The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam I ad Corinthios

Edition reference
Fragmenta in epistulam I ad Corinthios (in catenis), ed. Staab, op. cit., 544–583.
CTS identifier
urn:cts:greekLit:tlg4040.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

547

Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ.>

οὐκοῦν οὐδὲ ἡμεῖς, φησί, καυχησόμεθα; ναί, φησίν· ὑμεῖς οἱ πιστοὶ

καυχᾶσθαι ὀφείλετε· οὐ γάρ ἐστε ὑμεῖς σάρξ, ἀλλ' ἐξ αὐτοῦ διὰ τῆς

παλιγγενεσίας ἐγεννήθητε. καὶ σοφοί ἐστε, ἀλλ' αὐτὸν ἔχοντες σοφίαν

τὸν ἀπολυτρωσάμενον τῆς τυραννίδος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ

ἁγιάσαντα διὰ τοῦ βαπτίσματος· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ δι-

καιώσαντα διὸ τῶν χαρισμάτων. ἡμεῖς οὖν διὰ ταῦτα ὀφείλομεν

<καυχᾶσθαι·> καυχᾶσθαι δὲ οὐχ ὅτι κατορθώματί τινι ἡμετέρῳ τού-

των ἠξιώθημεν, ἀλλ' <ἐν κυρίῳ,> ὅτι πάντα τῆς αὐτοῦ φιλανθρωπίας

καὶ δωρεᾶς τῆς εἰς ἡμᾶς τὰ τηλικαῦτα ὑπάρχει πλεονεκτήματα.

<Σοφία ἀπὸ θεοῦ> ἀντὶ τοῦ θεία σοφία, θεϊκή, οὐχ οἵα ἡ

ἀνθρωπίνη.

1 Kor 2,3

<Καὶ ἐγὼ ἐν ἀσθενείᾳ.> μονονουχὶ λέγων· τί προσενείματε

ἑαυτούς, οἱ μὲν τοῖς σοφοῖς, οἱ δὲ τοῖς δυνατοῖς; μή τι ταῦτα συμβάλλετε

πρὸς τὸ κήρυγμα, ἡ δοκοῦσα σοφία καὶ ὁ πλοῦτος καὶ ἡ δύναμις; ἐν-

θυμήθητε πῶς ἦλθον κηρύσσων ὑμῖν· ἐν σοφίᾳ; ἀλλ' οὐκ ἔχοιτ' ἂν

τοῦτο εἰπεῖν. ἀλλ' ἐν δυναστείᾳ; καὶ μὴν τρέμων καὶ φόβων καὶ ἀπειλῶν

γέμων, οὕτως ἐκήρυσσον ἐν ὑμῖν. τί οὖν ὑμεῖς τούτων λήθην λαβόντες,

σοφοὺς καὶ πλουσίους καὶ δυνάστας ἐπιζητεῖτε, καὶ τούτους ὑμῖν

διδασκάλους καὶ καθηγητὰς ἀποφαίνεσθε;

1 Kor 2,14—16

<Ὁ ψυχικὸς> χρείαν ἔχει ἀνακρίσεως καὶ ἐξετάσεως καὶ μαθήσεως

πνευματικῆς, ἵνα παραδέξηται τὰ τοῦ πνεύματος. ἀλλὰ πρὸς ταύτην

548

ἀπαυθαδιζόμενος καὶ δοκῶν ἀρκεῖσθαι τοῖς ἀνθρωπίνοις λογισμοῖς, οὐ

μόνον οὐδὲν ὧν ἀγνοεῖ καταλαμβάνει, ἀλλὰ καὶ τοὐναντίον εἰς πλείονα

καταβαπτιζόμενος ἄγνοιαν, τὸ ἐκείνου πάθος καὶ νόσημα τοῖς τοῦ

πνεύματος νόμοις περιάπτει καὶ ἡγεῖται αὐτὰ μωρίαν, δέον ἑαυτῷ

μέμφεσθαι ταπεινοῖς καὶ ἀνθρωπίνοις μέτροις τὰ ὑπερφυῆ καὶ κρείττονα

λογισμῶν μετρεῖν καὶ καταλαμβάνειν ἐγχειρήσαντι. ὁ <δὲ πνευματι-

κὸς> οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως

ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ

ὑπ' οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πιστῶν ὅτι οὐδὲ διαστασιάζει

οὐδὲ διαφωνεῖ πρὸς αὐτούς, ὑπὸ δὲ τῶν ἀπίστων ὅτι πολλῷ κρείττων

ἐστὶ τῆς ἐκείνων ἀνακρίσεως, καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης, ἀλλὰ

καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις μέγιστον

ἐμπόδιον αὐτῇ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέ-

ξασθαι τὰ τοῦ πνεύματος. διὸ καὶ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ,

ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας τῆς φρενούσης αὐτοὺς καὶ

διεγειρούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν· αὗται γὰρ

αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς

αὐτὸν παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις

χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν. διὸ οἱ ταύταις ἑαυτοὺς

καταρτίσαντες εἰκότως <νοῦν Χριστοῦ ἔχομεν·> τὰ γὰρ τοῦ Χριστοῦ

φρονοῦντες καὶ νοοῦντες οὐκέτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ

σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι,

ἀλλὰ πάγιοι καὶ ἀμετάπειστοι γεγονότες ἐν οὐρανίῳ καὶ θείῳ νοῒ τῆς

ἀληθείας καρπούμεθα τὴν κατάληψιν.

Καθ' ὑπερβατὸν τὸ <τίς ἔγνω νοῦν κυρίου;> ἐφ' ἑξῆς γὰρ

ὀφείλει συντάττεσθαι τοῦ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνε-

ται. δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ ὡς ἔχει φράσεως τὸ χωρίον

ἐκλαβεῖν.

1 Kor 3,4—9

Ἐπειδὴ πολλὰ κατέδραμε τῶν διδασκάλων λέγων· <τίς ἐστι

Παῦλος; τίς δὲ Ἀπολλώς;> καὶ πάλιν· <ὥστε οὔτε ὁ ποτίζων

ἔστι τι οὔτε ὁ φυτεύων>—τοῦτο δὲ ἐποίει πραΰναι θέλων τὴν

φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων καὶ εἰς ἔρεις καὶ

στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων—· ἐπεὶ οὖν ἱκανῶς ἔδοξε

καθαιρεῖν τὸν ἐκείνων τῦφον διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν

Ἀπολλώ, ἵνα μήτινες εἴπωσιν· οὐκοῦν μάτην διδάσκεις, μάτην τοὺς

549

ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα, ἐπήγαγεν τὰς τοιαύτας

ἀποκρουόμενος λαβάς· <ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται

κατὰ τὸν ἴδιον κόπον,> μονονουχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ

καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ

καὶ ἰδιοποιεῖσθαι καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος, ἀλλ' οὖν

γε μισθὸν λήψεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον. εἶτα

ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ

μισθός· <θεοῦ γάρ,> φησίν, <ἐσμὲν συνεργοί,> ἅμα μέν, ὥσπερ

εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς

ὅτι θεοῦ ἐστι τὸ ἔργον. ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν

αὐτό, μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ <συνεργῶν,> τὸ

δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν ἐχθρῶν καὶ πολεμίων. εἶτα ἐπιμένει τῷ

αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι, ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν

λαὸν προσώποις ὅλως· <θεοῦ γεώργιόν ἐστε,> φησίν, <θεοῦ οἰκο-

δομή.> τί κατευτελίζετε ἑαυτούς, ἐνὸν θεοῦ εἶναι τοῖς ὁμοδούλοις

ἀνατιθέμενοι;

1 Kor 3,15

Τὸ <σωθήσεται,> τοῦτ' ἔστιν οὐκ ἀφανισθήσεται, οὐδὲ εἰς τὸ μὴ

ὂν χωρήσει ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὗται γὰρ μέχρι μὲν

τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἔχειν ἐδόκουν καὶ ἐπράττοντο, ἐλθούσης

δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς αὗται μὲν φροῦδοι γεγόνασι, μήτε

εἶναι μήτε πράττεσθαι δυνάμεναι. ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄν-

θρωπος οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται, ἀλλὰ μένει καὶ

σώζεται τὴν <διὰ πυρὸς> δίκην τιννύς. διὰ τοῦτο γὰρ καὶ εἰπὼν

<σωθήσεται,> ἐπήγαγεν ἑρμηνεύων πῶς σωθήσεται, τοῦτ' ἔστιν εἰς

τοῦτο μένει καὶ σώζεται, εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι.

1 Kor 3,19

Πῶς <ἐδράξατο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν;>

ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως τοῦ κατὰ

Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ

ἔτυχον ὧνπερ ἤλπισαν ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες,

ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτῶν ἐχώρησεν,

ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς

περιβαλούσης.

550

1 Kor 3,20—23

Εἰ οὖν <οἱ διαλογισμοὶ τῶν ἀνθρώπων μάταιοί> εἰσιν

καὶ <οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ> αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι

κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισμῶν

δεινότης ἰσχύει τι ἢ συντελεῖ πρὸς τὴν τῶν πνευματικῶν διδασκαλίαν καὶ

μάθησιν. εἰ δὲ μηδὲν τούτων πρὸς ταῦτα συντελεῖ, πῶς ἄν τις διδάσκων

καυχήσαιτο, μηδὲν τῶν ἐν ἀνθρώποις δοκούντων ἰσχύειν ἀποδεδειγμένων,

ὡς συντελοῦσι πρὸς ὄνησιν; δῆλον γὰρ ὡς, εἴ τίς τι καὶ διδάσκει, χάριτός

ἐστι καὶ δωρεᾶς τῆς ἄνωθεν, ἀλλ' οὐχὶ οἰκείας σοφίας ἔργον ἢ τῆς

κατὰ διάνοιαν ὀξύτητος. τὰ δὲ χαρίσματα οὐχ ἵνα τούτοις ἐπαιρώμεθα

λαμβάνομεν, ἀλλ' ἐπὶ κοινῇ τῶν ἀνθρώπων ὠφελείᾳ.

Τὸ <ἐν ἀνθρώποις> ἢ ἐπὶ τοῖς διδασκάλοις—οὐ γάρ τι ἔχουσιν

αὐτοὶ οἴκοθεν—, ἢ ἐπὶ τοῖς ἀνθρωπίνοις λογισμοῖς—οὐ γάρ ἐστι δι'

αὐτῶν καταλαβεῖν τὴν ἀλήθειαν. μᾶλλον δὲ ἡ ἀνωτέρω ἐκδοχὴ καὶ τῇ

λέξει τοῦ χωρίου καὶ τοῖς ἐφεξῆς ἐστιν ἐφαρμόζουσα.

<Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ. πάντα ὑμῶν>

ὡς εὐεργεσίαι καὶ δωρεαί, <ὑμεῖς δὲ Χριστοῦ> ὡς κτήματα καὶ

ποιήματα, <Χριστὸς δὲ θεοῦ> ὡς γέννημα καὶ υἱός. καλῶς δὲ τοῦτο

προσέθηκεν· ἐπειδὴ γὰρ εἶπεν· <πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ,>

ἵνα μὴ στάντος αὐτοῦ ἐνταῦθα, ἀγέννητον καὶ ἀναίτιον νομίσωσι τὸν

υἱόν, ἐπήγαγεν· <Χριστὸς δὲ θεοῦ.>

1 Kor 4,1—5

Τοῦτο γάρ ἐστι, φησί, τὸ ζητούμενον καὶ ὀφεῖλον παντὶ τρόπῳ

φυλάττεσθαι παρὰ τῶν οἰκονόμων, τὸ πιστοὺς εἶναι καὶ ὑπηρέτας

ἡγεῖσθαι ἑαυτούς, καὶ μὴ ἰδιοποιεῖσθαι καὶ σφετερίζεσθαι τὰ τοῦ

δεσπότου. ἢ καὶ οὕτως· <λογιζέσθω ἡμᾶς ἄνθρωπος·> τά τε

ἄλλα ἅπερ, φησίν, εἶπον, καὶ ὃ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις,

κἀκεῖνο ἡμᾶς λογιζέσθω, —ἵνα ᾖ ἀπὸ κοινοῦ τὸ <λογιζέσθω.> τί δέ

ἐστι τοῦτο τὸ ἐν τοῖς οἰκονόμοις ζητούμενον; <ἵνα πιστός,> φησίν,

<εὑρεθῇ.> εἶτα πρὸς τοὺς ἀναισχυντεῖν μέλλοντας καὶ λέγειν ἐπιχειροῦν-

τας· τί οὖν; σὺ τοιοῦτος εἶ; προαπαντῶν φησιν· <ἐμοὶ δὲ εἰς

ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ.> τοῦτο δέ φησιν

οὐκ ἐπαίρων ἑαυτόν, ἀλλὰ τὸ πρέπον ἀξίωμα τῷ κηρύγματι καὶ τῇ

διδασκαλίᾳ φυλάττων. εἰ γὰρ αὐτὸν ἐπολυπραγμόνουν καὶ ἐξήταζον καὶ

ἐν δισταγμῷ εἶχον, σχολῇ γ' ἂν τὰ παρ' αὐτοῦ κηρυσσόμενα καὶ

διδασκόμενα παρεδέξαντ' ἄν. εὐλόγως ἄρα καὶ σοφῶς καὶ ἐπὶ τῇ σφῶν

551

αὐτῶν σωτηρίᾳ τὴν τοιαύτην ὑπόληψιν καὶ περιπέτειαν αὐτῶν προανα-

στέλλει καὶ ἐπιρραπίζει καὶ ἐπιμόνως ἀναιρεῖ. εἶτα ἵνα μὴ δόξῃ οὐχὶ

τοῦ κηρύγματος ἕνεκα ταῦτα εἰπεῖν καὶ τῆς κοινῆς ὠφελείας, ἀλλὰ

σεμνολογῶν καὶ ἐπαίρων ἑαυτόν, ἐπάγει· <ἀλλ' οὐκ ἐν τούτῳ

δεδικαίωμαι.> εἰ γὰρ καὶ μὴ ἔξεστιν ὑμῖν ἀνακρίνειν ἐμὲ μήτε

ἁπλῶς ἄλλοις ἀνθρώποις, ἀλλὰ πεπιστευκόσιν ὑμῖν καὶ ἀναμφιβόλως

διακειμένοις πρὸς ἐμέ, δεῖ καρποῦσθαι τοῦ κηρύγματος τὴν ὠφέλειαν

καὶ διδασκαλίαν, καὶ τοσοῦτον πιστῶς καὶ ἀναμφιβόλως ὡς εἰδότας ὅτι

οὐδὲ ἐμαυτὸν αὐτὸς ἀνακρίνειν ἔχω· ὅπερ ἐστὶ μέγιστον καὶ ἀπαράγραπ-

τον ἀρετῆς μαρτύριον, εἴπερ κατ' ἀλήθειαν <οὐδεὶς οἶδε τὰ τοῦ

ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ οἰκοῦν

ἐν αὐτῷ.> ἀλλ' εἰ καὶ ταῦτά ἐστί μοι, φησίν, οὐκ ἐν τούτῳ δεδικαίωμαι·

ἔτι γὰρ τοῦ κοινοῦ κριτοῦ δέομαι, ἐκείνου δὲ μήπω πάσης ἀφέντος

αἰτίας ἐν ἀγῶνι καὶ ἐν φόβῳ εἰμί, ὡς μήπω δεδικαιωμένος. ἀλλ' οὐδὲ

διὰ τοῦτο προσῆκεν ὑμᾶς τοὺς ὑποδεχομένους τὸ κήρυγμα ἀμφιβόλως

ἔχειν περὶ ἐμέ, ἢ κρίνειν καὶ ἀνακρίνειν κατατολμᾶν, καὶ ὃ μόνον ἐστὶ

τοῦ κοινοῦ κριτοῦ, εἰς τοῦτο ἑαυτοὺς ἀναισθητοῦντας συνωθεῖν καὶ τὸν

καιρὸν ἑαυτοῖς προαρπάζειν τῆς κρίσεως. εἰ δὲ τὸ <ζητεῖτε> ὡς

προστακτικὸν ἐκληφθῇ, ἥτε σύμφρασις ὡς δῆλον οὐδὲν ἀσαφὲς ἕξει

καὶ ὁ νοῦς πρόχειρος.

1 Kor 4,6

Διὰ τί <δι' ὑμᾶς μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ

Ἀπολλώ;> δι' ὑμᾶς, φησίν, ἵνα μὴ ἀνιάσω ὑμᾶς ὀνομαστὶ καθαπτό-

μενος· διορθοῦσθαι μὲν γὰρ ἔσπευδεν, ἀνιᾶν δὲ ἐφυλάττετο. διὰ δὲ τοῦ

μετασχηματισμοῦ, φησίν, ἀμφότερα ὑμῖν βουλομένοις ἔσται, καὶ τὸ

διορθωθῆναι καὶ τὸ ἀλυπότερον ἀκοῦσαι τῶν ἐπὶ τῇ διορθώσει ἐλέγχων.

ἐποίει δὲ τοῦτο καὶ ἵνα μὴ ὡρισμένα πρόσωπα τῷ ἐλέγχῳ καθυπο-

βάλλων, δόξῃ ἀνθρωπίνῃ τινὶ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ τοὺς μὲν ἐᾶν,

τῶν δὲ κατατρέχειν. ἄλλως τε δέ· καὶ ἵνα μὴ ἐν τῇ τοιαύτῃ διακρίσει

ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ

φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη,

τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ. διὸ

εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο, ἀλλ' εἰς ἑαυτὸν καὶ Ἀπολλὼ τὸν

ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν

κοινὴν ἅπασιν ἐποιήσατο.

552

1 Kor 4,8—9

Δυνατὸν κατ' ἀπόφασιν καὶ ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν. <δοκῶ

γάρ,> φησίν, ὅτι <ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους> κήρυκας

καὶ διδασκάλους ὑμῶν προεστήσατο, μεθ' οὓς οὐκ ἄν τις ἄλλους

ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἂν εἴποιεν

ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν, ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι

ἀποσταλέντες. τὸ δὲ <οἱ ἐπιθανάτιοι> διχῶς ἂν νοηθείη· ἢ ὅτι οἱ

κατ' αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταί, συντάττων καὶ

ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτω πάντας ὀνο-

μάζων· ἢ μεταφορικῶς τὸ <ἐπιθανάτιοι> οἷον οἱ βέβαιοι, οἱ ἀληθινοί,

μεθ' οὓς οὔκ εἰσιν ἄλλοι, ἀπὸ τῶν ‹ἐπιθανατίων διαθηκῶν›· αὗται γάρ

εἰσι βέβαιοι καὶ ἀμετακίνητοι. αἵ τε γὰρ πρὸ αὐτῶν κινοῦνται, καὶ αἱ

μετὰ ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν.

καὶ τὸ <δοκῶ> δὲ οὐ δισταγμοῦ, ἀλλ' ἤθους ἐστὶν ἐμφαντικόν. εἶτα καὶ

πόθεν δῆλον, φησίν, ὅτι ἔσχατοι καὶ τελευταῖοι καὶ μεθ' οὓς οὐκ ἔστιν

ἄλλους ἄλλα κηρύσσοντας ἀποδειχθῆναι· <θέατρον ἐγενήθημεν τῷ

κόσμῳ,> φησίν. ὁ κόσμος, φησίν, αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρ-

τυρεῖ, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ αἱ ἄνω τῶν <ἀγγέλων> τάξεις.

πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε

καὶ ἐπαίρεσθε; εἰ μὲν γὰρ ἃ παρ' ἡμῶν παρειλήφατε διδάσκετε, μαθηταί

ἐστε καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ' ἃ παρειλήφατε, γινώσκετε

ὅτι ἡμεῖς ἐσμεν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ θεὸς

ἀπέδειξεν. πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε; εἰ γὰρ ἡμεῖς ἐσμεν

οὓς ὁ Χριστὸς <τελευταίους καὶ ἐπιθανατίους ἀποστόλους

ἀπέδειξεν,> δῆλον ὅτι εἴ τι χρηστὸν παρειλήφατε μάθημα καὶ

κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν

προσγεγόνασιν. εἴθε οὖν ἐν τούτοις ἐπλουτήσατε, εἴθε ἐβασιλεύσατε, ἵνα

καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν κατα-

βαλόντες συμβασιλεύσωμεν. ἀλλὰ δέδοικα, μὴ οὐχ οὕτως ἔχῃ τὰ

ὑμέτερα.

1 Kor 4,19

<Καὶ γνώσομαι οὐ τὸν λόγον·> οὐ γὰρ <λόγων,> φησί,

χρεία ἀλλὰ τοῦ ἔργον ποιεῖν πνευματικόν. οὐκ ἂν γὰρ λόγοι χωρὶς

ἔργων εἰσενέγκοιεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, <δύναμιν> γάρ φησι

τὴν τῶν ἔργων ἐπίδειξιν.

553

1 Kor 5,1

Εἰ ἃ πράττεται <ἐν τοῖς ἔθνεσιν,> ταῦτα καὶ ἐν ὑμῖν μόνον

ἀκουόμενα μέγα ὄνειδος φέρει, τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσι καὶ ἐν

ὑμῖν τοῖς πιστοῖς τὰ αὐτὰ αἴσχη πράττεσθαι, πόσην τὴν κατηγορίαν

αὔξει; εἰ δὲ τοῦτο, τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μηδ' ἐν ἐκείνοις, τίνα κακίαν

οὐχ ὑπερακοντίζει; τὸ δὲ <ὅλως ἀκούεται> ὡς ἐκπεπληγμένου ἐπὶ τῇ

φήμῃ καὶ ἀσχάλλοντος. φεῦ τῆς ἀτοπίας. <ὅλως,> φησίν, <ἀκούεται;>

ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν;

1 Kor 5,6—8

<Καθώς ἐστε ἄζυμοι·> καθώς, φησί, χρέος ὑμῖν ἐστιν

<ἀζύμοις> εἶναι. πόθεν δὲ δῆλον ὅτι <ἄζυμοι> ὀφείλομεν εἶναι;

αὐτόθεν φανερόν· <τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη

Χριστός.> ὥσπερ οὖν οἱ ἐν τῷ νόμῳ βιοῦντες θυομένου αὐτοῖς τοῦ

προσκαίρου καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν—οὐ γὰρ

ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν—, οὕτως καὶ

ὑμεῖς τοῦ αἰωνίου καὶ λογικοῦ <ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρ-

τίαν τοῦ κόσμου ὑπὲρ ἡμῶν τυθέντος·> τοῦτο γάρ ἐστι τὸ

ἡμέτερον πάσχα. οὕτως ὀφείλομεν <ἄζυμοι> ἀεὶ καὶ <καινὸν

φύραμα εἶναι,> μηδὲν τῆς παλαιᾶς <ζύμης> ἤτοι τῆς ἁμαρτίας ἑαυτοῖς

συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινε τῇ

τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν <ζύμην> ἐκάλεσεν,

ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦ-

ται φύραμα, ἀκολούθως ἥρμοσε καὶ τὰ ἐφεξῆς, <ζύμην παλαιὰν> καὶ

<νέον φύραμα> καὶ <ἀζύμους> τὰς ἀρετὰς καὶ κακίας τούτοις τοῖς

ὀνόμασιν ὑποδηλῶν.

1 Kor 5,9—11

<Ἔγραψα ὑμῖν.> ποῦ ἔγραψεν; ἐν οἷς λέγει· <καὶ οὐχὶ μᾶλλον

ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν> ὁ τοιοῦτος, οὐχὶ

ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν ᾖ τοιοῦτος. καὶ πάλιν· <ἐκκαθάρατε

τὴν παλαιὰν ζύμην,> οὐχὶ τήνδε ἢ τήνδε, ἀλλ' ὅλην τὴν παλαιὰν

ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ

κοινὸν ἀνεβίβασε τὸν λόγον, τοῦτ' ἔστιν ἐπὶ πάντα πόρνον. κἀκεῖθεν

πάλιν κοινότερον ἔτι τὸν λόγον ὑποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα

καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον <πλεονεκτούντων,

εἰδωλολατρούντων,> καὶ εἴ τι ὅμοιον.

554

<Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος.> τὸ <ὀνο-

μαζόμενος> τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι καὶ δηλοῦσθαι

βούλονται δι' αὐτοῦ, ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως

ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ

διϊστάμενος. ἐμοὶ δὲ εὖ ἔχειν δοκεῖ, καὶ εἴ τις αὐτὸ τοῖς ἑπομένοις

συνάψας ἐκλάβοι, οὐκέτι τοῦ <ὀνομαζόμενος> τὴν αὐτὴν σημαίνοντος

ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις ἔργοις ἤδη καὶ παρὰ πᾶσι

κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον. καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία,

ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις, διχῆ σχίζεται· ἐνίοτε μέν, ὡς ἔφημεν,

τὸν μόνῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα, ἐνίοτε δὲ τὸν εἰς ἄκρον

ἐλθόντα τῆς πράξεως, ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν

ἐπισπάσαντα ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ κυρίου ἐπιγινώσκεσθαί τε καὶ

ὀνομάζεσθαι. τὸν οὖν τοιοῦτον <πόρνον> καὶ <πλεονέκτην> καὶ

<λοίδορον> καὶ <μέθυσον,> τοῦτ' ἔστι τὸν πρόδηλον καὶ φανερὸν

οὕτως ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέ-

πεσθαι παρακελεύεται, καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι

μήτε συναναστρέφεσθαι, οὐχὶ δὲ τὸν ὑπ' ἐνίων ὑποψιθυριζόμενον ἢ

λοιδορούμενον. διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις

ἐργάταις συνῆψε καὶ τὸν <λοίδορον,> ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον

ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὅσον εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος

εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὴν κατα-

βόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ <εἰδωλολάτρης> δὲ διὰ

τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι, διδάσκων καὶ ἀσφαλιζόμενος

ὡς, εἰ καὶ μέγα εἴη καὶ τῶν ἀτοπωτάτων ἐν ᾧ τινες αἰτιῶνται τὸν

ἄνθρωπον, μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα, οὐδ' οὕτω χρὴ τὸν

τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι, ἐπεὶ οὕτω γε ἂν ταῖς εἰς

ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων,

μᾶλλον δὲ εἰς θηρίων βίον τὴν πολιτείαν αὐτοῖς μεταστήσωνται. ἀλλ'

ἐκεῖνον δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν, ὃς ἐπίδηλος καὶ τοῖς

ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν.

1Kor 6,1—9

<Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων.> τούτων οὕτως, φησί, κατὰ

τὸ προσῆκον ἐχόντων, καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων

τὴν ἐξουσίαν, ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων,

τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ κατα-

δύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς

καθίσουσι κριτάς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους. σφοδρῶς

δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτούς, καὶ μὴ

555

διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενί, μήτε δικαζομένους μήτε ἄλλο τι

τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ

ὄνομα τοῦ θεοῦ δι' αὐτοὺς βλασφημεῖσθαι παρεσκεύαζεν, κἀκείνους

ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας.

<Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;> εἰ ἀγγέλους τοὺς

ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ, εἰ τούτους

κρινοῦμεν ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, ὅτι ἐκεῖνοι χωρὶς

σώματος ὄντες τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν, ἡμεῖς δὲ κατὰ τοὺς

δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους κἀκείνων ἐπηρεαζόντων

ἐπολιτευσάμεθα, εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον αὐτοῖς

καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλόν ἐσμεν ἱκανοὶ τὰ βιωτικὰ

διαλύειν φιλονεικήματα καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας; εἰ δ'

οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε, ἀλλ' ἔτι νομίζετε ὅτι τῶν πιστῶν

τὸ δικαστήριον ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας

ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ

ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν,

ἄμεινόν ἐστι τούτους καθίζειν δικαστάς, ὅταν ἔχητε χρείαν βιωτικῶν

κριτηρίων, ἢ τοῖς ἀπίστοις ἑαυτοὺς εἰς κρίσιν ἐκδιδόναι. <ἐξουθενη-

μένους> δὲ εἶπον, φησίν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων, ἐπεὶ πολλοί

εἰσι ἐν ὑμῖν διαλύειν δίκας ἰσχύοντες καὶ φιλονεικίας. πόσης γὰρ οὐκ

ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο, εἰ <οὐκ ἔνι σοφὸς ἐν ὑμῖν,>

φησίν, <οὐδὲ εἷς ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον

ἀδελφῶν> δικαζομένων; διαφόρους δὲ ἀποδείξεις τίθησιν τοῦ μὴ δεῖν

καταλιπόντας τοὺς πιστοὺς ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον·

πρῶτον μέν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς

ἀπίστους, <τί γάρ μοι,> φησί, <καὶ τοὺς ἔξω κρίνειν;> πῶς οὐ

μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστούς; δεύτερον· εἰ

οἱ μὲν ἄδικοι οἱ δὲ ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς

ἁγίους ἐπὶ τοὺς ἀδίκους τρέχειν, καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου;

τρίτον· εἰ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν

δίκην παρασκευάσουσιν, ἐφ' οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς

πράττοντες οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους, πόσῳ μᾶλλόν

εἰσι δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν. τέταρτον· εἰ

ἀγγέλους τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοί, πόσῳ

μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους; πέμπτον· εἰ καὶ μὴ ἴσχυον οἱ

πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπ' αὐτῶν ἢ ἐπὶ τῶν ἀπίστων

κρίνεσθαι. καὶ πρὸ τούτων, εἰ τὸν κόσμον κρίνομεν, φησίν, πῶς οὐκ

ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων; τοῦτο γὰρ δηλοῖ διὰ

τοῦ εἰπεῖν· <καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε

556

κριτηρίων ἐλαχίστων;> παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις

ὅτι οὐ δεῖ κρίνεσθαι ἐπ' ἀπίστων, ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον

καί φησιν· τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπ' ἀπίστων; ἄμεινον ἦν

μηδ' ἐπὶ πιστῶν, ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους·

αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι ὅλως ἀλλήλους <ἥττημα> ὑμῶν ἐστιν. ἄριστον

μὲν οὖν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι—οὕτω γὰρ κοινὴ

πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία—, εἰ δὲ δυοῖν ἀνάγκη, θάτερον

αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς

<βασιλείας,> τὸ δὲ ταύτην προξενεῖ. εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε

ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τό τε ἀδελφοὺς καὶ ὁμοπίστους, εἰς

οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει;

<Βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια,> τοῦτ' ἔστιν ἐὰν

χρείαν αὐτῶν ἔχητε, ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν, ἐὰν δέῃ συστῆναι

αὐτά. καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὕτη, ἔνι δὲ καὶ

βαθύτερον τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι.

1 Kor 6,13

Εἰ μὲν ἁπλῶς <βρώματα> τὴν τροφὴν δεῖ ἐκλαβεῖν καὶ <κοιλίαν>

τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προαγόρευσιν τοῦ μέλλοντος ἐκ-

δέχεσθαι τὸ ἐπαγόμενον, οἷον· ὁ <δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα

καταργήσει,> τοῦτ' ἔστιν· ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ

ἄχρηστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ θεοῦ μεταστοιχειοῦντος, καὶ

μήτε τροφῆς δεῖσθαι μήτε πρὸς ὑποδοχὴν σιτίων γαστρὸς παρασκευά-

ζοντος. καὶ εἴη ἂν ὁ νοῦς τοῦ τὰ <βρώματα τῇ κοιλίᾳ καὶ ἡ

κοιλία τοῖς βρώμασι> τοιοῦτος, ἀλλήλων ἐστί, φησίν, ἐρεθιστικὰ καὶ

ἐπιζητητικά· ἥ τε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία, τὰ δὲ σιτία

τὴν ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει, ὁ δὲ θεός, φησίν, ἄμφω

ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει. οὐ χρὴ οὖν περὶ τῶν

μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν. εἰ δὲ <βρώματα> μὲν

τὸ ἀκόρεστον τῶν βρωμάτων, <κοιλίαν> δὲ τὴν ἀπληστίαν τῆς κοιλίας

ἐκληψόμεθα—οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν

λέξεων—, οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ

μᾶλλον ἀρᾶς καὶ δίκης. <καταργήσει αὐτά,> φησίν, <ὁ θεός,>

ἀπελάσει ταῦτα ἀφ' ἡμῶν, ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν,

ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν. εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν,

καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα, πῶς οὐχὶ βδελυξόμεθα;

557

1 Kor 6,17—19

<Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.> μονο-

ειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ

ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ <θεῷ

δουλεύων καὶ μαμωνᾷ,> ἀλλ' ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευ-

ματικός, εἰς ἑνότητα συναγόμενος πνεύματος.

<Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.> αὐτὸ

μερίζει τὸ ἴδιον σῶμα, καὶ εἰς ἑαυτὸν ἀλλ' οὐκ εἰς ἄλλον τὴν ἀδικίαν

ἐπιδείκνυται, ὅπερ ἐπ' οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων·

πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν

βλάπτων καὶ κακοποιῶν.

Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν τοῦ προτεταγμένου αὐτῆς ῥητοῦ

τοιαύτην εἶναι· <εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει,> οἷον· εἰς αὐτό,

φησί, τὸ ἴδιον τοῦ δεσπότου σῶμα, καὶ γὰρ ἐπάγει· ἢ <οὐκ οἴδατε

ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου πνεύματός ἐστιν;>

καὶ πάλιν· <καὶ οὐκ ἐστὲ ἑαυτῶν,> καὶ πρὸ βραχέος· <οὐκ οἴδατε

ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;> καὶ πάλιν· <ἄρας

οὖν τὰ μέλη τοῦ Χριστοῦ.> ὥστε ὁ πορνεύων εἰς τὰ ἴδια μέλη

τοῦ Χριστοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ. τί οὖν, φησίν, οἱ

λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ αὐτοὶ

εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν; καί φαμεν ὅτι οὐχ οὕτως· εἰ

γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἢ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ,

ἀλλ' οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ' ἐκτὸς αὐτὴν καὶ

εἰς ἄλλον τινὰ κακουργεῖ, ὁ δὲ πορνεύων καὶ διὰ τῶν μελῶν ὥσπερ

ἐκεῖνοι, καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν

ἀδικίαν ἐπιδείκνυσιν.

1 Kor 7,12—14

<Εἴ τις γυναῖκα ἔχει ἄπιστον.> ἵνα μὴ διασπασθῶσιν οἱ

γάμοι καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ

εὐσέβεια νομισθῇ τοῖς πολλοῖς, διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις

συνοικεῖν κωλύει διαιρεῖσθαι.

<Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος.> καὶ αὐτὸ δὲ τοῦτο τὸ

ἀνέχεσθαι τὸν ἄπιστον καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς

ἐστι τοῦ πρὸς τὴν εὐσέβειαν ὁρᾶν. ἀλλ' εἴποι τις ἂν ἴσως· οὐκοῦν τὸ αὐτὸ

νοοῦντες καὶ περὶ τοῦ πιστοῦ ἐγγὺς αὐτὸν εἶναι φαίημεν ἂν τοῦ πρὸς

ἀσέβειαν ὁρᾶν. πρὸς ὅ φαμεν ὡς οὐκ ἔστιν ἴσον, οὐδὲ πολλοῦ δεῖ· ὁ

558

μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ τῆς πίστεως ἐντολὴν καὶ νόμον

πληροῖ, ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει καὶ διΐσταται τῆς

ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν συνοικοῦντα στοργῇ δεδεμένος

τὴν συνάφειαν οὐ λύει, ἀλλ' οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας

αὐτὸς ἐκτελῶν, στέργων δὲ τὸν συνοικοῦντα χειραγωγηθήσεταί ποτε καὶ

πρὸς τὴν αὐτοῦ πίστιν δι' αὐτοῦ. καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς

ἐστι νομοθεσίας ἀλλ' οὐχὶ τῆς ἀσεβείας, ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ

εὐσεβεῖν αὐτὸν καὶ ἡγιάσθαι διὰ τῆς συνοικήσεως τοῦ πιστοῦ.

1 Kor 7,15—17

<Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιού-

τοις.> οὐκ ἔχει ἀνάγκην, φησίν, ὁ πιστὸς ἢ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις

τοιαύτην, οἵα αὐτῷ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ

τρόπῳ, <χωρὶς λόγου πορνείας,> οὐκ ἔξεστιν ἀπ' ἀλλήλων τοὺς

συναφθέντας χωρισθῆναι, ἐνταῦθα δὲ ἂν μὲν συνευδοκῇ τὸ ἄπιστον

μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἂν δὲ στασιάζῃ,

καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ

χωρισθῆναι, ἀλλ' ἐλεύθερός ἐστιν ἐκείνου λύοντος τὸν γάμον καὶ αὐτὸς

διαστῆναι. πλήν, φησίν, εἰ καὶ ἐλεύθερός ἐστιν τὸ συνοικέσιον διὰ τὴν

τοῦ ἀπίστου στάσιν λύειν, ἀλλ' ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ

καὶ καλοκαγαθίᾳ λύσας μὴ λύσει τὸν γάμον. <ἐν γὰρ εἰρήνῃ,> φησί,

<κέκληκεν ἡμᾶς ὁ θεός·> τοῦτο γάρ, φησί, καὶ τῆς κλήσεως τῆς

ἀπὸ θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ἡμῶν πρὸς πάντας εἶναι.

καὶ τὸ ἐφεξῆς δέ· <τί γὰρ οἶδας, γύναι,> καὶ ἑξῆς ταύτῃ συνᾴδει

τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίας.

<Ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός.> τὸ γὰρ συμφέρον αὐτὸς

μόνος οἶδεν, καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ

συναφθῆναι ἢ πιστῷ. ἐπ' ἐνίων μὲν γὰρ συνέφερε πιστὸν πιστῷ

συνοικεῖν, καὶ συνήφθη· ἐπ' ἐνίων δὲ πιστὸν ἀπίστῳ, καὶ γέγονεν οὕτως.

καὶ τούτων οὐδείς ἐστιν ἱκανὸς συνιδεῖν τὰς αἰτίας πλὴν τοῦ οὕτω

διαταξαμένου καὶ μερίσαντος θεοῦ καὶ τοῦ καλέσαντος κυρίου. εἰ δὲ

ὁ θεὸς καὶ ὁ κύριος τὰς τοιαύτας συναφείας ἔταξε καὶ ἐμέρισε κατὰ τὸ

ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν

ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ

ἐμμένειν καὶ περιπατεῖν.

559

1 Kor 7,18—19

<Περιτετμημένος τις ἐκλήθη;> φησίν· <μὴ ἐπισπάσθω.>

Ὁ ἅγιος Ἐπιφάνιος τοῦτό φησιν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς

δύναταί τις ποιῆσαι τὸν ἐμπερίτομον ἀκρόβυστον, καὶ ὅτι ταύτης τῆς

ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ἠσαῦ. καὶ διὰ τοῦτό φησιν ὁ θεός·

<τὸν Ἠσαῦ ἐμίσησα.

Ἡ περιτομὴ οὐδέν ἐστιν.> οὔτε ἡ περιτομή, φησίν, ὅσον τὸ

καθ' αὑτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια

διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ

τῇ ἀκροβυστίᾳ. τῶν γὰρ ἐν ἀνθρώποις πράξεων αἱ μὲν καθ' αὑτὰς

ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας, οἷον ἡ

δικαιοσύνη καὶ τὰ ὅμοια, αἱ δὲ διὰ μόνην τὴν ἐντολήν, ὡς τὰ πλεῖστα

τῶν ἐν τῷ νόμῳ.

1 Kor 7,21—22

Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν ἡ δουλεία

νομισθῇ, διαρρήδην φησίν, ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδὼν

εἶναι, ὥστε οὐδ' ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. <μὴ> γὰρ <μελέτω

σοι,> φησίν· <ἀλλ' εἰ καὶ δύνασαι> διά τινος σπουδῆς καὶ ἐπιμελείας

ἐλεύθερος γενέσθαι,> ἔα τοῦτο καὶ <κέχρησο μᾶλλον> τῇ

δουλείᾳ· οὐδ' οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου. <ἀπελεύθερος>

γὰρ εἶ ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ

κοινοῦ δεσπότου ὥσπερ κἀκεῖνος, καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος.

τί οὖν σοι τῆς σωματικῆς μέλει δουλείας, τῆς μήτε ἐλαττούσης μήτε τῷ

δουλευομένῳ μεῖζόν τι προστιθείσης, ἀλλ' ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν

τῶν ἴσων παραβλαπτούσης;

1 Kor 7,25—28

<Ὡς ἠλεημένος ὑπὸ κυρίου> ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν

ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα. καὶ ταύτην ὑμῖν ἀποφαίνομαι τὴν

συμβουλὴν καὶ γνώμην.

560

<Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.> τὸν διωγμὸν οἶμαι λέγειν

αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανατεινό-

μενον, καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ

ἀκόλουθον <ἐνεστῶσαν ἀνάγκην> αὐτὸν καλεῖν. ἐπειδὴ γὰρ παραίνε-

σιν ὑψηλὴν καὶ μεγάλην ἠθέλησε ποιήσασθαι, μετὰ περιστάσεως αὐτὴν

ἔδοξεν εἰσάγειν. καλόν, φησίν, ἡ παρθενία καὶ διὰ τὴν ἐνεστῶσαν τῶν

πειρασμῶν φοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν ἢ γυναῖκας

καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι. κατα-

μεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς ἐν ἀφορήτῳ κακῷ ἀνάγκη

καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι

μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίας.

εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι ἄμεινον

ποιήσει λύων τὸν γάμον, ἐπήγαγεν· μὴ γένοιτο—τοῦτο γὰρ δηλοῖ διὰ

τοῦ εἰπεῖν· <δέδεσαι γυναικί; μὴ ζήτει λύσιν>—, ἀλλ' ὥσπερ,

φησίν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν, οὕτως οὐδὲ ὁ λελυμένος

δεσμὸν ἑαυτῷ ὀφείλει περινοεῖν. τὸ δὲ <λέλυσαι> διχῶς ἐστιν ἐκλαβεῖν,

ἢ ὅτι οὔπω ὅλως ἐδέθης, ἢ ὅτι λυθεὶς ἀφ' οὗ ἐδέθης δεσμοῦ, οὐκ

ὀφείλεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι.

<Τὸ ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες> καὶ ἐφεξῆς, τοῖς ἄνω

καθ' ὑπερβατὸν συντακτέον, οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι,

<ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες> καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν

αὐτὸ τῷ <λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.> ἐὰν

<δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες.> πρῶτον μὲν γὰρ ἀνακόλουθος

οὕτω λαμβανομένη ἡ ἔννοια· τί γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι

προσήκει λέγειν· <ἐὰν δὲ καὶ γήμῃς·> τοῦτο γὰρ τοῖς μήπω γεγαμη-

κόσιν ἁρμόδιον. ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα, λυσάμενον ἀπὸ

τῆς γυναικὸς ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ

χωρίον, ἀλλ' ὡς πρότερον εἴρηται. καὶ γὰρ καὶ πρὸ ὀλίγου φησίν· <ἐὰν

δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος.> διά τε οὖν τὰ προειρημένα

καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ' ὑπερ-

βατὸν συντακτέον. εἰ δὲ τὸ <λέλυσαι> οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα

διαλυθέντας ἀκούσεις, ἀλλ' ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς

γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ, ἐγχωρεῖ

καὶ κατὰ πόδα ἡ σύνταξις.

1 Kor 7,34

<Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος,> τοῦτ' ἔστι

πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει

λοιπὸν τὰς διαφοράς, εἰπών τινας καὶ πρὸ τούτων.

561

1 Kor 7,36—38

Εἰ δέ τις, φησίν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον

γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτω

μᾶλλον ὀφείλειν γίνεσθαι οἷον ἐκδοῦναι, <ποιείτω ὃ θέλει·> οὐ γὰρ

κεκώλυται ὁ γάμος—μὴ γένοιτο—εἰ καὶ ὑψηλότερον ἡ παρθενία.

ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησίν. εἰ δέ τις ἕστηκεν ἐν

ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ ἐκγαμίσαι αὐτήν, μὴ ποιῶν

τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος—ὁ γὰρ οὕτως τοῦτο

ποιῶν λίαν ἁμαρτάνει—· ἐὰν οὖν τις τοῦτο ὡς <μὴ ἔχων ἀνάγκην>

ποιῇ, ἀλλ' ὡς κύριος μὲν ὢν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου, αὐτὸς

δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐκγαμίζειν, καὶ οὗτος καλῶς ποιεῖ φυλάτ-

των παρθένον καὶ ἀμέριμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ <μὴ

ἔχων ἀνάγκην> καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι,

οἷον· μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ἀπὸ τῆς θυγατρός. ἐὰν

ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐκγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ

ὀφείλει παρθένον αὐτὴν τηρεῖν εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ

τῆς γνώμης ἐκβιαζόμενος—ἑκούσιον γὰρ ἀλλ' οὐκ ἀκούσιον τὸ τῆς

παρθενίας—, ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἂν ἀποκλίνειεν

ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς

ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα. ἢ τὸ <μὴ ἔχων ἀνάγκην> καὶ τοῦτο ἂν

ὑποδηλώσειεν· <μὴ ἔχων,> φησίν, <ἀνάγκην> τοῦτο ποιεῖν, ἢ ὡς προ-

αφιερώσας τῷ θεῷ καὶ ἀναθεὶς παρθενεύειν, ἢ ὡς τῆς θυγατρὸς ἐπὶ τούτῳ

καταναγκαζούσης· τῷ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ

ἐκγαμίζειν οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ

μελετῆσαι· ἀλλ' οὐδ' ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπι-

τελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον. ὃς δὲ χωρὶς ἀνάγκης ἐν τῇ

καρδίᾳ τοῦτο κέκρικε ποιεῖν παρθένον μὲν ἔχων, μέγα κατώρθωσεν,

ἐκγαμίσας δὲ οὐδὲν ὅλως ἥμαρτεν.

1 Kor 7,40

<Κατὰ τὴν ἐμὴν γνώμην·> κατὰ τὴν ἐμὴν παραίνεσιν καὶ

συμβουλήν, οὐ κατά τινα νομοθεσίας ἀνάγκην. εἶτα ἵνα μή τις εἴπῃ·

οὐκοῦν εἰ μὴ ἔστι νομοθεσία, τί χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν

ποιεῖν; ἐπήγαγεν ὅτι καὶ ταῦτα ἐκ τοῦ παναγίου πνεύματος παραινοῦ-

μεν, εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην διὰ τὴν ἀσθένειαν ὑμῶν τὴν συμβου-

λὴν κατακλείομεν.

562

1 Kor 8,4

<Ἐν κόσμῳ εἴδωλον οὐδέν> ἐστιν, τοῦτ' ἔστιν οὐδέν ἐστι τῶν

ἐν κόσμῳ ὄντων τὸ εἴδωλον, ἐπινοίας δὲ ματαίας ἀναπλασμὸς καὶ

ἀνατύπωσις. διὸ ἐν μόναις ταῖς τοιούτων διανοίαις ἡ τῶν εἰδώλων

ὕπαρξις ἵδρυται, ἐν ἄλλῳ οὐδενὶ δυναμένων ἔχειν τὴν ὑπόστασιν.

1 Kor 9,2

Εἶτα ἵνα μὴ λέγωσιν· εἰ καὶ ἀπόστολος εἶ, οὐδὲν μέντοι ἔργον

ἐπεδείξω· πῶς; φησίν· <οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε;> τοῦτ' ἔστιν

οὐκ ἐργασίαν ἀποστόλοις πρέπουσαν ἐπεδειξάμην εἰς ὑμᾶς, ἐπιστρέψας

ὑμᾶς; ὅπερ ἐν κυρίῳ διὰ Χριστοῦ πέπραχα.

1 Kor 9,6

<Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν

τοῦ μὴ ἐργάζεσθαι;> τοῦ τὰ πρὸς τροφὴν καὶ αὐτάρκειαν ἀπὸ τοῦ

κηρύγματος πορίζεσθαι; ἀλλ' ὅμως ἔχοντες ἐξουσίαν οὐ χρώμεθα τῇ

ἐξουσίᾳ, ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, ἀδάπανον κηρύσσοντες τὸ

εὐαγγέλιον. εἰ δὲ τοῦτο, δηλονότι, εἰ καὶ συνῄδειν σκανδαλιζομένους

ὑμᾶς ἕνεκεν κρεωφαγίας, καίτοι ἀκώλυτον ὄν, οὐκ ἂν ἔφαγον εἰς τὸν

αἰῶνα, ἵνα μὴ σκανδάλου πρόξενος γενοίμην τῷ ἀδελφῷ. εἰ δὲ τοῦτο,

πόσῳ μᾶλλον δεῖ φυλάττεσθαι ὑμᾶς ἐκ τῶν εἰδωλοθύτων, δι' ὧν οὐ

μόνον οἱ ἀδελφοὶ σκανδαλίζονται, ἀλλὰ καὶ τὰς συνειδήσεις μολύνουσιν;

τὸ δὲ ἢ <μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν

τοῦ μὴ ἐργάζεσθαι;> οἰκειότερόν ἐστι τῆς λέξεως οὕτως ἐκλαβεῖν.

οἱ μὲν οὖν ἄλλοι ἀπόστολοι, φησίν, ἐξουσίαν ἔχουσι μὴ ἐργάζεσθαι μηδὲ

κοπιᾶν ταῖς χερσίν, ἀλλ' ἐκ τῶν διακονούντων αὐτοῖς διατρέφεσθαι, ἐγὼ

δὲ καὶ Βαρνάβας, ὡς φαίνεται, φησίν, οὐκ ἔχομεν ἐξουσίαν μὴ

ἐργάζεσθαι, ἀλλ' ἀνάγκη ταῖς χερσὶ κοπιῶντας οὕτως ἑαυτοῖς τὰ πρὸς

τὴν ἀναγκαίαν χρείαν ἐπαρκεῖν.

1 Kor 9,10

Οὐχὶ ἐφ' ὅτῳ μηδὲν περαιτέρω ἀπολαύειν, ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν

μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων

καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ <καὶ ὁ ἀλοῶν τῆς

ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι·> τῆς γὰρ διακονίας οἱ

ἀπόστολοι τῆς ἐπὶ τῇ διατροφῇ ἐλπίδα εἶχον παρὰ τῶν μαθητευομένων

τυγχάνειν, καὶ ἐτύγχανον. οὐ μέντοι γε τοῦτο ἦν αὐτοῖς ἡ τελεία ἐλπίς,

563

ἀλλὰ ταύτης ἀπολαύοντες τῆς ἐλπίδος ἔτι τὰ μείζονα ἐκαραδόκουν καὶ

ἤλπιζον. τοῦτο δέ φησιν ὅτι οὐδὲν ἐνέκοπτεν, εἰς τὴν τῶν μελλόντων

ἐλπίδα καὶ ἀπόλαυσιν δεικνύς, ἡ τῆς παρὰ τῶν μαθητευομένων ἐπὶ τῇ

τροφῇ ὑπηρεσίας ἀπόλαυσις, ἐντεῦθεν δηλῶν, ὡς καίτοι μηδὲν ἐμποδὼν

ὄντος πρὸς τὴν ἐκεῖθεν ἀπόλαυσιν τοῦ τρέφεσθαι παρὰ τῶν μαθητῶν,

ὅμως οὐχ εἱλόμην. πλείοσι δὲ αὐτὸ ἐπιχειρήμασιν ἀκώλυτον ὂν κατα-

σκευάζει, διά τε τὸ εἰρημένον, καὶ ἵνα μὴ ἀπεχόμενος αὐτὸς τοὺς ἄλλους

δόξῃ χρωμένους ἐν διαβολῇ τινι καθιστᾶν.

1 Kor 9,16—18

<Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω.> εἰ γὰρ τὸ κηρύσσειν τὸ

εὐαγγέλιον τῆς ἐμῆς ἦν ὅλως φιλοτιμίας καὶ οὐδεμία μοι ἀνάγκη ἐκ τῆς

δεσποτικῆς ἐντολῆς ἐπέκειτο, εἰκότως ἐπὶ τούτῳ μισθὸν μέγαν ἤλπιζον,

καὶ ἐξῆν μοι ὡς ἐπ' ἰδίῳ κατορθώματι καυχᾶσθαι. εἰ δὲ ὡς διακονίαν

καταπιστευθεὶς καὶ ἀνάγκην ἔχων ὑπηρετεῖν τοῦτο πράσσω, οὐκέτι

ὅμοιος ὁ μισθὸς ἕπεται, οὐδ' ἔστιν ἐπὶ τούτῳ καυχᾶσθαι. ἐπὶ τίνι οὖν

ἐστι λαμπρὸς ὁ μισθὸς καὶ τὸ καύχημα; ἐφ' ᾧ κηρύσσειν μὲν ὡς

προσετάγην τὸ εὐαγγέλιον, μηδὲν δὲ ἐκ τοῦ κηρύγματος μηδ' ὅσον

ἀποζῆν λαμβάνειν, ἀλλ' ἀδαπάνως καὶ δωρεὰν ὑπηρετεῖν τῇ διακονίᾳ.

1 Kor 9,22

<Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής.> καὶ ἐν τῇ πρὸς

Ῥωμαίους, ὅτε τοὺς διακρινομένους φαγεῖν κρέα διὰ τὴν ἐνίων κρεῶν

παρατήρησιν, ὅτε τούτων τῇ ἀσθενείᾳ συγκαταβαίνων οὔτε αὐτὸς τούτοις

ἐπετίμα, καὶ τοὺς ἄλλους ὄχλησιν ἐπάγειν αὐτοῖς ἐκώλυεν.

<Τοῖς πᾶσι γέγονα τὰ πάντα.> εἰ γὰρ ἐγώ, φησί, καὶ ὧν οὐκ

ἔδει οὐδὲν παριδεῖν, ἵνα πλείους σώσω παρεῖδον, πῶς οὐχὶ δεῖ

ἀπέχεσθαι ὑμᾶς τῶν εἰδωλοθύτων; καὶ τό τε τὰς τῶν ἀδελφῶν ἐπὶ

τούτῳ τύπτοντας συνειδήσεις;

1 Kor 10,2—4

<Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο.> εἰς ἐκεῖνον, φησίν,

ἀφορῶντες καὶ θαρρήσαντες ἀφῆκαν αὐτοὺς τῷ θαλασσίῳ ῥείθρῳ

βαπτίζεσθ…

The complete text is available when the reading interface loads.