Fragmenta in epistulam ad Ephesios
- Edition reference
- Fragmenta in epistulam ad Ephesios (in catenis), ed. Staab, op. cit., 611–621.
- CTS identifier
urn:cts:greekLit:tlg4040.tlg018.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
613
<Καὶ τί τὸ ὑπερβάλλον μέγεθος.> τὸ γὰρ καθ' ὑπερβολὴν
μέγεθος τῆς ἀφάτου δυνάμεως αὐτοῦ καὶ <εἰς ἡμᾶς τοὺς πιστεύ-
οντας> ἐπιδείκνυται. πῶς; ὅτι τοῖς πάθεσι πάσας τὰς αἰσθήσεις νενεκρω-
μένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ
συγκεχωσμένον, ἀνέστησε καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως
αὐτοῦ τὴν αἴγλην καὶ τὴν λαμπρότητα. ὄντως τοῦτο <κράτος ἰσχύος
αὐτοῦ.> διὸ καὶ συνιέναι αὐτοὺς διὰ τῆς τοῦ πνεύματος σοφίας
ἐπεύχεται τοῦτο· ἂν γὰρ συνίωμεν ὃ εὐεργετήμεθα, μᾶλλόν τε τὸ δῶρον
περιπτυξόμεθα καὶ τῷ εὐεργέτῃ εὐχαρίστως ἐσόμεθα διακείμενοι. τὸ δὲ
<κατὰ τὴν ἐνέργειαν ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ,> ἢ ὅτι τῆς
αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου
καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν· ἢ <κατὰ
τὴν ἐνέργειάν> φησιν, αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν, οἷον
δι' ἣν πεπιστεύκαμεν καὶ δι' ἣν ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου. ἡ γὰρ
<ἐνέργεια ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν> καὶ
ἑξῆς, αὕτη γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας
πλάνης· ἀνέστη γάρ, ὅτι τέθνηκεν· τέθνηκε δέ, ὅτι σεσάρκωται· σεσάρ-
κωται δέ, ἵνα ἡμᾶς υἱοποιήσηται. καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστὶ τῆς
αὐτῆς <τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.> τὸ οὖν <κατὰ τὴν
ἐνέργειαν,> ἵνα εἴπῃ· διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ·
κατ' ἐκείνην γὰρ καὶ δι' ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα.
<Ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς
τοὺς πιστεύοντας> τοῦτό φησιν, ὅτι τὴν <ἀπαρχὴν> ἡμῶν
<ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ
κυριότητος> ἀναστήσας τὸν Χριστόν, <ἐν δεξιᾷ αὐτοῦ ἐκά-
θισεν.> εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα
ἡμῶν ὁ λόγος καὶ θεὸς ἡμῶν προσελάβετο, ἀλλ' οὖν <ἀπαρχὴ> τῶν
πιστευόντων ἐστὶ μόνων καὶ αὐτῷ κατακολουθούντων, ὥσπερ καὶ
<πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς> τοῖς πιστεύουσιν, ἀλλ' οὐκ
ἐν πᾶσιν· οὐ γὰρ κἀν τοῖς ἀπίστοις. οὕτως δὲ ἐκλαμβανομένου <καὶ
τί τὸ ὑπερβάλλον μέγεθος> καὶ ἑξῆς—τοῦτο γὰρ καὶ τὸ <καθ'
ὑπερβολὴν μέγεθος> αὐτοῦ μάλιστα παρίστησιν, τὸ τὴν γηγενῆ
φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεων
προσκυνουμένην δεῖξαι—οὕτως οὖν παραληφθείσης τῆς τοῦ ῥητοῦ
διανοίας, ἀκόλουθός τε καὶ σαφὴς καὶ ἡ ἔννοια τῶν ἐφεξῆς· ἐκ γὰρ τῆς
ἐνεργείας ἧς ἐνήργησεν ἀναστήσας τὸν Χριστόν, καὶ τὸ τὴν ἡμετέραν
ἀπαρχὴν συνεδριάσαι γέγονε τῷ πατρὶ καὶ ἡμῖν τοῖς πιστοῖς τὸ ὑπερ-
σεμνύνεσθαι καὶ ὑπερκαλλωπίζεσθαι ἐπὶ τούτῳ.
614
<Καὶ ἐκάθισεν ἐν δεξιᾷ.> πάλιν καὶ ἑτέρως <τὸ κράτος τῆς
ἰσχύος> δηλοῖ τοῦ πατρός, οὐ μόνον τῷ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ
τῷ καθίσαι ἐν δεξιᾷ αὐτοῦ.
<Ὑπεράνω πάσης ἀρχῆς.> ἀντὶ τοῦ παντὸς ῥητοῦ καὶ ὀνο-
μαστοῦ, οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν
δυναμένου ῥηθῆναι καὶ ὀνομασθῆναι· ὑπεράνω γὰρ πάντων ὁ υἱός ἐστιν,
εἰ καὶ σεσάρκωται.
Eph 1,22—23
<Καὶ αὐτὸν ἔδωκε κεφαλήν.> εἰπὼν τὸν Χριστὸν <κεφαλὴν>
τῶν πιστῶν, εἰπὼν τοὺς πιστοὺς <σῶμα> αὐτοῦ καὶ <πλήρωμα> αὐτοῦ,
καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα,
ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἔνδειγμα. ἀλλὰ τίνος
ἐστὲ <σῶμα;> φησίν· τίνος <πλήρωμα;> τίνος; <τοῦ πληροῦντος τὰ
πάντα.> οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ' ἐν πᾶσιν αὐτὸς
ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτὸς
προνοεῖται, αὐτὸς τὰ πάντα ἐν πᾶσι πράγμασι πληροῖ καὶ διέπει. τούτου
οὖν τοῦ τηλικούτου καὶ τοσούτου, τοῦ εἰς πάντα καὶ ἐν πᾶσιν ἐξαπλοῦντος
αὐτοῦ τὰς ἐνεργείας, <σῶμα> καὶ <πλήρωμα> ἠξιώθημεν καλεῖσθαι. —
Ἀλλ' εἰ οὕτως νοηθείη τὸ <πληρουμένου,> ἀντὶ τοῦ πληροῦντος
ἐκληφθήσεται. ἀκολουθότερον οὖν τῇ λέξει ὡς ἐνόησαν οἱ πρὸ ἡμῶν.
Eph 2,1
Ἡ ἀνταπόδοσις μετὰ πολλὴν σύμφρασιν. <καὶ ὑμᾶς ὄντας,>
φησί, <νεκροὺς τοῖς παραπτώμασιν·> εἶτα πολλαῖς περιβολαῖς
μεστώσας τὸν λόγον μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ, οἷον· καὶ
ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἀπέδωκε τὸ κατὰ πόδας,
συνεζωοποίησε τῷ Χριστῷ. πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος ἡ
χρῆσις.
Eph 2,2—5
<Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος.> ἄρχει γὰρ
καὶ ἐξουσιάζει ὁ σατανᾶς τῶν ἀερίων καὶ πονηρῶν πνευμάτων· καθ'
ὃν, τοῦτ' ἔστι καθ' οὗ βουλὴν καὶ θέλημα ὑμεῖς <περιπατήσαντες>
καὶ νεκρωθέντες καὶ <ὀργῆς τέκνα> γεγονότες τῷ <πλουσίῳ ἐλέει>
τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ <ἀγάπῃ> ἀνέστημεν καὶ ἐζωοποιήθημεν.
<Ὁ θεὸς πλούσιος ὢν ἐν ἐλέει.> ἐν γὰρ τοῖς πειθαρχοῦσι
Χριστῷ ἀνενέργητός ἐστιν, οὐδὲν ἰσχύει, οὐδὲν ἐξουσιάζει· οἱ δὲ αὑτοὺς
615
υἱοὺς καὶ κληρονόμους τῆς ἀπειθείας αὐτοῦ ἀπεργασάμενοι, οὗτοι καὶ
ἐνεργοῦνται καὶ ἐξουσιάζονται ὑπ' αὐτοῦ. καὶ ἦμεν ἡμεῖς ὑπὸ τὴν
ἐξουσίαν αὐτοῦ. πῶς; ἐν τῷ ποιεῖν τὰ θελήματα αὐτοῦ. ἀλλ' ὁ θεὸς
πλούτῳ ἐλέους καὶ ὑπεραγαπήσεως ὡς ἐρρύσατο ἐκεῖθεν, καὶ νεκρωθέν-
τας ἀνέστησεν.
Eph 2,9—10
<Οὐκ ἐξ ἔργων,> ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ, ὡς ἐξ
οἰκείων ἔργων σωθείς. καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι, οὐδ'
οὕτως, φησίν, ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν. διὰ τί; ὅτι
<ποίημά ἐσμεν> τοῦ θεοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ
ἀγαθοεργεῖν κτισθέντες· ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα, εἰς θεὸν ἂν
εἴημεν δίκαιοι ἀναφέρειν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν, ὅτι αὐτὸς ἡμᾶς
ἐπὶ τούτῳ ἔκτισεν, ἀλλ' οὐχὶ εἰς ἑαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν.
ὅτε δὲ καὶ <κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς> οὐ μόνον οὐδὲν
ἠγαθουργήσαμεν, ἀλλὰ καὶ εἰς τοὐναντίον ἀπηνέχθημεν, καὶ ἀπενεχθέν-
τες οὐκ ἐξ ἑαυτῶν ἀπεστράφημεν, ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ,
πηλίκη τις ἡ εὐχαριστία παρ' ἡμῶν ὀφείλεται τῷ θεῷ; τὸ δὲ <ἐπὶ
ἔργοις ἀγαθοῖς κτισθέντες> ἅμα καὶ προτρέποντός ἐστι καὶ
διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς, ἵνα εἴπῃ· χρεῶσταί ἐστε ποιεῖν τὸ
ἀγαθόν, καὶ ἀρχαῖόν ἐστι τὸ χρέος· ἐπὶ τούτῳ γὰρ ἐκτίσθητε. ἀλλὰ καὶ
τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ηὐξήσατε, μηδὲν ἀποδιδόντες ἀλλὰ
καὶ διὰ παραβάσεως προστιθέντες. χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπι-
μελείας εἰς τὸ τὰ ὀφειλόμενα ἀποτίσαι.
Eph 2,12
<Καὶ ἄθεοι ἐν τῷ κόσμῳ.> ἐν τῇ κατὰ τὸν παρόντα βίον
πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ· ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες
ἐπιγνώσονται τὸν θεόν. οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα, ὡς
δημιουργήματα καὶ προνοούμενα, οὐκ ἦσαν <ἄθεοι.> πῶς οὖν <ἄθεοι;>
ἀπὸ τῆς κατὰ κόσμον πολιτείας, ἀπὸ τῆς λατρείας, ἀπὸ τῆς βεβήλου
προαιρέσεως.
Eph 2,14
<Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ.> διπλῆ ἦν ἡ <ἔχθρα καὶ>
διπλοῦν τὸ <μεσότοιχον,> μᾶλλον καὶ τριπλῆ· καὶ γὰρ καὶ πρὸς ἀγγέ-
λους ἐξεπολέμωτο τὸ ἀνθρώπινον. νῦν δὲ τέως περὶ τῶν δύο διαλαμβάνει
ἣν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ Ἰουδαίων, καὶ ἣν ἄμφω πρὸς τὸν
θεὸν τῶν ὅλων. ἀλλ' ἑκατέραν ἔχθραν καὶ ἑκάτερον μεσότοιχον ἔλυσε
Χριστὸς ὁ θεὸς ἡμῶν.
616
Eph 2,16
<Καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους.> διὰ μὲν τοῦ <ἐν
ἑνὶ σώματι> τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν, διὰ δὲ τοῦ <τῷ
θεῷ> τὴν πρὸς θεὸν ἀμφοτέρων.
Eph 3,1
<Τούτου χάριν ἐγὼ Παῦλος ὁ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ.> ἔστι γὰρ εἶναι μὲν <δέσμιον τοῦ
Χριστοῦ,> τοῦτ' ἔστι διὰ τὴν εἰς αὐτὸν ἀμετάτρεπτον πίστιν δεδέσθαι
καὶ κολάζεσθαι, ἀλλ' οὐχὶ καὶ <ὑπὲρ τῶν ἐθνῶν,> τοῦτ' ἔστι διὰ τὴν
διδασκαλίαν καὶ τὸ κήρυγμα ὃ κηρύσσει τις ἐν τοῖς ἔθνεσιν, ὥσπερ πολλοὶ
τῶν μαρτύρων· οὐχ ὅτι γὰρ ἐδίδασκον τὰ ἔθνη, ἀλλ' ὅτι οὐκ ἐξηρνοῦντο,
ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ <ὑπὲρ τοῦ Χριστοῦ
καὶ ὑπὲρ τῶν ἐθνῶν.>
Eph 3,8
<Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων.> λείπει τὸ ‹γάρ›, οἷον·
ἐμοὶ γάρ. ἢ μᾶλλον οὐδὲν ἐλλείπει, ἀλλὰ ἀνταπόδοσίς ἐστι τοῦ <τούτου
χάριν,> οἷον· <τούτου χάριν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάν-
των ἁγίων ἐδόθη> καὶ ἑξῆς. σκόπει δὲ ὅτι ἀρξάμενος τῆς περιόδου
κατὰ τὸ ὀρθὸν σχῆμα, ἐν τῇ ἀνταποδόσει ἐπλαγίασεν σχηματίσας τὴν
ἀνταπόδοσιν πρὸς τὸν τῶν περιβολῶν τύπον. οὕτως καὶ Θουκυδίδης καὶ
Δημοσθένης πολλαχοῦ. τὸ δὲ <τούτου χάριν> φησὶν οἷον· χάριν τοῦ
συνοικοδομηθῆναι ἡμᾶς εἰς κατοικητήριον θεοῦ.
Eph 3,10—11
<Ἡ πολυποίκιλος σοφία.> ἡ κατὰ πρόθεσιν τῶν αἰώνων
πολυποίκιλος σοφία τοῦ θεοῦ· αὕτη γὰρ καὶ τῶν αἰώνων προετίθετο
καὶ προώριστο, εἰ καὶ ἐν ἐσχάτοις καιροῖς διὰ τῆς ἐκκλησίας ἐγνωρίσθη.
τὸ δὲ <ἣν ἐποίησεν,> ὅτι καὶ ταύτην διὰ τοῦ Χριστοῦ καὶ προέθετο
τῶν αἰώνων καὶ προώρισεν· οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη
οὔτε ὥρισεν οὔτε ἐποίησεν.
Eph 3,13
<Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς ὑπὲρ ὑμῶν
θλίψεσί μου·> καθ' ὑπερβατὸν γὰρ ἡ σύνταξις.
617
Eph 3,18—19
<Ἐν ἀγάπῃ ἐρριζωμένοι. τὸ ἐρριζωμένοι καὶ τεθε-
μελιωμένοι> ἢ σφάλμα ἐστὶ καλλιγραφικόν, δέον κατ' αἰτιατικὴν
γράψαι ‹ἐρριζωμένους καὶ τεθεμελιωμένους›· ἢ εἰ μὴ τοῦτο, κατ' ἔθος
ἀρχαϊκῆς συντάξεως ἐχρήσατο ὁ θεῖος Παῦλος ἀντὶ αἰτιατικῆς μετοχικῇ
εὐθείᾳ. πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ
Θουκυδίδῃ. εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατ'
ἀντίπτωσιν ἐκλαβεῖν, καὶ οὕτως τὸ ἀκόλουθον φυλαχθήσεται, καθ' ὑπερ-
βατὸν τὴν σύνταξιν ποιουμένων, ᾧ καὶ μάλιστα σχήματι φαίνεται
κεχρημένος ὁ θεῖος Παῦλος, οἷον ἵνα ᾖ συντεταγμένον τὸ ῥητὸν οὕτως·
<ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύ-
σητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος
καὶ μῆκος καὶ βάθος> καὶ ἑξῆς.
Ἀπὸ κοινοῦ τὸ <ἵνα ἐξισχύσητε,> οἷον· ἵνα ἐξισχύσητε κατα-
λαβέσθαι καὶ γνῶναι.
<Τί τὸ πλάτος καὶ μῆκος.> τίνος <πλάτος καὶ μῆκος καὶ
βάθος καὶ ὕψος;> ἢ τοῦ μυστηρίου, ἵνα ᾖ κατ' ἔλλειψιν εἰρημένον·
ἢ καὶ χωρὶς ἐλλείψεως, καθ' ὑπερβατὸν δέ· <ἵνα ἐξισχύσητε,> φησί,
<καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ
ὕψος τῆς γνώσεως τοῦ Χριστοῦ, γνῶναί τε τὴν ὑπερ-
βάλλουσαν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ.> ἔστι δὲ <γνῶσις> μὲν
<Χριστοῦ> ἡ τῆς περὶ ἡμᾶς αὐτοῦ <οἰκονομίας> φανέρωσις. <γνῶσις>
δέ ἐστι <Χριστοῦ,> ὅτι τε τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς
καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο, καὶ ὅτι αὐτός ἐστιν ἡμῖν χορηγὸς
ταύτης τῆς γνώσεως, καὶ ὅτι δι' αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν Χριστόν.
ἀλλὰ <γνῶσις> μὲν <Χριστοῦ> αὕτη. <μῆκος> δέ ἐστιν αὐτῆς τὸ <ἀπὸ
τῶν αἰώνων.> αὐτὴν προωρίσθαι. <πλάτος> δέ, ὅτι εἰς πάντας αὐτῆς
ἡ εὐεργεσία ἐξαπλοῦται, εἰς τοὺς πρὸ νόμου, εἰς τοὺς ἐν νόμῳ καὶ μετὰ
τὸν νόμον, εἰς τοὺς ζῶντας, εἰς τοὺς τετελευτηκότας, εἰς τοὺς Ἰουδαίους,
εἰς τοὺς Ἕλληνας, εἰς τοὺς βαρβάρους, εἰς πάντα τὰ ἔθνη, εἰς τὰ
οὐράνια, εἰς τὰ ἐπίγεια· εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς ὁ Χριστὸς
πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς
ἀνθρώποις. εὔχεται οὖν αὐτοὺς ταῦτα <καταλαβέσθαι,> καὶ οὐ ταῦτα
μόνον ἀλλὰ καὶ τὸ <βάθος> αὐτῆς καὶ τὸ <ὕψος,> ὅτι μέχρι τῶν τοῦ
ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο,
ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας, τοὺς δὲ αἰχμαλώτους ἀναρρυ-
σάμενος καὶ <ἐλευθερώσας.> εἶτα καὶ τὸ <ὕψος,> ὅτι ὁ <καταβὰς
αὐτός ἐστι καὶ ὁ ἀναβάς,> ὅτι <ὑπεράνω τῶν οὐρανῶν>
618
ἀνήγαγε τὴν <ἀπαρχὴν> ἡμῶν, ὅτι <ὑπεράνω πάσης ἀρχῆς καὶ
ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος.> ὁρᾷς <ὕψος>
ἄφατον τῆς <οἰκονομίας> Χριστοῦ καὶ τῆς <γνώσεως> αὐτοῦ· ταῦτα
ἐπεύχεται αὐτοὺς ὁ Παῦλος κατανοῆσαι, ταῦτα <καταλαβέσθαι.> ἂν
δὲ ταῦτα <καταλάβωνται,> τί; τότε <γνώσονται τὴν> εἰς ἡμᾶς
<ὑπερβάλλουσαν ἀγάπην> αὐτοῦ. ἂν δὲ <γνῶμεν,> τί; τίς ἀντερεῖ
τὸ μὴ οὐ χρεώστας εἶναι <πληρωθῆναι ἐν παντὶ πληρώματι
θεοῦ,> οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα
εἰσδέξασθαι;
Eph 4,3—4
<Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος.>
ἐν τῷ συνδεδέσθαι ἀλλήλους εἰρηνικῶς καθ' <ἓν σῶμα> καὶ καθ' <ἓν
πνεῦμα·> τοῦτο γὰρ <ἡ ἑνότης τοῦ πνεύματος> ἣν ἥνωσεν ἡμᾶς
ἐκεῖνο καὶ οὗ <ἐκλήθητε. ἢ σπουδάζοντες> ἀλλήλους <τηρεῖν>
καὶ φυλάττειν <ἓν σῶμα καὶ ἓν πνεῦμα> κατὰ <τὴν ἑνότητα τοῦ
πνεύματος,> καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα, <καθὼς καὶ
ἐκλήθητε.> τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος.
ἀλλ' εἰ μὲν ὡς τὸ πρότερον ἐλλειπτικὴ ἂν εἴη μόνον ἡ σύνταξις, λείπουσα
τὴν ‹κατὰ› πρόθεσιν, οἷον· καθ' ἓν σῶμα καὶ καθ' ἓν πνεῦμα. εἰ δὲ ὡς
τὸ δεύτερον, τρεῖς ἔχει τρόπους, ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγμα-
τος καὶ τρίτον τὸν ἐλλειπτικόν, κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως
ἐλλειπούσης οἷον· κατὰ τὴν ἑνότητα, τοῦ δὲ ‹ἀλλήλων› ἀπὸ κοινοῦ μετὰ
ζεύγματος λαμβανομένου· ἀλλήλους γὰρ ἐξακουσθήσεται. τὸ δὲ ὑπερ-
βατὸν εὔδηλον.
Eph 4,4
Ἢ ὡς ἓν ὄντες <πνεῦμα> καὶ <ἓν σῶμα·> οὕτω γὰρ ἐκλήθητε.
Eph 4,8
<Ἀναβὰς εἰς ὕψος.> λέγει δὲ τὸ τοῦ σταυροῦ, ὡς αὐτὸς ἐπηγγεί-
λατο· <ὅτε ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.>
<Ἠιχμαλώτευσε> μὲν τὸν διάβολον, <ἔδωκε> δὲ ἀντὶ τιμωρίας
<δόματα> καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν, ἐπειδὴ ὁ ἀναβαίνων ἢ
ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι, ὥσπερ ὅτε τις
ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω, ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν
τῆς ἀνόδου ἀλλ' ἀπ' ἀρχῆς μὲν ἦν ἄνω, καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν
619
ἄνεισιν. εἰπὼν δὲ <ἀναβάς,> ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ <ἀναβάς·>
ὅτι οὐχ ὡς νῦν, φησίν, ἀρξάμενος ἀναβαίνει—ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ
ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δόξης—ἀλλ' ὡς ἀπὸ τῆς κατὰ
τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθόδου εἰς τὴν
πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν, λέγεται ὅτι
<ἀνέβη.>
Eph 4,10
<Ὁ αὐτός,> φησίν, <ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς·> κατα-
βαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεός, ἀναβαίνει δὲ ὡς ἄνθρωπος.
καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος, ἀνίσταται δὲ ὡς θεός.
οὐ μόνον δέ, ἀλλὰ καὶ <ὑπεράνω> γίνεται <τῶν οὐρανῶν,> καὶ οὐχ
ἁπλῶς, ἀλλὰ <πάντων> τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ πρόσλημμα
ἡμῶν ἀξιῶν.
Eph 4,13
<Τοῦ πληρώματος.> οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου
<πληρώματος> ἤτοι τοῦ <σώματος τοῦ Χριστοῦ,> ἀλλ' ὁ <εἰς
ἄνδρα τέλειον> τῆς ἐπιγνώσεως αὐτοῦ καταντήσας, καὶ εἰς <μέτρον
ἡλικίας> ἀξίας <τοῦ πληρώματος τοῦ Χριστοῦ.>
Eph 4,16
<Ἐξ οὗ πᾶν τὸ σῶμα,> ἤγουν οἱ πιστοί, <συναρμολογού-
μενον καὶ συμβιβαζόμενον τὴν αὔξησιν> τὴν ἰδίαν <ποιεῖ-
ται> ἐπ' ἰδίᾳ <οἰκοδομῇ> καὶ τελειότητι, ἀλλ' οὐχὶ ἑτέρου τινὸς χάριν.
τὸ δὲ <ἐν ἀγάπῃ,> ὅτι οὐδ' ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης
συνίσταται καὶ τελειοῦται, μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνότης καὶ ἁρμολογία.
ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί; <διὰ πάσης
ἁφῆς,> φησίν, ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται, ὁ δὲ τῷδε, ἀλλὰ πάντες
πᾶσιν· διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς
αὔξησις γίνεται. αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια πόθεν φύεται; <τῆς
ἐπιχορηγίας> ἐστὶ τοῦ Χριστοῦ, φησίν· ἐπιχορηγίας δέ, ὅτι μετὰ τῶν
ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ.
τὸ δὲ <κατ' ἐνέργειαν,> ὅτι οὐ μόνον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν
συνάφειαν, ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν.
τὸ δὲ <ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους,> ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς
ἡμᾶς ἀλλήλοις συναρμολογεῖ, αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ' ἐνέργειαν
συνάφειαν, τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα· ἵνα μὴ
620
ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν
προῖκα. προστίθησι ταῦτα, ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται, ἀλλὰ κατὰ
τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομένων ἡ διανέμησις
γίνεται.
Eph 4,17—18
<Ἐν ματαιότητι τοῦ νοός.> οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ
πιστεύοντες καὶ ἀποδεχόμενοι, ἀλλ' ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀνα-
πλάσῃ καὶ λογίσηται. τί δ' ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ <ἐσκοτισμέ-
νην> ἔχων <τὴν διάνοιαν;>
Eph 4,19
<Ἑαυτοὺς παρέδωκαν.> ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν
πάθεσιν, <ἀσελγείᾳ> καὶ <πλεονεξίᾳ,> ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον
τῶν ἄλλων ἁμαρτιῶν· ἢ ὅτι τὴν <ἀσέλγειαν> καὶ <ἀκαθαρσίαν>
ἁπλῶς <ἐν πλεονεξίᾳ,> τοῦτ' ἔστι καθ' ὑπερβολὴν καὶ ἀνενδότως
εἰργάσαντο.
Eph 4,21—23
<Κατὰ τὴν προτέραν. ἐδιδάχθητε ἀποθέσθαι, ἐδι-
δάχθητε ἐνδύσασθαι·> ἀπὸ κοινοῦ γὰρ τὸ <ἐδιδάχθητε.
Τὸν παλαιὸν ἄνθρωπον.> τὸν <κατὰ τὴν προτέραν
ἀναστροφὴν παλαιὸν ἄνθρωπον.>
Eph 5,11—14
<Καὶ μὴ συγκοινωνεῖτε. ἔργα σκότους> εἶπε γενικῶς ὀνο-
μάσας πᾶσαν ἁμαρτίαν. διὰ τί δέ, φησίν, οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν
ὀνομαστὶ πρᾶξιν; ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχρότητος πληροῦται
καὶ ὁ ἐπεξιὼν αὐτάς. Ἢ οὕτως· <ἐλέγχετε,> φησί, τῇ παραθέσει τοῦ
οἰκείου βίου. οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιόν-
τας αὐτοῖς καὶ ὀνειδίζοντας—οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως
μνημονεύειν αὐτῶν αἰσχρότης νομίζεται—οὐδὲν γὰρ ἔλαττον, φησί,
τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτόντων ἐλεγχθήσονται ἢ εἰ διὰ
λόγων τις αὐτοὺς ἀνεκάλυπτεν. ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν
διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ
φανεροῦται, φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται
καὶ μεταποιεῖται· ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέ-
ρωσις εἰς κατάγνωσιν προτρέπεται, ἡ δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς. αὕτη
621
δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει, ὅπερ ἐστὶ <φῶς,> ὡς πρόξενον τοῦ
ἐκεῖθεν φωτός. καὶ φῶς πάλιν, ὅτι τυφλῶττον ἐν ἡμῖν πρότερον περὶ τὰ
πάθη, αὕτη καταλάμψασα τὸ ἡγεμονικόν, ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν
τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχρότητα καὶ ἀμορφίαν. τὸ δὲ <πᾶν
γὰρ τὸ φανερούμενον φῶς ἐστιν,> ἢ ὡς εἴρηται ληπτέον, ἢ
κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου
βίου τὴν τῶν φαύλων πολιτείαν. φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου
βίος, φησίν, φανερούμενος δὲ φῶς ἐστιν, φωτὸς δὲ λάμποντος τὸ σκότος
ἐλέγχεται, ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος.
<Μᾶλλον δὲ καὶ ἐλέγχετε.> ἢ οὕτως· ἐλέγχετε αὐτοὶ διὰ τοῦ
ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου, καὶ μὴ ἀναμένετε ἐκείνους
ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ
οὕτω βελτιοῦσθαι. εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις, ἀλλ' οὖν ὑπὸ τῆς
ἐμφύτου γνώσεως εἰδότες αὐτῶν τὴν αἰσχρότητα αἰσχύνονται, καίτοι
δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν.
<Πᾶν γὰρ τὸ φανερούμενον.> ὅτι, φησί, τὸ φανερούμενον
καὶ ἀνακαλυπτόμενον φῶς γίνεται, μαρτυρεῖ καὶ ἡ χρῆσις· <ἔγειρε> γάρ,
φησίν, <ὁ καθεύδων,> οἷον· διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατα-
κλίσεως καὶ προσεδρείας. <καὶ ἀνάστα ἐκ τῶν νεκρῶν·> ἔασον
αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι. καὶ ἂν ταῦτα γένηται,
<ἐπιφαύσει σοι> τότε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ <Χριστός,>
ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται.
Eph 5,17—21
<Ἀλλὰ συνιέντες.> συνιέντες περιπατεῖτε—ἀπὸ κοινοῦ γὰρ
ὥσπερ καὶ τὸ <πληροῦσθε> πάλιν ἐστὶν ἀπὸ κοινοῦ—πρὸς τὸ
<λαλοῦντες> γὰρ καὶ <ᾄδοντες> καὶ <ψάλλοντες> καὶ <εὐχαρι-
στοῦντες> ἀποδίδοται, καὶ πρὸς τὸ <ὑποτασσόμενοι.>
Phil 1,5 <Ἐπὶ τῇ κοινωνίᾳ.> ἐπὶ τῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν.τὸ δὲ <ἀπὸ πρώτης ἡμέρας·> ἢ ὅτι ἀπὸ πρώτης ἡμέρας ἀφ' οὗἐπιστεύσατε μέχρι τοῦ νῦν <εὐχαριστῶ τῷ θεῷ μου ὑπὲρπάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,> ἢ ἐπὶτῇ εἰς τὸ εὐαγγέλιον κοινωνίᾳ ὑμῶν τῇ ἀπὸ πρώτης ἡμέρας μέχρι τοῦνῦν διακονουμένῃ. ἔοικε δὲ τὸ ἐφεξῆς μᾶλλον τῇ προτέρᾳ ἐκδοχῇσυμφωνεῖν. πῶς γὰρ ἀπ' ἀρχῆς ηὐχαρίστεις μήπω βεβαιωθέντας ἐπὶ τῇκοινωνίᾳ ἰδών; πεποιθώς, φησίν, ὅτι ὁ τοιαύτην πρόθυμον καὶ θέρμηςγέμουσαν ἀρχὴν ἐνθείς, αὐτὸς καὶ εἰς τελειότητα ἔργου ταύτην προαγάγοι.Phil 1,7 <Τοῦτο φρονεῖν ὑπὲρ πάντων.> φρονεῖ γὰρ καὶ λογίζεταιἀγαθὰ καὶ μεγάλα διανύειν τοὺς μαθητὰς ὁ μεγάλην σπουδὴν καὶ ἐπι-μέλειαν εἰς αὐτοὺς καταβεβληκώς. <ἢ δίκαιον ἐμοὶ> τοῦτο λογίζεσθαι,τῷ τοιαύτην ἔχοντι διάθεσιν περὶ ὑμᾶς ὥστε μηδ' ἐν τοῖς δεσμοῖς μουἐπιλανθάνεσθαι ὑμᾶς, ἀλλ' ἐγκαρδίους ἀεὶ περιφέρειν. τί δὲ τὸ αἴτιοντὸ ἐγκαρδίους αὐτοὺς καὶ ἀνεπιλήστους ἔχειν; ὅτι <συγκοινωνοίμου,> φησί, <τῆς χάριτός> εἰσιν· ἢ τῆς διὰ πίστεως ἐπιχορηγουμένηςαὐτοῖς πνευματικῆς δωρεᾶς ποικίλως αὐτοῖς ἐνεργουμένης τότε, ἢἁπλῶς χάριτος τῆς διὰ τοῦ βαπτίσματος παλιγγενεσίας καὶ υἱοθεσίας.<ἢ ἐν τῇ καρδίᾳ> εἶπον <ἔχειν συγκοινωνούς μου> ὄντας<ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶἐν τῇ βεβαιώσει.> τὸ δὲ <τῆς χάριτος> ἀντὶ τοῦ διὰ τῆς χάριτος·ἄνευ γὰρ θείας χάριτος οὐδεὶς ἀξιοῦται τῆς τοιαύτης κοινωνίας.Phil 1,8 <Ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.> οἷον· οὐκ ἀνθρωπίνοις,οὐδέ τι ἀνθρώπινον πάσχουσιν, ἀλλ' ὅλον κατὰ Χριστὸν Ἰησοῦνδιακειμένοις. μέγα μὲν τὸ ὑπὸ Παύλου ποθεῖσθαι· τὸ δὲ <καὶ ἐνσπλάγχνοις> μεῖζον· τὸ δὲ <καὶ ἐν σπλάγχνοις ἸησοῦΧριστοῦ> οὐδεμίαν ὑπερβολὴν ἀπολιμπάνει.Phil 1,13 <Ὥστε τοὺς δεσμούς.> ἢ τοὺς <ἐν Χριστῷ δεσμούς,> τοῦτ'