Fragmenta in epistulam I ad Thessalonicenses
- Edition reference
- Fragmenta in epistulam I ad Thessalonicenses (in catenis), ed. Staab, op. cit., 633– 636.
- CTS identifier
urn:cts:greekLit:tlg4040.tlg021.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Περὶ τοῦ <αἰφνιδίως> ἥξειν Χριστὸν ὥστε δεῖν εὐτρεπίζεσθαισπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθίᾳκαὶ ἑτέροις, ἵνα μὴ ἀπαραμύθητος παντελῶς γένοιτο ἡ τιμωρία τῶνἀδικουμένων, καὶ ἔτι ἵνα μὴ προειδότες τὴν τελευτὴν ἀνηλεῶς ὅλως καὶἀφιλανθρώπως τοῖς ἀσθενεστέροις οἱ δυνατώτεροι ἐπεμβαίνοντες εἰςβλασφημίαν καὶ ἀμηχανίαν συνελάσωσιν.2 Thess 1,3 Εἰ <εὐχαριστεῖν> δεῖ περὶ τῶν ἑτέροις κατωρθωμένων, τίπάθωσιν οἱ βασκαίνοντες τοῖς κατορθοῦσιν.2 Thess 1,8 <Ἢ ἐν πυρὶ φλογὸς> τὸ εἶδος τῆς τιμωρίας φησὶν αἰνιττόμενος,ἣν τίσουσιν οἱ μὴ εἰδότες θεὸν μηδὲ ὑπακούσαντες τῷ εὐαγγελίῳ τοῦΧριστοῦ. <ἢ ἐν πυρὶ φλογὸς> αὐτὴν τὴν δεσποτικὴν παρουσίαν, ὅτιμετὰ πυρὸς φλέγοντος γενήσεται, ὑποδηλῶν. οὕτως γὰρ καὶ οἱ πρὸἡμῶν ἐξειλήφασιν.2 Thess 2,6 <Καὶ νῦν τὸ κατέχον,> φησίν, <οἴδατε, εἰς τὸ> μὴ νῦν<ἀποκαλυφθῆναι αὐτόν,> φησίν, ἀλλ' <ἐν τῷ ἑαυτοῦ καιρῷ,>οἷον· ὅταν ὁ ὁρισθεὶς αὐτῷ καὶ συγχωρηθεὶς αὐτῷ ὑπὸ θεοῦ χρόνοςἐπιστῇ. εἰ δὲ μὴ κατείχετο, καὶ νῦν ἂν ἐπέστη. οὕτως ἀεὶ κατὰ τῶνπιστῶν ὀργᾷ, καὶ τὴν κάκωσιν αὐτῶν ὁ πονηρὸς ἐπιθυμεῖ, ἀλλὰκατέχεται καὶ κωλύεται.2 Thess 3,11 Ἔτι περὶ τῶν ἀργῶν ὁ λόγος· ἁρμόζει δὲ καὶ περὶ τῶν ἁμαρτα-νόντων λέγεσθαι.1 Tim 3,16 Ἀντὶ τοῦ πνευματικῶς ἐδικαιώθη ἀλλ' οὐ νομικῶς· καὶ γὰρ καὶτὰς νομικὰς πληρῶν ἐντολάς, οὐ νομικῶς αὐτὰς ἀλλὰ πνευματικῶςἐξεπλήρωσεν. ἢ ὅτι εἰ καὶ τοῖς σαρκικοῖς καὶ βαρυκαρδίοις οὐκ ἐδόκειδεδικαιῶσθαι—ἔλεγον γάρ· <φάγος καὶ οἰνοπότης>—ἀλλὰ τοῖςἐν πνεύματι θεοῦ στηριζομένοις δεδικαίωται· <καὶ ἐθεασάμεθα> γὰρ<τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς> καὶ ἑξῆς.1 Tim 4,3 Οὐκ ἔστι σφάλμα καλλιγραφικόν, ὡς ἐνίοις ἔδοξεν, οὐδὲ παρόραμαἀποστολικόν, ἀλλ' ὀρθῶς καὶ εἰς τὴν Ἀτθίδα συνήθειαν διαπεφρασμένονὥσπερ τὸ ἐκώλυσεν αὐτὸν μὴ ποιεῖν τὰ ἄτοπα, οὐ λέγει ὡς εἰς ἀτοπίαναὐτὸν προὔτρεπεν· καὶ τὸ ἀπέτρεπεν αὐτὸν μὴ προσκρούειν φίλοις, οὐχὶφίλοις προσκρούειν ἀλλὰ τοὐναντίον· καὶ πάλιν ἐκώλυεν μὴ κλέπτειν,οὐχ ὅτι ἐπέτρεπε τὴν κλοπήν· καὶ ἐκώλυεν ἀπέχεσθαι ἀρρητοποιΐας,ἀντὶ τοῦ ἀπῆγεν ἀπὸ τῆς τοιαύτης πράξεως· οὕτως καὶ ἐκώλυον<ἀπέχεσθαι βρωμάτων,> ἀντὶ τοῦ ἐκώλυον ἀπὸ τῆς βρώσεως.πολλὴ δὲ καὶ παρὰ τοῖς ἔξω ἡ χρῆσις.2 Tim 2,2 <Πιστοῖς ἀνθρώποις.> ἤγουν ἐπισκόποις, πρεσβυτέροις, οὓςἔμελλεν ὁ Τιμόθεος χειροτονεῖν. <Διὰ πολλῶν μαρτύρων,> τοῦτ' ἔστι νόμου καὶ προφητῶν.Phm 24 Τοῦτον τὸν <Δημᾶν> φασιν εἰς Ἑλληνισμὸν πάλιν ἐκκλῖναι καὶγενέσθαι ἱερέα εἰδώλων.Hebr 1,2—3 <Ὃν ἔθηκε κληρονόμον πάντων.> τίνων; <πάντων,> πάν-των τῶν προσόντων τῇ ἀκηράτῳ καὶ θείᾳ φύσει· <κληρονόμος> γὰρκαὶ μέτοχος τῆς πατρικῆς οὐσίας καὶ ἐξουσίας καὶ δυνάμεως ὁ υἱός.εἶτα εἰπὼν ὅτι <κληρονόμος> ἐστὶ τῶν πατρῴων πλεονεκτημάτων ὁυἱός, ἐπεξηγεῖται καὶ πῶς. <δι' αὐτοῦ,> φησίν, <οἱ αἰῶνες ἐποιήθη-σαν,> τοῦτ' ἔστι κοινόν εἰσιν ἔργον οἱ αἰῶνες αὐτοῦ καὶ τοῦ πατρός. εἰδὲ οἱ αἰῶνες κοινὸν ἔργον πατρὸς καὶ υἱοῦ, καὶ τὰ ἐν τοῖς αἰῶσι πάντωςκοινὰ πατρὸς καὶ υἱοῦ· εἰ δὲ τὰ ἐν τοῖς αἰῶσι, πολλῷ ἔτι μᾶλλον τὰμετὰ τοὺς αἰῶνας, οἷον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. εἶτα ἵνα μὴ <κληρο-νόμον> ἀκούσας νομίσῃς οὐ κατὰ φύσιν χρηματίσαι <κληρονόμον>ἀλλὰ χάριτί τινι καὶ εἰσποιήσει, ἐπάγει· <ὃς ὢν ἀπαύγασμα τῆςδόξης,> μονονουχὶ λέγων ὡς εἰ καὶ <κληρονόμον> αὐτὸν εἶπον ὅτι<ἔθηκεν> ὁ πατήρ, μηδὲν ταπεινὸν ἢ ἀνάξιον θεοῦ ἐννοήσῃς· τὸ γὰρ<ἔθηκεν> οὐχὶ τῆς εἰσποιήσεως καὶ τοῦ θετὸν εἶναι τὸν κληρονόμονεἴρηταί μοι δηλωτικόν, ἀλλὰ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὡς εἰςαἴτιον κατὰ φύσιν ἀναφορᾶς καὶ συννεύσεως, καὶ ἵνα μὴ ἀναίτιον τὸνυἱὸν ἀπολαβὼν τῆς πατρικῆς συγγενείας ἀλλοτριώσῃς, καὶ δύο ἀρχὰςἀπεσχισμένας ἀλλήλων ὑπονοήσῃς. διὰ τοῦτο γάρ μοι καὶ αὐτὸ τὸ<κληρονόμος> εἴρηται, ἵνα τὸν αἴτιον ὅθεν κάτεισιν ἡ κληρονομία,αὐτίκα ἐννοῇς, καὶ μὴ ἀγέννητον ὥσπερ τὸν πατέρα ὑπονοῇς· διὰ τοῦτογὰρ εἴρηταί μοι καὶ τὸ <κληρονόμον> καὶ τὸ <ἔθηκεν,> διὸ ἐπήγαγοναὐτίκα· <ὃς ὢν ἀπαύγασμα.> εἰ δὲ οὐκ ἐτέθη <ἀπαύγασμα> εἶναι—ἀλλ' ἦν ἀπαύγασμα· <ὃς ὢν> γὰρ <ἀπαύγασμα,> ἔφην—οὐδὲ<κληρονόμος> δηλονότι ἐτέθη, ἀλλ' ἢ καθ' ὃν εἴρηταί μοι τρόπον.ὅρα δὲ πῶς ἐμφαντικῶς καὶ ἀκριβῶς εἶπεν, <ἀπαύγασμα> εἰπών, καὶὢν καὶ <τῆς δόξης·> διὰ μὲν γὰρ τοῦ <ἀπαύγασμα> τὴν κατὰ φύσινἐκ τοῦ πατρὸς πρόοδον τοῦ υἱοῦ δηλοῖ· οὐδὲν γὰρ ὅλως οὐδαμοῦ κατὰχάριν καὶ εἰσποίησιν πρόεισιν ἀπαύγασμά τινος, οὐκ ἀπὸ τοῦ ἡλίου,οὐκ ἀπὸ τοῦ πυρός, οὐκ ἀφ' ἑτέρου τινὸς ἀφ' οὗ πέφυκεν ἀπαύγασμαπροϊέναι. διὰ δὲ τοῦ ὤν, ὅτι οὐ πρόσφατον ἔχει τὸ εἶναι <ἀπαύγασμα,>ἀλλ' ἐξ ἀϊδίου καὶ ἀεὶ ὤν. εἶτα δὲ καὶ τὸ θεϊκὸν ἀξίωμα διὰ τοῦ ὢνπαριστᾷ· οὕτως γὰρ καὶ ὁ πατήρ· <ἐγώ εἰμι ὁ ὤν,> φησὶ χρηματίζωντῷ Μωϋσεῖ. ἱκανὰ μὲν οὖν καὶ τὸ <ἀπαύγασμα> καὶ τὸ <ὢν> τήν τε κατὰφύσιν πρόοδον παραστῆσαι τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς καὶ τὸ ὁμοούσιον καὶσυναΐδιον. τὸ δὲ καὶ <δόξης> προστίθησιν, ἵνα εἴπῃ· τοῦ τιμιωτάτου καὶκατ' οὐσίαν προσόντος καὶ οὗ μεῖζον οὐκ ἔστιν ἐν πατρί, ἐκείνου ὁυἱὸς ἀεί ἐστιν <ἀπαύγασμα.> ὁρᾷς πῶς καὶ τίνων ἐστὶ <κληρονόμος>ὁ υἱός; Εἶτα ἔτι σαφηνίζων τὸ ῥηθὲν ἐπάγει· <καὶ χαρακτὴρ τῆςὑποστάσεως αὐτοῦ,> οἷον· ὅλην ἐν αὐτῷ ἀπεμάξετο τὴν οὐσίανκαὶ τὴν ὕπαρξιν· θεός ἐστιν, ἐξουσιαστής ἐστιν, παντοδύναμος, δημιουρ-γός, καὶ εἴ τι ἄλλο τὴν πατρικὴν ὕπαρξιν χαρακτηρίζει. πλὴν τοῦ εἶναιπατὴρ πάντα ἐστὶν ὁ υἱός. διὸ καὶ <πάντα τῷ ῥήματι τῆς δυνά-μεως> περιάγει καὶ συνέχει καὶ πηδαλιουχεῖ. εἶδες <κληρονόμον>ἀληθῶς, πῶς ἅπαντα κέκτηται τὰ τοῦ πατρός; Εἶτα εἰπὼν τὰ θεῖα περὶ τοῦ υἱοῦ καὶ ὑπερφυῆ, μέτεισι καὶ ἐπὶ τὰλοιπὰ ἃ ὑπερθαύμαστα μέν ἐστιν, οὐδὲν ἔλαττον καὶ ὑπερφυῆ, ταπεινὰδὲ ὅμως ὡς ἀκοῦσαι δόξαι καὶ εὐτελῆ, θάνατος καὶ σφαγή. ἀλλὰ ...Hebr 1,4—5 Ἡ κληρονομία κυρίως τῶν προσηκόντων γίνεται, ἀλλ' οὐ τῶνἠλλοτριωμένων. <ἐκληρονόμησεν> οὖν, ὅπερ ἄνωθεν ἐνῆν τῷ λόγῳ,τοῦτο κατενεχθὲν δι' αὐτοῦ καὶ ἡ προσληφθεῖσα σάρξ. τί δέ ἐστι τοῦτο;τὸ <υἱός,> τὸ λέγεσθαι τὸν τῶν ὅλων θεὸν πατέρα αὐτῆς, τὸ <γεγέννηκάσε. τὸ δὲ σήμερον> οὐ χρόνου δηλωτικόν, ἀλλὰ τοῦ μηδέποτεδιεσπᾶσθαι τὸν πατέρα τῆς γνησιότητος τῆς πρὸς τὸν υἱόν, οἷον· ἀεί,φησίν, οὕτως πρὸς σὲ διάκειμαι οὐχ ὡς παρελθούσης τῆς γεννήσεως,ἀλλ' ὡς ἐνεστηκυίας διαπαντὸς καὶ καθ' ἑκάστην ἀρχὴν ἀλλ' οὐ τέλοςλαμβανούσης. σκόπει δέ, μή ποτε μᾶλλον οὕτως ἁρμόζει· ἄμφω μὲνεἰρῆσθαι ἐπὶ τοῦ Χριστοῦ, τό τε <υἱός μου εἶ,> καὶ τὸ <ἐγὼ σήμερονγεγέννηκά σε,> ἀλλὰ τὸ μὲν <υἱός μου εἶ> καθὸ λόγος—τὴν ἀΐδιονγὰρ διὰ τοῦ <εἶ> γέννησιν σημαίνει—τὸ δὲ <σήμερον γεγέννηκάσε> καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει. εὐδοκίᾳ γὰρ τοῦ