοφαντίαν ἡμᾶς διασύρουσιν. καὶ ὅρα σοφίαν· αὐξῆσαι γὰρ

θέλων τὸ ἄτοπον, οὐδὲ τοὺς ἀποροῦντας ταῦτα τοῦτο λέγοντας εἰσάγει

ἀλλ' ἑτέρους τινάς, καὶ βλασφημίαν αὐτὸ καλεῖ· <καθὼς> γάρ, φησί,

<βλασφημούμεθα.> εἰ οὖν οἱ λέγοντες τοῦτο καθ' ἡμῶν ἀπαραίτητον

486

ἕξουσι τὴν δίκην, πολλῷ μᾶλλον οὐκ ἂν τολμήσαιμεν ἡμεῖς οὐδ' εἰς

νοῦν παραδέξασθαι, ὅτι ἐν τῇ πράξει τῶν κακῶν παραγίνεται τὰ ἀγαθά.

εἰ δὲ μὴ τοῦτο, οὐδ' ὅτι ἐπίπλεον ἁμαρτάνειν δεῖ, ἵνα πλεῖον δοξασθῇ

ὁ θεός· εἰ δὲ μηδὲ τοῦτο, δῆλον ὡς οὐδὲ τὸ λέγειν ὅτι διὰ τοῦ ἐμοῦ

ψεύσματος δοξάζεται ὁ θεὸς ἀληθής. οὐδεὶς ἄρα αἴτιος θεῷ οὔτε τῆς

ἀληθείας αὐτοῦ οὔτε τῆς δικαιοσύνης οὔτε τῆς νίκης αὐτοῦ.

Röm 3,9

<Τί οὖν; προεχόμεθα; οὐ πάντως.> τί οὖν ἔχομεν, φησίν,

ἡμεῖς οἱ Ἰουδαῖοι πλέον; τί; οὐδέν. τί δήποτε; ὅτι <πάντες ὑφ'

ἁμαρτίαν ἐσμὲν Ἰουδαῖοι καὶ Ἕλληνες.> διὰ τοῦ νόμου,

φησί, καὶ τῆς περιτομῆς οὐδὲν προκατέχομεν πλέον ὧν ἔχομεν.

Τὸ χωρίον τοῦτο διττῶς δύναται ἀναγνωσθῆναι καὶ δύο καὶ τὰς

ἐννοίας ἔχειν· μίαν μὲν ὡς ἀπὸ τῶν Ἰουδαίων προτεινόμενον, ἑτέραν δὲ

ὡς ἀπὸ τῶν ἐν ἀκροβυστίᾳ πιστῶν προβαλλόμενον. εἰ μὲν οὖν

ἀναγνῶμεν <τί οὖν προεχόμεθα;> ἅμα συνείροντες τῷ ἐρωτηματικῷ

μορίῳ τὸ <προεχόμεθα,> ὡς ἀπὸ τῶν Ἰουδαίων δηλοῦται προτεινό-

μενον, καὶ ἔννοιαν ἔχοι ἂν τοιαύτην· τί οὖν, φησίν, προέχομεν; καὶ τί

ἐκερδήσαμεν προκριθέντες τῶν ἀκροβύστων; πρὸς οὓς τὸ <οὐ πάντως>

ἀπόκρισις ἀποδίδοται, τοῦτ' ἔστιν οὐκ ἐκ παντὸς τρόπου κέρδος ὑμῖν

τοῦτο· μὴ φυλάξασι γὰρ τὰ ἐμπιστευθέντα οὐδεμία διαφορὰ οὐδὲ κέρδος,

ἀλλὰ καὶ ἡ τιμωρία μείζων. οὕτῳ μέν, εἰ ἐν συνεπείᾳ τὸ <τί οὖν> μετὰ

τοῦ <προεχόμεθά> τις ἀναγνῷ. εἰ δὲ κατὰ διαστολὴν ἄμφω ποιῶν

ἐρωτηματικὰ καὶ τὸ <τί οὖν;> καὶ τὸ <προεχόμεθα;> ὡς ἀπὸ τῶν

ἀκροβύστων πιστῶν εἴη ἂν διαπορούμενον. ἐπειδὴ γὰρ προεῖπεν ὅτι

πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου, ἐπάγει ὁ ἀκρόβυστος διαπορῶν καὶ

λέγων· τί οὖν; προεκρίθησαν ἐκεῖνοι; προέλαβον; ἡμεῖς προελείφθημεν;

προεχόμεθα; ποῦ ἡ τοῦ θεοῦ δικαιοσύνη; πρὸς οὓς ὁ θεῖος Παῦλός

φησιν· μὴ γένοιτο· <οὐ πάντως> γάρ, φησί, τοῦτ' ἔστι μὴ κατορθώσαντες

μὲν ὑπαίτιοί εἰσιν ὥσπερ καὶ ὑμεῖς μὴ κατορθώσαντες· κατορθωσάν-

των δὲ ἑκατέρων ἴση ἡ σωτηρία. ὥστε οὐ προέχεσθε.

Μάχεσθαι δοκεῖ τὸ <τί οὖν; προεχόμεθα;> καὶ ἑξῆς πρὸς τὸ

προειρημένον, ὅτι <πολὺ κατὰ πάντα τρόπον τὸ περισσὸν τῶν

Ἰουδαίων> καὶ ἡ <ὠφέλεια τῆς περιτομῆς·> λέγει γὰρ ἐκεῖ μὲν πολὺ

προκεκρίσθαι καὶ πλέον τοὺς περιτετμημένους τῶν ἀκροβύστων ἔχειν,

ἐνταῦθα δὲ οὐδὲν προέχειν. ἢ οὐκ ἔστι μαχόμενον· ἐκεῖ μὲν γὰρ πλέον

ἔχειν φησὶν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἀληθείας τοῦ θεοῦ, ὅτι τὰ λόγια

κατεπίστευσεν, ὅτι τὰς ὑποσχέσεις ἐπλήρωσεν μὴ κωλυθεὶς ὑπὸ τῶν

ἀπιστησάντων, ἐνταῦθα δὲ αὐτὰ καθ' ἑαυτὰ τὰ πρόσωπα συγκρίνει τῶν

487

ἀκροβύστων καὶ τῶν περιτετμημένων, καὶ λέγει αὐτοὺς μηδὲν ἑτέρους

ἑτέρων προέχειν. οἵ τε γὰρ κατορθοῦντες τὴν ἀρετήν, ὁποίας ἂν εἴησαν

τάξεως, ὁμοίως τῆς εὐεργεσίας ἀπολαύουσιν· οἵ τε πάλιν παραβαίνοντες,

κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν

τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ ‹οὐδὲν προεχόμεθα›

καὶ τὸ ‹πολὺ τὸ περισσὸν τοῦ Ἰουδαίου› καὶ ‹ἡ ὠφέλεια τῆς περι-

τομῆς›· κατ' ἄλλον γὰρ τρόπον ἐκεῖ εἴρηται καὶ κατ' ἄλλον νῦν ἡ σύγκρισις

παρείληπται.

Röm 3,19—20

<Καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ,> ὑπόχρεως

εἰς τὸ πιστεῦσαι Χριστῷ τῷ θεῷ· εἰ γὰρ τοῖς ὑπὸ νόμον εἴρηται ὑπ'

αὐτῶν τῶν προφητῶν, ὅτι οὐκ ὀρθοποδοῦσιν ἀλλὰ πόρρω τῆς ὀρθῆς

βαδίζουσι πολιτείας, τὰ δὲ ἔθνη πολλῷ μᾶλλον ὑπάρχει ἐν ἀπωλείᾳ καὶ

πλάνῃ, δηλονότι πᾶς ὁ κόσμος ὑπόχρεώς ἐστι πιστεῦσαι Χριστῷ τῷ

θεῷ, τῷ μόνῳ δυναμένῳ ῥύσασθαι καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ

πάντα τὸν κόσμον διὰ τῆς οἰκείας χάριτος ἐκ τῶν ἁμαρτημάτων αὐτῶν

καὶ τῆς μακρᾶς πλάνης καὶ ἀπωλείας αὐτῶν. εἶτα πάλιν ὥσπερ ἀντι-

πίπτον λύει. ἴνα γὰρ μή τις εἴπῃ· τί οὖν; ὁ νόμος…

ἐπάγε…

The complete text is available when the reading interface loads.