Fragmenta in epistulam ad Colossenses
- Edition reference
- Fragmenta in epistulam ad Colossenses (in catenis), ed. Staab, op. cit., 631–633.
- CTS identifier
urn:cts:greekLit:tlg4040.tlg020.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
κὸς λόγος ὁ τὴν ψυχὴν τρέφων, ἂν μὴ ᾖ τῇ χάριτι ἠρτυμένος, οὔτεθρέψει, οὔτε ἀναδοθήσεται.Kol 4,16 <Ἵνα καὶ ἐν τῇ Λαοδικέων.> ἦν τι πάντως τῶν γραφέντωνκαὶ πρὸς τὴν διόρθωσιν τῶν Λαοδικέων συντεῖνον. ἢ ὅτι πλέον ἔμελλονπροσέχειν ἑαυτοῖς, ὁρῶντες τὰ ἑτέρων ἐλεγχόμενα πλημμελήματα. <Καὶ τὴν ἐκ Λαοδικείας.> οὐ τὴν ἀπὸ Παύλου πρὸς Λαοδικέας—ἢ γὰρ ἂν εἶπε· καὶ τὴν ἐν Λαοδικείᾳ—ἀλλὰ τὴν ἀπὸ Λαοδικέωνπρὸς Παῦλον· ἦν γάρ τι πάντως ἐν αὐτῇ ὠφελοῦν τοὺς Κολοσσαεῖς.Kol 4,17 Περὶ τοῦ διδασκάλου γράφει, ἵνα ἐπιτιμῶνται καὶ παραινούμενοιπείθωνται, εἰδότες τὰ δηλωθέντα αὐτῷ παρὰ τοῦ Παύλου. ἴσως δὲἐπίσκοπος ἦν αὐτῶν, ἢ ἄλλην ἐγκεχείριστο ψυχῶν διακονίαν. διό φησιν·<ἐν κυρίῳ διακονίαν> καὶ οὐ <κατ' ἄνθρωπον> οὖσαν.Kol 4,18 Μᾶλλον αὐτὴν τοῦ ἀσπασμοῦ τὴν λέξιν ἰδίᾳ χειρὶ ἔγραψεν, ἵναπάσχωσί τι πλέον τὴν χεῖρα ὁρῶντες τοῦ Παύλου. Μεγίστη προτροπὴ πρὸς τὸ φέρειν γενναίως τοὺς πειρασμούς, τὸεἰδέναι καὶ διὰ παντὸς μνημονεύειν εἶναι τοῦτον ἐν <δεσμοῖς.> Δηλονότι μεθ' ἧς πάντα τὰ ἐπιταγέντα πληρώσουσιν. χάριτος εἰςτὸ σωθῆναι δέονται. τί γὰρ ἂν ποιήσοι ἄνθρωπος ἄνευ χάριτος;1 Thess 2,4—6 <Ἀλλὰ καθὼς δεδοκιμάσμεθα.> τοῦ μὲν μὴ <ἐν λόγῳκολακείας> ἐλθεῖν αὐτοὺς καλεῖ μάρτυρας—καὶ εἰκότως· αὐτοὶ γὰρτῶν ἄλλων μᾶλλον τὰ περὶ αὐτοὺς ᾔδεισαν—, ὅτι δὲ οὐδὲ ἐν <προ-φάσει> καὶ σκοπῷ τοῦ λαβεῖν, τὸν <θεὸν> καλεῖ <μάρτυρα·> ἄδηλα γὰρἀνθρώποις τὰ ἐν διανοίᾳ ἑκάστου μελετώμενα. τὸ μὲν γὰρ λαβεῖν ἢμὴ λαβεῖν γνωστὸν ἀνθρώποις γίνεται καὶ μαρτυρεῖται, τὸ δὲ μηδὲσκοπόν ποτε κτήσασθαι τοῦ λαβεῖν θεῷ γινώσκεται μόνῳ, χρόνῳ δὲκαὶ ἀνθρώποις ἀποκαλύπτεται· ὁ γὰρ ἔχων τοῦτο σκοπὸν πάντως εἰ μὴμεταβάλλοι τὸν σκοπόν, ὁτεδήποτε λήψεται. Παύλῳ δὲ οὐδὲ ἐπὶ νοῦνἧκε τὸ ἐπὶ προφάσει κέρδους κηρύξαι. διὸ εἰκότως τῶν ἐν διανοίᾳ τὸνκύριον μάρτυρα καλεῖ. ὁ αὐτὸς δὲ μάρτυς, φησίν, ὅτι οὐδὲ <δόξαν ἐξἀνθρώπων ζητοῦντες κηρύττομεν.> καλῶς δὲ <ἐξ ἀνθρώ-πων·> τὴν γὰρ ἐκ θεοῦ καὶ ἐζήτουν καὶ ἐλάμβανον. σοφῶς δὲ λίαν καὶτὸ <ζητοῦντες·> εἰ γὰρ καὶ ἐδοξάζοντο ὑπ' ἀνθρώπων, ἀλλ' οὐ ζητοῦν-τες οὐδὲ ἐπιτηδεύοντες τὸ δοξασθῆναι. διὸ καὶ τούτου <μάρτυς ὁ θεός·>ἀπὸ κοινοῦ γὰρ ληπτέον αὐτό.1 Thess 2,10 <Μάρτυρες ὑμεῖς> ὧν ἐθεάσασθε· ὧν δὲ ὑμεῖς οὐκ ἐθεάσασθε,ὁ <θεὸς> ὁ πάντα εἰδώς. οὕτως οὐδὲ ὑπονοίας αὐτοῖς λαβὴν ἐβούλετοκαταλιπεῖν.1 Thess 2,13 <Λόγον ἀκοῆς.> καλῶς· οὐ γὰρ αὐτόπται πάντες ἠδύναντογίνεσθαι τοῦ κηρυττομένου. ἔλεγε δὲ καὶ ὁ κύριος· <μακάριοι οἱ μὴἰδόντες καὶ πιστεύσαντες,> δι' ἀκοῆς δηλονότι καὶ λόγου παρα-δεξάμενοι τὴν εὐσέβειαν.1 Thess 2,15—16 Ὅρα ἐπιτεταμένην τὴν Ἰουδαίων κατηγορίαν καὶ ἀξίαν τῆς αὐτῶνμιαιφονίας. φησὶ γὰρ ὅτι πάντα ἃ ἐποίησαν Ἰουδαῖοι, σκοπῷ τοῦἁμαρτάνειν ἐποίουν, τοῦτ' ἔστιν ᾔδεισαν ὅτι ἁμαρτάνουσι, καὶ ἡμάρτα-νον· <εἰς τὸ ἀναπληρῶσαι> γάρ, φησίν, <αὐτῶν τὰς ἁμαρτίας,>οἷον ὅτι ὥσπερ χρεωστοῦντες ἁμαρτάνειν οὕτως ἡμάρτανον· εἰ γὰρ τὸνκύριον ἀγνοοῦντες ἀνεῖλον, τοὺς προφήτας διὰ τί; ἐφ' οἷς σεμνύνονται.ἡμᾶς διὰ τί διώκουσιν; ὑμᾶς δὲ διὰ τί κακοῦσιν; τὰ ἔθνη διὰ τί κωλύ-ουσι σωθῆναι; εἰ γὰρ ἀγαθόν ἐστι τὸ προσελθεῖν τῇ πίστει Χριστοῦ τὰἔθνη, τί μὴ προστρέχουσι καὶ αὐτοί, ἀλλὰ καὶ τοὺς προστρέχονταςἐπιχειροῦσι κωλύειν; εἰ δὲ οὐκ ἀγαθὸν ἡγοῦνται, τί διαφθονοῦνται τοῖςπροσιοῦσιν; τί δὲ αὐτοῖς καὶ τῶν ἐθνῶν μέλει; ὁρᾷς πῶς ἑκουσίωςἁμαρτάνουσι καὶ πάντα ποιοῦσιν <εἰς τὸ πάντοτε ἀναπληρῶσαιαὐτῶν τὰς ἁμαρτίας,> τοῦτ' ἔστιν ἕνεκα τοῦ μηδέποτε ἀποστῆναιαὐτοὺς τοῦ ἁμαρτάνειν. διὰ τοῦτό φησιν· <καὶ ἔφθασεν ἐπ'αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.> ἀεὶ μὲν γὰρ ἁμαρτανόντων εἵπετο ἡὀργή, ἀνεβάλλετο δὲ τῇ μετανοίᾳ χώραν διδοῦσα, νῦν δὲ κατέλαβεναὐτούς.1 Thess 4,11 <Φιλοτιμεῖσθαι.> εἰς τί; εἰς τὸ <ἡσυχάζειν καὶ πράττειντὰ ἴδια,> ὡς ἂν εἴποις· μὴ αἰσχύνεσθε ὅτι πένητες διὰ τὸν Χριστὸνγεγόνατε· ἀλλὰ καὶ φιλοτιμίαν τοῦτο ἡγεῖσθε τὸ <ἡσυχάζειν καὶπράττειν τὰ ἴδια> καὶ ἑξῆς. ἢ φιλοτιμεῖσθαι τὸ εὐεργετεῖν τοὺςἀδελφοὺς καὶ φιλοφρονεῖσθαί φησιν. εἶτα· ἀλλὰ πένητές ἐσμεν· ἀλλ'ἐν τῷ <ἡσυχάζειν καὶ πράσσειν,> φησί, <τὰ ἴδια> ἔσται ὑμῖνπόρος καὶ δύναμις δι' οὗ κἀκείνους ἕξετε φιλοτιμεῖσθαι καὶ εὐεργετεῖν.1 Thess 4,16 Κελεύει μὲν ὁ κύριος, καὶ φωνεῖ ὁ ἀρχάγγελος τὸ δεσποτικὸνκέλευμα, καὶ ἠχοῦσιν αἱ ἄλλαι τάξεις αἱ οὐράνιαι ἃς τροπικῶς <σάλ-πιγγας> καλεῖ ὥσπερ καὶ τὸ ἠχοῦσιν· ἀλλ' ὁ μὲν κύριος, ὅπερ ἔφημεν,κελεύει, ὁ δὲ ἀρχάγγελος τὸ δεσποτικὸν κέλευμα μηνύει τοῖς ὑπ' αὐτόν,οἱ δὲ διακονοῦσιν αὐτὸ καὶ διηχοῦσιν εἰς τὰ τοῦ κόσμου πέρατα. καὶοἱ νεκροὶ οἱ ἐκ πάσης τῆς οἰκουμένης ἀνίστανται καὶ συνάγονται. ὅραδὲ πῶς εὐφυῶς καὶ λεπτομερῶς ὑπογράφει τὴν τῶν νεκρῶν ἀνάστασιν,ἵνα μᾶλλον ταῖς τῶν ἀκροατῶν εἴη ἐντετυπωμένη διανοίαις. <Σάλπιγγας> καλεῖ τὰς ἀγγελικὰς δυνάμεις, ὅτι ὥσπερ ἡ σάλπιγξοὐδὲν ἴδιον ἠχεῖ ἀλλ' ὅπερ ἂν ὁ τεχνίτης ἐμπνεύσῃ, οὕτως καὶ αἱ τοῦθεοῦ σάλπιγγες οὐδὲν ἴδιον τολμῶσιν ἠχῆσαι ἀλλ' ὅπερ ἂν ὁ κοινὸςδεσπότης καὶ δημιουργὸς διὰ τοῦ ἀρχαγγέλου αὐταῖς ἐγκελεύσῃ.1 Thess 4,17—18 Ἐπιστήσεις ὅτι τὴν ἀνάστασιν διαγράφων οὐκ ἐμνήσθη ῥητῶς τῶνἐπὶ τιμωρίαν καὶ κόλασιν ἀνισταμένων. τοῦτο δὲ διὰ τρεῖς αἰτίας,οἶμαι, ποιεῖ· πρῶτον μέν, ὅτι παραμυθούμενος τοὺς Θεσσαλονικεῖς τῆςἀναστάσεως μνημονεύει. <οὐ θέλω γὰρ ὑμᾶς,> φησί, <περὶ τῶνκεκοιμημένων ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε.> οὐκ ἔδει οὖνπαραμυθεῖσθαι μέλλων καταμιγνύειν τὰ σκυθρωπά· ποταπὴ γὰρ παρά-κλησις τιμωρία καὶ κόλασις διηνεκὴς καὶ σκότος καὶ σκώληξ καὶ πῦρ;μᾶλλον μὲν οὖν, εἰ οὕτως ἔγραφεν, ἐπέτεινεν ἂν τὴν λύπην, ἀλλ' οὐπαρεκάλεσέ ποθεν τὰς ψυχὰς αὐτῶν. δεύτερον δέ, πιστοῖς διηγεῖτο τὴνἀνάστασιν. εἰκότως οὖν οὐ μνημονεύει τῶν εἰς τιμωρίαν ἀπαχθησο-μένων· οἱ γὰρ πιστοὶ κατὰ τὰς δεσποτικὰς ἐντολὰς πολιτευόμενοιοὐδεμιᾶς τιμωρίας λαμβάνουσι πεῖραν, ἀλλ' ἐν ἀϊδίῳ χαρᾷ καὶεὐφροσύνῃ διατελοῦσιν. οὐκ ἦν οὖν χρεία ἀλλοτρίων παθῶν μνήμηνκαὶ κάκωσιν ἐν τῇ τῶν πιστῶν ἑτοιμαζομένῃ δόξῃ καὶ τρυφῇ καὶμακαριότητι, καὶ τότε πιστοῖς γράφοντι ποιεῖσθαι. τρίτον δέ, ὅτι αὐτὸτὸ πρᾶγμα, τὴν ἀνάστασιν, δι' ὃ γέγονεν, καθ' αὑτὸ νῦν ἐξηγεῖται. καὶγὰρ τὴν ἀνάστασιν ὁ θεὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντων καὶἀφθαρσίᾳ καὶ ἀφράστῳ δόξῃ καὶ χαρᾷ καὶ ἀπολαύσει τῶν αἰωνίωνἀγαθῶν ἐποίησεν· τὴν γὰρ κόλασιν <τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ-λοις αὐτοῦ,> ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ φησίν, ἀλλ' οὐ τοῖς ἀνθρώποιςἡτοίμασεν. εἰ δέ τινες οἰκείαις μοχθηρίαις ἀντὶ τῶν ἑτοιμασθέντωναὐτοῖς ἀγαθῶν τὰ τῷ διαβόλῳ ἑτοιμασθέντα ἐκλέγονται, οὐ παρὰ τὴνδεσποτικὴν φιλανθρωπίαν καὶ πρόνοιαν τοῦτο γίνεται. διὸ καὶ ὁ θεῖοςΠαῦλος αὐτὴν τὴν φύσιν τῆς ἀναστάσεως καὶ ἐφ' ᾧ ταύτην ὁ δημιουργὸςὑφίστησι λέγων, τῶν εἰς τιμωρίαν ἀχθησομένων—οὐ γὰρ ἐπὶ τιμωρίᾳἀλλ' ἐπὶ μισθαποδοσίᾳ γίνεται—εἰκότως οὐ μνημονεύει.1 Thess 5,3