The Greek Library Catalogue

Anonymous

Fragmenta in epistulam ad Galatas

Edition reference
Fragmenta in epistulam ad Galatas (in catenis), ed. Staab, op. cit., 604–610.
CTS identifier
urn:cts:greekLit:tlg4040.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

606

ἐχειροτόνησεν, οὕτως κἀμέ. καὶ οὐ προέκρινεν ἐκείνους ἐμοῦ· οὐ γὰρ

<λαμβάνει πρόσωπον ὁ θεὸς> ὡς ὑμεῖς.

Gal 2,8—14

<Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολήν.> εἰ εἶπεν ὁ

Παῦλος κατ' οἰκονομίαν πράττειν τὴν περιτομὴν τοὺς περὶ Πέτρον,

ἔδοξεν ἂν καὶ αὐτὸς ταύτην συγχωρεῖν, καὶ οὕτως μᾶλλον συντρέχων

ἐδείκνυτο ἂν οἷς ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ

συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν

καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα· καὶ ὡς ἄν σοι φίλον ὀνόμαζε, εἴτε

οἰκονομίαν εἴτε δόγμα καὶ ἀκρίβειαν. ταῦτα ἂν καὶ ἐλογίζοντο καὶ

ἔλεγον πρὸς τὸν Παῦλον, εἰ κατ' οἰκονομίαν εἶπε τοὺς περὶ Πέτρον τὴν

περιτομὴν καταδέχεσθαι· ψυχὴ γὰρ ἐπτοημένη περί τι, μικρᾶς καὶ τῆς

τυχούσης ἀφορμῆς λαβομένη, πλέον αὐτῷ οἰκειοῦται καὶ περιπλέκεται.

διὸ σοφῶς ἄγαν ὁ Παῦλος τὸ μὲν τῆς οἰκονομίας ὅλως ἀποσιωπᾷ,

δριμέως δὲ καθάπτεται τῆς πράξεως, καὶ ὡς παρανομοῦντας δῆθεν

ἐλέγχει τοὺς συγχωρήσαντας, ἵνα τῷ σφοδρῷ τῆς περὶ ἐκείνους ἐπιτι-

μήσεως τοὺς ἀληθῶς παρανομοῦντας πτοήσῃ καὶ διορθώσηται. διὸ καὶ

607

<δοκοῦντας> αὐτοὺς καὶ <κατεγνωσμένους> καὶ <ὑποκρινο-

μένους> καὶ μὴ <ὀρθοποδοῦντας> οὐ παραιτεῖται καλεῖν, ἵνα μόνον

τὸ τοῦ Χριστοῦ κήρυγμα βεβαιώσῃ. οὕτως ἀλλήλοις ὑπὲρ τοῦ κηρύγμα-

τος ἐθάρρουν, καὶ τηλικούτῳ ἐδέδεντο συνδέσμῳ ὡς δεῆσαν, ἂν οὕτω

τύχῃ, διὰ τῆς ἀλλήλων καταγνώσεως τὸν τοῦ κηρύγματος κραταιοῦσθαι

λόγον, μηδὲ τοῦτο παραιτεῖσθαι. καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, σκόπει·

Παῦλος διὰ τῶν ἐπιστολῶν καταγινώσκει Πέτρου, καὶ Πέτρος διὰ τῆς

ἐπιστολῆς ἐγκωμιάζει Παῦλον, καὶ τὰς ἐπιστολὰς <σοφίας> θεοῦ καὶ

χάριτος ταύτας εἶναι μαρτυρεῖ πλήρεις, καὶ τοὺς <ἀστηρίκτους> τὸν

ἐν αὐταῖς κεκρυμμένον νοῦν οὐ συνιέναι ἀλλὰ καὶ διαστρέφειν ἀναβοᾷ

ἄλλως δὲ καὶ Παῦλος ὑπὲρ τοῦ κηρύγματος ταῦτα περὶ Πέτρου λέγων,

κατὰ πολὺ πλέον ἑαυτοῦ περιέπει τοῦτον καὶ τιμᾷ. τί γάρ ἐστιν εἰς λόγον

ὕβρεως τὸ <δοκεῖν> καὶ <μὴ ὀρθοποδεῖν> πρὸς τὸ <ἀνάθεμα

εἶναι ἀπὸ τοῦ Χριστοῦ;>

Gal 3,4

<Τοσαῦτα ἐπάθετε εἰκῇ; εἴγε καὶ εἰκῇ.> ἀλλὰ μὴ καὶ

ἐπιζημίως; <εἰκῇ> μὲν γάρ ἐστι τὸ μηδὲν μήτε προσλαβεῖν μήτε

ἀποθέσθαι, ὁ δὲ <ἐναρξάμενος πνεύματι> καὶ διὰ τοῦτο πολλοῖς

περιπεσὼν πειρασμοῖς, εἶτα μεταβαλλόμενος, οὐ μόνον εἰκῇ ἔπαθεν

ἅπερ ἔπαθεν, ἀλλὰ καὶ ἐπιζημίως, ἀπολέσας ἃ ἀπέκειτο αὐτῷ διὰ τὰς

ὑπὲρ Χριστοῦ θλίψεις καὶ τοὺς πειρασμοὺς ἔπαθλα.

Gal 3,15

<Ὅμως ἀνθρώπου κεκυρωμένην.> καλῶς <κεκυρωμένην>

φησίν· ὅρκῳ γὰρ ἐκεκύρωτο. ἀκριβῶς δὲ τὸ <κεκυρωμένην> φησίν·

ἡ γὰρ ἄκυρος καὶ μετατίθεται, ὥσπερ ὁ νόμος αὐτὸς εἰς τὸ εὐαγγέλιον.

Gal 3,17

Οἱ τετρακόσιοι τριάκοντα χρόνοι συνάγονται οὕτως· ἀπὸ οεʹ ἔτους

Ἀβραὰμ ἕως ρʹ ψηφίζεται ἔτη κεʹ, Ἰσαὰκ ἔτη ξʹ, Ἰακὼβ ἔτη Ϟεʹ, Ἰωσὴφ

ἔτη ριʹ, ἐν Αἰγύπτῳ ἔτη ρμδʹ, ὁμοῦ ἔτη υλʹ.

Gal 3,20—21

<Ὁ δὲ θεὸς εἷς ἐστιν.> ὁ δὲ θεὸς εἷς ἐστιν ὁ καὶ τὸν νόμον καὶ

τὸ εὐαγγέλιον δούς, καὶ μεσιτεύσας καὶ ἀποκαταλλάξας τῷ πατρί, τοῦτ'

608

ἔστιν ὁ αὐτός ἐστιν ὅς ἐστι Χριστός. εἰ γὰρ καὶ δύο τὰ μεσιτευόμενα, ἀλλ'

ὁ μεσίτης εἷς ἐστιν· εἷς γὰρ καὶ ὀφείλει εἶναι.

<Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ

γένοιτο.> ἀντίθησιν λύει· ἥρπασε γάρ, φαῖεν ἄν τινες, ὁ νόμος τὸ

δικαίωμα τῶν ἐπαγγελιῶν καὶ γέγονε κατ' αὐτῶν. ἀλλὰ μὴ γένοιτο· εἰ

μὲν γὰρ ἠδύνατο <ζωοποιεῖν,> εἰκότως ἄν τις ἐνόμιζε <κατὰ τῶν

ἐπαγγελιῶν> ἐκτεθεῖσθαι καὶ τὸ ἐκείνων δικαίωμα ὑφαρπάσαι ἅτε

αὐτὸν ἰσχύοντα δικαιῶσαι. ἐπεὶ δὲ οὐδὲν τοιοῦτον ἰσχύει ποιῆσαι, οὔτε

ζωοποιῆσαι οὔτε δικαιῶσαι, δῆλον ὅτι οὐκ ἐδόθη <κατὰ τῶν ἐπαγ-

γελιῶν·> αὗται γὰρ τὸ οἰκεῖον ἐπιδείξονται δικαίωμα σώζουσαι καὶ

δικαιοῦσαι τὸν <ἐκ πίστεως.> καὶ ὅρα σοφίαν· ὅπερ γὰρ ἄν τις ἕτερος

εἰς διαβολὴν τοῦ νόμου προήνεγκεν, ὅτι οὐ ζωοποιεῖ οὐδὲ δικαιοῖ, τοῦτο

αὐτὸς εἰς ἀπολογίαν ἐγκλήματος καὶ εἰς ἐγκώμιον συνεστήσατο. διὰ

τοῦτο γάρ, φησίν, ὁ νόμος οὐ γέγονε κατὰ τῶν ἐπαγγελιῶν, ὅτι μηδὲ

σώζειν μηδὲ δικαιοῦν ἴσχυσεν. οὐ μόνον δὲ οὐ γέγονε κατ' αὐτῶν, ἀλλά

γε τρόπον τινὰ καὶ συνήργησε καὶ ὑπηρετήσατο αὐταῖς· δι' ὧν γὰρ οὐκ

ἔσωσεν οὐδὲ ἐδικαίωσεν, ἐπὶ τὴν πίστιν καταφυγεῖν προετρέψατο· δι' ὧν

δὲ ἐπὶ τὴν πίστιν συνήλασεν, τὰς ἐπαγγελίας τελειωθῆναι συγκατειργάσατο.

Gal 3,22

<Ἀλλὰ συνέκλεισεν ἡ γραφή.> ὁ νόμος, φησίν, οἱονεὶ περι-

έλαβε καὶ περιέκλεισε πάντας εἰς <ἁμαρτίαν,> ἁμαρτωλοὺς ἀπέδειξεν.

πῶς; εἶπε γάρ· <ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι

τοῖς γεγραμμένοις τοῦ ποιῆσαι αὐτά.> τοῦτο δὲ ἀδύνατον·

οὐ μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ' οὐδ' ἔνιοί τινες αὐτῶν

ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ

πάντα ποιῆσαι κἀκεῖνοι ὑπὸ κατάραν καὶ ἁμαρτίαν ἦσαν. ἅπαντες ἄρα

συγκεκλεισμένοι ἐτύγχανον εἰς τὴν ἁμαρτίαν. διὸ ἐκ μόνης πίστεως

δύνανται τυχεῖν τῆς ἐπαγγελίας· ἐκ γὰρ τοῦ νόμου μᾶλλον καὶ εἰς

ἁμαρτίαν συνελαθέντες ἀπεδείχθησαν ἅπαντες.

Gal 4,4

<Γενόμενον ὑπὸ νόμον.> οὕτω γὰρ ὑπὸ νόμον ἐγένετο, ὅτι

καὶ περιετμήθη, <ἵνα,> φησί, <τοὺς ὑπὸ νόμον> ὄντας καὶ τὴν κατάραν

αὐτοῦ <ἐξαγοράσῃ> τῷ σταυρῷ καὶ τῷ ὅλως ὑπὸ νόμον γενέσθαι.

609

Gal 4,15

<Τίς οὖν ἦν ὁ μακαρισμός;> τίς ἦν; οὐκ ἐρωτῶντός ἐστιν,

ἀλλ' οἷον θαυμάζοντος καὶ ἐπαίροντος τὴν τότε πίστιν αὐτῶν καὶ τὸν

ἐπὶ ταύτης μακαρισμόν. τίς ἦν; ἡλίκος ἦν, φησί, θαυμαστός; ἡλίκου

μακαρισμοῦ ἐξεπέσετε; ἢ κατ' ἐρώτησιν· τίς ἦν; ἀναμνήσθητε, φησί, τίς

ἦν ὁ μακαρισμὸς ὑμῶν· λίαν γὰρ ἐμακάριζον, νῦν δὲ τί ἐλέγχω; διὰ

τοῦτο μισοῦμαι. διὰ τί δὲ ἐλέγχω; διὰ τὴν σωτηρίαν ὑμῶν. ἐπεὶ εἰ μὴ

τοῦτο ἦν, πῶς ἂν μηδεμίαν ἄλλην παρασχόντων πρόφασιν ὑμῶν, ὁ

ἐπαινῶν καὶ μακαρίζων εἰς τὸ ψέγειν ἦλθον;

Gal 4,23

<Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης.> μὴ οὖν τὸ <κατὰ σάρκα>

εἶναι ὑμᾶς συγγενεῖς τοῦ Ἀβραάμ, τοῦτο φυσιούτω καὶ πειθέτω ὅτι καὶ

τῆς ἐπαγγελίας ἔσεσθε κληρονόμοι. μᾶλλον δὲ αὐτὸ τοῦτο διδασκέτω, ὅτι

εἰ μὴ γένησθε τέκνα <κατ' ἐπαγγελίαν> τοῦ Ἀβραάμ, τοῦτ' ἔστι <μέλη>

καὶ <σύσσωμοι Χριστοῦ>—οὗτος γὰρ ἐξ ἐπαγγελίας <σπέρμα> τοῦ

Ἀβραάμ—ἔξω ἐστὲ τῆς ἐπαγγελίας.

Gal 4,25

<Τῇ νῦν Ἱερουσαλήμ,> οἷον τῇ ἐνταῦθα τῇ ἐπὶ γῆς, ὥστε τῆς

ἄνω καὶ ἐλευθέρας ἄμφω διεστήκασιν.

Gal 5,16—17

<Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν. ἀντίκειται>

ἡ ἀρετὴ τῇ κακίᾳ, ἵνα μὴ τῆς κακίας ἐρεθισάσης εὐθέως ὥσπερ

ἀπόλυτον καὶ ἀχαλίνωτον καὶ ἐπὶ πρανοῦς φέρηται τὸ σαρκικὸν θέλημα

πρὸς τὴν ἁμαρτίαν. πάλιν <ἀντίκειται> τῇ ἀρετῇ ἡ κακία, ἵνα μὴ τῆς

ἀρετῆς ἡ ἐργασία ἀταλαίπωρος πάντη καὶ ἄμισθος εἴη, καὶ οἷον ἐκ

φύσεως καὶ ἐξ ἀνάγκης ἡμῖν συγκεκληρωμένη, καὶ ὡς μόνῳ τῷ διανοη-

θῆναι κατορθουμένη χωρὶς σπουδῆς ἁπάσης καὶ ἀγωνίσματος. αὐτὸς

δὲ συντόμως αὐτό φησιν· <ἵνα μὴ ἅπερ ἂν θέλητε, ταῦτα ποιῆτε.>

μήτε τὰ κακά, φησίν, εὐχερῶς ὅλως καὶ ἀκωλύτως, μήτε τὰ ἀγαθὰ

ῥᾳδίως πάντη καὶ ὀλιγώρως· τὰ γὰρ οὕτω πραττόμενα οὐδ' ἀγαθὰ ἂν εἴη.

Gal 5,24

Ἔστι δὲ τὸ <οἱ δὲ> καὶ ἀντὶ τοῦ οὗτοι δὲ ἐξακοῦσαι περισπῶντας τὴν

οἵ· οὗτοι δέ εἰσιν οὓς εἶπον, οἵτινες τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν

καὶ ἑξῆς.

610

Gal 6,2

<Καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον.> ὁ γὰρ <τοῦ

Χριστοῦ νόμος> ὁ διὰ τῶν ἔργων τοιοῦτος ἐδείχθη· <αὐτὸς γὰρ

τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβεν καὶ τὰς νόσους ἐβάστα-

σεν.> καὶ ἡ ὑπερβολή, ὅτι καὶ σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν

κατεδέξατο.

Gal 6,4

<Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος.> εἰ γάρ τις

τὸ ἑαυτοῦ ἔργον δοκιμάζοι καὶ ἑαυτὸν ἐρευνᾷ ἀκριβῶς, μᾶλλον <εἰς

ἑαυτὸν ἕξει τὸ καύχημα καὶ οὐχὶ καθ' ἑτέρου,> τοῦτ' ἔστι

καθ' ἑαυτοῦ ἕξει τὸ καύχημα, οἷον ἑαυτοῦ καταγνώσεται καὶ οὐχὶ ἑτέρων.

<ἢ εἰς ἑαυτὸν ἕξει τὸ καύχημα,> τοῦτ' ἔστιν αὐτὸς ἑαυτὸν

ἐλαττούμενον καὶ ἐνδεῶς ἔχοντα βλέπων, ἑαυτὸν μέμψεται καὶ τῆς

ἑτέρων ἀποστήσεται καταγνώσεως, εἰδὼς ἑαυτὸν οὐδὲ τὴν αὐτὴν ἀεὶ

πολιτείαν αὐτοῦ διαφυλάττοντα, ἀλλὰ καὶ ταύτης ἐσθ' ὅτε διαπίπτοντα.

Gal 6,9

Ἢ <μὴ ἐκλυόμενοι,> τοῦτ' ἔστι μὴ ἀποναρκῶντες μηδὲ τῆς

ἀγαθοεργίας ἀφιστάμενοι, ἀλλὰ μέχρι βίου σύντονον τὸν πνευματικὸν

σπόρον καταβαλλόμενοι· τῶν γὰρ εἰς τέλος ἀγωνιζομένων ἐστὶν ὁ

στέφανος.

Gal 6,17

<Μηδείς μοι κόπους παρεχέτω.> μηδείς με πρὸς ἀπολογίαν

ὧν πράττω ἐκκαλείτω. ἔχω γὰρ καὶ σιγῶν μείζονα τὴν διὰ τῶν ἔργων

ἀπολογίαν· <τὰ γὰρ στίγματα τοῦ Χριστοῦ,> τοῦτ' ἔστι αἱ ὑπὲρ

Χριστοῦ πληγαὶ καὶ οὐλαί, αὐτὰ βοῶσιν, καὶ τὸν ὑπὲρ αὐτοῦ δρόμον

καὶ ζῆλον καὶ τὸ ἀνυπόκριτον καὶ καθαρὸν καὶ ἀνυπόστολον τοῦ

κηρύγματος. <Ἢ μηδείς μοι κόπους παρεχέτω.> μέχρι τίνος

θλίψεις μοι καὶ κόπους, φησί, σαλευόμενοι παρέχετε; δυσωπήθητε εἰ

καὶ μή τι ἄλλο, ἀλλ' οὖν <τὰ στίγματα τοῦ Χριστοῦ> ἃ δι' ὑμᾶς

καὶ διὰ τὸ εἰς ὑμᾶς κήρυγμα <ἐν τῷ σώματι περιφέρω.> εἰπὼν δὲ

<στίγματα Χριστοῦ,> ἅμα ἀναμιμνήσκει ὅτι κἀκεῖνος ὑπὲρ ὑμῶν

ἔπαθεν· παντὶ οὖν τρόπῳ ἀποστῆναι τοῦ νόμου καὶ ἐστηρίχθαι τῇ

πίστει προσῆκεν.

Eph 1,3—13 <Ὁ εὐλογήσας ἡμᾶς.> εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦυἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ, ἐχαρίτωσε διὰ τοῦ υἱοῦ. πῶς δὲ διὰ τοῦυἱοῦ; ὦ θαῦμα· <διὰ τοῦ αἵματος αὐτοῦ,> φησίν. εἶδες <πλοῦτονχάριτος;> μᾶλλον δὲ περισσείαν καὶ ἄφατον ἔλεος; οὐ μόνον δὲταῦτα, ἀλλὰ καὶ <ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελή-ματος αὐτοῦ.> διὰ τίνος τοῦτο; καὶ τοῦτο διὰ τοῦ υἱοῦ· πάντα διὰτοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρός· οὐδὲ γὰρ ἔντινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἠγαπημένου υἱοῦ. ἐπειδὴ δὲπερὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε, πάλιν τῆς υἱοθεσίαςμέμνηται, <δι' οὗ,> λέγων, <καὶ ἐκληρώθημεν·> οἱ γὰρ υἱοθετηθέντεςἐπὶ τῷ κληρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται, ἥτις γέγονε διὰ τοῦ υἱοῦκαὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόν-τος. γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτω πολιτεύσασθαι, ὥστε <εἰςἔπαινον> γενέσθαι <τῆς δόξης αὐτοῦ,> τοῦτ' ἔστιν εἰς ἐπαινουμένηνδόξαν αὐτοῦ καὶ εὐάρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὁρᾶσθαιπαρὰ πάντων· <ὅπως γὰρ ἴδωσιν,> φησί, <τὰ καλὰ ὑμῶν ἔργα,>ὁ κύριος ἐν Εὐαγγελίοις, <καὶ δοξάσωσι τὸν πατέρα ἡμῶντὸν ἐν οὐρανοῖς.> Εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον <ἐν πάσῃ πνευματικῇ εὐλογίᾳ,>ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ <ἐπουρανίοις.> διὰ τίνος; διὰἸησοῦ Χριστοῦ. πῶς; <καθὼς ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆςκόσμου·> οὕτως ἀρχαία ἡ ἡμῶν ἐκλογὴ καὶ εὐλογία. ἐπὶ τί δὲ ἡμᾶςἐξελέξατο; ἐπὶ τὸ <εἶναι ἁγίους καὶ ἀμώμους,> τιμίους καὶκαθαροὺς ἐν τῷ βίῳ. πόθεν εἰς τοῦτο κινηθείς; ἐξ ἀγάπης μόνης. ἵνατί γίνηται; ἵνα υἱοθετήσῃ ἡμᾶς διὰ τοῦ Χριστοῦ ἑαυτῷ· τοῦτο γὰρ καὶπροώριστο. ἐκ ποίας ἡμῶν ἐργασίας; ἐξ οὐδεμιᾶς, πλὴν ὅτι <δι' εὐδο-κίαν τοῦ θελήματος αὐτοῦ·> ηὐδόκησε γὰρ καὶ ἠθέλησε τοῦτοἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων. πῶς γὰρ ἦν συνεισενεγκεῖν τοὺςμηδ' ἀρχήν που τοῦ εἶναι λαβόντας; καὶ τί τὸ ἐκ τούτου κέρδος; ἄφατοςἀνακύπτει <ἔπαινος> καὶ ἐγκώμιον τῆς δεδοξασμένης <αὐτοῦ χάρι-τος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς.> διὰ τίνος; ἢ δῆλον ὅτι καὶ τοῦτο διὰτοῦ ἠγαπημένου αὐτοῦ υἱοῦ. πῶς; ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσινἡμῶν· ἦμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν, δοὺς δὲ τὸαἷμα αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθατυραννίδος. καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν; οὐκ ἔστιν εἰπεῖν, πλὴνὅτι <πλοῦτος> ἐστὶ <χάριτος,> περισσεία χάριτος, ὑπερβολή· οὐκ ἔστινἄλλο εἰπεῖν. τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὐ μόνονἐνήργησε, ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό. πῶς; φρενώσας καὶ σοφίσαςἡμᾶς εἰς κατάληψιν αὐτοῦ. πάντα τῆς ἐκείνου εὐεργεσίας, τὸ ἐνεργῆσαιπερὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον, τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν·καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἀφάτου στοργῆς καὶ κηδεμονίας, τὸ<γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον,>οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα. ὁρᾷς τίνων ἡμᾶςἀξιοῖ; καὶ τοῦτο ἦν <τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐντῷ υἱῷ αὐτοῦ,> τοῦτ' ἔστι διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον <κατ'εὐδοκίαν> γενέσθαι. εὐλόγως δὲ πάλιν εἶπεν τὸ <κατ' εὐδοκίαν,>καὶ ὅτι διὰ τοῦ υἱοῦ ἦν προτεθειμένον γενέσθαι· ἐπειδὴ γὰρ εἰπὼν αὐτὸκατ' ἀρχάς, καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συναίρων ἀπέστησε πολὺτὸν ἀκροατὴν τοῦ λόγου, πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶἐπαναλαμβάνων, ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός,τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν. εἶτα ταῦτα δέ, φησίν, <εἰςοἰκονομίαν,> τοῦτ' ἔστιν ἐπὶ ἀφάτῳ προνοίᾳ καὶ διοικήσει τῶν τῆςσυντελείας <καιρῶν,> τοῦτ' ἔστι τῶν κατὰ τὴν συντέλειαν πραγμάτων·ὅσα γὰρ ἐπράχθη, διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξανἐπράχθη. διὸ καὶ ὁ Χριστὸς τότε διὰ τῆς ἐκβάσεως τῶν πραγμάτωνφανεροῦται, <ἀνακεφαλαιούμενος τὰ πάντα ἐν αὐτῷ.> Ἢ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦυἱοῦ προωρίσθη γενέσθαι <κατ' εὐδοκίαν> τοῦ θελήματος τοῦ πατρός,ἀλλὰ καὶ τὸ ἀξιωθῆναι ἡμᾶς μαθεῖν τοῦτο, ὁμοίως διὰ τοῦ υἱοῦ ἡμῖνγέγονε <κατ' εὐδοκίαν> τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησεκαὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτη-σεν· ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ηὐδόκησεν ὁ πατὴρ καὶ ἠθέλησεν. ἢ οὖνὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν δεύτερον τὸν θεῖον Παῦλον· <τὸμυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν>καὶ ἑξῆς, ἢ ὡς νῦν ἀνεπτύχθη· ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διΐσταται τοῦεὐλόγου.Eph 1,14 <Ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν.> ὅς ἐστιτὸ πνεῦμα, φησίν. ἐποιήσατο δὲ τὴν μετάληψιν τοῦ ἄρθρου οὐκ ἀπὸτῆς προφορᾶς τῆς κατὰ τὸ <πνεῦμα,> ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸτοῦ θεοῦ. ἐπεὶ γὰρ εἶπε <πνεύματι,> τοῦτο δέ ἐστι θεός, ἐπάγει οἰκείωςκαὶ βαθύτερον συντάσσων· <ὅς ἐστιν ἀρραβὼν> καὶ ἑξῆς.Eph 1,15 Καθ' ὑπερβατὸν <τὴν ἐν τῷ κυρίῳ Ἰησοῦ καθ' ὑμᾶςπίστιν·> ἣν ὑμεῖς, φησί, κέκτησθε.Eph 1,19—21