Commentarii in Joannem
- Edition reference
- Commentarii in Joannem (in catenis), ed. J. Reuss, Johannes-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 89. Berlin: Akademie-Verlag, 1966]: 359–412.
- CTS identifier
urn:cts:greekLit:tlg4040.tlg027.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
ἄναρχος ὁ υἱὸς καὶ εἰ <πρὸς τὸν> πατέρα ἦν, ἀλλ' οὔπω δῆλον ἐκ τούτων ὁ
ἄχρονος καὶ συνάναρχος καὶ ὁ πατήρ· οὐδὲν γὰρ κωλύει καὶ <ἐν ἀρχῇ> εἶναι
τὸν υἱὸν καὶ <πρὸς τὸν> πατέρα εἶναι, ἀλλὰ μὴ <ἐν ἀρχῇ> αὐτὸν εἶναι <πρὸς τὸν>
πατέρα, μὴ γένοιτο, φησίν· οὗτος γάρ, φησίν, ὁ <Λόγος ὁ ἐν ἀρχῇ> ὢν καὶ ἐν
<ἀρχῇ ἦν πρὸς τὸν> πατέρα, ὥστε ἐκ τοῦ ἄχρονον εἶναι τὸν υἱὸν ἄχρονον καὶ
συνάναρχον διδασκόμεθα καὶ τὸν πατέρα 〈ὡς〉 καλῶς ἔλεγεν ὁ δεσπότης.
2
Jo 1, 1—2
<Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.> ἐπεστραμμένος ἦν καὶ νεύων ἀεὶ
πρὸς τὴν πατρικὴν αἰτίαν, φησίν· εἰ γὰρ καὶ γεγέννηται ἐξ αὐτοῦ, ἀλλ' οὐ
διέστη αὐτοῦ. σκόπει δὲ θεολογίαν ὑψηλὴν καὶ ἀπηρτισμένην. εἶπεν <ἐν ἀρχῇ,>
ἐδήλωσεν τὸ ἄχρονον, εἶπεν ὁ <Λόγος,> παρέστησεν τὸ ἀπαθὲς τῆς γεννήσεως
καὶ ὅτι, ὥσπερ διὰ τοῦ λόγου τοῦ παρ' ἡμῖν τὰ ὑπ' αὐτῷ δηλοῦται καὶ γινώ-
σκεται, οὕτω καὶ διὰ τοῦ Λόγου τοῦ ὑπὲρ νοῦν τὸν πατέρα ἐπιγινώσκομεν· «ὁ»
γὰρ «ἑωρακὼς» τὸν υἱόν, «ἑώρακεν τὸν πατέρα» καὶ οὐδεὶς δύναται ἐπιγνῶναι
τὸν πατέρα, εἰ μὴ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. καλῶς οὖν φησιν· <ἐν ἀρχῇ ἦν ὁ
Λόγος,> εἶτα ἵνα μὴ νομίσῃς ἰδίαν ἀρχὴν ἀπεσχισμένην τῆς πατρικῆς ὑπάρχειν
τὸν Λόγον, εὐθέως ἐπάγει· <καὶ ὁ Λόγος> ὁ ἄχρονος, ὁ ἀπαθὴς τὴν γέννησιν,
<πρὸς τὸν θεὸν ἦν.> αὐτὸν αἰτίαν ἔχει, πρὸς αὐτὸν ἐπέστραπται. εἶτα πάλιν
ἵνα μὴ νομίσῃς, <ὅτι ἦν μὲν ἐν ἀρχῇ,> ὕστερον δὲ τὸν πατέρα προσείληφεν εἰς
αἰτίαν, ἐπάγει· <οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. οὗτος,> φησίν, <ὁ ἐν ἀρχῇ,>
ὁ ἄχρονος ὢν καὶ <ἐν ἀρχῇ> καὶ ἀχρόνως αἰτίαν εἶχεν τὸν πατέρα. καὶ οὔτε τὸ
εἶναι τοῦ υἱοῦ πρεσβύτερον τοῦ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι καὶ πρὸς αὐτὸν
εἶναι, οὔτε ὁ πατὴρ πρεσβύτερος ἢ τοῦ υἱοῦ ἢ τοῦ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν
υἱόν, τοῦτ' ἔστιν οὔτε τῆς ὑπάρξεως τοῦ Λόγου οὔτε τῆς ἀπαθοῦς αὐτοῦ
γεννήσεως. διὰ τῶν τοιούτων τοῦ πνεύματος λόγων πολλὰ στόματα προαπο-
ράπτων τῶν αἱρετικῶν, διὰ μὲν <τοῦ ἐν ἀρχῇ> Ἀρειανοὺς καὶ Μάρκελλον καὶ
Φωτεινὸν καὶ μυρίας ἄλλας αἰσχύνων αἱρέσεις, διὰ δὲ τοῦ ὁ <Λόγος> τοὺς
πάθος τι τῇ γεννήσει τολμῶντας προσάπτειν, διὰ δὲ τοῦ <καὶ ὁ Λόγος ἦν
πρὸς τὸν θεὸν> Μαρκίωνά τε καὶ τοὺς ὅσοι ἑτέραν ἀρχὴν καὶ ἀντίθεον τῷ
τοῦ νόμου δοτῆρι καὶ πατρὶ τὸν υἱὸν εἰπεῖν ἠφρονήσαντο, διὰ δὲ τοῦ <οὗτος
ἦν ἐν ἀρχῇ πρὸς τὸν> πατέρα τούς τε προειρημένους Ἀρειανοὺς καὶ τὰς ἐξ
αὐτῶν ὕστερον ὥσπερ ἀπὸ «σαπροῦ δένδρου» κατατμηθείσας παραφυάδας,
τοὺς ἐκεῖθεν ἀποσχισθέντας οἷον θεὸν μὲν ἀεὶ εἶναι τὸν πατέρα, οὐκ ἀεὶ δὲ
πατέρα, ἀλλ' ἐπιγενέσθαι ἐτερατεύσαντο· εἰ γὰρ <ἐν ἀρχῇ ἦν ὁ Λόγος πρὸς
τὸν θεόν,> πότε ἦν, ὅτε οὐκ ἦν πατὴρ ὁ θεός, τῆς ἀρχῆς μηδὲν πρὸ αὐτῆς μηδ'
ἀναπλάσαι συγχωρούσης; διὰ τούτων πᾶσαν τὴν τοιαύτην βλασφημίαν ἐπιρρα-
πίζων καὶ τὸ ἄχρονον καὶ ἀπαθὲς καὶ <πρὸς τὸν> πατέρα ἀδιάστατον καὶ
συναΐδιον ὑπογράφων καὶ ὅτι ἅμα τέ ἐστι Λόγος καὶ ἅμα υἱὸς καὶ ὅτι ἅμα τέ
ἐστι θεὸς ὁ θεὸς καὶ πατήρ, ταῦτα καλῶς καὶ πανσόφως διατάσσων τε καὶ
ἀναπλῶν ἐν μέσῳ πως ἐνεφθέγξατο καὶ τὸ ἐκ τούτων συναγόμενον <καὶ θεὸς
ἦν,> φησίν, ὁ <Λόγος> ὥσπερ καὶ ὁ πατήρ· τοῦτο γὰρ εἴρητο περὶ τοῦ πατρός.
θεὸς ἦν οὐχ ἁπλῶς ἔχων τὴν κλῆσιν, ἀλλ' οἷον ἐννοεῖν ἀπαιτεῖ τὰ προειρημένα
περὶ αὐτοῦ, τὸ ἄναρχον κατὰ χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ'
ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ <Λόγος ὁ πρὸς
τὸν> πατέρα ἦν καὶ ἦν ὁμοίως καὶ θεὸς καὶ θεὸς ὁμοίως εἷς θεὸς ἦν· καὶ ἦν
συνάναρχος γὰρ ὁ πατὴρ τῷ υἱῷ. ἐννόει δὲ καὶ σπουδὴν ἡλίκην τοῦ εὐαγγελιστοῦ
εἰς τὸ ἀνακηρῦξαι θεὸν τὸν Λόγον· ἐπειδὴ γὰρ εἶπεν Λόγον, εἶπεν καὶ <πρὸς
τὸν θεόν·> ἵνα μή τις καὶ τὰ ἄλλα καταλέγων ἴδια ἄλλο τι τὸν Λόγον ὑπ-
οπτεύσῃ παρὰ τὸν θεόν, οὐκ ἀνέμεινεν τὰ κατὰ μέρος εἰπεῖν, ἀλλ' εὐθέως
ἀνέκραξεν <καὶ θεὸς ἦν ὁ Λόγος> μηδὲν ἕτερον ἀνασχόμενος ἐφεξῆς εἰπεῖν
τοῦ <καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν,> ἀλλ' ἢ ὅτι <καὶ θεὸς ἦν ὁ Λόγος.>
εἶτα τὸ σπουδαζόμενον ἀνειπὼν πάλιν ἐπεξέρχεται καὶ ἃ ἐμπεριέχεται τούτῳ
χαρακτηριστικὰ καὶ ἴδια τῆς θεότητος.
3
Jo 1, 3—4
Οὐ μόνον φησὶ <δι' αὐτοῦ τὰ πάντα ἐγένετο,> ἀλλὰ καὶ εἴ τι γέγονε.
<ἦν ἐν αὐτῷ ζωή,> τοῦτ' ἔστιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἡ πάντων ἀρχή τε
καὶ σύστασις ὁρατῶν τε καὶ ἀοράτων, ἡ τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυ-
τρόπως τοῖς οὖσι χαριζομένη, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα
τῶν τῇ φύσει διεστώτων χωρῶν. μία δὲ ἡ πάντα <ζωὴ> χωροῦσα πρὸς ἕκαστον
ὡς ἂν αὐτῷ πρέπῃ καὶ δύνηται μετασχεῖν.
4
Jo 1, 4
<Ἐν αὐτῷ ζωὴ ἦν,> τοῦτ' ἔστι πηγή ἐστι τῆς ζωῆς τῆς μὴ φθειρομένης
μηδὲ λυομένης. εἰ δὲ ταύτης, πολλῷ μᾶλλον αὐτῆς αἴτιος καὶ τῆς ἐπικήρου
ταύτης καὶ πρὸς τὸ συμφέρον λυομένης. ἐν τίνι δὲ ἦν ἡ τοιαύτη <ζωή;> δῆλον
ὅτι ἐν τῷ υἱῷ· οὗτος γὰρ ἐλθὼν «ἐν τῷ κόσμῳ» πᾶσιν ἀνθρώποις αὐτὴν ἐπήγαγε
διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ ἐχορήγησεν.
5
Jo 1, 5
<Ἡ σκοτία ἢ> ὁ θάνατος ἢ ἡ πλάνη ἢ ἡ ἁμαρτία· τοὺς γὰρ εἰς αὐτὸν
εἰλικρινῶς πεπιστευκότας καὶ τῶν ἐντολῶν αὐτοῦ φύλακας γεγενημένους καὶ
τὴν ὡς ἀληθῶς ζωὴν διὰ τούτων ἐν ἑαυτοῖς δεξαμένους οὔτε θάνατος περιγί-
νεται· «ὁ» γὰρ «πιστεύων εἰς ἐμέ», φησίν, «κἂν ἀποθάνῃ, ζήσεται». οὔτε
ἁμαρτία· ὑμεῖς γὰρ «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου»· ἀλλ' οὐδὲ πλάνη, ἀλλ' οὐδὲ
θλῖψις ἢ κάκωσις· «θαρσεῖτε» γάρ, φησίν, «ἐγὼ νενίκηκα τὸν κόσμον». εἰ δὲ
οἱ τῆς ἐκεῖθεν χορηγουμένης ζωῆς ἀξιωθέντες τοσούτου φωτὸς ἀπήλαυσαν,
ὥστε παντὸς σκότους γεγονέναι κρείττους καὶ τὴν ἐκεῖθεν ἀχλὺν διασκεδάσαι,
τί χρὴ διανοῆσαι καὶ περὶ αὐτοῦ τοῦ χορηγοῦντος τὴν ἀνέσπερον καὶ φωτοφόρον
ζωήν;
6
Jo 1, 6
<Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος> ἀντὶ τοῦ εἰς τοῦτο αὐτὸ γέγονεν
εἰς τὸ προαπεστάλθαι τοῦ Λόγου καὶ κηρῦξαι τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ·
οὐ γὰρ κατὰ πάροδον ἢ κατά τινα συγκυρίαν ἢ ἄλλως κατὰ ἀνθρωπίνην φιλο-
τιμίαν ἐκήρυξεν ἅπερ ἐκήρυξεν περὶ τοῦ Χριστοῦ, ἀλλὰ κατὰ χρέος καὶ ὡς
εἰς αὐτὸ τοῦτο γεγενημένος εἰς τὸ πρόδρομος αὐτοῦ καὶ κῆρυξ ἀπεστάλθαι καὶ
χρηματίσαι.
7
Jo 1, 6—9
Ἐπειδὴ ἀνθρωπινώτερον εἶπε τὸ <ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός,>
ἵνα μή τισι δόξῃ ἐκ τῆς τοῦ Ἰωάννου μαρτυρίας κερδαίνειν τι τὸν Λόγον, εἰς
τὸ ὑψηλὸν καὶ πρέπον πάλιν ἀνέδραμεν καί φησιν· καὶ <τὸ φῶς τὸ ἀληθινόν,
ὃ φωτίζει πάντα ἄνθρωπον. ἦν> φησιν, οὐ χρείαν ἔχει μαρτυρίας· <φῶς>
γὰρ ἦν καὶ ἔστιν ἀεί, ἀλλ' ἡ μαρτυρία τῶν ἀνθρώπων χάριν, ἵνα πιστεύσαντες
καὶ διὰ τοῦ ὁμοδούλου χειραγωγηθέντες σωθῶσιν. <ἦν τὸ φῶς> καὶ <πάντα
ἄνθρωπον φωτίζει> ὥστε καὶ τὸν Ἰωάννην αὐτὸν <φωτίζει τὸ φῶς· ἄνθρω-
πος> γὰρ ἦν <ἀπεσταλμένος ὁ Ἰωάννης.> οὐκοῦν οὐκ ἐδεῖτο τῆς μαρτυρίας
αὐτοῦ <τὸ φῶς,> ἀλλ' ὥσπερ ἔφημεν, μαρτυρεῖ, ἵνα πιστεύσαντες οἱ ἀκούσαντες
σωθῶσιν.
8
Jo 1, 10
Τοῦτο ἐντρέπων καὶ ἐμφράττων τὰ στόματα τῶν λεγόντων τοῦ πονηροῦ
εἶναι τὸν κόσμον· οὐ γὰρ ἂν ἠνέσχετο ἐν τῷ τοῦ ἐχθροῦ καὶ πολεμίου εἶναι
ποιήματι ὁ ἀγαθός. διὸ καὶ ἐναργέστερον ταύτην τὴν ὑποψίαν ἀναιρῶν <καὶ ὁ
κόσμος,> φησίν, <δι' αὐτοῦ ἐγένετο·> ἄνω μὲν γὰρ καθολικῶς εἶπεν· «πάντα
δι' αὐτοῦ ἐγένετο»· νῦν δὲ καὶ ἰδικῶς αὐτὸν τὸν κόσμον, ὅν τινες διὰ τὰς ἐν
αὐτῷ δοκούσας ἀνωμαλίας ἑτέρας ἀρχῆς πονηρᾶς, ἀλλ' οὐ τῆς ἀγαθοποιοῦ
ἐφαντάσθησαν. ὧν τρανῶς τὴν ἀλογίαν καὶ ἀναισχυντίαν διὰ τοῦ εἰπεῖν <καὶ
ὁ κόσμος δι' αὐτοῦ ἐγένετο> ἐστηλίτευσεν. τὸ δὲ <ἐν τῷ κόσμῳ ἦν> οὐχ
ὡς περιεχόμενος ἢ περιγραφόμενος ἐν αὐτῷ, ἄπαγε, ἀλλ' ὡς πανταχοῦ. οὕτω
καὶ <ἐν τῷ κόσμῳ> ὡς ποιητὴς ἐν τῷ ποιήματι, ὡς τεχνίτης ἐν τῷ φιλοτεχνή-
ματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ.
9
Jo 1, 11
Πῶς <ἦλθεν εἰς τὰ ἴδια> ὁ ἀεὶ πανταχοῦ καὶ «ἐν τῷ κόσμῳ» παρών; ὡς
ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σωματικῶς συνδιαιτηθεὶς καὶ ἄνθρωπος ἀληθῶς
ἐπιγνωσθείς. ἴδιος δὲ αὐτοῦ ὁ κόσμος ὡς ποίημα καὶ δημιούργημα καὶ ὡς
διακυβερνώμενος καὶ προνοούμενος ὑπ' αὐτοῦ, ἔτι δὲ νῦν καὶ ὡς μᾶλλον
ἀγαπηθείς, ὅτι καὶ ἄνθρωπος γενέσθαι δι' αὐτὸν ἤτοι διὰ τὸν ἐν αὐτῷ ἄνθρωπον
κατηξίωσεν.
10
Jo 1, 12
<Ἔδωκεν αὐτοῖς ἐξουσίαν> καὶ τὰ ἑξῆς. τί οὖν οἱ πρὸ τῆς Χριστοῦ
παρουσίας οἱ τῷ νόμῳ ζήσαντες οὐκ εἶχον <ἐξουσίαν τέκνα θεοῦ γενέσθαι;>
οὐ μὲν οὖν τοσαύτην οὐδὲ πολλοῦ δεῖ. ἄκουσον Παύλου λέγοντος· «ἐλθούσης
δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον». καὶ «νόμος δὲ παρεισ-
ῆλθεν». καί τι καὶ «ἐπλεόνασεν» τὸ ἁμάρτημα, φησίν. καὶ «τὴν» ἁμαρτίαν
«οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις». καὶ «χωρὶς γὰρ νόμου
ἁμαρτία νεκρά», ὥστε ὁ νόμος διδάσκαλος μὲν ἦν ἀρετῆς καὶ κακίας ἀποτροπή,
οὐ μὴν δὲ ἐδίδου χάριν καὶ συνεργίαν εἰς τὸ πληρῶσαι τὰς ἐντολάς, ὥστε οὐδὲ
<ἐξουσίαν> εἶχον τοσαύτην πλὴν ὅσον τὴν ἀπὸ τοῦ αὐτεξουσίου <γενέσθαι
τέκνα θεοῦ.> τοὐναντίον μὲν οὖν ἐκ περιστάσεως καὶ ἐνεπόδιζεν ὁ νόμος·
«ἀφορμὴν» γὰρ «λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ
πᾶσαν ἐπιθυμίαν», φησίν. καὶ πάλιν, ὅτι καὶ «ἐξ ἔργων» μόνων ἦν ἡ διὰ νόμου
σωτηρία, νῦν δὲ δεῖ μὲν καὶ ἔργων, τὸ δὲ ὅλον χάριτός ἐστιν· «δωρεὰν» γὰρ
διὰ τοῦ βαπτίσματος υἱοθετούμεθα καὶ <τέκνα θεοῦ> ἐκ μόνου τοῦ θελῆσαι
γινόμεθα, ὥστε ἄφατος ἡμῖν καὶ πολλὴ ἡ ἐξουσία τοῦ <γενέσθαι τέκνα
θεοῦ.> ἐν δὲ τῷ νόμῳ οὐχ οὕτως, «ἀλλ' ὁ ποιήσας αὐτὰ» ἄνθρωπος ἐκεῖνος
μόνος «ζήσεται ἐν αὐτοῖς». νῦν δὲ πᾶς ὁ βουλόμενος πᾶσαν ἔλαβεν <ἐξουσίαν
γενέσθαι τέκνα θεοῦ.> μετὰ μέντοι τὸ <γενέσθαι> οὐ δεῖ καταισχύνειν τὸν
πατέρα οὐδὲ ἀτιμάζειν τὸν προῖκα καὶ δωρεὰν καὶ οὐχ ὡς ὁ νόμος δι' ἔργων
υἱοποιησάμενον, ἀλλὰ καὶ αὐτόν τι δεῖ συνεισενεγκεῖν εἰς εὐχαριστίαν τῆς
τηλικαύτης εὐεργεσίας βίον καθαρὸν καὶ ἀνεπίληπτον καὶ ταῦτα οὐδὲ χαλεποῦ
ὄντος τοῦ ἐπιτηδεύματος, ἅτε τῆς χάριτος τὰ μέγιστα ἡμῖν καὶ ἐν τῇ τῶν
ἀρετῶν ἐργασίᾳ συνεφαπτομένης καὶ συνεπισχούσης. ὥστε διχῶς ἐν ἡμῖν ἡ
ἐξουσία τοῦ <τέκνα θεοῦ> κληθῆναι καὶ <γενέσθαι> ἐπεδαψιλεύθη ἔκ τε τοῦ
προῖκα καὶ δωρεὰν καὶ οὐκ ἐξ ἔργων υἱοθετεῖσθαι, ἀλλ' ἐκ μόνου τοῦ βούλεσθαι
καὶ ἐκ τοῦ μετὰ τὴν υἱοθεσίαν καὶ εἰς αὐτὴν τῶν ἀρετῶν ἐργασίαν παρὰ τῆς
χάριτος 〈δύναμιν〉 ἐφευρίσκειν. οἱ δὲ ἐν τῷ νόμῳ οὔτε χωρὶς ἔργων τινὸς
δωρεᾶς ἢ υἱοθεσίας ἠξιοῦντο οὔτε ἐν αὐτοῖς τοῖς ἔργοις συμμαχίας τινὸς ἢ
συνεργασίας ἀπέλαυον τῆς ἀπὸ τοῦ νόμου. τοὐναντίον μὲν οὖν αὐτοῖς καὶ τὴν
ἁμαρτίαν ἐκεῖθεν ηὕρισκον μᾶλλον ἀνεζωοποιημένην καὶ σφοδρότερον αὐτοῖς
ἐπιτιθεμένην, ὥστε τὴν ἀπὸ τοῦ αὐτεξουσίου μόνην ἐκεῖνοι διεκεκλήρωντο
<ἐξουσίαν,> ἄλλην δὲ παρὰ ταύτην οὐδεμίαν. ἡμεῖς δὲ καὶ ταύτην ἔχομεν
ἠλευθερωμένην καὶ τὴν ἀπὸ τῆς χάριτος πολλαπλασίονα καὶ ὑψηλοτέραν
ταύτης, ὥστε σοφῶς ἅμα καὶ εὐλόγως φησὶν <ἔδωκεν αὐτοῖς ἐξουσίαν
τέκνα θεοῦ γενέσθαι.> εἰ δὲ τοσαύτην <ἐξουσίαν> εἰληφότες υἱοὶ θεοῦ εἶναι,
ἔτι τοῖς πάθεσιν δουλεύομεν, τίς ἡμῖν ἀπολογία ὑπολείψεται, μᾶλλον δέ, τίς
κόλασις οὐκ ἀξία ἐπενεχθήσεται τοῖς εἰς τοσαύτην ἑαυτοὺς ῥᾳθυμίαν καὶ
ἀμέλειαν καταστήσασιν, ὥστε ἀντὶ τοῦ <τέκνα θεοῦ> εἶναι δούλους ἑλέσθαι
χρηματίζειν παθῶν.
11
Jo 1, 12—14
Καὶ πῶς ἔνι <γενέσθαι,> φησίν, τοὺς ἀνθρώπους <τέκνα θεοῦ;> μὴ θαυ-
μάσῃς φησίν· <καὶ γὰρ ὁ λόγος> δι' αὐτὸ τοῦτο <σὰρξ γενέσθαι> κατηξίωσε
<καὶ ἐσκήνωσεν ἐν ἡμῖν,> ἵνα ἐκεῖνος γενόμενος ἄνθρωπος δι' οἰκονομίαν
ἡμᾶς υἱοὺς θεοῦ ποιήσῃ χάριτι καὶ φιλανθρωπίᾳ. <σὰρξ ἐγένετο,> ὥστε οὐκ
ἐν φαντασίᾳ ὤφθη, ἀλλ' ἀληθῶς γέγονεν <σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν,>
ὥστε οὐκ εἰς σάρκα ἐτράπη καὶ μία γέγονεν φύσις, ἀλλὰ <σὰρξ> ἀληθῶς γεγονὼς
ἐφύλαξεν καὶ τοῦ γεγονότος καὶ τοῦ πρὶν γέγονεν καὶ τὴν φύσιν ἄτρεπτον καὶ
τὸ ἰδίωμα. <καὶ ἐθεασάμεθα τὴν δόξαν.> τίνος; <αὐτοῦ,> ἐκείνου φησίν, οὐκ
αὐτῶν· εἷς γάρ ἐστιν ὁ αὐτὸς κατὰ τὴν ὑπόστασιν, εἰ καὶ ἡ τῶν φύσεων διαφορὰ
οὐκ ἀναιρεῖται.
12
Jo 1, 15
Ἦν ἀεὶ <πρῶτος,> αὐτὸς μὲν γὰρ φύσει θεὸς καὶ υἱὸς θεοῦ, ἐγὼ δὲ δοῦλος
καὶ κῆρυξ αὐτοῦ. ἦν μὲν ἀεὶ οὗτος <πρῶτος, ὀπίσω> δέ <μου> ἔρχεται τῷ χρόνῳ
τῆς κατὰ σάρκα γεννήσεως καὶ τῇ τῶν πολλῶν ὑμῶν ὑπολήψει καὶ δόξῃ, ἤδη
δὲ τοῖς ἀξίοις αὐτὸν συνιδεῖν. καὶ <ἔμπροσθεν γέγονεν> καὶ ἔτι μᾶλλον καὶ
μᾶλλον καὶ ἀσυγκρίτως πᾶσιν τοῦ αὐτοῦ καὶ τὸ μεγαλεῖον ἀποκαλυφθήσεται
τῆς θεότητος.
13
Jo 1, 17
<Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ἡ χάρις
καὶ ἡ ἀλήθειά> φησιν· καὶ γὰρ τὰ <Μωυσέως,> εἰ καὶ <χάρις> ἦν, ἀλλ' ἐν τύποις
καὶ σκιᾷ. νῦν δὲ ἡ <χάρις> οὐκ ἐν τύπῳ, ἀλλ' αὐτόχαρις καὶ αὐτοαλήθεια,
ὥστε καλῶς φησιν· ὁ μὲν <νόμος διὰ Μωυσέως, ἡ χάρις δὲ καὶ ἡ ἀλήθεια
διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.>
14
Jo 1, 18
Ἐπειδὴ εἶπεν <θεὸν τὸν> πατέρα, <θεὸν> τὸν υἱόν, τὸ ἄναρχον αὐτῶν, τὴν
πρὸς ἀλλήλους ἄφατον καὶ ὑπὲρ νοῦν σχέσιν καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος πρὸς
τὸν» πατέρα, ἐπειδὴ εἰς τὴν ὑψηλὴν καὶ θαυμασίαν ταύτην θεολογίαν ἑαυτὸν
καθῆκεν, ἵνα μή τις εἴπῃ· ἄνθρωπε, ὑψηλὰ μὲν καὶ θαυμάσια ἃ λέγεις· ἀλλὰ
πόθεν ἔσχες γνῶναι ταῦτα; εἶδες τὸν <θεόν;> ἀλλ' <οὐδεὶς> εἶδεν. πόθεν
ἔμαθες τὰ ἀπόρρητα ταῦτα; τίς ὁ διδάξας; ἵνα οὖν μηδεὶς τοιαῦτα ἐννοῶν
στασιάζῃ τοῖς λογισμοῖς, αὐτὸς προφθάσας φησίν· <θεὸν> μὲν γυμνὸν καὶ
χωρὶς σαρκὸς <οὐδεὶς> οὐδέποτε <ἑώρακεν.> εἶτα σὺ δὲ πόθεν μαθὼν λέγεις
ταῦτα; ὁ <μονογενής,> φησίν, ὃν προεῖπον, ὅτι <θεός,> ὅτι «φῶς», ὅτι «ἐν
ἀρχῇ», ὅτι «πρὸς τὸν» πατέρα, ὅτι «πάντα ἄνθρωπον φωτίζει», <ἐκεῖνος>
<ἐξηγήσατο, ἐκεῖνος> ἐδίδαξεν· ἐκεῖνον γὰρ «ἐθεασάμεθα» μετὰ σαρκός,
ἐκείνου εἴδομεν «τὴν δόξαν», «δόξαν ὡς» ἀληθοῦς «μονογενοῦς». <ἐκεῖνος ὁ
μονογενής,> ὁ τῆς πατρικῆς συγγενείας καὶ οἰκειότητος μηδέποτε ἀφιστά-
μενος, ἀλλ' ἀεὶ ἐν τοῖς κόλποις <ὢν τοῦ πατρός, ἐκεῖνος> ἡμῖν ταῦτα ἀπε-
κάλυψεν καὶ διὰ τοῦτο καὶ ἡμεῖς θαρροῦντες ταῦτα κηρύσσομεν.
15
Jo 2, 6—8
Καὶ ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ τῶν στοιχείων δημιουργὸς καὶ αὐτός
ἐστιν ὁπότε μὲν βουλόμενος εἰς αἷμα τὸ ὕδωρ μεταβάλλειν, ἄλλοτε δ' εἰς
οἶνον, ἄλλοτε δὲ ἀπὸ λίθων αὐτὸ 〈ἐκκαλεῖν〉 καὶ ὅτι ὡς ἐξουσιαστῇ καὶ δεσπότῃ
τοῦ παντὸς πάντα εἴκει αὐτῷ καὶ πρὸς τὸ βούλημα ῥᾷον μεταστοιχειοῦται.
16
Jo 2, 9—11
<Φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος> ὡς θαυμάζων τὴν καλλονὴν
τοῦ οἴνου καὶ τὸ σημεῖον μὲν μὴ συνεγνωκώς, οἰόμενος δ' αὐτὸν παρενεγκεῖν
τὸν ἀνθοσμίας οἶνον ἐκεῖνον. διὸ καί φησιν· <πᾶς ἄνθρωπος τὸν καλὸν
οἶνον τίθησι> καὶ ἑξῆς. οὕτως ὁ δεσπότης ἀνεπιδείκτως ἐποίει τὰ σημεῖα,
ὥστε τηλικούτου θαύματος τελουμένου ἐπιπλῆξαι δυναμένου πᾶσαν τὴν
οἰκουμένην οὐδὲ τοῖς ἐν τῇ αὐτῇ οἰκίᾳ διατρίβουσιν ἐσπούδασεν ἐπιδειχθῆναι.
ὅμως μέντοι οὐκ ἔλαθεν· ἐφανερώθη γάρ, φησίν, ἡ δόξα <αὐτοῦ καὶ ἐπίστευσαν
εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.> τοῦ μὲν οὖν περιστέλλειν ἑαυτὸν καὶ μὴ
κατ' ἐπίδειξιν τερατουργεῖν ἀπόδειξις τὸ μηδὲ τὸν ἀρχιτρίκλινον μηδ' αὐτὸν
τὸν νυμφίον συνεγνωκέναι· ἀπεκρίθη γὰρ ἄν τι, εἴπερ συνεωράκει, ἐγκαλοῦντι
τῷ ἀρχιτρικλίνῳ, ἀλλὰ καὶ αὐτὸς ὡς καινόν τι ἀκούων ἐσιώπα καὶ πρὸς τὸν
λόγον ἐθαύμαζεν, τοῦ δὲ μεγέθους καὶ τῆς τοῦ σημείου λαμπρότητος τὸ καὶ
οὕτω πραττόμενον μὴ λαθεῖν· καὶ γάρ φησιν· <ταύτην> τὴν <ἀρχὴν τῶν σημείων
ἐποίησεν ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ,>
οὐ δι' ὧν ἐπεδείξατο, ἀλλὰ δι' ὧν μᾶλλον ἀνεπιδείκτως ἐθαυματούργησεν.
17
Jo 2, 14—16
Τοῦτο δὲ πεποίηκεν, ἵνα καὶ τοὺς Ἰουδαίους δι' ἔργου ἀξιομνημονεύτου
καὶ σιγῶν ἐλέγχειν ἀεὶ ἔχῃ, ὅτι μάτην ἐπὶ τῷ νομοφυλακεῖν καὶ γεραίρειν
σεμνύνονται τὸν ναόν· οἱ γὰρ ἀγορὰν αὐτὸν καὶ ἐμπορείαν ἀπεργασάμενοι καὶ
ὅρκων καὶ ἐπιορκίας καὶ ἀδικίας καὶ πολλῆς ἄλλης ἀτοπίας ἐργαστήριον
ἀποδείξαντες· (ταῦτα γὰρ τῆς ἀγορᾶς οὐδὲν ἧττον τῶν ὠνίων τὰ τεκμήρια).
τίνα ἄλλην τιμὴν ἐπετήδευον ἢ ποίαν ἄλλην φροντίδα ὑπὲρ τῆς αὐτοῦ κο-
σμιότητος μετὰ πόθου ἐπιστεύοντο ἂν καταβαλεῖν; ἀλλ' ἔνθα μὲν κέρδος ἦν,
ὁρᾷς αὐτοὺς ἀγορὰν καὶ ἐμπορεῖον τὸν περιβόητον αὐτοῖς ναὸν ἀποδεδειγμένους
καὶ οὐδεμία περὶ τούτου φροντὶς ἢ ἐπιτίμησις· ἔνθα δὲ λόγοις μόνον ἔδει
σοβαρευθῆναι διακένοις, ἐκδικηταὶ τοῦ ναοῦ, ζηλωταὶ τῶν πατρῴων καὶ
σχήματα τιμῆς καὶ μεγάλα ῥήματα, μᾶλλον δὲ ἔνθα μὲν κέρδος ἀργυρίου
μικροῦ, οὐδὲν ὁ ναὸς ἢ ὁ νόμος· ἔνθα δὲ μεγάλη σωτηρία ἀνθρώπων, ἐκεῖ ὁ
πολὺς φθόνος καὶ προκάλυμμα τοῦ φθόνου ὁ ναὸς καὶ ὁ νόμος καὶ τὰ τῆς
ἀπονοίας ῥήματα. ἐκβαλὼν οὖν αὐτοὺς ὁ δεσπότης ἔργῳ καὶ λόγῳ ἐκ τοῦ
ἱεροῦ καὶ δείξας λαμπρῶς καὶ ἀναμφιβόλως καταφρονητὰς τοῦ ναοῦ μεγάλην
στήλην κατ' αὐτῶν ἀνήγειρεν, ὅτι εἴπερ ἂν ὑπὲρ τοῦ νόμου καὶ τοῦ ναοῦ λέγοιεν,
οὐκ ἐκ πόθου καὶ πίστεως ταῦτα λέγοιεν; ἀλλ' ἢ φυσιούμενοι ἢ φθόνον ἴδιον
ἐπισκιάζοντες ἢ ἐπὶ τῷ σφῶν κέρδει, ἵνα καλῶνται «ῥαββί», ἵνα πλατύνωσι
«τὰ φυλακτήρια», ἵνα τὰς «τῶν χηρῶν» καὶ τῶν ἄλλων κατεσθίωσιν «οἰκίας».
18
Jo 3, 12—13
Εἶπεν <εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε·> καίτοι ἔδει
ἐπιγείοις οὖσι διὰ τῶν συγγενῶν ῥᾷον χειραγωγεῖσθαι, ἀλλ' οὖν εἰ ταῦτα
<εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω τὰ ἐπουράνια ὑμῖν>
ἐπιγείοις οὖσιν <πιστεύετε·> μᾶλλον γὰρ τῆς ὑμῶν διανοίας <τὰ ἐπουράνια>
διέστηκεν ἢ <τὰ ἐπίγεια.> πῶς οὖν μαθήσεσθε <τὰ ἐπουράνια> μὴ πιστεύοντες
τοῖς παρ' ἐμοῦ λεγομένοις; ἀναβῆναι ὑμῖν <εἰς τὸν οὐρανὸν> καὶ μαθεῖν οὐκ
ἔνι· <οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανὸν> οὐδ' ἕως τοῦ νῦν, οὐ τῶν
προφητῶν, οὐ τῶν ἄλλως κατ' ἀρετὴν πολιτευσαμένων οὐδ' ὅλως πλὴν ἐμοῦ
τοῦ ἐκεῖθεν καταβεβηκότος. ἐὰν οὖν ὑμῖν μὲν οὐκ ἔνι ἀναβῆναι, ἄλλος δέ τις
οὐκ <ἀναβέβηκεν,> ἐμοὶ δὲ τῷ ἀναβεβηκότι καὶ καταβεβηκότι καὶ ἐκεῖθεν μὴ
χωρισθέντι—τοῦτο γὰρ δηλοῖ τὸ ὁ <ὢν ἐν τῷ οὐρανῷ>—ἐὰν οὖν μηδὲ ἐμοὶ
πιστεύητε ἐπαγγέλλοντι καὶ διδάσκοντι <τὰ ἐπουράνια> καὶ θεῖα καὶ ὑψηλὰ
δόγματα, πῶς ἄλλως μαθεῖν ταῦτα δυνήσεσθε; ταῦτα δ' ἔλεγεν πανταχόθεν
συνελαύνων τὸν Νικόδημον εἰς τὸ πιστεῦσαι αὐτῷ, ὅτι «ἂν μή τις γεννηθῇ ἐξ
ὕδατος καὶ πνεύματος, οὐκ» εἰσελεύσεται «εἰς τὴν βασιλείαν» τῶν οὐρανῶν.
αὐτὸς δὲ σφοδρότερον οὐδὲ μὴ ἴδῃ, φησίν, «τὴν βασιλείαν» τῶν οὐρανῶν.
19
Jo 3, 19
<Αὕτη δ' ἐστὶν ἡ κρίσις,> οἷον οὕτω λαμπρά, οὕτως ἀναμφίβολος ὡς
μονονουχὶ καὶ δείκνυσθαι. <αὕτη,> φησίν, ἡ <κρίσις> οἷον ἡ κατάκρισις τῶν
ἀπιστησάντων. πόθεν δ' ἐστὶν δήλη, πόθεν περιφανὴς καὶ λαμπρὰ καὶ μηδεμίαν
δεχομένη ἀμφισβήτησιν; αὐτόθεν φησίν· <ὅτι τὸ φῶς> ἦλθεν <εἰς τὸν κόσμον
καὶ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.>
20
Jo 3, 23
Καὶ ὅτι κἀκεῖνος <βαπτίζων.> οὐκ εἰς τὸ ἐναντίον ἐβάπτιζε τῶν μαθητῶν
τοῦ Χριστοῦ, ἀλλὰ καὶ μᾶλλον τὰ ἐκείνων βεβαιῶν· <βαπτίζων> γὰρ τὸν
Χριστὸν ἐκήρυττεν, ὅτι οὗτός ἐστιν ὁ νυμφίος καὶ ὁ υἱὸς τοῦ θεοῦ καὶ ὁ ἐκ
τοῦ οὐρανοῦ ὥστε <βαπτίζων> τὴν εἰς αὐτὸν πίστιν ἐκράτυνεν ὥσπερ καὶ οἱ
τοῦ Χριστοῦ μαθηταί.
23
Jo 4, 12—15
Εἰ τῆς γυναικὸς τῆς Σαμαρείτιδος εἰπούσης <μὴ σὺ μείζων εἶ τοῦ
πατρὸς ἡμῶν Ἰακὼβ ἀπεκρίθη> ὁ δεσπότης πρὸς αὐτήν· ναὶ <μείζων>
εἰμί, τήν τε γυναῖκα ἐλύπησεν ἂν ἐκ τοῦ εὐθέως εὐτελίζειν τὸν πρόγονον
δοκῶν ἐφ' ᾧ ἐκείνη μέγα ἐφρόνει. καὶ οὐδὲν μέγα περὶ ἑαυτοῦ ἐδίδου ὑπονοεῖν·
τί γὰρ ἄξιον τοῦ Χριστοῦ τὸ κατὰ σύγκρισιν τοῦ <Ἰακὼβ> αὐτὸν μείζονα
νομισθῆναι; διὸ οὐ λέγει <μείζων> εἰμὶ οὐδὲ κατὰ σύγκρισιν τοῦ <Ἰακὼβ>
αὑτὸν ἐκείνου προτίθησιν, ἀλλ' ἅμα τε ἀσυγκρίτῳ μέτρῳ τὴν ὑπεροχὴν δεί-
κνυσιν αὑτοῦ καὶ οὐκ αὐτὸς τοῦτο ξηρῶς ταῖς λέξεσιν λέγει, ἵνα μὴ δόξῃ τ'
ἐκεῖνον εὐτελίζειν καὶ ἀνιᾶν τὴν γυναῖκα, ἀλλ' αὐτὴν ἐκείνην δι' ὧν φησι
δίδωσι τοῦτο συλλογίζεσθαι καὶ ἐννοεῖν· ὃ γὰρ ἄν τις αὐτὸς ἀναλογίσηται καὶ
διανοηθῇ, οὐχ ὁμοίως ἡγεῖται φορτικὸν ὡσεὶ παρ' ἑτέρου ἀκούσειεν ἄν. πῶς
δὲ τοῦτο ποιεῖ ὁ Χριστός; ἐκ τῆς <τοῦ ὕδατος> διαφορᾶς, ὅ τε ὁ <Ἰακὼβ>
αὐτοῖς ἀνεῦρεν καὶ ὃ αὐτὸς ὑπισχνεῖτο δώσειν. καὶ οὐδὲ ἁπλῶς λέγει τὴν
διαφορὰν αὐτῶν ἄφατον οὖσαν καὶ πολλήν, ἀλλὰ καὶ μετὰ ὑποσχέσεως τοῦ
παρασχεῖν, ἵνα καὶ ἀπὸ τῆς ἐπιθυμίας τοῦ λαβεῖν μηδὲν ἄτοπον αὐτοῖς εἶναι
δόξῃ ἡ διαφορά. διὸ καὶ ἡ <γυνὴ> ἡ μήπω μείζονα ἀνεχομένη αὐτὸν εἶναι τοῦ
<Ἰακώβ,> εὐθέως εἰς ὑψηλότερον ἀναχθεῖσα νοῦν εὐγνωμόνως τε ἀκούει τὸ
ῥηθὲν καὶ αἰτεῖ τὸ παρ' αὐτοῦ <ὕδωρ> καταφρονήσασα ὃ ἐθαύμαζεν τέως
πρότερον τοῦ <Ἰακώβ.>
οὕτως οὖν ἀπὸ τῆς ἀσυγκρίτου <τοῦ ὕδατος> διαφορᾶς καὶ εἰς τὴν ἀσύγ-
κριτον τῶν προσώπων ὑπεροχὴν ἐχειραγωγήθη ἡ <γυνὴ> καὶ κατὰ μικρὸν
προῆλθεν, ὥστε καὶ Μεσσίαν καὶ Χριστὸν οὐχ ὁμολογήσασα μόνον, ἀλλὰ
καὶ τῇ πόλει καὶ πατρίδι κηρῦξαι καὶ κατάρξασθαι αὐτοῖς τῆς εἰς Χριστὸν
πίστεως.
24
Jo 4, 16
Τίνα ἀκολουθίαν ἔχει τῆς Σαμαρείτιδος αἰτούσης «τὸ ὕδωρ τὸ ζῶν»
εἰπεῖν τὸν δεσπότην· <ὕπαγε φώνησον τὸν ἄνδρα σου;> πολλὴν μὲν οὖν·
ἐπειδὴ γὰρ τὸ λαβεῖν ἐκεῖνο «τὸ ὕδωρ τὸ ζῶν» ἄλλως οὐκ ἐγχωρεῖ ἀλλ' ἢ διὰ
τῆς εἰς Χριστὸν πίστεως, λέγει αὐτῇ· <ὕπαγε φώνησον τὸν ἄνδρα σου,>
ἵνα διὰ τῆς ἀποκρίσεως τῆς γυναικὸς καὶ τῆς ἐπὶ τῇ ἀποκρίσει προγνώσεως
τοῦ Χριστοῦ θαυμάσασα ἡ γυνὴ ἐπιγνῷ τὸν δεσπότην καὶ πιστεύσῃ καὶ ἐπι-
γνοῦσα καὶ πιστεύσασα ἀξιωθῇ τῆς αἰτήσεως ἤτοι τοῦ τυχεῖν τοῦ ζῶντος·
ἔμαθεν γὰρ ἀπὸ τῆς τοιαύτης διαλέξεως, ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος
Μεσσίας. ἐκήρυξεν τοῖς ἐν τῇ πόλει, ὅτι αὐτός «ἐστιν ὁ Χριστός»· τὸ γὰρ
«μήτι αὐτός ἐστιν ὁ Χριστὸς» οὐ διστάζουσά φησι καὶ τοῦτο δείκνυται ἐκ τῆς
πολλῆς σπουδῆς καὶ τοῦ τὴν πόλιν εἰς τὴν θέαν αὐτοῦ συγκαλεῖν, ἀλλὰ «μήτι
αὐτός ἐστιν ὁ Χριστός» φησιν, ἵνα μὴ ἐξ εὐθείας καὶ μετὰ ἀποφάσεως ῥηθὲν
προστῇ τισι προσανὲς ἐκ πρώτης φανέν. ἐκήρυξεν οὖν, ὅτι αὐτός «ἐστιν ὁ
Χριστός». εἶχεν διὰ τούτου, οὗ ἐπεζήτει ζῶντος ὕδατος τοῦ καθαίροντος
αὐτὴν τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς φλεγμονῆς ἐκείνης τῶν παθῶν ἀναψύχοντος
καὶ εἰς ζωὴν αἰώνιον ἐμβιβάζοντος. πόθεν δὲ τούτων ἔτυχεν; ἦ δῆλον ἐκ τοῦ
εἰπεῖν τὸν δεσπότην· <ὕπαγε φώνησον τὸν ἄνδρα σου·> τοῦτο γὰρ τὸ ῥῆμα
ἀρχὴ γέγονεν τοῦ ἐπιγνῶναι καὶ πιστεῦσαι τῇ γυναικί, ὅτι αὐτός «ἐστιν ὁ
Χριστός», ἐξ οὗ λαμβάνει καὶ «τὸ ὕδωρ τὸ ζῶν». ὁρᾷς πῶς αἰτούσης τῆς γυναικὸς
«τὸ ὕδωρ τὸ ζῶν» καταλλήλως φησὶν καὶ λίαν ἀκολούθως ὁ δεσπότης· <ὕπαγε
φώνησον τὸν ἄνδρα σου> μονονουχὶ λέγων· ἐγὼ δώσω σοι αὐτό, ἐὰν μόνον
καλῶς ἐπιγνῷς, τίς ἐστιν, ὃν αἰτεῖς· τούτου γὰρ γινομένου καὶ ἡ αἴτησίς σου
ἀκολουθήσει. ἄλλως τε δὲ καὶ τύπον ἡμῖν δίδωσιν ἄνευ τοῦ οἰκείου ἀνδρὸς
μὴ ἐπὶ πολὺ ὁμιλεῖν τῇ γυναικὶ μήτε μὴν χωρὶς ἐκείνου αἰτουμένῃ τι χαρί-
ζεσθαι· εἰ γὰρ καὶ μὴ εἶχεν νόμιμον αὐτῇ, ἀλλ' ὅμως ἐπὶ τῶν ἐχόντων καὶ
πανταχοῦ δεῖ τοῦτο παραφυλάττεσθαι· εἰ γὰρ ὁ δεσπότης τοῦ παντός, ὁ κύριος
πάσης πνοῆς, τοῦτο παρεφυλάξατο, τί χρὴ ποιεῖν τοὺς καθ' ἡμέραν πορθου-
μένους λογισμοῖς καὶ παθεῖν ἀτόποις; διὰ τοῦτο καὶ αὐτὸς ἀναμάρτητος καὶ
ἀπαθὴς ὤν· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι».
ὅμως εἰς παράδειγμα καὶ τύπον ἡμέτερον ἄνευ τοῦ συνοίκου οὐκ ἠνέσχετο
οὔτε πλείονα χρόνον προσομιλεῖν οὔτε κατὰ τὸ φαινόμενον καὶ πρόχειρον τῆς
λέξεως τὴν αἴτησιν εἰς πέρας ἄγειν τῆς γυναικός.
25
Jo 4, 19—20
Οἶμαι δὲ ὡς οὐδὲ παντὶ τρόπῳ βουλομένη τὰ ἑαυτῆς προκεκριμένα
δεῖξαι τῶν Ἰσραηλιτῶν, διὰ τοῦτο παράγει τό· <οἱ πατέρες ἡμῶν προσ-
εκύνησαν ἐν τῷ ὄρει,> ἀλλὰ τὸ συστατικὸν νομιζόμενον εἶναι τῆς ὑπολήψεως
τῶν Σαμαρειτῶν προκομίζει. εἶθ' οὕτως ὡς ἀπὸ προφήτου παρ' ἐκείνου
ἐπεζήτει μαθεῖν τῶν δοξῶν τὴν ἀληθεστέραν τε καὶ τιμιωτέραν. διὸ καὶ
ἀρχομένη ἔλεγεν· <κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.>
29
Jo 4, 23
<Καὶ νῦν ἐστιν> τὸ πάντως καὶ διὰ ταχέων γενησόμενον σημαίνει.
31
Jo 5, 19—27
Ὥστε εἰ ἃ ὁ <πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ποιεῖ> καὶ μάλιστα
<ὁμοίως,> ἴσος αὐτῷ ἐστι κατὰ πάντα. τὸ δὲ ὁ <πατὴρ φιλεῖ τὸν υἱὸν καὶ
δείκνυσιν αὐτῷ> καὶ <δείξει> καὶ <τὴν κρίσιν πᾶσαν δέδωκεν,> φησίν, ἵνα
ἐπιστομίσῃ αὐτούς, ὅτι οὐκ ἔστιν ἀντίθεος· εἰ γὰρ <φιλεῖ τὸν υἱόν,> φησίν,
πῶς ἂν ἐφίλει τὸν πολέμιον; πῶς δὲ συνεχώρει καὶ οὐ μόνον συγχωρεῖ, ἀλλὰ
<καὶ δείκνυσιν αὐτῷ> τὰ αὐτὰ ποιεῖν ὥσπερ ἐφηδόμενος τοῖς ἔργοις αὐτοῦ;
πῶς δὲ καὶ πᾶσαν αὐτῷ ἐνεχείριζε τὴν <ἐξουσίαν;> ἄλλως τε δέ· ὥσπερ ὅτ'
ἂν λέγῃ, ὅτι πᾶσαν <αὐτῷ ἔδωκεν> τὴν <ἐξουσίαν> ἤτοι <τὴν κρίσιν,> οὐχ
αὑτὸν ἐξίστησι τῆς ἐξουσίας, ἀλλ' εἰς τιμὴν λέγει τοῦτο τοῦ υἱοῦ· οὕτω γὰρ
εἰώθασιν οἱ ἄνθρωποι μᾶλλον τιμᾶν τὸν ἔχοντα τὴν <ἐξουσίαν> τοῦ τιμωρεῖσθαι
καὶ σῴζειν. ὥσπερ οὖν ἐπὶ τιμῇ τοῦτο εἴρηκεν τοῦ υἱοῦ κατὰ τὸν ἀνθρώπινον
λογισμόν, οὕτω καὶ τὸ <ἔδωκεν> ἐπὶ τιμῇ εἴρηται τοῦ πατρός· <τιμῶσι> γὰρ
καὶ τὸν διδόντα τὴν <ἐξουσίαν.> ἂν μὲν οὖν εἶπεν, ὅτι <πᾶσαν τὴν κρίσιν>
ἔχει ὁ υἱός, ὁ <γὰρ πατὴρ οὐ κρίνει οὐδένα,> παρέσχεν ἂν ὑπόνοιαν, ὅτι
αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ <ἔδωκεν,> ἵνα καὶ <τὸν
υἱὸν> καὶ <τὸν πατέρα ὁμοίως> τιμήσῃ, τὸν μὲν ὡς δόντα, τὸν δὲ ὡς πᾶσαν
εἰληφότα.
πάλιν εἰ εἰπὼν τὸ <ἔδωκεν> οὐκ ἐπήγαγε τὸ <πᾶσαν,> ἀλλ' εἶπε μετασχεῖν
<ἔδωκε> τῆς ἐξουσίας, ἐταπείνου τὸ ἀξίωμα τοῦ υἱοῦ. εἰπὼν δὲ τὸ <ἔδωκεν>
καὶ ἐπαγαγὼν <πᾶσαν τὴν κρίσιν> καὶ ὅτι ὁ <πατὴρ οὐδένα κρίνει,> ἰσοτιμίαν
λαμπρῶς ἔδειξεν.
32
Jo 5, 30
<Τὸ καθὼς ἀκούω κρίνω> τινὲς ἐξειλήφασιν, ὅτι παιδεύων ἡμᾶς μηδὲν
πλέον τῶν φαινομένων καὶ λεγομένων ἐν ταῖς κρίσεσιν περιεργάζεσθαι καὶ
〈μὴ〉 ἐξ ὑπονοιῶν καὶ ἀνθρωπίνων λογισμῶν βλάπτειν καὶ λυμαίνεσθαι τοὺς
κρινομένους, τὰ πολλὰ τῶν ἀνθρωπίνων λογισμῶν ὑπὸ φιλίας ἢ ἔχθρας τοῦ
δικαίου παρέλκεσθαι καὶ παρασύρεσθαι δυναμένων. τούτου, φασίν, ἀπάγων
ἡμᾶς ἔλεγεν, <ὅτι καθὼς ἀκούω κρίνω.> εἰ δὲ ἐγὼ «ὁ καρδιογνώστης» οὕτω
δι' αὐτὸ καὶ ἐν τοῖς φαινομένοις καὶ λεγομένοις τὴν κρίσιν ποιοῦμαι μηδὲν
περαιτέρω τούτων πολυπραγμονῶν, οὐδὲ ὑμᾶς χρὴ παρὰ τὰ ὁρώμενα καὶ
φαινόμενα καὶ λεγόμενα ἄλλο τι περιεργάζεσθαι καὶ τοῖς οἰκείοις θαρρεῖν
λογισμοῖς καὶ τούτοις ἐπιτρέπειν τὴν τῶν ἀδήλων κρίσιν. οὕτω μὲν οὖν τινες,
οὐκ ἐμοὶ δοκοῦν. πρῶτον μὲν γὰρ πολλαχοῦ φαίνεται ὁ δεσπότης ὅτι οὐκ
ἔκρινεν, <καθὼς> ἤκουεν, ἀλλ' ὡς «καρδιογνώστης θεός», οἷον ὅτε τῇ γυναικὶ
ἔλεγεν «καλῶς εἴπας, ὅτι οὐκ ἔχεις ἄνδρα· πέντε γὰρ ἔχεις», καὶ ὅτε ἔλεγεν
«ἄρτι πιστεύετε», ἐλεύσεται ὥρα ὅτε πάντες ὑμεῖς διασκορπισθήσεσθε καὶ μυρία
ἄλλα, ὅτι οὐδὲ προύκειτο αὐτῷ σκοπὸς ἐνταῦθα τοιοῦτος, ἀλλὰ περὶ τοῦ
πατρὸς καὶ ἑαυτοῦ καὶ ἰσότητος καὶ ἐξουσίας καὶ τοιούτων. τί οὖν ἐστιν <καθὼς
ἀκούω κρίνω; καθὼς ἀκούω,> φησίν, παρὰ τοῦ πατρὸς <κρίνω;> τοῦτ' ἔστιν
ὥσπερ ἐκεῖνος κρίνει, οὕτω κἀγώ. ὥσπερ δὲ τὸ «δείκνυσιν αὐτῷ» καὶ τὸ «δείξει
αὐτῷ» καὶ «ἔδωκεν αὐτῷ ἐξουσίαν» θεοπρεπῶς ἐξειλήφαμεν, μᾶλλον δὲ ὥσπερ
ταῦτα ἡ τοῦ λόγου ἀκολουθία θεοπρεπῶς ἐκλαβεῖν ἐκπαιδεύει καὶ ἀπαιτεῖ,
οὕτω καὶ τὸ <καθὼς ἀκούω κρίνω> θεοπρεπῶς ἐκληφθήσεται· ἐπειδὴ γὰρ
εἶπεν, «ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται» οὐ τοῦ
πατρός, ἀλλὰ τῆς τοῦ υἱοῦ φωνῆς εἰπὼν τοῦτο τὸ ὑψηλὸν καὶ θεοπρεπὲς περὶ
αὐτοῦ, εὐθὺς ἐπήγαγεν καὶ ὃ εἰς τιμὴν συνετέλει τοῦ πατρὸς οἷον οὐκ ἀφῄρηται
τὴν κρίσιν ὁ πατήρ, ἀλλ' ἐγὼ κρίνων σύμφωνον αὐτῷ ἐκφαίνω τὴν ψῆφον.
34
Jo 5, 31—34
Ἢ μᾶλλον ἄν τις εἴποι, ὅτι τὸ <ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ> καὶ
τὰ ἑξῆς, οὐκ ἔστιν κατὰ ἀπόφασιν οὐδ' ὡς ἐκ τοῦ δεσπότου προτεινόμενον, ἀλλ'
ὡς ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων καὶ παρ' ἐκείνων προαγόμενον· ἐπειδὴ γὰρ καὶ
πολλὰ καὶ ὑψηλὰ εἶπεν ὁ δεσπότης περὶ ἑαυτοῦ, ὅτι «ὁ μὴ τιμῶν» αὐτὸν ὡς τὸν
πατέρα οὐδὲ «τὸν πατέρα τιμᾷ», ὅτι «ὁ τὸν λόγον» αὐτοῦ «ἀκούων εἰς κρίσιν
οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν», ὅτι «οἱ νεκροὶ»
ἀκούοντες «τῆς φωνῆς» αὐτοῦ ζήσονται καὶ τὰ τοιαῦτα. ἐπειδὴ οὖν ταῦτα
λέγοντος ἐδάκνοντο οἱ Ἰουδαῖοι καὶ ἔμελλον λέγειν αὐτῷ· σὺ <περὶ> σεαυτοῦ
μαρτυρεῖς, ἡ <μαρτυρία> σου <οὐκ ἔστιν ἀληθής·> τοῦτο γὰρ καὶ ἀλλαχοῦ
πεποιήκασιν. ταύτην οὖν τὴν ἀντίθεσιν προλαμβάνων οὐδ' ἐπὶ ταύτῃ δείκνυσιν
αὐτοὺς λόγον ἔχοντάς τινα, οἷον· ἐρεῖτέ μοι, φησίν, ὅτι ταῦτα λέγων ἐγὼ
<μαρτυρῶ περὶ ἐμαυτοῦ> καὶ ἡ <μαρτυρία μου οὐκ ἔστιν ἀληθής,> ἀλλὰ
καὶ αὕτη ὑμῶν ἡ πρόφασις ἐκκέκοπται· οὐ γὰρ <ἐγώ> εἰμι μόνος ὁ μαρτυρῶν
<περὶ ἐμαυτοῦ,> ἀλλὰ καὶ ὁ Ἰωάννης, ὃν ὑμεῖς ἐθαυμάζετε καὶ ἀξιόπιστον
ἡγεῖσθε. καὶ τί λέγω Ἰωάννης; ἀλλὰ καὶ αὐτὸς ὁ πατὴρ διὰ τοῦ πνεύματος
ἐμαρτύρησεν, οὗτινος ὑμεῖς οὔτε τῆς μαρτυρίας ἐγένεσθε ἀκροαταὶ οὔτε νῦν
οὔτε πάλαι οὔτε ὀρθὴν ὑπόληψιν περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀκηράτου οὐσίας
ἐκτήσασθε. καὶ ἐνταῦθα μὲν δι' ἐνστάσεως αὐτῶν τὴν νομιζομένην ἀντίθεσιν
ἤλεγξεν. προϊὼν δὲ καὶ δι' ἀντιπαραστάσεως καταβάλλει αὐτὴν λέγων· εἰ καὶ
<ἐγὼ> μόνος ἐμαρτύρουν <περὶ ἐμαυτοῦ,> οὐδὲ τοῦτο ὑμῖν ὤφειλεν εἶναι πρόφασις
ἀπιστίας· οὐ γὰρ ὥσπερ τῶν ἀνθρώπων ἐστὶν ἡ περὶ αὐτῶν <μαρτυρία> ψευδής,
ἀλλὰ παναληθεστάτη ἐστὶν ἡ ἐμή.
35
Jo 5, 31—34
<Ἐὰν> γάρ τις ὑπὲρ ἑαυτοῦ μαρτυρῇ ὅσον εἰς ἀνθρωπίνην ὑπόληψιν καὶ
κρίσιν, <οὐκ ἔστιν ἀληθὴς> αὐτοῦ ἡ <μαρτυρία.> τοῦτο οὖν καὶ ὁ κύριος πρὸς
τὴν ἐκείνων ὑπόληψιν δηλῶν ἔλεγεν· <ἐὰν ἐγὼ> μόνος, φησίν, <μαρτυρῶ περὶ
ἐμαυτοῦ.> ἴσως ἐξῆν ἡμῖν κατὰ τὰς ἀνθρωπίνους ὑπονοίας ἀπιστεῖν τῇ μαρτυρίᾳ
ὡς μὴ οὔσῃ ἀληθινῇ. νῦν δέ, φησίν, καὶ αὐτὴ ὑμῶν ἡ πρόφασις διακέκοπται· οὐ
γὰρ μόνος ἐγὼ <περὶ ἐμαυτοῦ μαρτυρῶ,> ἀλλὰ κἀκεῖνος, ὃν ὑμεῖς ἀξιόπιστον
ὑπειληφότες τὴν ἐρώτησιν προσηγάγετε, ὥστε καὶ ἐκ τοῦ τὸν Ἰωάννην παράγειν
μαρτυρίαν καὶ ἐκ τοῦ εἰπεῖν <ὑμεῖς ἀπεστάλκατε> σαφῶς δείκνυται, ὅτι πρὸς
τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τὸν λόγον προήνεγκεν, καὶ τὸ
ἐπαγόμενον δέ· <ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω,
ταῦτα> δὲ εἶπον, τοῦτ' ἔστι διὰ τοῦτο τὸν Ἰωάννην προέφερον ὑμῖν εἰς μαρτυρίαν,
<ἵνα ὑμεῖς σωθῆτε,> τρανῶς τὴν εἰρημένην παρέστησεν ἔννοιαν, ὅτι πρὸς τὴν
ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τοῖς λόγοις ἐχρήσατο.
36
Jo 5, 32—33
<Καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία> αὐτοῦ ἀντὶ τοῦ <καὶ οἶδα
ὅτι> οὐκ ἂν οὐδ' ὑμῖν ἀρνηθείη ὡς <ἀληθής ἐστιν ἡ μαρτυρία> αὐτοῦ, ἂν ἄρα
μὴ ἑαυτοῖς μάχησθε· <ὑμεῖς> γὰρ ἀξιόπιστον αὐτὸν ὑπειληφότες ἀπεστείλατε
ἐρωτῶντες αὐτόν. καὶ αὐτὸς ἐμαρτύρησε τῇ <ἀληθείᾳ,> τῇ <ἀληθείᾳ> δέ, φησίν,
ὅτι καὶ πρὸ τῆς Ἰωάννου μαρτυρίας αὐτοαλήθεια ἦν καὶ τῆς ἑτέρων οὐκ ἐδεῖτο
μαρτυρίας. οὐκοῦν <οἶδα,> φησίν, ἂν εὐγνωμονῆτε, <ὅτι> καὶ ὑμῖν <ἀληθής ἐστιν
ἡ μαρτυρία> αὐτοῦ.
37
Jo 5, 36—39
Ὡς ἀκόλουθον τοῖς εἰρημένοις τίθησι τὸ <οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε
οὔτε εἶδος αὐτοῦ ἑωράκατε> καὶ τὰ ἑξῆς. τὸ δὲ <ἑωράκατε.> ὡς καὶ προϊών
φησιν ἐκληπτέον «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» ἀντὶ τοῦ οὐκ ἔχετε ὀρθὴν
δόξαν καὶ ὑπόληψιν θεοπρεπῆ περὶ αὐτοῦ, κἂν αὐτὸν ἐκδικεῖν σχηματίζησθε.
πῶς δὲ ὡς ἀκόλουθον; ἐπειδὴ εἶπεν, ὅτι ὁ <πέμψας με πατήρ, αὐτὸς
μεμαρτύρηκεν περὶ ἐμοῦ> καὶ ὅτι <τὰ ἔργα, ἃ ἔδωκέν μοι> ποιεῖν <ὁ πατήρ,>
ἐκεῖνα <μαρτυρεῖ περὶ ἐμοῦ, ὑμεῖς> δὲ οὐδ' οὕτω <πιστεύετε,> δῆλον <ὅτι,>
ὡς ἔοικεν, φησὶν <οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε,> οὐδὲ τήν, ὅτε ἔλεγεν
«οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», οὐδὲ περὶ τῆς μακαρίας
αὐτοῦ καὶ ἀπαθοῦς καὶ παντοκρατορικῆς φύσεως οὐδὲν ὀρθὸν ὑπολογίζεσθε·
ἢ γὰρ ἂν <τὰ ἔργα,> ἃ ἐγὼ <ποιῶ,> ἐκείνης μόνης τῆς αὐθεντίας καὶ ἐξουσίας
ὀρθῶς κρίναντες εἶναι οὐκ ἂν ἐμὲ τὸν υἱὸν αὐτοῦ τὰ αὐτὰ πράττοντα τῷ πατρὶ
ἀντίθεον ἐβλασφημεῖτε. ὁρᾶς πῶς ὡς ἀκόλουθον εἴρηται. τὸ δὲ οὐδέποτε
<ἀκηκόατε> οὐ νῦν φησιν, ἀλλ' οὐδὲ ὅτε τῷ Μωυσῇ ἐλάλει· πῶς γὰρ οἵ γε
παραυτίκα μοσχοποιήσαντες καὶ μετὰ ταῦτα δεξάμενοι τὰς νουθεσίας καὶ
μυριάκις εἰς εἰδωλολατρείαν ἐκπορνεύσαντες; διὸ ἀληθῶς οὔτε τότε οὔτε νῦν
<οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε> οὔτε τὴν περὶ αὐτὸν ὀρθὴν δόξαν καὶ ἀδιά-
στροφον ἐν καρδίᾳ ἐφυλάξατε καὶ διὰ τοῦτο οὐδὲ τοὺς πάλαι περὶ τοῦ υἱοῦ
προρρηθέντας χρησμοὺς <ἔχετε> μένοντας <ἐν ὑμῖν> οὔτε τὴν νῦν εἰρημένην τῷ
πατρὶ μαρτυρίαν, ἀλλ' εἰ βούλοισθε, κἂν γοῦν ὀψέ ποτε, διαβλέψαι πρὸς τὴν
ἀλήθειαν καὶ μαθεῖν, ὅτι πάλαι ταῦτα προκατήγγελται <περὶ ἐμοῦ, ἐρευνᾶτε
τὰς γραφάς·> μὴ γὰρ κἀνταῦθα λέγων δοκῶ ὑμῖν ἀσύμφορα λέγειν, οὐχὶ καὶ
ὑμῖν δοκεῖ ἐν αὐτοῖς <ζωὴν> εὑρίσκειν.
38
Jo 5, 41—42
Εἰ <δόξαν παρὰ ἀνθρώπων> οὐ λαμβάνεις, διὰ τί λέγεις ταῦτα; δι' ὑμᾶς
φησιν, «ἵνα» ἐπιστραφῆτε καὶ «σωθῆτε»· θεωρῶ γὰρ ὑμᾶς παντάπασιν τῆς πρὸς
τὸν θεὸν ἀγάπης ἀπανεστηκότας, ὅτι ἐμὲ τὸν ἐν τῷ ὀνόματι αὐτοῦ παραγεγονότα
ἀπωθεῖσθε· πῶς γὰρ ἔνι λέγειν ἀγαπᾶν τὸν θεὸν καὶ πατέρα, τὸν δὲ ἐξ αὐτοῦ
ἐληλυθότα ἀποπέμπεσθαι καὶ μισεῖν;
39
Jo 5, 43
Τοῦτ' ἔστιν οὐ τῇ ὀρθῇ κρίσει περὶ θεοῦ προσέχετε, ἀλλὰ ἅπερ ἂν ἀκρίτως
ὑμῖν νομισθῇ, εἰς τοῦτο φέρεσθε συρρέοντες, δέον μὴ προλήψει ματαίᾳ δουλεύον-
τας τῆς περὶ θεὸν ὀρθῆς δόξης διαπίπτειν καὶ ἀποσφάλλεσθαι, ἀλλὰ ταύτην
ἑδραίως ἐν ἑαυτοῖς λαβόντας καὶ ἔχοντας τὰς κενὰς ὑπολήψεις διωθεῖσθαι καὶ
ἀποπέμπεσθαι.
40
Jo 5, 44
<Δόξαν παρ' ἀλλήλων λαμβάνοντες> ἀντὶ τοῦ ἀρέσκειν ἀλλήλους
ζητοῦντες.
41
Jo 6, 6
<Πειράζων> ἐκεῖνον, οὐχ ὥστε αὐτὸς μαθεῖν· αὐτὸς γὰρ ᾔδει αὐτὸν
ἀκριβῶς «ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν», ἀλλ' ὥστε τὸν Φίλιππον
παιδαγωγηθῆναι καὶ ὠφεληθήσεσθαι.
42
Jo 6, 6
<Ἢ πειράζων> εἴρηται ἀντὶ τοῦ γυμνάζων αὐτὸν τοὺς λογισμοὺς αὐτοῦ
διανιστῶν καὶ πρὸς ἐπίγνωσιν τῆς δεσποτικῆς ἐξουσίας χειραγωγῶν· καὶ γάρ
ἐστιν παρὰ τῇ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινόμενον.
43
Jo 6, 42—44
Τῶν Ἰουδαίων εἰπόντων <οὐχ οὗτος ὁ υἱὸς Ἰωσὴφ> αὐτὸς μὲν οὐκ
ἀποκρίνεται αὐτοῖς ἐξ εὐθείας καὶ ἁπλῶς οὕτω λέγων, ὅτι οὐκ εἰμὶ <υἱὸς> τοῦ
<Ἰωσήφ.> τὸ αὐτὸ δὲ τοῦτο δίδωσιν αὐτοῖς ἐννοεῖν· ἐκείνων γάρ, ὡς ἔφημεν,
λεγόντων αὐτὸν υἱὸν τοῦ <Ἰωσὴφ> αὐτός φησιν· <οὐδεὶς δύναται ἐλθεῖν
πρὸς ἐμέ, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν,> μονονουχὶ λέγων
<πατέρα> ἐμὸν λέγετε τὸν <Ἰωσήφ, πατὴρ> ἐμός ἐστιν, ἐξ οὗ ἐξῆλθον καὶ
κατεπέμφθην ὑμῖν, ὁ ἐν οὐρανοῖς κατοικῶν καὶ δεσπόζων τοῦ παντός.
διὰ τοῦτο δ' ἔτι καλεῖτέ με υἱὸν τοῦ <Ἰωσὴφ> καὶ ἀνάξια φθέγγεσθε περὶ
ἐμοῦ, ὅτι ὁ ἀληθινὸς καὶ οὐράνιος <πατὴρ> οὔπω εἵλκυσεν ὑμᾶς εἰς τὸ ἐπιγνῶναί
με γνήσιον αὐτοῦ υἱόν. ὅταν δὲ ἑλκύσῃ, γνώσεσθε. ἑλκύει δέ, ὅταν ἀξίους
ἑαυτοὺς παρασκευάσητε, ὅταν πίστει προσέλθητε, ὅταν γαστριμαργίαν καὶ
ἀλαζονείαν καὶ οἴησιν ἀπορρίψαντες εὐήνιον τὸν αὐχένα τῇ εὐαγγελικῇ καὶ
σωτηρίῳ ζεύγλῃ ὑποβάλητε. τότε οὖν ἑλκυσθέντας εἰσδέξομαι κἀγὼ καὶ
<ἀναστήσω> ὑμᾶς <ἐν> τῇ <ἐσχάτῃ ἡμέρᾳ.>
44
Jo 6, 44—48
Εἶπεν <οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ
αὐτόν,> ἅμα μὲν δεικνύς, ὅτι τοσοῦτον ἀπέχει τοῦ λυπεῖν τὸν θεὸν ἐφ' οἷς λέγει
τε καὶ ποιεῖ, ὃ ἐκεῖνοι ἐνεκάλουν, ὥστε οὐδὲ πείθεταί τις τοῖς ὑπ' αὐτοῦ λεγο-
μένοις καὶ πραττομένοις, εἰ <μὴ ὁ πατὴρ> ἑλκύσει καὶ συμβιβάσει αὐτόν, ἅμα
δὲ κἀκείνους ἐλέγχων, ὅτι ὡς ἀνάξιοί εἰσι τοῦ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, διὰ
τοῦτο οὐκ ἔρχονται πρὸς αὐτόν. εἶπεν οὖν, ὅτι <οὐδεὶς δύναται ἐλθεῖν πρός
με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν.> πῶς οὖν ἑλκύσει; διδάσκων φησίν·
<ἔσονται> γὰρ <πάντες διδακτοὶ θεοῦ.> προφητῶν ὁ λόγος, χρησμοὶ θεῖοι
ἄνωθεν προανεφώνησαν ταῦτα. δῆλον δέ φησιν, ὅτι πᾶς ὁ ἀκούων διδάσκοντος
τοῦ πατρὸς <καὶ μαθὼν> οὗτος <ἔρχεται πρός με·> ὁ μὲν γὰρ <πατὴρ> πάντας
ἑλκύει, πάντας διδάσκει, ἀλλ' οὐ πάντες μανθάνουσιν. ὁ δὲ <μαθὼν> ἐκεῖνος
<ἔρχεται πρός με.> ἀλλὰ πῶς ἔστι μαθεῖν παρὰ τοῦ πατρός, ὅτι <τὸν πατέρα
οὐδεὶς ἑώρακεν;> εὐκόλως φησὶν ἐξ ἑτοίμου· ὁ γὰρ ἑωρακὼς αὐτὸν καὶ
ὑπάρχων ἐξ αὐτοῦ ὡς ἐκ πατρὸς αὐτὸς τὴν πατρικὴν διδασκαλίαν
διδάσκει. χρὴ οὖν αὐτῷ πείθεσθαι καὶ ὑπακούειν· τὰ γὰρ πατρικὰ διδάγματα
ἀπαγγέλλει. τί δὲ διδάσκει; «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν
καὶ ὃν ἀπέστειλας Ἰησοῦν» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». διδάσκει ὁ
υἱὸς περὶ τοῦ πατρὸς καὶ ὁ λαβὼν ὀρθὴν ἔννοιαν περὶ τοῦ πατρὸς ἐχειραγωγήθη
καὶ εἱλκύσθη καὶ πρὸς τὴν ἀληθινὴν γνῶσιν τοῦ υἱοῦ. καὶ γὰρ ὁ <μαθὼν> ὅτι
ὁ <πατὴρ> ἀσώματος, δημιουργὸς ἀΐδιος, ἀπαθῶς γεννῶν, ἀχρόνως, ἀρεστῶς
ὑπὲρ νοῦν, συνεπιγινώσκει καὶ ἑλκύεται εἰς τὸ εἰδέναι, ὅτι καὶ ὁ ἐκ τούτου τοῦ
πατρὸς προελθὼν υἱὸς καὶ ἀσώματος ὁμοίως καὶ δημιουργὸς καὶ συναΐδιος καὶ
ἀπαθῶς γεννηθεὶς καὶ ἀρεστῶς καὶ ἀχρόνως καὶ ὑπὲρ νοῦν. ὁρᾷς πῶς ὁ <πατὴρ>
διδάσκει διὰ τοῦ υἱοῦ περὶ αὐτοῦ, ἡ δὲ τοῦ πατρὸς γνῶσις ὅπως ἑλκύει ἐπὶ
τὴν ὁμοίαν γνῶσιν πάλιν τοῦ υἱοῦ. καλῶς ἄρα καὶ εἴρηται, ὅτι καὶ ὁ <πατὴρ>
διδάσκει περὶ τοῦ υἱοῦ καὶ πάλιν, ὅτι ὁ υἱὸς διδάσκει περὶ τοῦ πατρός· «καὶ»
γὰρ «οὐδεὶς ἐπιγινώσκει», φησίν, «τὸν πατέρα, εἰ μὴ ᾧ ἂν» ἀποκαλύψῃ «ὁ υἱὸς»
καὶ <οὐδεὶς ἔρχεται πρὸς> τὸν υἱόν, εἰ <μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν·> εἰ γὰρ
ἑτέρου γνῶσις ἀληθινὴ καὶ τὴν τοῦ ἑτέρου ἐπεισάγει. ὥσπερ ἡ τινὸς τούτων
ἀγνωσία ἀγνωσίαν κατηγορεῖ καὶ τὴν περὶ ἑτέρου ἔχειν τοὺς οἰομένους εἰδέναι,
ὅπερ ἔπασχον οἱ Ἰουδαῖοι βλασφημοῦντες τὸν υἱὸν καὶ φρεναπατῶντες ἑαυτοὺς
εἰδέναι <τὸν πατέρα> καὶ εἰς ἐκδίκησιν ἐκείνου ἐπιμαίνεσθαι τῷ υἱῷ. ἀλλ' οὕτω
μὲν ταῦτα. εἰ δέ τις καὶ κατὰ τὸ πρόχειρον ἐκλάβοι, ὅτι <οὐδεὶς δύναται
ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν,> τοῦτ' ἔστιν ἄνευ τῆς τοῦ
πατρὸς εὐδοκίας καὶ συνεργείας καὶ οὐκ ἔρρωται ἡ διάνοια. ὁμοίως δὲ δυνατὸν
ἐκλαβεῖν καὶ τὸ «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ᾧ ἂν ὁ υἱὸς» ἀποκαλύψῃ.
εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰς τὴν τοῦ πατρὸς ἡμᾶς ἀνάγων διδασκαλίαν εἰς
σεαυτὸν πάλιν παραπέμπεις, εἴπερ σὺ ἑώρακας καὶ σὺ μέλλεις ἡμῖν τὴν πατρικὴν
διδασκαλίαν ἀναπτύσσειν καὶ μάτην ἤρτησας ἡμᾶς ἐκείνῃ τῇ ἐλπίδι καὶ ἐπαγ-
γελίᾳ. ἵνα οὖν μή τινες τοιούτοις ὀκλάζωσι λογισμοῖς, παρρησιαστικώτερον καὶ
μετὰ τῆς θεοπρεποῦς ἐξουσίας φησίν· <ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων
εἰς ἐμὲ ζωὴν ἔχει> καὶ <ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.> οἷον κιβδήλοις καὶ
ἀνθρωπίνοις διασαλεύεσθε…
…
The complete text is available when the reading interface loads.