The Greek Library Catalogue

Anonymous

Commentarii in Matthaeum

Edition reference
Commentarii in Matthaeum (in catenis), ed. J. Reuss, Matthäus-Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61. Berlin: Akademie-Verlag, 1957]: 270–337.
CTS identifier
urn:cts:greekLit:tlg4040.tlg028.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

4, col. 1

τοῦ εὐαγγελιστοῦ σοφῆς διανοίας;

ἡ μὲν γὰρ γεγενημένη ἑρμηνεία ὡς

φωνὴν ἀγγέλου τὸ ῥητὸν ἀναπτύσ-

σει, ἡ δὲ τοῦ λόγου ἀκολουθία τοῦ

συγγραφέως εἶναι ἀπαιτεῖ τὴν αἰτιο-

λογίαν.

4, col. 2

Τὸ ῥητὸν τὸ λέγον <τοῦτο

δὲ ὅλον γέγονεν> τίνος ἂν εἴη,

τοῦ ἀγγέλου ἢ τοῦ εὐαγγελιστοῦ;

τῷ μὲν δοκεῖν τοῦ ἀγγέλου, ὥς

φασί τινες τῶν ἑρμηνευτῶν, τῇ δὲ

ἀληθείᾳ τοῦ συγγραφέως.

5

Mt 1, 24

5, col. 1

<Τὴν γυναῖκα αὐτοῦ>, τὴν ὅσον

πρὸς ἕτερον ἄνδρα μηδὲ τὸ ὄμμα ἐπι-

βαλοῦσαν, τὴν τῆς γυναικὸς τάξιν σώαν

αὐτῷ καὶ ἀκαινοτόμητον συντηροῦσαν

καὶ μηδὲν παραλύσασαν τῆς μνηστείας.

5, col. 2

<Γυναῖκα> τοῦ Ἰωσὴφ καλεῖ ἡ

γραφὴ τὴν παρθένον ὡς φυλάξασαν

πάντα τὰ τῇ σώφρονι γυναικὶ πρέποντα

πρὸς τὸν ἑαυτῆς σύζυγον.

6

Mt 2, 13

<Εἰς Αἴγυπτον φεύγει> ὁ Χριστός, ἵνα καὶ ταύτην ἁγιάσῃ ὥσπερ

τὴν Βαβυλῶνα διὰ τῶν μάγων ἡγίασεν ἐλθόντων εἰς προσκύνησιν αὐτοῦ.

7

Mt 2, 15

Φησὶ Βαλαὰμ ἐν τοῖς Ἀριθμοῖς· ὁ «θεὸς ὡδήγησεν αὐτὸν ἐξ

Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ».

8

Mt 3, 9

8, col. 1

<Ἐκ τῶν λίθων τούτων>, ἐκ

παντὸς ἠτιμωμένου καὶ εὐτελοῦς

δύναται ὁ θεὸς ἐπιδόξους καὶ με-

γάλους ἐγεῖραι τοὺς κάτω κειμένους

ἐν εὐτελείᾳ προγονικῇ καὶ περι-

φανεῖς καὶ ἐπισήμους ἐπιδεῖξαι, ἂν

αὐτοὶ μόνον ἀκολουθεῖν αὐτοῦ τοῖς

προστάγμασιν ἕλοιντο, ὥσπερ ἐπί-

σημον καὶ τὸν Ἀβραὰμ καταλι-

πόντα τὴν πατρῴαν δεισιδαιμονίαν

ἀπειργάσατο· οὐ γὰρ πατρὸς δόξῃ,

ἀλλ' ἀρετῆς οἰκείας περιφανείᾳ θεῷ

πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ

πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ

εὐτελῶν προέλθωσιν, ἐγείρονται

ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ

γονῆς εἰς τὸν κλῆρον ἐγγράφονται

τῆς πατρικῆς αὐτοῖς μηδὲν παρεμ-

ποδιζούσης δυσγενείας τε καὶ δυσ-

σεβείας. ἢ καὶ ἄλλως. ὁ ἐκ γῆς

διαπλάσας τὸν πρῶτον ἄνθρωπον

καὶ παντὸς ἀνθρώπου τοῦτον ἐγεί-

ρας πατέρα δύναται καὶ ἐκ <τῶν

λίθων> τοὺς ἐν γῇ ἀνθρώπους δια-

πλάσαι καὶ ἐγεῖραι τούτους καὶ

ἀνυψῶσαι, ὥστε παραπλησίου τι-

μῆς καὶ δόξης τῆς τοῦ Ἀβραὰμ

γενέσθαι κληρονόμους.

8, col. 2

<Τὸ ἐκ τῶν λίθων τούτων>

οὐ τοὺς λίθους αὐτοὺς λέγει, ἀλλ'

ὅτι ἐξ ἀνθρώπων ἀτελῶν καὶ ἀπί-

στων καὶ πενήτων δύναται μεγά-

λους τε καὶ ἐπισήμους ποιῆσαι,

ἐάνπερ ἐθέλωσιν, καθάπερ ὁ Ἀβρα-

ὰμ πιστεύσας θεῶ ἐξ ἀσήμων γέ-

γονεν ἐπίσημος.

9

Mt 3, 12

9, col. 1

<Οὗ τὸ πτύον ἐν τῇ χειρὶ

αὐτοῦ>, τὴν κριτικὴν δύναμιν καὶ

ἐξουσίαν σημαίνει, δι' ἧς τὸ κρεῖτ-

τον ἀπὸ τοῦ χείρονος διακρίνεται·

τὸ δὲ ἐν <τῇ χειρὶ αὐτοῦ> τὸ πρό-

χειρον καὶ ἀταλαίπωρον μηνύει· οὐ

γὰρ μελέτῃ καὶ χρόνῳ καὶ διασκέ-

ψει, ἀλλὰ πρόχειρος καὶ ἐκ τοῦ

παραχρῆμα βουλομένου θεοῦ ἡ

διάκρισις. διαχωρίζονται δὲ οἱ δί-

καιοι τῶν ἁμαρτωλῶν, ὧν τοὺς μὲν

<σῖτον> ὠνόμασεν μηδὲν ἀλλότριον

τοῦ ἐξ ἀρχῆς ὑπὸ θεοῦ καλοῦ

σπέρματος καταβληθέντος τῇ φύσει

ἐπισύροντας, τοὺς δὲ ἁμαρτωλοὺς

<ἄχυρον> ὅλον τὸ γένος διανοθεύ-

σαντας καὶ εἰς ἀλλόκοτον φύσιν διὰ

κακίας ἐντελευτήσαντας.

9, col. 2

Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων

ἐπιστημῶν ἐστι τινὰ ὄργανα δια-

κριτικὰ τῶν κατὰ τὴν τέχνην καλῶν

τε καὶ ἐναντίων, οὕτω καὶ ἐν τοῖς

γεωργουμένοις ἡ ἅλως ἐστὶ καὶ <τὸ

πτύον>· ἐν γὰρ τῇ <ἅλωνι ὁ σῖτος>

ἀπὸ τοῦ <ἀχύρου> διακρίνεται. οἷσ-

τισι παρεικάζει τήν τε ἐκκλησίαν

καὶ τὴν διακρίνουσαν τοῦ θεοῦ δύ-

ναμιν ἀπὸ τῶν ἀγαθῶν τοὺς μὴ

τοιούτους.

10

Mt 4, 5—8

10, col. 1

<Τότε παραλαμβάνει αὐτὸν

ὁ διάβολος>, ἀντὶ τοῦ· ἐνδίδοται

καὶ παραχωρεῖται τῷ διαβόλῳ τὸ

ἐπιθύμημα, ἵνα πλέον καταισχυνθῇ·

ἐπεθύμει γὰρ καὶ ἤθελεν εἰς <τὸ

πτερύγιον> καὶ εἰς <τὸ ὄρος> ἀνελ-

θεῖν τὸν Χριστὸν ὡς ἂν παλαίσῃ

αὐτῷ τοῖς πειρασμοῖς· γίνεται δὴ

τοῦτο καὶ ἄνεισιν ὁ κύριος ἡμῶν ἐπὶ

<τὸ πτερύγιον> καὶ ἐπὶ <τὸ ὄρος>

καὶ πανταχόθεν αὐτὸν αἰσχύνει

καταβαλών.

10, col. 2

<Τὸ παραλαμβάνει αὐτὸν

ὁ διάβολος> οὐχ ὅτι μετ' ἐξουσίας

αὐτὸν ἔλαβεν, ἀλλ' ἐνδείκνυται ὡς

παραχωρήσαντος τοῦ Χριστοῦ παρέ-

λαβε. καὶ τοῦτο οἰκονομικῶς, ἵνα

πληρωθείσης τῆς τοῦ διαβόλου ἐπι-

θυμίας καταισχυνθῇ τελείως καὶ

ἡττηθῇ.

11

Mt 5, 1

<Ἐκάθισεν> ὁ Χριστός, ἵνα οἱ μὲν ὄχλοι διὰ τὰ ὑπ' αὐτοῦ γινό-

μενα θαύματα πιστεύσωσιν, οἱ δὲ μαθηταὶ διδασκόμενοι ἔτι ἐλλαμφθή-

σονται καὶ νοήσωσιν, ὅτι οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεός· οὐ

γὰρ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ὑπῆρξε θεραπευτής.

12

Mt 5, 13

<Ἅλας τῆς γῆς> φησι τοὺς τὰ θεῖα διδάσκοντας λόγια στύφοντα

καὶ ῥωννύοντα τὸν νοῦν τῶν ἀκουόντων.

13

Mt 5, 17

13, col. 1

<Οὐκ ἦλθον καταλῦσαι τὸν

νόμον>· ἐκεῖνος γὰρ <καταλύει τὸν

νόμον> ὁ μὴ πληρῶν <τὸν νόμον>.

ὁ δὲ <πληρῶν τὸν νόμον>, μὴ

πληρῶν δὲ μόνον, ἀλλὰ καὶ εἰς

ἀκρίβειαν τελειοτέραν ἀνάγων πῶς

οὐ μᾶλλον φυλάσσει; ὥσπερ οὖν ὁ

τὴν ἐν σκιάσμασι τυπωθεῖσαν τοῦ

ἀνθρώπου μορφήν, ὥσπερ οὖν ὁ

ταύτην τῇ τῶν χρωμάτων παρεν-

θέσει καὶ ἐπιβολῇ μορφοποιῶν οὐ

τοὺς ἐν αὐτῇ προχαραχθέντας τύ-

πους κατέλυσεν, ἀλλ' εἰς ἀπαρτι-

σμὸν καὶ τελειότητα τὸ ἀτελὲς αὐτῶν

ἤνεγκεν, οὕτως καὶ ὁ δεσπότης

ἡμῶν θεὸς οὐ τὴν ἐν νόμῳ οἱονεὶ

προτυπωθεῖσαν καὶ σκιαγραφηθεῖ-

σαν τοῦ εὐαγγελίου πολιτείαν κατέ-

λυσεν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ

ταύτην ἐφανέρωσέν τε καὶ ἐτράνω-

σεν πᾶσαν τὴν ἐν νόμῳ ἀναπληρώ-

σας ἀτέλειαν καὶ προαγαγὼν εἰς

ἀνυπέρβλητον τελειότητα.

13, col. 2

<Ὁ πληρῶν νόμον> καὶ εἰς

ἀκρίβειαν ἄγων αὐτόν, φυλάττων

μᾶλλον νόμον ἐστίν, οὐ μὴν <κατα-

λύων>· ὁ γὰρ τὴν σκιαγραφίαν τῆς

εἰκόνος ἀναπληρῶν διὰ τῶν χρωμά-

των, τελειωτὴς ἂν λέγοιτο τῆς εἰκό-

νος, ἤπερ ἀναιρετὴς αὐτῆς· τὴν γὰρ

σκιαγραφηθεῖσαν πρότερον ἐν τῷ

νόμῳ πολιτείαν ἐλθὼν ὁ Χριστὸς

ἐθεράπευσέ τε καὶ τετελείωκεν.

14

Mt 5, 19

<Μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων>, τῶν τοῖς πολλοῖς δοκούν-

των εὐτελῶν καὶ εὐκαταφρονήτων εἶναι· οἱ γὰρ αὐτοῦ ἐκείνου κατεπ-

αιρόμενοι τοῦ νομοθέτου καὶ «τέκτονος υἱὸν» ἐξευτελίζοντες δηλονότι

καὶ τὰς αὐτοῦ ἐντολὰς εὐτελεῖς καὶ ἐξουθενημένας ἡγοῦντο, ἀλλὰ τῆς

μὲν εἰς ἑαυτὸν παροινίας αὐτῶν καὶ καταφρονήσεως τέως οὐχ ὁρίζει

τὴν δίκην τῆς μακροθυμίας τὸ πέλαγος ἐνδεικνύμενος, τῆς μέντοι τῶν

ἐντολῶν παραβάσεως (αὐτὴν τὴν σωτηρίαν αὐτοῖς ἐπραγματεύετο) ἀπαρ-

αίτητον τὴν τιμωρίαν εἰσπράττεται <ἐλάχιστον> τὸν τοιοῦτον καὶ ἠτιμω-

μένον καὶ ὑπεύθυνον ἐν <τῇ βασιλείᾳ τῶν οὐρανῶν> ἀποφαίνων. σὺ

μέν, φησίν, τὰς ἐμὰς ἐντολὰς ὡς <ἐλαχίστας> καὶ εὐκαταφρονήτους

ἠθέτεις, ἐγὼ δέ σε διὰ τὴν ἀθέτησιν αὐτῶν <ἐλάχιστον> καὶ ἐξουθενη-

μένον δεικνύω· καὶ σὺ μὲν ἔμπροσθεν εὐαρίθμητος τῶν ἀνθρώπων,

ἐγὼ δὲ ἐνώπιον καὶ ἀγγέλων καὶ ἀνθρώπων· καὶ σὺ μὲν ἐν τῷ παρόντι

βίῳ, ἐγὼ δὲ <ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐλάχιστόν> σε εἶναι κατα-

δικάζω. δῆλον δὲ ὅτι <τοῦ ἐλαχίστου> οὐκ ἂν εἴη ἕτερον ὑποβεβηκὸς

καὶ ἔσχατον, ὥστε δῆλον ὡς τὴν ἐσχάτην τὸν τοιοῦτον εἰσπράττεται

τιμωρίαν, ὅπερ ἐστὶ τὸ πῦρ τὸ ἐξώτερον.

15

Mt 5, 19

<Ἐλαχίστην> φησὶν <ἐντολὴν> τὴν δοκοῦσάν τισι τοιαύτην καὶ μὴ

καθ' ἑαυτήν. ταῦτα δὲ λέγει ἀνάγων ἡμᾶς πρὸς τὰ μείζω τῶν ἐν τῷ

νόμῳ κειμένων· οὐ γὰρ τὴν αὐτὴν ἐπιτίμησιν ἔχει ἐντολὴ πᾶσα, ἐπεὶ

οὐδὲ πᾶσα πρᾶξις ἴση ἐστὶ πάσαις, ἀλλ' εἰσί τινες, αἳ καὶ χωρὶς τιμω-

ρίας ἀφίενται τοῖς ἁμαρτάνουσιν, ἃς καὶ <ἐλαχίστας> ἴσως ἐκάλεσεν ὁ

Χριστός.

16

Mt 5, 22

Τῆς ὀργῆς τῷ μὲν ἐπάγει κόλασιν, τῷ δὲ συγγνώμην, τὸν δὲ καὶ

βραβείων ἀξιοῖ· ὅταν μὲν γὰρ <ὀργιζώμεθα> τῷ πονηρῷ καὶ τοῖς ἐργά-

ταις τῆς πονηρίας ἀναστέλλειν αὐτοὺς τῶν πράξεων σπεύδοντες τῶν

κακῶν, μεγάλην ἑαυτοῖς θησαυρίζομεν τὴν ἀμοιβήν· μέγα γὰρ τὸ ἀπο-

στρέφειν ἄνθρωπον «ἐκ πλάνης ὁδοῦ αὐτοῦ». τοῦτο δὲ λίαν δεῖται νη-

φούσης ψυχῆς, ἵνα μὴ τῷ προσωπείῳ τῆς ἑτέρων διορθώσεως ἔχθραν

ἑαυτῶν διὰ τῆς ὀργῆς φανῶμεν θεραπεύοντες, ὡς ὅ γε τοῖς ἐπταικόσιν τῆς

ἰδίας ἑαυτῶν ἕνεκα σωτηρίας ὀργὴν ἐπιδεικνὺς καὶ μὴ καταμιγνὺς κακίαν

τῇ ὀργῇ μακάριος. ὁ μέντοι γε τῷ παραλυπήσαντι αὐτὸν <ὀργιζόμενος>

οὐκ ἔξω μὲν μέμψεως, εἴγε δεῖ τὸν κοινὸν ἐκδέχεσθαι κριτὴν κἀκείνῳ

τὴν περὶ τῶν ἐπηρεαζόντων κρίσιν ἀνατιθέναι, ἀλλὰ μὴ αὐτὸν ὀργῇ καὶ

θυμῷ κεχρημένον, τυφλοῖς καὶ φαύλοις παρέδροις, τὴν ἀπὸ τοῦ πλη-

σίον ἐπιζητεῖν δίκην. οὐκοῦν ἄμεμπτον τοῦτο τῆς ὀργῆς τὸ εἶδος, συγ-

γνώμης μέντοι <οὐ> πόρρω, ὅτι <ὠργίσθη> αὐτὸς πρότερον κακῶς ὑφ'

ἑτέρου πεπονθώς. ὁ δὲ μήτε σωτηρίας τινὸς ἕνεκα μήτε ἀμυνόμενος τὸν

προλελυπηκότα εἰς ὀργὴν ματαίως καὶ ἀλόγως ἐκφερόμενος καὶ τῷ

πλησίον ἐμπαροινῶν εἰκότως ἐστὶ τιμωρίας <ἔνοχος>. ὃ καὶ ὁ δεσπότης

δηλῶν ἔλεγεν· <ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος

ἔσται τῇ κρίσει>. καὶ ὁ μὲν παλαιὸς νόμος τὸν ἀνελόντα μάτην κολάζει,

ἡ δὲ τῆς χάριτος ἐντολὴ καὶ τὸν μάτην <ὀργιζόμενον> ὑπὸ τιμωρίαν

ἄγει ἐμφράττουσα τὴν πηγὴν τοῦ φόνου τὸν θυμόν, ἐξ <οὗ> εἴωθεν ἡ

μιαιφονία προχεῖσθαι.

17

Mt 5, 22

Οὐ πᾶσα ὀργὴ <τῆς κρίσεως ἔνοχος>, ἀλλ' ἡ μὲν ματαία καὶ εἰκῆ

ἐστιν <ἔνοχος>, ἡ δὲ ἥττων ταύτης καὶ μὴ διὰ χρημάτων εὐπορίαν ἢ

φθόνον γεγονυῖα μήτε μὴν δι' ἀρετὴν ἢ ψυχῆς ὠφέλειαν συγγνώμης

ἐστὶν ἀξία, ἡ δὲ ἑτέρα καὶ κατὰ τῶν ἀμελούντων τῆς ἀρετῆς γενομένη

οὐ μόνον συγγνώμης, ἀλλὰ καὶ ἐπαίνου καὶ τιμῆς ὅτι πλείστης ἐστὶν

ἀξία.

18

Mt 5, 22

<Συνέδριον> ἐνταῦθά φησι τὸ τῶν ἁγίων. καὶ ὁ τὸν <ἀδελφὸν

αὐτοῦ> εἰπὼν <ῥακά>, οὐκ εἰς ἕνα ἡμάρτηκεν, ἀλλ' εἰς ἅπαν τὸ κοινόν.

διὸ καὶ <τῷ συνεδρίῳ ἔνοχός ἐστιν> ὡς τούτου καταφρονήσας.

19

Mt 5, 39

<Πονηρὸν> ἐνταῦθα τὸν ἀδίκως τύπτοντά τινα καὶ ἐπηρεάζοντα

λέγει. ὁ δὲ ἀντιπίπτων καὶ ἀντιμαχόμενος ἔοικε τὸν <πονηρὸν> μιμεῖσθαι,

τοῦτ' ἔστι τὸν τύψαντα αὐτόν. εἰ τοίνυν κακόν ἐστι τὸ ἀντιλυπῆσαι τὸν

λυπήσαντα, ἀγαθὸν ἂν εἴη τὸ μὴ τοῦτο ποιῆσαι, ἀλλὰ παντοίως θερα-

πεῦσαι τὴν ὀργὴν καὶ παρακαλέσαι· αἰσχυνθήσεται γὰρ καὶ ἀγαθὸς ἀντὶ

κακοῦ γενήσεται.

20

Mt 5, 39

<Ἀντιστῆναι τῷ πονηρῷ> φησιν, ἀντὶ φιλονικῆσαι, ὁμοίως

ἐκείνῳ πρᾶξαι καὶ ἀντιλυπῆσαι καὶ ἀντιπλῆξαι. οὐ δεῖ οὖν, φησίν,

ὁμοίως ποιεῖν <τῷ πονηρῷ>.

21

Mt 5, 45

Διὰ τοῦτο ἀδελφοὺς ἡμᾶς κέκληκε δούλους ὄντας αὐτοῦ καὶ συγ-

κληρονόμους ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς <βρέχοντός> τε

<ἐπὶ δικαίους> καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως <ἀνατέλλοντος τὸν

ἥλιον>.

22

Mt 6, 3—4

<Μὴ γνώτω>, φησίν, ἡ ἐν ἡμῖν ἀλογία τῆς λογικῆς ψυχῆς τὸ ἔργον,

ἵνα μὴ ἐμποδίσῃ αὐτὴν καὶ μείνῃ ἀτελὴς ἡ σῴζουσα τὸ κατ' εἰκόνα.

<ἀποδώσει σοι> δὲ ἐν τῷ φανερῷ, φησίν, ἐν τῇ ἀναστάσει δηλονότι,

ὅταν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πάντα τὰ κρυπτὰ φανερωθήσονται.

23

Mt 6, 17—18

23, col. 1

Ἐπειδὴ <τὸ ἀλείφεσθαι> καὶ

<νίπτεσθαι> τοῖς εὐφραινομένοις καὶ

χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο

ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνο-

μίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης

μετὰ χαρᾶς καὶ εὐφροσύνης τὴν <νη-

στείαν> κελεύων ἡμᾶς ἐπιτελεῖν, <ἄλει-

ψαί σου>, φησίν, <τὴν κεφαλὴν> ἐλαίῳ

καὶ <νίψαι τὸ πρόσωπον>, ἀπὸ τῶν

συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφρο-

σύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι

ἐν τῷ <νηστεύειν> νομοθετῶν· οὕτω

γὰρ ἑαυτοὺς διατιθέντες τούς τε ἄλ-

λους λαθεῖν δυνησόμεθα, <ὅτι νηστεύο-

μεν>, καὶ αὐτοῖς ἀνεπάχθητον τῆς νη-

στείας ἀγῶνα ἀπεργασόμεθα· ἔνθα γὰρ

προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ

τὸ ἐπίπονον· <ἄλειψαι> οὖν <σου τὴν

κεφαλὴν καὶ τὸ πρόσωπόν σου

νίψαι> ἀντὶ τοῦ· φαίδρυνον σεαυτὸν καὶ

ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας

καὶ ἀγαλλιάσεως παρασκεύασον καὶ

ἁπλῶς παντὶ τρόπῳ λαθεῖν ἐπιτήδευε,

ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν

<κρυφίων>.

23, col. 2

Ἄμφω ταῦτα <τὸ ἀλείφεσθαι>

καὶ <νίπτεσθαι> τοῖς εὐφραινομένοις

ὑπῆρχε. διὸ καὶ ὁ Χριστὸς μετὰ χαρᾶς

τε καὶ εὐφροσύνης κελεύει μετέρχεσθαι

τὴν <νηστείαν, ὥστε χαίρειν ἡμᾶς δεῖ

καὶ εὐφραίνεσθαι, ὅταν τὰ καλὰ ἐργα-

ζώμεθα.

24

Mt 6, 21—23

24, col. 1

Εἰπὼν <ὅπου γάρ ἐστιν ὁ

θησαυρός, ἐκεῖ καὶ ἡ καρδία>

ὑμῶν ἐπεξηγεῖται τὴν ἐντεῦθεν

βλάβην. καρδίαν δὲ ἐνταῦθα τὸ

ἡγεμονικὸν λέγει καθὼς καὶ ὁ προ-

φήτης Δαβὶδ «καρδίαν καθαρὰν

κτίσον ἐν ἐμοί, ὁ θεός». φησὶν οὖν,

ὅτι οἱ θησαυρίζοντες ἐπὶ γῆς, ἐκεῖ

καὶ τὸν νοῦν ἔχουσι προσηλωμένον

καὶ συνδεδεμένον. τούτου δὲ ἐν

αἰχμαλώτου καὶ δεσμίου τάξει δια-

κειμένου τί λοιπὸν ἔσται τῷ σώ-

ματι ὅλῳ ἢ καὶ αὐτῇ τῇ ψυχῇ ἀλλ'

ἢ συνηνδραποδίσθαι καὶ μᾶλλον δε-

δέσθαι; τοῦ γὰρ κυβερνήτου βυθι-

ζομένου τί λοιπὸν ἢ ναῦς καὶ οἱ

ἐμπλέοντες πείσονται; τοῦτο γὰρ

ἐδήλωσεν ἐν τῷ λέγειν ὁ <λύχνος

τοῦ σώματος ὁ ὀφθαλμός

ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ

σκότος, τὸ σκότος πόσον>. οἰ-

κείως δὲ τῷ παραδείγματι κέχρη-

ται· ὡς γὰρ ἐν σώματι ὀφθαλμός,

οὕτω νοῦς ἐν ψυχῇ. εἰ οὖν ὁ νοῦς,

δι' οὗ ἥ τε ψυχὴ καὶ ὅλον τὸ

ζῷον αὐγάζεται, τῷ πάθει τῆς

φιλοχρηματίας ἐτυφλώθη, τί ἂν οὐ

πάθοι, ἃ δι' ἐκείνου ἐνελάμπετο

τὸν φωτισμόν; διὰ τοῦτο χρὴ παντὶ

τρόπῳ τὸ νοερὸν τῆς ψυχῆς ἀπὸ

φιλοχρηματίας φυλάττειν ἀπαθές,

ἵνα μὴ τῷ ἐκεῖθεν πάθει πληρω-

θέντος αὐτοῦ ἐν σκότει βαθεῖ τὸν

βίον ὦμεν δυστυχοῦντες καὶ ταλαι-

πωρούμενοι ἀθλίως τὸν ἡμῶν.

24, col. 2

<Καρδίαν> ἐνταῦθα ὁ σωτὴρ

τὸν ἡγεμόνα νοῦν καλεῖ· οὕτω γὰρ

καὶ ὁ Δαβὶδ αὐτὸν ὠνόμασε λέγων·

«καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί,

ὁ θεός». κἀντεῦθεν οἱ φιλοχρή-

ματοι τὸν νοῦν συνδεδεμένον ἔχον-

τες τοῖς χρήμασιν ἀλλοτριοῦσιν ἑαυ-

τοὺς τοῦ θεοῦ.

25

Mt 6, 25

25, col. 1

<Τὸ μὴ μεριμνήσητε τῇ

ψυχῇ>, οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς

δεῖται. διὰ τοῦτο οὐδὲ εἶπε τί φά-

γεται ἢ τί πίεται ἡ ψυχή, ἀλλὰ <τί

φάγητε> καὶ <τί πίητε> ὑμεῖς, δη-

λονότι τὸ ἐκ ψυχῆς καὶ σώματος

συγκείμενον ζῷον· εἰ γὰρ καὶ ἐκ

τῆς ψυχῆς προΐασιν ὥσπερ ἀπό

τινος πηγῆς αἱ ὀρεκτικαὶ δυνάμεις

καὶ χωρὶς αὐτῆς οὐκ ἔνι τρέφεσθαι

τὸ ζῷον, ἀλλ' οὖν οὐκ αὐτὴ τρέ-

φεται, ἀλλ' ἐκεῖνο. διὸ καὶ ὁ κύριος

ἡμῶν οὔτε αὐτῇ ἀπέδωκε τὸ τρέ-

φεσθαι οὔτε παντελῶς αὐτὴν ἀπε-

ξένωσεν, ἀλλ' ὡς μὲν τὰς ἀφορμὰς

τοῦ ὀρέγεσθαι αὐτῆς παρεχομένης

<μὴ μεριμνήσητε>, φησίν, <τῇ ψυ-

χῇ ὑμῶν>, ὡς δὲ μὴ ταύτης, ἀλλὰ

τοῦ συνθέτου ἐσθίοντός τε καὶ πί-

νοντος, ἐπήγαγε· <τί φάγητε> καὶ

<τί πίητε> ὑμεῖς, ἀλλ' οὐχ ἡ ψυχὴ

δηλονότι. εἰ δέ τις διὰ τοῦ εἰπεῖν

<τῇ ψυχῇ ὑμῶν> τοῦτο δηλοῦσθαι

βούλεται, ὅτι μὴ μόνον ἐπ' αὐτοῖς

τοῖς ἔργοις καὶ πόνοις τὴν περὶ τῶν

τοιούτων μέριμναν μὴ ἐπιδείκνυ-

σθε, ἀλλὰ μηδ' ἐν τῇ ψυχῇ ταύτην

φῦναι καὶ ἐνοχλεῖν ὑμᾶς εἰς ἔργον

ἐλθεῖν συγχωρήσατε, οὐδὲ τοῦτο

τῆς εὐαγγελικῆς παραινέσεως ἀλλό-

τριον.

25, col. 2

Οὐκ εἶπε· τί φάγεται ἡ ψυχὴ

ἢ τί πίεται· ψυχὴ γὰρ πᾶσα ἀσώ-

ματος οὖσα οὔτε ἐσθίει οὔτε πίνει,

ἀλλὰ <μὴ μεριμνήσητε τῇ ψυχῇ

τί φάγητε> ὑμεῖς ἢ <τί πίητε>· καὶ

γὰρ ἡ ψυχὴ προβάλλεται τὴν ὀρε-

κτικὴν δύναμιν, ἀλλ' οὐ χάριν ἑαυ-

τῆς, ἀλλὰ τῆς <τοῦ σώματος> προ-

νοίας· τοῦτο γάρ ἐστι τὸ τρεφό-

μενον.

26

Mt 7, 1

Ἐὰν κρίνῃς, κριθήσῃ, φησίν, ὑπὸ σεαυτοῦ· εἰ γὰρ ἁμαρτωλοὺς

κρίνεις ἁμαρτωλὸς ὤν, κατὰ σεαυτοῦ τὴν ἰδίαν κρίσιν φέρεις. ἄφες

λοιπὸν τὸ ἑτέρους κρίνειν καὶ κρῖνε σεαυτὸν μόνον, ὅπως μὴ ἀφ' ἑτέρων

κρινόμενος κληρονομήσῃς γέενναν.

27

Mt 7, 2

<Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε> ἀντὶ τοῦ· ἐν αὐτῷ

τῷ κατακρίνειν ἑτέρους ὑπὸ κρίμα γίνεσθε κριτοῦ ἁρπάσαντες πρόσ-

ωπον, οὓς ἐχρῆν τὴν τῶν κρινομένων τάξιν ἐννοοῦντας καὶ τῶν οἰκείων

πλημμελημάτων τὸ πλῆθος τρέμειν καὶ δεδοικέναι καὶ περὶ τούτων

φροντίζειν καὶ ἀγωνιᾶν, ὅπως ἀπολογήσωνται, ἀλλὰ μὴ τούτων ὑπερο-

ρῶντας ἑτέρων ἐλαττώματα λογοθετεῖν καὶ τούτους κατακρίνειν ἐπὶ τούτοις,

ὧν αὐτοὶ χείρονα μακρῷ ἐστιν ὅτε διαπράττονται. ἄν τε οὖν μείζονα

ἄν τε ὅμοια ἄν τε ἐλάττονα αὐτοῦ ἡμαρτηκότα κατακρίνῃ τις, ἑαυτὸν

κατακρίνει· ὁ μὲν γὰρ ἐλάττονα ἁμαρτήσαντα εὔδηλον, ὅτε μᾶλλον ἑαυτὸν

κατέκρινε μείζονα αὐτὸς ἡμαρτηκὼς καὶ προσθεὶς τούτοις τὸ καὶ ἑτέρους

κατακρίνειν. ὁ δὲ μείζονα ἁμαρτήσαντα κρίνων καὶ αὐτὸς κατέκρινεν

ἑαυτόν, ὅτι δέον ἐξαλεῖψαι τὰ οἰκεῖα καὶ τὸν κοινὸν κριτὴν ἐξιλεώσασθαι

συντριμμῷ καρδίας καὶ μεταμελείᾳ, ὁ δὲ φυσηθεὶς κατὰ τοῦ πλησίον

κριτοῦ ἀξίωμα ἐνέδυ καὶ κρίνειν ἑτέρους ἐπήρθη εἷς καὶ αὐτὸς τυγχά-

νων τῶν κρινομένων. ὡσαύτως δὲ καὶ ὁ τὸν τὰ ὅμοια ἡμαρτηκότα κατα-

κρίνων κοινὴν ἐξάγει τὴν ψῆφον καθ' ἑαυτοῦ τε 〈καὶ〉 τοῦ κατακρινο-

μένου, μᾶλλον δὲ καθ' ἑαυτοῦ· τῷ μὲν γὰρ διὰ τῆς ἰδίας προπετείας

καὶ τὰ ἐνόντα ἐμετρίωσε πλημμελήματα, ἂν φιλοσόφως ἐκεῖνος μάλιστα

τὴν παροινίαν ἐνέγκῃ τὴν αὐτοῦ, ἑαυτῷ δὲ προσθήκην εἰργάσατο τῶν

κακῶν τοῖς ἔμπροσθεν καὶ τὴν ἀπὸ τοῦ κατακρίνειν ἑτέρους τιμωρίαν

προσειληφώς. τί οὖν; οὐ δεῖ, φησίν, κρίνειν ἑτέρους κἂν τὰ ἀτοπώτατα

εἴησαν ἀναισχυντοῦντες, κλέπτοντες, λῃστεύοντες; μάλιστα μὲν οὐδὲ

τούτους σε κατακρίνειν φησίν· τούτους γὰρ καὶ τοὺς τοιούτους νόμοι

καὶ δημόσιαι κρίσεις κολάζουσιν, σὲ δὲ συναλγεῖν καὶ συλλυπεῖσθαι

προσήκει τοῖς κατακρίτοις ἐν τῷ ἐκείνων πάθει τὰ σὰ ἀποβλέπειν δο-

κοῦντα κακά, ἀλλὰ μὴ ἐπεμβαίνειν μηδὲ ἐπιπλήττειν τὸν ἐν τῷ πτώματι

κείμενον. τί οὖν; μηδὲ νουθετῶμεν μηδὲ παραινῶμεν ἀνανῆψαί τινα τοῦ

σφάλματος; μενοῦνγε, ἂν ἑαυτοὺς προτέρους διορθωσώμεθα μάλιστα·

ἄλλο γὰρ παραίνεσις καὶ νουθεσία καὶ συμπάθεια καὶ ἄλλο κρίσις καὶ

ἐπιτίμησις καὶ ἐπίπληξις καὶ τὰ μὲν πᾶσίν ἐστι χρήσιμα εὐκαίρως γινό-

μενα, ἐπιτιμᾶν δὲ καὶ κρίνειν καὶ ἐπιπλήττειν ἀρχιερεῦσι θεοῦ μόνοις

ἀνήκει, ἐπειδὰν τὰ λοιπὰ πάντα ἐπιδειξάμενοι οὐδὲν βελτίω τὸν θερα-

πευόμενον διέθηκαν. κρίνει δὲ καὶ ἐπιτιμᾷ καὶ ὁ τὰς δικαστικὰς ἐμπε-

πιστευμένος ψήφους, οὓς ἂν αἱ πράξεις εἰς δικαστήριον ἄγωσιν, καὶ

πατὴρ παῖδα ἐπὶ βελτιώσει ἠθῶν· καὶ δεσπόται δούλοις ἐπιτιμᾶν καὶ

κρίνειν καὶ ἐπιπλήττειν φιλανθρώπως καὶ εὐμενῶς οὐ κωλύονται. γί-

νονται οὖν διαφοραὶ ἀπό τε τῆς κρίσεως αὐτῆς καὶ τῶν κρινόντων καὶ

τῶν κρινομένων προσώπων τοσαῦται· μία μὲν ἂν ὁ κρίνων καὶ ἐπιπλήττων,

φιλῶν καὶ στέργων, ἀλλὰ μὴ διασύρων καὶ μισῶν τοῦτο ποιῇ· δευτέρα

δὲ ἂν νόμῳ καὶ κοινῷ τῆς πολιτείας καὶ δικαίῳ τοῦτο ποιῇ· τρίτη δὲ

ἂν κατὰ μηδὲν μὲν τούτων, μισῶν δὲ καὶ διακωδωνίζων τοῦτο ποιῇ·

ἢ καὶ μάτην οὐδὲ τὸν κρινόμενον καλῶς ἐγνωκώς· ἢ ἐν ταῖς κατ' ἐκείνου

ἐπιτιμήσεσιν ἀκριβής τις εἶναι δόξει πραγματευόμενος καὶ τὰ οἰκεῖα

αἴσχη τῇ περὶ ἑτέρους ἀποτομίᾳ καὶ διαβολῇ ἀποκρύπτειν πειρώ-

μενος ὡς ὁ ἐπὶ τούτοις ἑτέρους τραχέως ἐπιτιμῶν οὐκ ἂν αὐτὸς νο-

μισθείη τοῖς ὁμοίοις ἑαλωκώς. ἕκτη δὲ διαφορὰ ἂν αὐτοὶ τῶν κρινο-

μένων ὄντες κρίνειν ἄλλους ἐπιχειρῶσιν· οὔτε γὰρ φιλίαν οὔτε στοργὴν

οἱ τοιοῦτοι ἔχουσιν εἰς ἀπολογίαν.

28

Mt 7, 5

<Τὸ ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου> καὶ

τὰ ἑξῆς ἐπήγαγε πᾶσαν πρόφασιν ἐκκόψαι τὴν εἰς τὸ κατακρίνειν πρό-

χειρον βουλόμενος. ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐκ ὀνειδίσαι οὐδὲ λυπῆσαι

τὸν ἀδελφὸν θέλων, ἀλλ' ἐκκαθᾶραι τοῦ νοσήματος προνοούμενος εἰς

τὸ κρίνειν ἐλήλυθα, μάλιστα μὲν οὖν, φησίν, οὐδὲ τοῦτο σόν ἐστι τοῦ

ποιμαίνεσθαι δεομένου τυχεῖν· τί γὰρ ἐνὸν τὰ οἰκεῖα ἀκινδύνως σκο-

πεῖν σὺ δὲ ταῦτα λιπὼν τῶν ἀλλοτρίων γίνῃ κριτής; εἰ δὲ καὶ συγχωρεῖ

σοι τῆς διορθώσεως χάριν καὶ προνοίας, ἀλλ' οὐκ ἀπεχθείας καὶ προ-

πετείας ταῦτα ποιεῖν, χρὴ πρότερον ἑαυτὸν ἀπαλλάξαι τῶν μειζόνων

κακῶν, εἶτ' ἀδέκαστον καὶ καθαρὸν τὸ οἰκεῖον τῆς ψυχῆς ὄμμα κτησά-

μενον οὕτως αὐτὸ πρᾶον καὶ εἰρηνικὸν ἐπιβάλλειν τοῖς τοῦ πλησίον·

<κάρφος> γὰρ ἂν οὕτως ὁραθείη καὶ τὰ πρὶν δοκοῦντα μέγιστα κακά.

κἀντεῦθεν ἢ ὅλως καὶ ταῦτα ἐκβάλλεις ὡς μηδὲ ταῦτα ἐπὶ τῷ τοῦ ἀδελ-

φοῦ σου ὀφθαλμῷ ἔτι νομίζειν καθορᾶν, ἢ ἐκεῖνον συναισθόμενόν σου

τῆς φίλης προνοίας καὶ τῆς ἐπὶ τῷ συμφέροντι ἐπισκοπῆς θᾶττόν τε

καὶ ἀλύπως παρασκευάσεις ἀποβαλεῖν. οὐ χρὴ τοίνυν τοὺς τὰ μεγάλα

πταίοντας, ἅπερ εἰσὶ <δοκός>, τὰ ἀλλότρια ὀξέως ὁρᾶν μικρὰ ἁμαρτή-

ματα καὶ διορθοῦσθαι, ἅπερ εἰσὶ <κάρφος>, καὶ ἁπλῶς ὁ ἁμαρτών τι

μὴ ἐπανορθούσθω ἕτερον, πρὶν ἂν ἀπόθηται τὸ κακόν· καὶ γὰρ καὶ

ὑποκριτὴς πρὸς τῷ ἁμαρτωλός ἐστιν ὁ τοιοῦτος.

29

Mt 7, 12

29, col. 1

<Οὗτος γάρ ἐστιν ὁ νόμος>.

οὐ καινή, φησίν, οὐδὲ πρόσφατος

ἡ ἐντολὴ αὕτη, τὸ ἐκεῖνα θέλειν

παρὰ τῶν πλησίον καὶ ἀπαιτεῖν

εὑρίσκειν ὅσα καὶ ἡμεῖς αὐτοῖς

πρόθυμοί ἐσμεν κατατιθέναι, ἀλλὰ

καὶ ἐν τῷ νόμῳ καὶ τοῖς προ-

φήταις τοῦτο διατέτακται ὡς κοινὸν

ὑπάρχον καὶ φύσει γνώριμον τοῦτο

τὸ δικαίωμα. πῶς γὰρ οὐ πᾶσι

γνώριμον ὡς ἅπερ αὐτὸς ἕκαστος

ἡγεῖται καλὰ καὶ τῷ πλησίον ἐστὶ

καλά, ἅπερ δὲ αὐτῷ λογίζεσθαι

δυσχερῆ καὶ τῷ πλησίον ἐστὶ δυσ-

χερῆ. καὶ δεῖ τὸν βουλόμενον παρὰ

τοῦ πλησίον ἀπολαύειν τῶν χρηστῶν

μηδ' αὐτὸν ἀποστερεῖν τῶν ὁμοίων

ἐκεῖνον. ὡς ὅ γέ τι τοιοῦτον πράτ-

τειν ἀναισχυντῶν οὐ τῆς τῶν εὐ-

αγγελικῶν ἐντολῶν παραβάσεως ὑφέ-

ξει τὴν δίκην, ἀλλὰ κἀν τοῖς νόμοις

κἀν τοῖς προφήταις καὶ ἐν αὐτῇ

〈τῇ〉 αὐτοδιδάκτῳ καὶ φυσικῇ τῶν

ἀνθρώπων ὑπολήψει καταδεδίκα-

σται.

29, col. 2

<Ὁ νόμος οὗτος>, φησίν, οὐκ

ἔστι πρόσφατος οὐδὲ ἀποδείξεών

τινων καὶ ἐπιχειρημάτων δεόμενος,

ὅτι καλός, ἀλλὰ τῆς φύσεως τῆς

ἡμετέρας ἐστὶν ὡσανεὶ παράγγελμα,

τοῦτ' ἔστιν ὅσα ἐσμὲν πρόθυμοι καὶ

πάσχειν ὑφ' ἑτέρων καὶ ἀπαιτεῖν

παρ' αὐτῶν, ταῦτα ἐσόμεθα προθυ-

μότεροι πρὸς τοὺς πλησίον ἐργά-

ζεσθαι· τοῦτο γάρ, φησίν, τὸ δι-

καίωμα κοινόν ἐστιν ἐπὶ πᾶσιν· ὅσα

γάρ σοι αὐτῷ δυσχερῆ τυγχάνει,

ταῦτα νόμιζε καὶ τοῖς ἑτέροις τοι-

αῦτα εἶναι· καὶ ὅσα καλὰ καὶ ὠφέ-

λιμα, ταῦτα καὶ τοῖς ἄλλοις εἶναι

τοιαῦτα.

30

Mt 7, 13—14

Οὔτε <στενὴ> οὔτε <τεθλιμμένη> ἐστὶν ἡ νῦν γενομένη <πύλη>, ἀλλὰ

φύσει μὲν <πλατεῖα καὶ εὐρύχωρος>, νόμῳ δὲ ἡμετέρῳ καὶ προαιρέσει

καὶ <στενή> ἐστι καὶ <τεθλιμμένη>, ὥς φησιν ὁ κύριος.

31

Mt 7, 13—14

<Στενή> ἐστιν ἡ <πύλη οὐ> φύσει οὐδὲ καθ' ἑαυτήν, ἀλλὰ πρὸς ἀντι-

διαστολὴν τῆς <εἰς τὴν ἀπώλειαν> ἀγούσης ὁδοῦ· διὸ καὶ ὁ κύριος

<εἰσέλθετε διὰ τῆς στενῆς πύλης> ἐπήγαγεν· <ὅτι πλατεῖά> ἐστιν ἡ

ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν> ὡσανεὶ λέγων, ὅτι στενὴν

αὐτὴν ἐκάλεσα πρὸς ἀντιδιαστολὴν τῆς εἰς ἀπώλειαν ἀναγούσης ὁδοῦ·

αὕτη γὰρ <πλατεῖα καὶ εὐρύχωρός> ἐστιν, ὅτι πολλαί εἰσιν αἱ τῆς

ἀπωλείας ὁδοί, μία δὲ ἡ τῆς σωτηρίας. οὐ μόνον δὲ πρὸς ἀντιδιαστολὴν

ταύτης ἐκείνη ἐστὶ στενή, φησίν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν διαπορευομένων

αὐτὰς προαιρέσεως ἡ μὲν στενή, ἡ δὲ πλατεῖα νομίζεται· τὴν μὲν γὰρ τῆς

ἀπωλείας πολλοὶ βαδίζουσιν καὶ <πολλοὶ> γάρ, φησίν, <οἱ ἐρχόμενοι δι'

αὐτῆς>· τὴν δὲ τῆς βασιλείας πύλην ὀλίγοι διέρχονται· <ὀλίγοι> γάρ εἰσιν,

φησίν, οἱ τοῖς ἔργοις αὐτὴν ἐξευρίσκοντες· ὡς οἵ γε τοῖς ἔργοις εὑρόντες

οὐ στενῆς οὐδὲ τεθλιμμένης, ἀλλ' ἀπορρήτων ἀγαθῶν καὶ θυμηδίας

ἁπάσης τὴν ἀπόλαυσιν προξενούσης πειραθήσονται. τὸ δὲ <στενὴ ἡ

πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς> οὐκ ἀποφάσκοντός ἐστι καὶ τὴν τῆς

πύλης φύσιν διορίζοντος, ἀλλ' οἷον ἀγανακτοῦντος καὶ ὀνειδίζοντος τὴν

ὀλιγότητα τῶν διὰ τῆς πύλης εἰσιόντων, δι' ἧς ὀλιγότητος καὶ τὸ στενὴν

αὐτὴν συνέβη νομίζεσθαι. κατὰ τοῦτον οὖν τὸν τρόπον ἐκλαμβανόντων

ἡμῶν κεκλῆσθαι τὴν πύλην καὶ <τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν

ζωὴν> τὴν αἰώνιον στενήν, οὐδὲ τὸ «ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορ-

τίον μου ἐλαφρόν ἐστιν» ἡμῖν ἐναντιωθήσεται· ἐκεῖ μὲν γὰρ διὰ τούτων

ἡ τοῦ πράγματος δηλοῦται φύσις, ἐνταῦθα δὲ ἡ ὀλιγωρία ὀνειδίζεται τῶν

ὀφειλόντων αὐτὸ μετιέναι.

32

Mt 7, 22—23

Οἱ δαίμονας φυγαδεύοντες καὶ νόσους ἀποδιώκοντες καὶ τὰ παρα-

πλήσια σημεῖα ποιοῦντες παρὰ θεοῦ τὴν τοιαύτην εἰλήφασι δωρεάν.

κἀντεῦθεν ἐχρῆν αὐτοὺς καὶ ἀρετὰς κεκτῆσθαι τοῖς χαρίσμασι καταλλή-

λους. ἐπεὶ δὲ χαρίσματα εἰληφότες οὐκ ἐφύλαττον ἑαυτούς, ἀλλ' ἐποίουν

τὰ φαῦλα, ἐρρήθη πρὸς αὐτούς· <ἀποχωρεῖτε ἀπ' ἐμοῦ>, «οὐκ οἶδα

ὑμᾶς». τοὺς γὰρ γινώσκοντας αὐτὸν καὶ ἀγαπῶντας ἀνταγαπᾷ ὁ θεὸς

καὶ γινώσκει.

33

Mt 7, 23

<Τότε>, πότε; ὅτε ἐκεῖνοι τὰ δοκοῦντα προάξουσι δίκαια, τὸ προ-

φητεῦσαι, τὸ δαιμόνια πολλὰ ἐκβαλεῖν, τὸ δυνάμεις πολλὰς ἐπιτελέσαι·

ἐκ γὰρ τῶν αὐτοῖς δικαιωμάτων μᾶλλον ἕλκουσιν ἑαυτοῖς τὴν καταδίκην·

οἱ γὰρ οὓς ἐχρῆν τοσούτων ἀπολαύσαντας χαρισμάτων βίον κατάλληλον

σπουδάζειν κεκτῆσθαι, ἵνα καὶ τὸν δεδωκότα διὰ τῶν ἔργων δοξάσωσιν

καὶ αὐτοὺς ἀξίους τῆς δωρεᾶς ἐπιδείξωσιν, οἱ δὲ τἀναντία δεδρακότες

καὶ βλασφημεῖσθαι μὲν <τὸ ὄνομα τοῦ θεοῦ> αἴτιοι γεγονότες (ἵνα τί «γὰρ

τὸ ὄνομα τοῦ θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν»), ἀναξίους

δὲ τῶν εὐεργεσιῶν ἑαυτοὺς ἀποφήναντες, οὗτοι δέον αὐτοὺς ἐγκαλύ-

πτεσθαι καὶ σκυθρωπάζειν, ὅτι τὴν δεσποτικὴν ἐνύβρισαν δωρεάν, οἱ δὲ

καὶ ἐπ' αὐτῇ μέγα φρονοῦσι καὶ ἀξιοῦσιν προάγειν αὐτὰ εἰς δικαίωμα,

πῶς οὐ μυρίων κακῶν ἐνόχους 〈ἑαυτοὺς〉 δεικνύουσιν; διὸ καὶ ὁ δε-

σπότης ἀποτόμως φησὶν πρὸς αὐτούς· <οὐδέποτε ἔγνων ὑμᾶς· ἀπο-

χωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν>· οὐ γὰρ νῦν,

φησίν, ὑμᾶς ἀποστρέφομαι καὶ βδελύσσομαι, ἀλλ' οὐδὲ κατὰ τὸν καιρὸν

ἐκεῖνον ἔστεργον ὑμᾶς, καθ' ὃν τοῦ χαρίσματος ἀπολαύοντες διὰ τῆς

τοῦ βίου μοχθηρίας ἀχαριστίᾳ με ἠμείβεσθε. ἀλλ' οὖν εἰς τὸν παρόντα

καιρὸν τὴν τιμωρίαν ἀνεβαλόμην τὴν ἐπιστροφὴν ὑμῶν ἐκδεχόμενος.

ἐπεὶ δὲ οὐ μετεμελήθητε παρ' ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον, νῦν

<ἀποχωρεῖτε ἐξ ἐμοῦ>.

34

Mt 7, 24—26

Σημειωτέον ὅτι τὸ μὲν γενέσθαι <φρόνιμον οὐκ> ἔστιν ἄνευ τῆς τοῦ

θεοῦ συνεργίας καὶ ἐπιπνοίας. διό φησιν· <ὁμοιώσω αὐτὸν ἀνδρὶ

φρονίμῳ> ἀντὶ τοῦ συναντιλήψομαι καὶ συνεργήσω εἰς τὸ τὰ παρ' αὐτοῦ

οἰκοδομηθέντα μὴ διαπεσεῖν μηδὲ διαφθαρῆναι. ἐπὶ δὲ <τοῦ μωροῦ>

οὐκέτι ὁμοιώσω, ἀλλ' <ὁμοιωθήσεται>, οἷον αὐτὸς ἑαυτῷ αἴτιος ἔσται

τῆς ἀφροσύνης καὶ τιμωρίας, ὅτι δὲ τὸν ἀρετὴν διώκοντα τῆς παρὰ τοῦ

θεοῦ δεδομένης αὐτῷ τυχεῖν βασιλείας 〈ἀγανακτῶν〉, αὐτὸς διὰ κακίαν

μετιὼν ἐντὸς ἑαυτὸν ποιεῖ τῆς κολάσεως. οὕτως οὖν ἡ μὲν τῶν ἀρετῶν

κτῆσις ἡμετέρᾳ τε σπουδῇ καὶ τῇ τοῦ θεοῦ κατορθοῦται χάριτι, ἡ δὲ

τῆς κακίας πρᾶξις γνώμης μοχθηρίᾳ καὶ προαιρέσεως παρατροπῇ ἐπι-

γίνεται.

35

Mt 8, 1—3

Ὁ μὲν οὖν Ματθαῖος τὴν ἀπὸ τοῦ ὄρους κάθοδον τοῦ Χριστοῦ

λέγων προσάγει τὸν λεπρόν, ὁ δὲ Λουκᾶς τοῦτον «ἐν μιᾷ τῶν πόλεων»

λέγει προσελθεῖν αὐτῷ, ὅπερ οὐ μάχης, ἀλλ' ἀληθείας· ὁ μὲν γὰρ λέγει,

ὅτι <καταβάντι ἀπὸ τοῦ ὄρους ἠκολούθουν ὄχλοι πολλοὶ> τὴν

εἰς τὴν πόλιν αὐτοῦ πορείαν σημαίνων, ἣν μόνην ὁ Λουκᾶς ἀνέγραψε.

πολλὴ δὲ ἡ σύνεσις τοῦ λεπροῦ· οὐδὲ γὰρ εἶπεν, ἐὰν εὔξῃ, <ἀλλ' ἐὰν θέλῃς>. διὰ

τοῦτο οὐδὲ εἶπεν ἁπλῶς καθαρίσθητι, <ἀλλὰ θέλω, καθαρίσθητι>. τοῦτ' ἔστιν

ἐπὶ τῷ σῷ ῥήματι τὴν κάθαρσίν σοι χαρίζομαι· τῆς γὰρ ψυχῆς θερμὴν καὶ

καθαρὰν τὴν πίστιν ἐδήλωσεν ἡ σὴ φωνή, ἣ τὴν παρ' ἐμοῦ σοι τῆς

ἰάσεως πηγὴν ἀνεστόμωσε. <θέλω, καθαρίσθητι>, ἔχεις πρόχειρον τὴν

θεραπείαν, ὅτι βεβαίαν ἔχων προσελήλυθας τὴν γνώμην.

36

Mt 9, 5—6

Εὐκολώτερον, ἔφη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ἁμαρτη-

μάτων ἄφεσιν πρᾶξαι ἢ σῶμα παραλελυμένου συσφίγξαι, οὐχ ἁπλῶς

τοῦτο λέγων· δῆλον γὰρ ὡς μᾶλλόν ἐστιν εὐχερὴς ἡ τοῦ σώματος θερα-

πεία ἢ ἡ τῆς ψυχῆς ἰατρεία. οὐχ ἁπλῶς οὖν τοῦτό φησιν, ἀλλὰ πρὸς

τὴν τῶν Ἰουδαίων ἐργασίαν· καὶ γὰρ κατὰ τὸν νόμον οἱ τούτων ἀρχιερεῖς

δῶρα καὶ θυσίας αὐτοῖς προσαγομένας παρὰ τῶν ἡμαρτηκότων δε-

χόμενοι ἀφίεσθαι αὐτοῖς τὰ ἁμαρτήματα, ὑπὲρ ὧν ἡ θυσία, ἐπηγγέ-

λοντό τε καὶ ἐδόκουν καταπράττεσθαι, ἄνθρωπον δὲ παραλελυμένον

οὐδενὶ τρόπῳ κατίσχυον ἐξιάσασθαι. διὸ <εὐκοπώτερον> ἦν αὐτοῖς

λέγειν <ἀφέωνταί σοι αἱ ἁμαρτίαι> σου ἢ <ἆρον> τὸν κράββατόν σου

<καὶ περιπάτει>. ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν καὶ ἐπιλύσασθαι, ὡς ἑκά-

τερον μὲν τῆς αὐτῆς ἐστιν ἰσχύος· ἄμφω γὰρ τῆς θείας ἐστὶ καὶ ὑπὲρ

ἀνθρώπους δυνάμεως· πλὴν ἐπειδὴ τὸ μὲν παρὰ πόδας ἔχει τὸν ἔλεγχον

ἤτοι ἡ θεραπεία τοῦ σώματος, τὸ δὲ ἄδηλον ἔχει τῆς ἐπαγγελίας τὴν ἀπό-

δειξιν, εἰκότως <εὐκοπώτερον> ἐρρήθη ἡ τῆς ψυχῆς ἢ ἡ τοῦ σώματος

ἴασις. ἔστιν δὲ καὶ ἑτέρως εἰπεῖν· ὅτι νῦν τὸ Ἰουδαίων φῦλον οὐκ ἐνε-

κάλεσε τῷ Χριστῷ ὡς ἀφιέντι ἁμαρτίας, ἀλλ' εἰπόντι <ἀφέωνταί σου

αἱ ἁμαρτίαι>· ἔνθεν καὶ δεῖ ὑποστίζειν εἰς τὸ <εὐκοπώτερον>, ἀλλ'

οὐχὶ εἰς τὸ <εἰπεῖν>, ἵν' ᾖ τὸ παρὰ τοῦ δεσπότου εἰρημένον ἐν ἐρωτήσει

τοιοῦτον, ποῖον δέ ἐστιν <εὐκοπώτερον, τὸ εἰπεῖν· ἀφέωνταί σου

αἱ ἁμαρτίαι>.

37

Mt 9, 13

<Τὸ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς> εἶπεν,

ἵνα δείξῃ, ὅτι οὐκ ἦλθον καλέσαι ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς, ἀλλὰ

τοὺς ὁμολογοῦντας ἁμαρτωλοὺς εἶναι καὶ πειθομένους τοῖς ἐμοῖς

προστάγμασιν.

38

Mt 9, 14—17

<Τὸ οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου> ἀκόλουθόν

ἐστιν ἐννοεῖν οὐ περὶ τῶν μαθητῶν εἰρημένον, ἀλλὰ περὶ αὐτῶν ἐκείνων

τῶν τὴν ἐρώτησιν προσαγηοχότων, ὡσανεὶ ἔλεγεν· οὐχ ὑγιῶς τῇ ἐρωτήσει

ἐχρήσασθε· εἰ γὰρ καὶ μηδὲν ὑψηλότερον φαντασθῆναι ἐδυνήθητε, ἀλλ'

οὖν ἐχρῆν ὑμᾶς τῆς τοῦ διδασκάλου ὑμῶν μεμνῆσθαι φωνῆς «νυμφίον»

με κηρυττούσης καὶ μὴ ἀπαιτεῖν νηστείας τοὺς ἅμα τῷ νυμφίῳ διαιτωμέ-

νους. εἰ δὲ τὴν διάνοιαν κατηρτισμένην εἴχετε τῇ χάριτι, εἶπον ἂν ὑμῖν τὴν

ἀκριβεστάτην αἰτίαν τοῦ μὴ δεῖσθαι τούτους νηστείας, ὅτι παρ' οἷς ὁ

θεὸς ὡς ἄνθρωπος συνεχῶς ὑπάρχει συνὼν καὶ συναναστρεφόμενος καὶ

ῥυθμίζων τὰ ἤθη καὶ ἁγιάζων τὰς διανοίας, οὗτοι νηστείας οὐ δέονται.

ἄλλως τε δὲ οὐδὲ πρὸς τοὺς ὑπὲρ ἐμοῦ ἀγῶνας καὶ τὰ ἆθλα οὐδέπω

καλεῖ ὁ καιρὸς ἐναποδύεσθαι· ἐὰν δὲ <ἀρθῇ ἀπ' αὐτῶν> καὶ οὐκ ἔστι

σὺν αὐτοῖς σωματικῶς ὁ δεσπότης, ἀλλὰ καὶ τῶν ἄθλων ὁ καιρὸς ἐπιστῇ,

τότε καὶ νηστείαις καὶ ταῖς ἄλλαις ταλαιπωρίαις ὑπὲρ τοῦ κηρύγματος

ἑαυτοὺς ἐπιδώσουσιν· καὶ ταῦτα ἂν εἶπον ὑμῖν, εἰ τελειοτέρων ἀκούειν

ἐδύνασθε, ἀλλ' οὐ λέγω ταῦτα, ὅτι ἔτι ταῖς σκιαῖς καὶ ταῖς παλαιαῖς

νομοθεσίαις ὑποκάθησθε καὶ οὔπω δύνασθε συνιέναι τῆς χάριτος τὴν

καινότητα καὶ τῆς ἐμῆς παρουσίας τὸ μυστήριον. διὸ οὐδὲ ἐπιβάλλομεν

τέως ὑμῖν τοὺς νέους καὶ καινοὺς ἀνοικονομήτους καὶ ἀγνάφους καὶ

ἀκατεργάστους λόγους· οὐ γὰρ ὠφελήσομεν, ἀλλὰ μᾶλλον ῥαγήσεται

ὑμῖν καὶ τὰ προσόντα πιστὰ καὶ βλαβήσεσθε. ἀσκῶν δὲ καὶ οἴνου μέ-

μνηται, ἐπειδήπερ ὥσπερ ὁ οἶνος τῷ ἀσκῷ, οὕτω καὶ τὰ τῆς χάριτος ἐν

τῇ τοῦ νόμου παλαιότητι περιείχετο καὶ κατεκρύπτετο πότιμα μὲν γε-

γονότα τοῖς πιστεύσασι, διαρρήξαντα δὲ τοὺς ἐν τῇ νομικῇ παλαιότητι

διαμείναντας. «ἔλεγον» γάρ φησιν, «οἱ Ἰουδαῖοι ἕως πότε αἴρεις τὴν

ψυχὴν ἡμῶν» καὶ ἄλλα τοιαῦτα. οὕτως μὲν εἴ τις ἐκλάβοι περὶ τῶν

ἐρωτησάντων ταῦτα εἰρῆσθαι· οὐ γάρ μοι δοκεῖ τῶν μαθητῶν ἀσθέ-

νειαν πρὸς νηστείαν καταγινώσκειν τὸν δεσπότην καὶ γαστριμαργίᾳ

συνειδέναι ἐκείνων, οἵ γε διὰ πολλὴν ἀμέλειαν καὶ τῆς ἀναγκαίας τροφῆς

στάχυας τίλλοντες καὶ τότε παρὰ τὴν ὁδὸν τὴν πολλὴν ἔνδειαν παρε-

μυθοῦντο τῆς φύσεως· εἰ γὰρ καὶ ἀτελεῖς ἐτύγχανον ἔτι οὔπω τοῦ πανα-

γίου πνεύματος αὐτοῖς ἐν πυρίναις γλώσσαις διανεμηθέντος οὐδὲ διὰ

τῆς δεσποτικῆς ἐμπνεύσεως αὐτοῖς ἐναυγασθέντος, ἀλλ' οὖν τῶν μα-

θητῶν Ἰωάννου καὶ πολλῷ μᾶλλον τῶν Φαρισαίων δῆλον ὅτι τελειό-

τεροι ἐχρημάτιζον. οὕτως μὲν εἰ περὶ τῶν ἐρωτησάντων τις ἐκλάβοι <τὸ

οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου> καὶ τὰ ἑξῆς, εἰ δὲ

περὶ τῶν μαθητῶν, οὐκ ἂν φαίην ὡς μὴ δυναμένων νηστεύειν αὐτῶν

εἰρῆσθαι ταῦτα, ἀλλ' ὡς μὴ προσῆκον τοὺς μαθητὰς τῆς νέας χάριτος

ὄντας μαθητὰς τὰς νηστείας τῶν μαθητῶν Ἰωάννου καὶ τῶν Φαρι-

σαίων ἐπιτελεῖν· δῆλον γὰρ ὡς οὗτοι νηστεύοντες οὐ κατὰ τὸ θέσπισμα

τῆς χάριτος, ἀλλὰ κατὰ τὸ παλαιὸν ἔθος ἐνήστευον. ἀνάρμοστον οὖν ἦν

καὶ ἀνοίκειον τὰς ἐκείνων νηστείας νηστεύειν τοὺς τῆς καινῆς πολιτείας

νομοθέτας καθισταμένους καὶ κήρυκας. νηστεύουσι δὲ νηστείαν οἰκείαν

καὶ πρόσφορον. διό φησιν· <ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς

καινούς, καὶ ἀμφότεροι συντηροῦνται τὸ> εὐάρμοστον καὶ κατάλ-

ληλον ἀπολαμβάνοντες. <οἶνον δὲ νέον εἰς ἀσκοὺς βάλλειν πα-

λαιοὺς> ἢ παλαιὸν εἰς νέους οὐκ ἔστιν τὸ οἰκεῖον καὶ ὁμόστοιχον, ἀλλὰ

τὸ ἐναντίον καὶ ἀλλότριον ἀποδιδόναι.

39

Mt 9, 17

<Ἀσκοὺς παλαιοὺς> τοὺς ἐν τῷ παλαιῷ νόμῳ κειμένους λέγει,

<οἶνον δὲ νέον> τὴν τοῦ Χριστοῦ χάριν τὴν δοθεῖσαν ἡμῖν ὕστερον ἢ

τὴν νέαν διαθήκην.

40

Mt 10, 32—33

Εἶτα εἰπὼν ὅτι <ὁμολογήσω κἀγὼ ἐν αὐτῷ> δείκνυσιν, ὅτι οὐ

τῆς χάριτός ἐστι γυμνῆς τὸ ἀναγορευθῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,

ἀλλὰ καὶ τῆς γνώμης καὶ τῆς σπουδῆς καὶ τοῦ τὴν χάριν ὑποδεχομένου·

<ἐν αὐτῷ> γάρ φησιν <ὁμολογήσω>· ἐν τῇ πράξει αὐτοῦ, ἐν τοῖς ἔργοις

αὐτοῦ τοῖς καλοῖς, ἐν τῇ παρρησίᾳ αὐτοῦ, ἣν ὑπὲρ ἐμοῦ πρὸς τοὺς διώ-

κοντας ἐπεδείξατο καὶ ἐπαρρησιάσατο· καὶ γὰρ ὥσπερ χωρὶς τῆς χά-

ριτος οὐδὲν δύναται κατορθῶσαι μόνη ἡ προαίρεσις, οὕτως ἂν μὴ καὶ

αὐτοὶ προαιρώμεθα οὐδ' ἡ χάρις συναντιλαμβάνεται.

41

Mt 10, 33

Διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ

τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; καὶ ὅτι οὐδὲ ἡ κατὰ διάνοιαν πίστις ἔτι

διαμένει τελεία καὶ βεβαία διὰ τῆς γλώσσης ἐνυβριζομένη, καὶ ὅτι τοὺς

ἀκούοντας μᾶλλον βλάπτει ἢ εἰ κατὰ διάνοιαν ἐξηρνήσατο· τῆς μὲν γὰρ

ἦν ἐν ἀδήλῳ τὸ πτῶμα· ὁ δὲ διὰ γλώσσης ἐξαρνησάμενος εἰς μέσον

ἅπασιν τὸ παράπτωμα προθεὶς κοινὸν τὸ σκάνδαλον κατειργάσατο καὶ

τότε εἰς αὐτὸ ἥκων ἀσθένειαν τῆς πίστεως καὶ ψεῦδος κατεψηφίσατο.

42

Mt 10, 38

«Ὅστις οὐ βαστάζει τὸν σταυρὸν» αὐτοῦ· ὅστις οὐκ ἔστιν οὕτως

ἕτοιμος εἰς τὸν ὑπὲρ ἐμοῦ θάνατον, ὥστε δοκεῖν αὐτὸν ἀεὶ μεθ' ἑαυτοῦ

φέρειν καὶ οὕτως ἕπεσθαί μοι, <οὐκ ἔστιν μου ἄξιος>, ἀλλὰ δεῖ βαστά-

ζειν καὶ περιφέρειν μεθ' ἑαυτοῦ ἀεὶ ὑπὲρ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν

πίστεως τὸν θάνατον, ὡς οἰκεῖον κτῆμα καὶ κατόρθωμα· καὶ γάρ φησιν

<τὸν σταυρὸν αὐτοῦ>, διὰ μὲν τοῦ σταυροῦ τὸν θάνατον καὶ τοῦτον

οὐχ ἁπλῶς, ἀλλὰ τὸν βίαιον καὶ ἐπονείδιστον· διὰ δὲ τοῦ αὐτοῦ, δηλον-

ότι οἰκεῖον λογιζομένους καὶ ἀγαπητῶς πρὸς αὐτὸν διακειμένους δεῖ

«βαστάζειν» καὶ περιάγειν αὐτὸν οἷον ὡς ἔφην ἑτοίμους εἶναι πρὸς

αὐτόν, ὅταν ἐπάγηται παρὰ τῶν διωκόντων ὑμᾶς· οἱ γὰρ οὕτως δια-

τεθέντες πρὸς τὸν θάνατον οὐδὲν λοιπὸν τῶν ἐν βίῳ δυσχερῶν ἕξουσι

περικόπτον αὐτῶν τὴν περὶ τὸν δεσπότην πίστιν καὶ διάθεσιν εἰλικρινῆ.

εἰ δὲ τὸ ἐπίταγμα δοκεῖ βαρύ, ἀλλὰ σκοπεῖν χρὴ καὶ τὸ ἔπαθλον ὁποῖον

τὸ γενέσθαι ἄξιον Χριστοῦ. τίς ἂν γένοιτο Χριστοῦ ἄξιος; οὗτος γὰρ

ὡς ἀληθῶς ὁ τρισμακάριστος ὁποῖοι οἱ μαθηταὶ αὐτοῦ καὶ οἱ μάρτυρες.

43

Mt 10, 38

«Ὅστις οὐ βαστάζει τὸν σταυρόν» μου, φησίν, <οὐκ ἔστιν μου

ἄξιος>· τοῦτ' ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ

ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, <οὐκ ἔστιν μου ἄξιος>.

44

Mt 11, 7—10

44, col. 1

Ἐπειδή τινας ἦν εἰκὸς τῶν

ἐκ τοῦ πλήθους σκανδαλισθῆναι

ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν

οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ

ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ'

αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν

διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε,

ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ,

καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι

θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελ-

θόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ

τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ'

αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ

οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ

ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομί-

σητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ

ἄλλα ἀντ' ἐκείνων περὶ ἐμοῦ αὐτὸν

ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν

οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ

ἀληθείας εἰς ψεῦδος μεταβαλλό-

μενοι ἢ κουφότητι διανοίας ἢ δόξης

καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλ-

λονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς

οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ

γὰρ ἂν <εἰς τὴν ἔρημον ἐξήλ-

θετε>, ἵνα κοῦφον ἄνθρωπον καὶ

εὐμετάβολον καὶ ὥσπερ <κάλαμον>

παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ

ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ' οὐδὲ

κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ

τοιοῦτοι οὐ τὰς ἐρήμους, ἀλλὰ τὰς

βασιλικὰς οἰκίας καταδιώκουσιν.

ἐπεὶ οὖν ὑμεῖς οὐδὲν τοιοῦτον περὶ

τοῦ ἀνδρὸς ὑπειλήφατε, ἀλλὰ προ-

φήτην ἔργοις καὶ λόγοις αὐτὸν εἶναι

ἠπιστήθητε, μὴ νομίσητε νῦν ἀπὸ

τῆς ἐρωτήσεως μεταβεβλῆσθαι αὐ-

τοῦ τὴν γνώμην, ἀλλ' ἑτέρων ἕνεκα

ὠφελείας καὶ πληροφορίας ταύτην

ποιήσασθαι· οὐ γάρ ἐστι προφήτης

μόνον, ἀλλὰ <καὶ προφήτου πε-

ρισσότερος>.

44, col. 2

Πολλοὶ ἐσκανδαλίζοντο διὰ τὴν

τῶν μαθητῶν τοῦ Ἰωάννου ἐρώ-

τησιν, ἣν προσήνεγκαν τῷ Χριστῷ.

οὐκ ἄλλοθεν οὖν λύει τὴν ἀμφιβο-

λίαν εἰ μὴ ἐξ αὐτῶν τῶν ἐρωτησάν-

των μάρτυσιν αὐτοῖς χρώμενος.

τοῦτο δ' ἦν ἐκ τοῦ θεάσασθαι

αὐτοὺς τὰ θαύματα καὶ ὑποστρέ-

φειν πρὸς Ἰωάννην καὶ ἀπαγγεῖλαι

αὐτῷ ἃ ἐθεάσαντο.

Διὰ τοῦτο πρὸς τοὺς μαθητὰς

Ἰωάννου φησὶν ὁ σωτήρ· βλέπετε

τὰ θαύματα καὶ ἀπαγγείλατε, ἵνα

λύσῃ τὸ σκάνδαλον ὃ ἐσκανδαλίσθη-

σαν οἱ Ἰουδαῖοι διὰ τὴν τοῦ

Ἰωάννου ἐρώτησιν αὐτοῖς ἐκείνοις

τοῖς τοῦ Ἰωάννου μαθηταῖς χρώ-

μενος μάρτυσι λέγων πρὸς αὐτούς·

ὑμεῖς ἐπίστασθε ἀκριβῶς τὴν τοῦ

Ἰωάννου περὶ ἐμοῦ μαρτυρίαν τὸν

ἄνδρα ὁποῖός ἐστι γινώσκοντες καὶ

ὑπ' αὐτοῦ βαπτισθέντες ἐν τῷ

Ἰορδάνῃ.

45

Mt 11, 12

<Βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν>· ὡσανεὶ ἀπὸ τῶν

ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ δίδοται καὶ ἐγχειρίζεται, οὐ τοῖς τυ-

χοῦσιν, ἀλλὰ τοῖς βιασταῖς, τοῖς ἐκ καρδίας προσιοῦσιν, ἐκείνοις ἁρπάζεται

καὶ κτῆμα γενέσθαι συγχωρεῖται ἡ <βασιλεία τῶν οὐρανῶν>. βιαστὴν

δὲ αὐτὴν καὶ βιασταῖς ἁρπαζομένην εἰκότως λέγει, ὅτι καὶ τῆς δεσπο-

τικῆς εὐεργεσίας ἐστὶ δῶρον, ἀλλ' οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ῥᾳστώ-

ναις ἑαυτοὺς ἐκδεδωκόσιν ἀξία ἐστὶν παρατεθῆναι, ἀλλ' ἐκείνους ἀπο-

λαῦσαι δεῖ τοῦ δώρου, οἳ καὶ αὐτοὶ πολλὴν σπουδὴν καὶ πόνον καὶ

ἀγῶνα κατεβάλλοντο τῆς τηλικαύτης δωρεᾶς ἀξιωθῆναι. πλὴν εἰ καὶ

μυρίους τις πόνους καὶ ἄφατον βίαν ἐπιδείξαιτο, ἀλλ' οὐδὲν ἧττον μένει

τὸ δῶρον τὴν οἰκείαν φύλαττον ἀξίαν καὶ τῷ μεγέθει τῆς εὐεργεσίας

κούφως φέρειν ἅπαντας τοὺς δεχομένους αὐτὸ παρασκευάζον καὶ δυνα-

μούμενον. πρὸ δὲ τῆς διδασκαλίας καὶ ἐπαγγελίας τοῦ Χριστοῦ ἤτοι

πρὸ τῆς Ἰωάννου ἐπὶ τὸ βάπτισμα παρουσίας καὶ ἀναδείξεως αὐτοῦ

ἐν τῷ Ἰσραὴλ οὔπω ἦν ἡ τῆς βασιλείας ἐπαγγελία πᾶσι σαφὴς καὶ λαμ-

πρά, ἀλλ' αἱ ἐπαγγελίαι σωματικώτερα ἦσαν ἀγαθά, γῆς καὶ γένους

πληθυσμὸς καὶ κράτος ἐχθρῶν καὶ τὰ τοιαῦτα.

46

Mt 11, 12—13

46, col. 1

Ἀφ' οὗ δὲ Ἰωάννης τῷ βα-

πτίσματι ἐπέστη καὶ τὸν τῆς μετα-

νοίας ἐκήρυξε λόγον καὶ τὸν κοινὸν

ἐβαπτίσατο δεσπότην καὶ τὸ πνεῦμα

ἐμαρτύρησε τὸν τοῦ πατρὸς γνήσιον

καὶ ὁμοφυῆ παῖδα καὶ αὐτὸς ὁ

δεσπότης «ἤρξατο κηρύσσειν τὴν

βασιλείαν τῶν οὐρανῶν», ἀπὸ τότε

ἤρξατο ἐν ἐπιθυμίᾳ γίνεσθαι τοῖς

ἀνθρώποις ἡ βασιλεία τῶν οὐρανῶν,

ἀπὸ τότε ἤρξατο ζητεῖσθαι καὶ βιά-

ζεσθαι καὶ ἁρπάζεσθαι ὑπὸ τῶν

βιαστῶν. εἰ γὰρ καὶ δῶρόν ἐστιν ἡ

βασιλεία τῶν οὐρανῶν (τί γὰρ ἄν

τις καὶ ἀντιδοίη ταύτης;), ἀλλ' οὖν

οὐ προῖκα δίδοται οὐδὲ τοῖς τυ-

χοῦσιν, ἀλλὰ τοῖς κρούουσιν, τοῖς

αἰτοῦσιν, τοῖς ἐπιμένουσιν, τοῖς βια-

ζομένοις, τούτοις δίδοται, τούτοις

ἁρπάζεται. ὥσπερ…

λ…

The complete text is available when the reading interface loads.