Chronographia
- Edition reference
- Chronographia, ed. C. de Boor, Theophanis chronographia, vol. 1, Leipzig: Teubner, 1883 (repr. Hildesheim: Olms, 1963): 3–503.
- CTS identifier
urn:cts:greekLit:tlg4046.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
{ΘΕΟΦΑΝΟΥΣ
ΑΜΑΡΤΩΛΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ
ΤΟΥ ΑΓΡΟΥ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ
ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΤΩΝ ΦΚΗʹ
ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΔΕΥΤΕΡΟΥ
ΕΤΟΥΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ· ΤΟΥΤ' ΕΣΤΙΝ
ΑΠΟ ΤΟΥ ͵ΕΨΟΖʹ ΕΤΟΥΣ ΤΟΥ ΚΟΣΜΟΥ ΕΩΣ ΕΤΟΥΣ ͵ΣΤΕʹ ΚΑΤΑ
ΤΟΥΣ ΑΛΕΞΑΝΔΡΕΙΣ, ΚΑΤΑ ΔΕ ΡΩΜΑΙΟΥΣ ͵ΣΤΚΑʹ.}
Ὁ μὲν μακαριώτατος ἀββᾶς Γεώργιος, ὁ καὶ σύγκελλος γεγονὼς
Ταρασίου, τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, ἐλλόγι-
μος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων πολλούς τε χρονογράφους
καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ ἀκριβῶς τούτους διερευνησάμενος,
σύντομον χρονογραφίαν ἀπὸ Ἀδὰμ μέχρι Διοκλητιανοῦ, τοῦ βασι-
λέως Ῥωμαίων καὶ διώκτου τῶν Χριστιανῶν, ἀκριβῶς συνεγράψατο,
τούς τε χρόνους ἐν πολλῇ ἐξετάσει ἀκριβολογησάμενος καὶ τὰς τού-
των διαφωνίας συμβιβάσας καὶ ἐπιδιορθωσάμενος καὶ συστήσας ὡς
οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ, τάς τε τῶν ἀρχαίων βασιλέων παντὸς
ἔθνους πολιτείας τε καὶ τοὺς χρόνους ἀναγραψάμενος καὶ κατὰ τὸ
ἐφικτὸν αὐτῷ τοὺς ἀρχιερεῖς τῶν μεγάλων καὶ οἰκουμενικῶν θρόνων,
Ῥώμης τε, φημί, καὶ Κωνσταντινουπόλεως, Ἀλεξανδρείας τε καὶ
Ἀντιοχείας καὶ Ἱεροσολύμων, τούς τε ὀρθοδόξως τὴν ἐκκλησίαν
ποιμάναντας καὶ τοὺς ἐν αἱρέσει λῃστρικῶς ἄρξαντας καὶ τοὺς τού-
των χρόνους ἀκριβῶς ἐνέταξεν. ἐπεὶ δὲ τὸ τέλος τοῦ βίου τοῦτον
κατέλαβε καὶ εἰς πέρας ἀγαγεῖν τὸν ἑαυτοῦ σκοπὸν οὐκ ἴσχυσεν,
ἀλλά, καθὼς προέφημεν, μέχρι Διοκλητιανοῦ συγγραψάμενος τὸν
τῇδε βίον κατέλιπε καὶ πρὸς κύριον ἐξεδήμησεν ἐν ὀρθοδόξῳ πίστει,
4
ἡμῖν, ὡς γνησίοις φίλοις, τήν τε βίβλον ἣν συνέταξε καταλέλοιπε
καὶ ἀφορμὰς παρέσχε τὰ ἐλλείποντα ἀναπληρῶσαι. ἡμεῖς δὲ τὴν
ἑαυτῶν ἀμαθίαν οὐκ ἀγνοοῦντες καὶ τὸ στενὸν τοῦ λόγου παρῃτού-
μεθα τοῦτο ποιῆσαι, ὡς ὑπὲρ ἡμᾶς τὴν ἐγχείρησιν οὖσαν. αὐτὸς
δὲ πολλὰ παρακαλέσας ἡμᾶς μὴ ὀκνῆσαι καὶ ἀτέλεστον καταλιπεῖν
τὸ ἔργον ἐβιάσατο ἐπὶ τοῦτο ἐλθεῖν. διὸ καὶ ἀναγκασθέντες διὰ
τὴν τούτου ὑπακοήν, εἰς τὰ ὑπὲρ ἡμᾶς ἐγχειρήσαντες κόπον οὐ τὸν
τυχόντα κατεβαλόμεθα. πολλὰς γὰρ βίβλους καὶ ἡμεῖς ἐκζητήσαντες
κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἐρευνήσαντες τόδε τὸ χρονογραφεῖον ἀπὸ
Διοκλητιανοῦ μέχρι τῆς βασιλείας Μιχαὴλ καὶ Θεοφυλάκτου, τοῦ
υἱοῦ αὐτοῦ, τάς τε βασιλείας καὶ τοὺς πατριάρχας καὶ τὰς τούτων
πράξεις σὺν τοῖς χρόνοις κατὰ τὸ δυνατὸν ἡμῖν ἀκριβῶς συνεγραψά-
μεθα, οὐδὲν ἀφ' ἑαυτῶν συντάξαντες, ἀλλ' ἐκ τῶν ἀρχαίων ἱστοριο-
γράφων τε καὶ λογογράφων ἀναλεξάμενοι ἐν τοῖς ἰδίοις τόποις τε-
τάχαμεν ἑκάστου χρόνου τὰς πράξεις, ἀσυγχύτως κατατάττοντες· ἵνα
εἰδέναι ἔχωσιν οἱ ἀναγινώσκοντες ἐν ποίῳ χρόνῳ ἑκάστου βασιλέως ποία
πρᾶξις γέγονεν, εἴτε πολεμική, εἴτε ἐκκλησιαστική, εἴτε πολιτική, εἴτε
δημώδης, εἴτε τις ἑτέρα. οὐ γὰρ μικρὰν ὠφέλειαν, ὡς οἶμαι, καρποῦται
τῶν ἀρχαίων τὰς πράξεις ἀναγινώσκων. εἴ τις δέ τι ἐν τούτῳ τῷ ὁ
πονήματι ἡμῶν ὀνησιφόρον εὕροι, τὴν πρέπουσαν τῷ θεῷ εὐχαριστίαν
ἀποδώσῃ καὶ ἡμῖν τοῖς ἀμαθέσι καὶ ἁμαρτωλοῖς διὰ τὸν κύριον
ὑπερεύξηται· καὶ εἴ τι ἐλλεῖπον εὕροι, τῇ ἀμαθίᾳ ἡμῶν τοῦτο λο-
γίσηται καὶ τῇ ἀργίᾳ τοῦ χαμερποῦς νοὸς ἡμῶν· καὶ συγγνώσεται
ἡμῖν διὰ τὸν κύριον. φίλον γὰρ θεῷ τὸ κατὰ δύναμιν.
5
Κοινῶς κατὰ ταὐτὸν ἐβασίλευον Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος·
Τούτων τέκνα·
►Μαξιμιανοῦ
Μαξέντιος ὁ τυραννήσας Ῥώμην.
Θεοδώραν ἔγημε Κωνστῖνος (sic), ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τοῦ τεκόντος αὐτὸν ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικός.
Φαῦστα, γαμετὴ τοῦ μεγάλου Κωνσταντίνου.◄
Τούτων ἀποθεμένων τὴν βασιλείαν οἱ ὑπ' αὐτῶν γενόμενοι καίσαρες κατὰ
ταὐτὸν ἄμφω ἐβασίλευσαν Μαξιμιανὸς Γαλλέριος, γαμβρὸς Διοκλητιανοῦ ἐπὶ
θυγατρὶ Βαλερίᾳ, καὶ Κωνστάντιος· ὅστις γήμας
►Θεοδώραν, θυγατέρα τοῦ Ἐρκουλίου γεννᾷ·
Κωνστάντιον, Ἀναβαλλιανόν. Κωνσταντίαν, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ ἀποστάτου.
γαμετὴν Λικινίου.
ἐκ δὲ Ἑλένης τῆς θεοφιλοῦς γεννᾷ·
τὸν μέγαν Κωνσταντῖνον.
Οὗτος δὲ ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ·
Κρίσπον. Κωνστάντιον. Κωνσταντῖνον. Κώνσταντα. Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ ἀποστάτου.◄
6
{ΧΡΟΝΟΓΡΑΦΙΑ
ΑΠΟ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΜΙΧΑΗΛ
ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΩΝ ΒΑΣΙΛΕΩΝ.}
►Κόσμου ἔτη ͵εψοζʹ.
Τῆς θείας σαρκώσεως ἔτη σοζʹ.
Ῥωμαίων βασιλεὺς Διοκλητιανὸς ἔτη κʹ. αʹ.
Περσῶν βασιλεὺς Οὐαρράχης ἔτη ιζʹ. ιεʹ.
Ῥώμης ἐπίσκοπος κθʹ Γάϊος ἔτη ιεʹ. ζʹ.
Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. ιγʹ.
Ἀλεξανδρείας ἐπίσκοπος ιϚʹ Θεωνᾶς ἔτη ιθʹ. ιαʹ.
Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. βʹ.◄
βʹ. ιϚʹ. ηʹ. ιδʹ. ιβʹ. γʹ.
γʹ. ιζʹ. θʹ. ιεʹ. ιγʹ. δʹ.
Περσῶν βασιλεὺς Οὐαραράνης ἔτος αʹ.
δʹ. αʹ. ιʹ. ιϚʹ. ιδʹ. εʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς Μαξιμιανὸν τὸν Ἐρκούλιον κοινω-
νὸν ἀνέδειξε τῆς αὐτοῦ βασιλείας τῷ τετάρτῳ αὐτοῦ χρόνῳ.
Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ.
εʹ. αʹ. ιαʹ. ιζʹ. ιεʹ. Ϛʹ.
Ϛʹ. βʹ. ιβʹ. ιηʹ. ιϚʹ. ζʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος
Ὁβούσιριν καὶ Κόπτον, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, εἰς ἔδαφος
κατέσκαψαν ἀποστατησάσας τῆς Ῥωμαίων ἀρχῆς.
ζʹ. γʹ. ιγʹ. ιθʹ. ιζʹ. ηʹ.
ηʹ. δʹ. ιδʹ. κʹ. ιηʹ. θʹ.
θʹ. εʹ. ιεʹ. καʹ. ιθʹ. ιʹ.
7
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος
καίσαρας ἐποίησαν Κωνστάντιον καὶ Μαξιμιανὸν Γαλλέριον. καὶ ὁ
μὲν Διοκλητιανὸς δέδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον τῷ Γαλ-
λερίῳ, ὁ δὲ Ἐρκούλιος Μαξιμιανὸς Θεοδώραν, τὴν ἑαυτοῦ θυγατέρα,
τῷ Κωνσταντίῳ συνέζευξεν, καίτοι γε ἑκατέρων γαμετὰς ἐχόντων,
ἃς ἀπώσαντο διὰ τὴν πρὸς τοὺς βασιλεῖς στοργήν.
Ῥώμης ἐπίσκοπος Μαρκελλῖνος ἔτη βʹ.
Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ὁ μάρτυς ἔτη ιαʹ.
ιʹ. Ϛʹ. αʹ. κβʹ. αʹ. ιαʹ.
Τούτῳ τῷ ἔτει Ἀλεξάνδρεια σὺν τῇ Αἰγύπτῳ εἰς ἀποστασίαν
ὑπὸ Ἀχιλλέως ἀχθεῖσαι οὐκ ἀντέσχον τῇ Ῥωμαίων προσβολῇ, καθ'
ἣν πλεῖστοι ἀνῃρέθησαν, δίκην δεδωκότων τῶν τῆς ἀποστασίας
αἰτίων.
ιαʹ. ζʹ. βʹ. κγʹ. βʹ. ιβʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος
διωγμὸν μέγαν καὶ φρικωδέστατον κατὰ Χριστιανῶν ἤγειραν καὶ
πολλὰς μυριάδας μάρτυρας ἐποίησαν, παντοίας βασάνους ἐπινοοῦν-
τες καὶ πολλὰ κακὰ ἐργαζόμενοι. περὶ ὧν τις ἐπερχόμενος τὴν ηʹ
βίβλον τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου εἴσεται.
►Κόσμου ἔτη ͵εψπηʹ.
Τῆς θείας σαρκώσεως ἔτη σπηʹ.
Ῥωμαίων βασιλεὺς Διοκλητιανὸς ἔτη κʹ. ιβʹ.
Περσῶν βασιλεὺς ζʹ Ναρσῆς ἔτη ηʹ. ηʹ.
Ῥώμης ἐπίσκοπος λʹ Εὐσέβιος ἔτος αʹ. αʹ.
Ἱεροσολύμων ἐπίσκοπος κηʹ Ὑμέναιος ἔτη κδʹ. κδʹ.
Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ἔτη ιαʹ. γʹ.
Ἀντιοχείας ἐπίσκοπος ιθʹ Τύραννος ἔτη ιγʹ. ιγʹ.◄
Τούτῳ τῷ ἔτει νεωτερισμοῦ γεγονότος ἐν Γαλλίαις ὑπὸ
Ἀμάνδου καὶ Αἰλιανοῦ Μαξιμιανὸς ὁ Ἐρκούλιος διαβὰς καθεῖλεν
8
αὐτούς. ἀλλὰ καὶ Κράσος ἀντῇρε καὶ Βρεττανίαν κατέσχεν, καὶ οἱ
πέντε Γεντιανοὶ τὴν Ἀφρικήν, καὶ Ἀχιλλεὺς τὴν Αἴγυπτον. ἀλλὰ
Κράσον μὲν ἐπὶ τρισὶν ἔτεσι τὴν Βρεττανίαν κατασχόντα Ἀσκληπιόδο-
τος ὁ ἔπαρχος ἀνεῖλεν. ἐν δὲ ταῖς Γαλλίαις ἀγχίστροφος ἐκ παρα-
δόξου γέγονε Κωνσταντίῳ τῷ καίσαρι τύχη· ἐν ὥραις γὰρ ἓξ τῆς
αὐτῆς ἡμέρας καὶ ἡττώμενος ὤφθη καὶ νικῶν ἀπεδείχθη. ἄρτι μὲν
γὰρ ἐπικλύσαντες οἱ Ἀλαμάνοι τῷ Κωνσταντίου στρατῷ ἄχρι καὶ
εἰς τὰ τείχη κατεδίωξαν, αὐτὸς δὲ ἠκολούθει τελευταῖος φεύγοντι
τῷ στρατῷ. ἐπειδὴ δὲ κεκλεισμένων τῶν πυλῶν οὐδὲ ἔσω τοῦ τείχους
ἠδυνήθη εἰσελθεῖν, χεῖρας ἐξέτεινον οἱ πολέμιοι πρὸς τὸ συλλαβεῖν
αὐτόν· σχοίνους δὲ καθέντες ἀπὸ τοῦ τείχους ἀνείλκυσαν αὐτόν.
ἔσω δὲ γενόμενος καὶ τὸν στρατὸν παραθαρσύνας, ἐπεξελθὼν τοῖς
Ἀλαμάνοις νίκην ἔσχε λαμπράν, ὥστε ἑξακισχιλίους πεσεῖν. Μαξι-
μιανὸς δὲ ὁ Ἐρκούλιος τῶν πέντε Γεντιανῶν ἐν τῇ Ἀφρικῇ ἐκράτησεν.
Διοκλητιανὸς δὲ ἐν Ἀλεξανδρείᾳ τὸν Ἀχιλλέα καθεῖλεν. συνῆν δὲ
αὐτῷ καὶ Κωνσταντῖνος, ὁ υἱὸς Κωνσταντίου, κομιδῆ νέος ὑπάρχων,
ἀριστεύων ἐν τοῖς πολέμοις. ὃν ὁρῶν Διοκλητιανὸς φθόνῳ κινηθεὶς
δόλῳ ἀνελεῖν ἐσπούδαζεν. θεὸς δὲ τοῦτον παραδόξως διέσωσε καὶ
τῷ πατρὶ ἀπέδωκεν.
Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη Ϛʹ.
Ῥώμης ἐπίσκοπος Μιλτιάδης ἔτη δʹ.
Ἱεροσολύμων ἐπίσκοπος κθʹ Ζάβδας ἔτη ιʹ.
ιγʹ. αʹ. αʹ. αʹ. γʹ. ιδʹ.
Τούτῳ τῷ ἔτει Οὐετήριος στρατοπεδάρχης τοὺς ἐν στρατείᾳ
Χριστιανοὺς ἤλαυνε μετρίως, ἔκτοτε τοῦ κατὰ πάντων ὑποτύφοντος
διωγμοῦ.
Ἀντιοχείας ἐπίσκοπος κʹ Βιτάλιος ἔτη Ϛʹ.
ιδʹ. βʹ. β. βʹ. δʹ. αʹ.
ιεʹ. γʹ. γʹ. γʹ. εʹ. βʹ.
ιϚʹ. δʹ. δʹ. δʹ. Ϛʹ. γʹ.
Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ.
ιζʹ. εʹ. αʹ. εʹ. ζʹ. δʹ.
9
Τούτῳ τῷ ἔτει Μαξιμιανὸς Γαλλέριος κατὰ Νάρσεως, τοῦ τῶν
Περσῶν βασιλέως τὸ τηνικαῦτα τὴν Συρίαν καταδραμόντος καὶ
ληϊζομένου, ἀπεστάλη ὑπὸ Διοκλητιανοῦ. καὶ συμβαλὼν αὐτῷ κατὰ
τὴν πρώτην μάχην ἡττᾶται περὶ Καλλίνικον καὶ Κάρρας. ἐπανιὼν
δὲ ἐκ τῆς φυγῆς ὑπήντησε Διοκλητιανῷ ἐπ' ὀχήματος φερομένῳ. ὁ δὲ
τὸν καίσαρα μετὰ τοῦ ἰδίου σχήματος οὐ προσδεξάμενος ἀφῆκεν
ἐπὶ πλεῖστον τρέχειν καὶ προηγεῖσθαι τοῦ ὀχήματος. μετὰ δὲ ταῦτα
συναχθείσης δυνάμεως πολλῆς πάλιν Μαξιμιανὸς ὁ Γαλλέριος καῖσαρ
ἐπὶ τὸν Νάρσεως πόλεμον ἐκπέμπεται χρησάμενος δεξιᾷ τύχῃ, τολ-
μήσας καὶ πράξας ἃ μηδεὶς ἕτερος. τόν τε γὰρ Νάρσεα μέχρι τῆς
ἐνδοτέρας Περσίδος ἐδίωξε καὶ κατέσφαξε πᾶν τὸ στρατόπεδον καὶ
τὰς τούτου γυναῖκας καὶ παῖδας καὶ ἀδελφὰς παρέλαβε καὶ πάντα
ὅσα ἐκεῖνος ἐπεφέρετο, χρημάτων θησαυροὺς καὶ τοὺς ἐν Πέρσαις
λαμπρούς, μεθ' ὧν ἐπανελθόντα Διοκλητιανὸς ἐν Μεσοποταμίᾳ διάγων
ἀσμένως ἐδέξατο τιμήσας. καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ πάντες οὗτοι
πρὸς πολλοὺς τῶν βαρβάρων πολεμήσαντες πάντα κατώρθωσαν.
ἀρθεὶς δὲ ὑπὸ τῆς τῶν πραγμάτων εὐροίας Διοκλητιανὸς προσκυνεῖ-
σθαι ὑπὸ τῶν συγκλητικῶν, καὶ οὐ προσαγορεύεσθαι κατὰ τὸ πρότερον
σχῆμα ἀπῄτησεν. ἐκαλλώπισε δὲ καὶ τὰς βασιλικὰς ἐσθῆτας καὶ τὸ
ὑπόδημα χρυσίῳ καὶ μαργαρίταις καὶ λίθοις τιμίοις. Κωνσταντίνου
δέ, τοῦ υἱοῦ Κωνσταντίου, ἐν τῇ ἀνατολῇ καὶ Παλαιστίνῃ διάγοντος
καὶ τὰ Χριστιανῶν φρονοῦντος, ὁρῶν τοῦτον ὁ Γαλλέριος Μαξιμιανὸς
συνέσει ψυχῆς καὶ σώματος ῥώμῃ καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυίᾳ
προκόπτοντα μαντευσάμενός τε τοῦτον καταλυτὴν ἔσεσθαι τῆς τυ-
ραννίδος καὶ τῶν δογμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο.
θείᾳ δὲ προμηθείᾳ τὸν δόλον μαθών, ὡς Δαβίδ, φυγῇ τὴν σωτηρίαν
πορίζεται καὶ πρὸς τὸν ἴδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ
τῷ Χριστῷ εὐχαριστῶν τῷ σώσαντι αὐτόν.
ιηʹ. Ϛʹ. βʹ. Ϛʹ. ηʹ. εʹ.
Τούτῳ τῷ ἔτει Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλλέριος Μαξι-
μιανὸς ἐν τῷ θύειν τοῖς δαίμοσι καὶ λαμβάνειν χρησμούς, ὑποδὺς τῷ
ἄντρῳ ὁ Θεότεκνος χρησμόν, κατὰ Χριστιανῶν ἐγεῖραι διωγμόν, τούτῳ
δέδωκεν. τὰ δὲ ὑπομνήματα τοῦ σωτῆρος ἐπλάσατο καὶ πανταχόσε
ἐφ' ὕβρει ἀπέστειλε καὶ τοῖς γραμματοδιδασκάλοις τοὺς παῖδας δι-
10
δάσκειν προσέταξεν, ὡς διαγελᾶσθαι τὸ καθ' ἡμᾶς μυστήριον παρα-
σκευάζων.
Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ.
ιθʹ. αʹ. γʹ. ζʹ. θʹ. Ϛʹ.
Τούτῳ τῷ ἔτει προστάγματα βασιλικὰ ἐδόθη, τὰς ἐκκλησίας τοῦ
Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, ἱερεῖς δὲ
καὶ πάντας Χριστιανοὺς βασάνοις παραδίδοσθαι καὶ θύειν εἰδώλοις
ἀναγκάζεσθαι. καὶ ἦν οὗτος ὁ διωγμὸς πάντων φρικωδέστατος ἀναριθ-
μήτους μάρτυρας ἀποτελέσας.
κʹ. βʹ. δʹ. ηʹ. ιʹ.
Τούτῳ τῷ ἔτει Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος
ἐξ ἀπονοίας τὴν βασιλείαν ἀπέθεντο ἰδιωτικὸν ἀναλαβόμενοι σχῆμα.
καὶ Διοκλητιανὸς μὲν κατὰ Σάλωνα τῆς Δελματίας τὴν ἑαυτοῦ πόλιν
ἰδιωτεύων βιοῖ, Ἐρκούλιος δὲ Μαξιμιανὸς ἐν Λυκαονίᾳ, πρότερον
τὴν ἐπινίκιον ἐν Ῥώμῃ ἐπιτελέσαντες πομπήν, ἐν ᾗ προεπόμπευον
μὲν Ναρσέου τῶν ὀχημάτων τὸ πλῆθος καὶ αἱ τούτου γυναῖκες
καὶ παῖδες καὶ ἀδελφαί· μετὰ ταῦτα δὲ ἀναχωρήσαντες διῆγον
ἐφ' ἑαυτῶν, καταστήσαντες ἀντ' αὐτῶν βασιλεύειν τῆς μὲν ἑῴας
Γαλλέριον Μαξιμιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κωνστάντιον, ὃς
ὀλίγῳ μέρει τῆς ἀρχῆς ἀρκούμενος λίαν ἦν ἥμερος καὶ ἀγαθὸς τὸν
τρόπον, καὶ οὐδὲν αὐτῷ πρὸς τὸ ταμιεῖον ἐσπουδάζετο· μᾶλλον γὰρ
τοὺς ὑπηκόους θησαυροὺς ἔχειν ἐβούλετο. καὶ τοσοῦτον ἦν ἐγκρατὴς
περὶ χρημάτων κτῆσιν, ὥστε καὶ πανδήμους ἐπιτελεῖν ἑορτὰς καὶ
πολλοὺς τῶν φίλων συμποσίοις τιμῶν ἠγαπᾶτο πάνυ παρὰ τῶν Γάλλων
τῷ πικρῷ Διοκλητιανοῦ καὶ τῷ φονικῷ Μαξιμιανοῦ τοῦ Ἐρκουλίου
συγκρινόντων, ὧν ἀπηλλάγησαν δι' αὐτοῦ. οὗτος τελευτᾷ ἐν Βρετ-
τανίαις βασιλεύσας ἔτη ιαʹ, ἀναγορεύσας ἀντ' αὐτοῦ βασιλέα Κωνσταν-
τῖνον τὸν πρωτότοκον υἱὸν αὐτοῦ ζῶν ἔτι ἐπ' ὄψεσι παντὸς τοῦ λαοῦ,
περιόντων καὶ τῶν λοιπῶν αὐτοῦ παίδων τῶν ὁμοπατρίων Κωνσταν-
τίνου, Κωνσταντίου, φημί, καὶ Ἀναβαλλιανοῦ, τοῦ καὶ Δαλματίου,
11
γεννηθέντων ἐκ Θεοδώρας, θυγατρὸς Ἐρκουλίου. ὁ γὰρ Κωνσταν-
τῖνος ἐξ Ἑλένης ἦν, τῆς προτέρας γυναικὸς Κωνσταντίου. ὁ δὲ
Κωνστάντιος, ὁ τούτων πατήρ, θυγατρίδης ἦν Κλαυδίου τοῦ βασιλέως,
Γαλλέριος δὲ γαμβρὸς Διοκλητιανοῦ ἐπὶ θυγατρὶ Βαλερίᾳ. τότε
Γαλλέριος Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτόνησε καίσαρας δύο·
καὶ ἐπέστησε Μαξιμιανὸν μέν, τὸν ἴδιον υἱόν, κατὰ τὴν ἑῴαν, Σευῆρον
δὲ κατὰ τὴν Ἰταλίαν. οἱ δὲ ἐν Ῥώμῃ στρατιῶται ἀνηγόρευσαν Μαξέν-
τιον, τὸν υἱὸν Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, βασιλέα. ὅθεν ὁ Ἐρκού-
λιος εἰς ἐπιθυμίαν πάλιν τῆς βασιλείας ἀρθεὶς ἐπεχείρησε μὲν
ἀποδῦσαι τὸν ἴδιον υἱὸν Μαξέντιον, ἐπεχείρησε δὲ δόλῳ τὸν γαμβρὸν
Κωνστάντιον ἀνελεῖν. ἀλλὰ τῆς μὲν πρὸς τὸν υἱὸν ἐπιχειρήσεως
ὑπὸ τῶν στρατιωτῶν ἀπηλάθη, ἐν δὲ τῇ κατὰ τὸν γαμβρὸν ὑπὸ Φαύστης
τῆς θυγατρὸς καταμηνυθεὶς ἀναιρεῖται κακῶς πράξας. Εὐσέβιος δὲ
ὁ Καισαρεύς φησιν, ὅτι Διοκλητιανὸς παράφρων γενόμενος καὶ σὺν
τῷ Ἐρκουλίῳ τὴν βασιλείαν ἀποθέμενος ἰδιωτικὸν βίον ἀνέλαβεν.
καὶ ὁ μὲν ἀγχόνῃ τὸν βίον μετήλλαξεν, Διοκλητιανὸς δὲ νόσῳ μακρᾷ
δαπανώμενος ἐμαράνθη. Γελάσιος δὲ ὁ Καισαρείας τῆς αὐτῆς ἐπίσκο-
πός φησιν, ὅτι μεταμεληθέντες καὶ πάλιν βασιλεῦσαι θελήσαντες ψήφῳ
κοινῇ τῆς συγκλήτου ἀναιροῦνται. τούτων οὖν ἐκ μέσου γενομένων,
καὶ τοῦ χριστιανόφρονος Κωνσταντίου τελευτήσαντος, τὴν βασιλείαν,
ὡς προέφην, κατέσχον Κωνσταντῖνος Σεβαστὸς καὶ Μαξιμιανὸς ὁ
Γαλλέριος.
►Κόσμου ἔτη ͵εψϘζʹ.
Τῆς θείας σαρκώσεως ἔτη σϘζʹ.
Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ αʹ.
Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ γʹ.
Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ εʹ.
Ἱεροσολύμων ἐπίσκοπος λʹ Ζάβδας ἔτη ιʹ θʹ.
Ἀλεξανδρείας ἐπίσκοπος ιζʹ Πέτρος ὁ μάρτυς ἔτη ιαʹ ιαʹ.
Ἀντιοχείας ἐπίσκοπος Φιλόγονος ἔτη εʹ αʹ.◄
Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος καὶ χριστιανικώτατος
Ῥωμαίων ἐβασίλευσεν ἐν Γαλλίαις καὶ Βρεττανίᾳ. κατὰ τὸν αὐτὸν
12
οὖν χρόνον τέσσαρες οὗτοι συνεβασίλευον αὐτῷ, Μαξιμιανὸς ὁ Γαλλέ-
ριος σὺν δυσὶ καίσαρσι Σευήρῳ καὶ Μαξιμίνῳ, τῷ Γαλλερίου υἱῷ,
καὶ Μαξεντίῳ, τῷ υἱῷ τοῦ Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ τῶν στρατιωτῶν
ἀναγορευθέντι βασιλεῖ. οὗτοι ἀλλήλους ὑπερβαλεῖν ἔσπευδον εἰς
τὸν κατὰ Χριστιανῶν διωγμόν. Μαξέντιος δὲ ὁ τύραννος τὴν Ῥώμην
ἀνόμως βασιλεύων πάνδεινα εἰργάσατο κακά, μοιχείας τῶν ἐν τέλει
γυναικῶν, φόνους καὶ ἁρπαγὰς καὶ ὅσα τούτοις ὅμοια. κατὰ δὲ τὴν
ἀνατολὴν Μαξιμῖνος χείρονα διεπράττετο κακά, δύο κακῶν μεγίστων
ἀνατολὴν καὶ δύσιν κληρωσαμένων καὶ τὸν κατὰ Χριστιανῶν πόλεμον
ἀναρριπιζόντων. τότε καὶ Λικίνιον καίσαρα Ῥωμαῖοι ἀνηγόρευσαν
χαριζόμενοι Κωνσταντίνῳ γαμβρὸν αὐτοῦ ὄντα εἰς ἀδελφὴν Κων-
σταντίαν καὶ ὑποκρινόμενον ψευδῶς τὴν καθ' ἡμᾶς εὐσέβειαν, Σευήρου
δηλαδὴ τελευτήσαντος.
Τῷ δ' αὐτῷ ἔτει Πέτρος, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, ἐν τῇ
φυλακῇ ὑπάρχων προστάγματι Μαξιμιανοῦ τοῦ Γαλλερίου καὶ Μαξι-
μίνου, τοῦ υἱοῦ αὐτοῦ, τὴν κεφαλὴν ἀποτμηθεὶς ἐνδόξως ἐμαρτύρησεν·
ὅστις τὸν Ἄρειον διάκονον ὄντα τῆς αὐτοῦ ἐκκλησίας ἀκοινώνητον
ἐποίησεν· ὅστις μετὰ ταῦτα κακοδόξου αἱρέσεως προστάτης γεγονὼς
πολλοὺς τῆς εὐσεβείας ἀπέστησεν. πολλοὶ δὲ καὶ ἄλλοι ἐπὶ τούτων
τῶν τυράννων τὸν ὑπὲρ Χριστοῦ μαρτυρικὸν στέφανον ἀνεδήσαντο,
ὧν εἰσι Φιλέας ἐπίσκοπος Θμούεως τῆς Αἰγύπτου, Πηλεὺς καὶ Νεῖλος
ἐπίσκοποι τῆς Αἰγύπτου, Ἄνθιμος ἐπίσκοπος Νικομηδείας, Τυραν-
νίων ἐπίσκοπος Τύρου, Σιλουανὸς ἐπίσκοπος Ἐμέσης, καὶ Σιλουανὸς
ἐπίσκοπος Γάζης, Λουκιανὸς πρεσβύτερος Ἀντιοχείας, Ζηνόβιος
πρεσβύτερος Σιδῶνος, Πάμφιλος πρεσβύτερος Καισαρείας, καὶ ἄλλοι
ἀναρίθμητοι. οὗτος ὁ Γαλλέριος Μαξιμιανὸς γυναικομανέστατος
ἦν τοσοῦτον, ὥστε τοὺς ὑπ' αὐτὸν τελοῦντας μελετᾷν, ποῦ κρύψωσι
13
τὰς ἰδίας γαμετάς, ἐκτετηκὼς καὶ τῇ τῶν πλάνων δαιμόνων ἀπάτῃ,
ὡς μὴ ἀνέχεσθαί τινος γεύσασθαι ἄνευ μαντείας. οὗτος πανωλεθρίαν
Χριστιανῶν γενέσθαι προσέταξεν, οὐ τοσοῦτον διὰ τὴν ἑαυτοῦ ἀσέ-
βειαν, ὅσον διὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτῶν. τοῦτον οὖν
θεία δίκη μετῆλθε διὰ τὴν ἄμετρον ἀκολασίαν καὶ τὴν περὶ τοὺς
Χριστιανοὺς ἀνύποιστον κάκωσιν. χαλεπὸν γὰρ ἕλκος κατὰ τὸ τῆς
ἀκολασίας αὐτοῦ μόριον ἐκφυὲν κρεῖττον πάσης ἀνθρωπίνης βοηθείας
ἐτύγχανεν, νομῆς καταλαβούσης καὶ σκωλήκων φθορᾶς τοὺς τόπους.
ἦν γὰρ καὶ πολύσαρκος. οὗτος ὑπολαβών, ὡς ἄρα διὰ τοὺς ἀδίκους
φόνους πέπληκται, προστάγματα κατὰ παντὸς τόπου ὑπὲρ Χριστιανῶν
ἔγραψε πᾶν κελεύων καταθυμίως πράττειν καὶ ὑπὲρ αὐτοῦ εὔχεσθαι.
οὗ γεγονότος, εὐθέως τοῦ χαλεπωτάτου πάθους τῇ εὐχῇ τῶν Χριστια-
νῶν θεραπευθέντος παρ' ἐλπίδα, μήπω δὲ τοῦ τραύματος καλῶς
συνουλώσαντος, μειζόνως ἐμαίνετο τῶν ἀθεμίτων ἐχόμενος πράξεων.
ἀλλ' εὐθὺς πάλιν πόλεμοι καὶ ἐπαναστάσεις, λιμοί τε καὶ λοιμοὶ
καὶ αὐχμοὶ ἀθρόοι ἐπέσκηπτον, ὡς μὴ ἀρκεῖν θάψαι τοὺς ζῶντας
τοὺς τεθνεῶτας· κεραυνοί τε καὶ φόβητρα ἐξαπεστέλλετο, ὡς ἕκα-
στον ἑαυτοῦ μόνου φροντίζειν, καὶ τὰ πολλὰ τῶν προσταγμάτων
ἄπρακτα διαμένειν.
Ἱεροσολύμων ἐπίσκοπος Ἑρμὼν ἔτη θʹ.
Ἀλεξανδρείας ἐπίσκοπος Ἀχιλλᾶς ἔτος αʹ.
βʹ. δʹ. Ϛʹ. αʹ. αʹ. βʹ.
Ἀλεξανδρείας ἐπίσκοπος ιθʹ Ἀλέξανδρος ἔτη κγʹ.
γʹ. εʹ. ζʹ. βʹ. αʹ. γʹ.
δʹ. Ϛʹ. ηʹ. γʹ. βʹ. δʹ.
εʹ. ζʹ. θʹ. δʹ. γʹ. εʹ.
Ἀντιοχείας ἐπίσκοπος Παυλῖνος ἔτη εʹ.
Ϛʹ. ηʹ. ιʹ. εʹ. δʹ. αʹ
Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος εἰς τὴν κατὰ
τῶν τυράννων διανέστη κατάλυσιν. Μαξέντιος δὲ ὁ δυσσεβὴς ναυσὶ
γεφυρώσας τὸν παραρρέοντα τῇ Ῥώμῃ ποταμὸν παρετάξατο κατὰ τοῦ
μεγάλου Κωνσταντίνου. ὁ δὲ μέγας Κωνσταντῖνος ἐδεδίει τὰς Μαξεν-
14
τίου γοητείας βρέφη ἀνατεμόντος διὰ μαντείας ἀθεμίτους. ἐν πολλῇ
δὲ ἀγωνίᾳ ὄντι ὤφθη αὐτῷ ἐν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ὁ τίμιος σταυρὸς
ἐκ φωτὸς κατεσκευασμένος, ἔχων ἐπιγραφήν· “ἐν τούτῳ νίκα.”
ἐπιστὰς δὲ αὐτῷ ὁ κύριος εἶπεν αὐτῷ ἐν ὁράματι τῆς νυκτός·
“χρῆσαι τῷ δειχθέντι σοι, καὶ νίκα.” τότε σταυρὸν σχεδιάσας χρυσοῦν,
ὃς ἔστι μέχρι τῆς σήμερον, ἐκέλευσε προάγειν αὐτὸν ἐν τῷ πολέμῳ.
καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ περὶ τὸν Μαξέντιον, ὧν οἱ
πλείους ἀνῃροῦντο. Μαξέντιος δὲ σὺν τοῖς λοιποῖς φεύγων, τῆς
γεφύρας θείᾳ δυνάμει διαρραγείσης, ἐν τῷ ποταμῷ καταποντίζεται,
ὡς πάλαι Φαραὼ πανστρατί, ὥστε τὸν ποταμὸν πληρωθῆναι ἵππων
σὺν ἀναβάταις πεπνιγμένοις. οἱ δὲ πολῖται τῆς Ῥώμης, ὡς αἰτησά-
μενοι αὐτὸν διαναστῆναι εἰς τὴν βοήθειαν αὐτῶν, λυτρωθέντες τῆς
τοῦ πονηροῦ Μαξεντίου τυραννίδος, τὴν πόλιν στεφανώσαντες εἰσ-
εδέξαντο μετὰ χαρᾶς τὸν νικητὴν Κωνσταντῖνον σὺν τῷ νικοποιῷ
σταυρῷ σωτῆρα αὐτὸν ἀνευφημοῦντες.
►Κόσμου ἔτη ͵εωγʹ.
Τῆς θείας σαρκώσεως ἔτη τγʹ.
Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ζʹ.
Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. θʹ.
Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιαʹ.
Ἱεροσολύμων ἐπίσκ. λαʹ Ἑρμὼν ἔτη θʹ. Ϛʹ.
Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. εʹ.
Ἀντιοχείας ἐπίσκ. κβʹ Παυλῖνος ἔτη εʹ. βʹ.◄
Τούτῳ τῷ ἔτει κρατήσας τὴν Ῥώμην Κωνσταντῖνος ὁ θεο-
συνέργητος πρὸ πάντων τὰ λείψανα τῶν ἁγίων μαρτύρων ἐκέλευσε
συλλεγέντα ὁσίᾳ ταφῇ παραδοθῆναι. καὶ ἦσαν οἱ Ῥωμαῖοι ἄγοντες
ἐπινίκιον ἑορτήν, γεραίροντες τὸν κύριον καὶ τὸν ζωοποιὸν σταυρὸν
ἐπὶ ἑπτὰ ἡμέρας καὶ Κωνσταντῖνον τὸν νικητὴν μεγαλύνοντες.
ηʹ. ιʹ. ιβʹ. ζʹ. Ϛʹ. γʹ.
θʹ. ιαʹ. ιγʹ. ηʹ. ζʹ. δʹ.
Τούτῳ τῷ ἔτει Μαξιμῖνος, ὁ υἱὸς Γαλλερίου, ἐπιπηδήσας καὶ
ἑαυτῷ τὴν βασιλείαν ἐπιτρέψας αἰσχρῶς καταλύει τὸν βίον ἐν Κιλικίᾳ.
ἀκούσας δὲ Μαξιμιανὸς ὁ Γαλλέριος, ὁ τούτου πατήρ, ὅτι Μαξέντιος, ὁ
15
υἱὸς Ἐρκουλίου, ἐν Ῥώμῃ ὑπὸ Κωνσταντίνου τῇ δυνάμει τοῦ
σταυροῦ κατεπτώθη, φοβηθεὶς τὸν κατὰ τῶν Χριστιανῶν ἀνῆκε
διωγμόν.
ιʹ. ιβʹ. ιδʹ. θʹ. ηʹ. εʹ.
Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ θειότατος σὺν Λικινίῳ καί-
σαρι ζήλῳ θεοῦ φερόμενος ἐπεστράτευσε κατὰ Μαξιμιανοῦ τοῦ Γαλλε-
ρίου τὴν ἑῴαν διέποντος· κἀκεῖνος ἀντιστρατευσάμενος ἀμέτρῳ πλήθει
συνέβαλεν αὐτοῖς, πεποιθὼς ὡς ὁ Μαξέντιος μαντεύμασι δαιμόνων
καὶ γοητικαῖς μαγγανείαις. τοῦ δὲ ζωοποιοῦ σταυροῦ προάγοντος
τῷ μεγάλῳ Κωνσταντίνῳ, ἅμα τῇ προσβολῇ τραπεὶς ὁ τύραννος σὺν
τῷ πλήθει κατασφαττομένῳ, τὴν βασιλικὴν ἐσθῆτα ἀπέθετο καὶ στρα-
τιωτικὸν περιθέμενος σχῆμα μετ' ὀλίγων εὐνουστάτων τε διαδρὰς
ἀπὸ κώμης εἰς κώμην ᾤχετο, καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων καὶ μάντεις
ἀθροίσας καὶ τοὺς διαβεβοημένους ἐπὶ μαγείᾳ καὶ προφήτας αὐτοῦ
ὡς ἀπατεῶνας κατέσφαξεν.
Ἱεροσολύμων ἐπίσκοπος λβʹ Μακάριος ἔτη κʹ.
Ἀντιοχείας ἐπίσκοπος κγʹ Εὐστάθιος ἔτη ιηʹ.
ιαʹ. ιγʹ. ιεʹ αʹ. θʹ. αʹ.
Τούτῳ τῷ ἔτει μέλλοντα τὸν εὐσεβέστατον Κωνταντῖνον ζῶντα
χειροῦσθαι τὸν Γαλλέριον Μαξιμιανὸν προλαβοῦσα θεία ὀργὴ κατέλαβε
τοῦτον. φλὸξ γὰρ ἐκ βάθους τῶν σπλάγχνων καὶ μυελῶν αὐτῷ
ἀναφθεῖσα μετ' ὀδύνης ἀνυποίστου πρηνῆ κατὰ τοῦ ἐδάφους ἀσθμαί-
νοντα διέθετο, ὡς ἀμφότερα τὰ ὄμματα αὐτοῦ ἐκπηδῆσαι καὶ τυφλὸν
καταλιπεῖν τὸν ἀνόσιον, αἱ δὲ σάρκες αὐτοῦ συσσαπεῖσαι τῇ ἀμέτρῳ
ἐκκαύσει τῶν ὀστῶν ἀπέπιπτον. οὕτω κατασαπεὶς ἀπέρρηξε τὴν
θεομάχον ψυχήν.
ιβʹ. ιδʹ. ιϚʹ. βʹ. ιʹ. βʹ.
Τούτῳ τῷ ἔτει Λικινίῳ συμμαχήσαντι τῷ θείῳ Κωνσταντίνῳ
καὶ ὑποκρινομένῳ δολερῶς τὸν Χριστιανισμὸν ἀφορίσας μοῖραν τῆς
Ῥωμαίων γῆς ἀπένειμεν, ἀναγορεύσας αὐτὸν βασιλέα, ἀπαιτήσας αὐτὸν
συνθήκας μηδὲν κατὰ Χριστιανῶν πράττειν. ἐντεῦθεν ὁ τῶν τυράννων
καθ' ἡμῶν χάριτι Χριστοῦ πέπαυται διωγμός.
16
ιγʹ. ιεʹ. ιζʹ. γʹ. ιαʹ. γʹ.
►Κόσμου ἔτη ͵εωιʹ.
Τῆς θείας σαρκώσεως ἔτη τιʹ.
Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιδʹ.
Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. ιϚʹ.
Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. ιηʹ.
Βυζαντίου ἐπίσκ. αʹ Μητροφάνης ἔτη ιʹ. θʹ.
Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. δʹ.
Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιβʹ.
Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. δʹ.◄
Τούτῳ τῷ ἔτει ὁ μέγας Κωνσταντῖνος πάσης Ῥωμαίων γῆς
μονοκράτωρ γενόμενος πᾶσαν εἰς τὰ θεῖα μετήγαγε τὴν φροντίδα,
ἐκκλησίας ἀνεγείρων καὶ φιλοτίμως ταύτας πλουτῶν ἐκ τοῦ δημοσίου
λόγου. οὗτος πρῶτον νόμον ἔγραψε τοὺς τῶν εἰδώλων ναοὺς ἀπο-
δίδοσθαι τοῖς τῷ Χριστῷ ἀφιερωμένοις (συνενομοθέτει δὲ αὐτῷ καὶ
Κρίσπος ὁ υἱὸς αὐτοῦ)· δεύτερον δὲ Χριστιανοὺς μόνους στρατεύεσθαι
ἐθνῶν τε καὶ στρατοπέδων ἄρχειν, τοὺς δὲ ἐπιμένοντας τῇ εἰδωλο-
λατρείᾳ κεφαλικῶς τιμωρεῖσθαι· τρίτον τὰς πασχαλίους δύο ἑβδομάδας
ἀπράκτους τελεῖν, τήν τε πρὸ τῆς ἀναστάσεως καὶ τὴν μετ' αὐτήν.
τούτων οὕτως ἐχόντων, εἰρήνη βαθεῖα καὶ γαλήνη κατέσχε τὴν οἰκουμέ-
νην καὶ ἀγαλλίασις τοὺς πιστούς, προστρεχόντων ὁσημέραι πάντων
τῶν ἐθνῶν τῇ πίστει Χριστοῦ καὶ βαπτιζομένων καὶ τὰ πατρῷα
εἴδωλα συνθλαττόντων. τὸν δὲ πῆχυν τῆς ἀναβάσεως τοῦ κατὰ τὴν
Αἴγυπτον ποταμοῦ Νείλου ἐν τῇ ἐκκλησίᾳ ἐνομοθέτησεν ἀναφέρεσθαι,
καὶ οὐκ ἐν τῷ Σαραπίῳ, ὡς εἴθιστο τοῖς Ἕλλησιν. Λικίνιος δὲ
πρὸ τοῦ τελείως μανῆναι εἰς Ἀντιόχειαν ἐλθὼν Θεότεκνον γόητα
καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλὰς βασάνους ἀνεῖλεν.
ιεʹ. ιζʹ. ιθʹ. ιʹ. εʹ. ιγʹ. εʹ.
Τούτῳ τῷ ἔτει Λικίνιος ἤρξατο κατὰ Χριστιανῶν διωγμὸν
κινεῖν. καὶ πρῶτον μὲν τοὺς ἐν τῷ παλατίῳ Χριστιανοὺς ἐδίωξε
λήθην λαβὼν τῆς τῶν πρὸ αὐτοῦ τυράννων καθαιρέσεως καὶ τῶν
πρὸς τὸν μέγαν Κωνσταντῖνον συνθηκῶν. γυναικομανῶν δὲ καὶ ἀδικῶν
17
καὶ φονεύων Χριστιανοὺς οὐκ ἐπαύετο· τούτῳ διὰ γραμμάτων ὁ θεῖος
Κωνσταντῖνος κελεύσας ἀποστῆναι τῆς μανίας οὐκ ἔπεισεν. οὗτος
καὶ Βασιλέα, τὸν ἐπίσκοπον Ἀμασείας, καί, ὥς τινές φασιν, καὶ
τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας καὶ ἄλλους πολλοὺς διὰ βασάνων
τελειωθῆναι ἐποίησεν.
Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ.
ιϚʹ. ιηʹ. κʹ. αʹ. Ϛʹ. ιδʹ. Ϛʹ.
Τούτῳ τῷ ἔτει Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ἐν Ἀλεξανδρείᾳ
τὴν ἑαυτοῦ αἵρεσιν ἐπ' ἐκκλησίας ἐφανέρωσε καὶ σχίσμα εἰργάσατο,
συνεργοῦντος αὐτῷ τοῦ πονηροῦ μὴ φέροντος βλέπειν τὴν εἰρήνην
τῆς ἐκκλησίας. ἐγένετο δὲ καὶ σεισμὸς ἐν Ἀλεξανδρείᾳ λαβρότατος,
ὥστε πεσεῖν οἰκίας πολλὰς καὶ λαὸν πολὺν ὀλέσαι.
ιζʹ. ιθʹ. καʹ. βʹ. ζʹ. ιεʹ. ζʹ.
Τούτῳ τῷ ἔτει μαθὼν ὁ μέγας Κωνσταντῖνος τὴν τοῦ Ἀρείου
κίνησιν σφόδρα λυπηθεὶς ἔγραψεν Ἀλεξάνδρῳ καὶ Ἀρείῳ κοινὴν
ἐπιστολήν, συμβουλεύων καταλῦσαι τὴν πονηρὰν κίνησιν καὶ εἰρη-
νεῦσαι εἰς ἀλλήλους. ἀπέστειλε δὲ καὶ Ὅσιον, τὸν ἐπίσκοπον Κουδρού-
βης, ἐν Ἀλεξανδρείᾳ περὶ Ἀρείου καὶ ἐν τῇ ἀνατολῇ διορθσόμενον
τοὺς ἀνατολικοὺς ἐκ παλαιᾶς συνηθείας Ἰουδαϊκώτερον ἑορτάζοντας
τὸ πάσχα. ὑπέστρεψε δὲ ἄπρακτος πρὸς ἀμφότερα.
Τούτῳ τῷ ἔτει καὶ Κώνσταν, τὸν υἱὸν αὐτοῦ, Κωνσταντῖνος
ὁ μέγας προεβάλετο καίσαρα καὶ ἀπέστειλεν εἰς Γαλλίας.
ιηʹ. κʹ. κβʹ. γʹ. ηʹ. ιϚʹ. ηʹ.
Τούτῳ τῷ ἔτει, ὥς φασί τινες, Κωνσταντῖνος ὁ μέγας σὺν Κρίσπῳ,
τῷ υἱῷ αὐτοῦ, ἐν Ῥώμῃ ὑπὸ Σιλβέστρου ἐβαπτίσθη, ὡς οἱ κατὰ τὴν
πρεσβυτέραν Ῥώμην μέχρι σήμερον τὸν βαπτιστῆρα ἔχουσιν εἰς μαρ-
τυρίαν, ὅτι ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ ἐβαπτίσθη μετὰ τὴν ἀναίρεσιν
τῶν τυράννων. οἱ δὲ κατὰ τὴν ἀνατολὴν ἐν Νικομηδείᾳ φασὶν
αὐτὸν περὶ τὸν θάνατον ὑπὸ Εὐσεβίου τοῦ Νικομηδέως Ἀρειανοῦ βε-
βαπτίσθαι· ἔνθα καὶ ἔτυχεν αὐτὸν κοιμηθῆναι. ἀναβαλλόμενος γὰρ ἦν,
φασίν, τὸ βάπτισμα, ἐλπίζων ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι ποταμῷ.
18
ἐμοὶ δὲ ἀληθέστερον φαίνεται τὸ ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ βεβαπτίσθαι
αὐτόν, καὶ τὰς ἐπ' ὀνόματι αὐτοῦ φερομένας διατάξεις πρὸς Μιλτιάδην
πεπλασμένας εἶναι τοῖς Ἀρειανοῖς, δόξαν ἐντεῦθεν περιποιεῖσθαι σπου-
δάζουσιν ἑαυτοῖς, ἢ καὶ τὸν πανευσεβῆ βασιλέα κακίζειν ἐθέλουσιν,
ἀβάπτιστον δεικνύντες ἐντεῦθεν, ὅπερ ἄτοπόν ἐστι καὶ ψευδές. εἰ
γὰρ οὐκ ἦν βεβαπτισμένος ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, λοιπὸν οὐδὲ
μετελάμβανε τῶν θείων μυστηρίων, οὐδὲ συνηύχετο τοῖς ἁγίοις πατράσιν,
ὅπερ ἀτοπώτατόν ἐστι καὶ λέγειν καὶ φρονεῖν. ἄλλοι δὲ Ἀρειανοὶ
καὶ Ἕλληνες ὡς νόθον διαβάλλουσι τὸν μέγαν Κωνσταντῖνον· ψεύ-
δονται δὲ καὶ οὗτοι. ἡ γὰρ γενεαλογία αὐτοῦ βασιλικὴ ὑπῆρχε καὶ
πρὸ Διοκλητιανοῦ. ὁ γὰρ πατὴρ αὐτοῦ Κωνστάντιος θυγατρίδης ἦν
Κλαυδίου τοῦ βασιλέως καὶ ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς
ἔσχε τὸν μέγαν Κωνσταντῖνον. εἶχε δὲ καὶ ἄλλους υἱοὺς ἐκ Θεοδώρας,
τῆς θυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, ἀδελφῆς δὲ Μαξεντίου
τοῦ κατὰ τὴν Ῥώμην τυραννήσαντος καὶ ἀναιρεθέντος ὑπὸ Κωνσταν-
τίνου περὶ Μουλυΐαν τὴν γέφυραν (ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον
ἐθεάσατο ἐν τῷ οὐρανῷ), καὶ Φαύστας, τῆς γαμετῆς τοῦ μεγάλου
Κωνσταντίνου. καὶ μηδεὶς θαυμαζέτω, εἰ πρὸ τοῦ βαπτίσματος ἑλληνί-
ζοντες δύο ἀδελφὰς ἔγημαν ὁ πατὴρ καὶ ὁ υἱός. εἰσὶ δὲ αἱ γενέσεις
αὐτῶν οὕτως, ὡς ὑποτέτακται.
19
►Κωνστάντιος [ὁ μέγας]
ἐκ Θεοδώρας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ
Κωνστάντιον, πατέρα Γάλλου καὶ Ἰουλιανοῦ τοῦ παραβάτου.
Ἀναβαλλιανόν, τὸν καὶ Γάλλον Δαλμάτιον, ἐξ οὗ
Δαλμάτιος ὁ νέος.
Ἐκ δὲ Ἑλένης γεννᾷ
Κωνσταντῖνον τὸν μέγαν καὶ μόνον.
Ὁ δὲ μέγας Κωνσταντῖνος
ἐκ Φαύστας, θυγατρὸς Ἐρκουλίου, γεννᾷ
Κρίσπον. Κωνσταντῖνον. Κωνστάντιον. Κώνσταντα. καὶ Ἑλένην, γαμετὴν Ἰουλιανοῦ τοῦ παραβάτου.◄
Κωνσταντίαν, γαμετὴν Λικινίου.
►Κόσμου ἔτη ͵εωιεʹ.
Τῆς θείας σαρκώσεως ἔτη τιεʹ.
Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. ιθʹ.
Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. καʹ.
Ῥώμης ἐπίσκ. λβʹ Σίλβεστρος ἔτη κηʹ. κγʹ.
Βυζαντίου ἐπίσκ. βʹ Ἀλέξανδρος ἔτη κγʹ. δʹ.
Ἱεροσολύμων ἐπίσκ. λβʹ Μακάριος ἔτη κʹ. θʹ.
Ἀλεξανδρείας ἐπίσκ. ιθʹ Ἀλέξανδρος ἔτη κγʹ. ιζʹ.
Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. θʹ.◄
Τούτῳ τῷ ἔτει ἰδὼν Κωνσταντῖνος ὁ εὐσεβὴς Λικίνιον μανι-
κώτερον τῷ διωγμῷ χρώμενον καὶ ἐπιβουλὴν κατὰ τοῦ εὐεργέτου
20
μελετῶντα ὁπλίζεται κατ' αὐτοῦ διά τε ξηρᾶς καὶ θαλάσσης· καὶ δὴ
πολέμου δημοσίου κροτηθέντος κατὰ τὴν Βιθυνίαν, ζῶν συλλαμ-
βάνεται ἐν Χρυσοπόλει καὶ εἰς τὰς χεῖρας Κωνσταντίνου παραδίδοται.
ὁ δὲ τῇ συνήθει φιλανθρωπίᾳ χρησάμενος χαρίζεται αὐτῷ τὴν ζωὴν
καὶ εἰς Θεσσαλονίκην τοῦτον ἐκπέμπει φρουρεῖσθαι. μετ' οὐ πολὺ
δὲ βαρβάρους μισθωσάμενος νεωτερίζειν ἤμελλεν, εἰ μὴ προγνοὺς
τοῦτο ὁ πρᾳότατος Κωνσταντῖνος διὰ ξίφους τοῦτον ἀποτμηθῆναι
ἐκέλευσεν· καὶ οὕτω λοιπὸν τελείας ἀπήλαυσε γαλήνης τὰ πράγματα
τῆς Χριστιανῶν πολιτείας, τῇ δυνάμει τοῦ ζωοποιοῦ σταυροῦ γεγονό-
των ἐκποδὼν τῶν τυράννων, καὶ μόνου κρατήσαντος τοῦ θεοσυνερ-
γήτου Κωνσταντίνου τῆς τῶν Ῥωμαίων ἀρχῆς. καταστήσαντος οὖν
τοὺς ἰδίους παῖδας καίσαρας ἀπήλαυσεν εἰρήνης. ἦν δὲ ἀνὴρ τὰ
πάντα λαμπρός, δι' ἀνδρείαν ψυχῆς, δι' ὀξύτητα νοός, δι' εὐπαιδευ-
σίαν λόγων, διὰ δικαιοσύνης ὀρθότητα, δι' εὐεργεσίας ἑτοιμότητα,
διὰ ἀξιοπρέπειαν ὄψεως, διὰ τὴν ἐν πολέμοις ἀνδρείαν καὶ εὐτυχίαν,
ἐν τοῖς βαρβαρικοῖς μέγας, ἐν τοῖς ἐμφυλίοις ἀήττητος, ἐν τῇ πίστει
στερρὸς καὶ ἀσάλευτος. ὅθεν καὶ κατὰ πάντων τῶν πολεμίων ὑπ-
ηγάγετο τῇ εὐχῇ τὴν νίκην. διὸ καὶ κυριακὰ πρὸς ἐπιστροφὴν τῶν
ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ θεοῦ πεποίηκεν.
Τῷ δ' αὐτῷ ἔτει καὶ Μαρτῖνος ἐσφάγη τυραννήσας μῆνας τρεῖς.
καὶ Λικινιανός, ὁ υἱὸς Λικινίου, καῖσαρ ἀπεδύθη ὑπὸ Κωνσταντίνου.
Τῷ δ' αὐτῷ ἔτει Ναρσῆς, ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως,
κατέδραμε τὴν Μεσοποταμίαν καὶ λαμβάνει πόλιν Ἄμιδαν. τούτῳ
Κωνστάντιος ὁ καῖσαρ, Κωνσταντίνου παῖς, πολεμεῖ καὶ πταίσας
ὀλίγα τέλος οὕτω τῆς μάχης ἐκράτησεν, ὡς καὶ αὐτὸν ἀνελεῖν τὸν
Ναρσῆν.
21
►Κόσμου ἔτη ͵εωιϚʹ.
Τῆς θείας σαρκώσεως ἔτη τιϚʹ.
Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κʹ.
Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κβʹ.
Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κδʹ.
Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. εʹ.
Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιʹ.
Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιηʹ.
Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιʹ.◄
Τούτῳ τῷ ἔτει εἰκοσαετηρὶς τῆς Κωνσταντίνου τοῦ Αὐγούστου
βασιλείας ἐτελέσθη. καὶ ἐγένετο ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος
τῶν τιηʹ πατέρων, ὧν οἱ πολλοὶ θαυματουργοί τε καὶ ἰσάγγελοι
ὑπῆρχον, τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι φέροντες ἐκ τῶν
προλαβόντων διωγμῶν. ἐν οἷς καὶ Παφνούτιος καὶ Σπυρίδων καὶ
Μακάριος καὶ ὁ Νισιβηνὸς Ἰάκωβος, θαυματουργοὶ καὶ νεκροὺς ἀνα-
στήσαντες καὶ πολλὰ παράδοξα ποιήσαντες. τῆς δὲ ἁγίας συνόδου ἐν
Νικαίᾳ τῆς Βιθυνίας γενομένης, ἐξῆρχον αὐτῆς Μακάριος ὁ Ἱεροσολύ-
μων καὶ Ἀλέξανδρος Ἀλεξανδρείας, ὑπὲρ δὲ τοῦ Ῥώμης Βίτων καὶ
Βικέντιος παρῆσαν. τῆς δὲ Ἀντιοχέων ἐκκλησίας χηρευούσης, ἡ
σύνοδος Εὐστάθιον ἐκύρωσεν, τὸν ἐπίσκοπον Βεροίας τῆς Συρίας.
Ἀλέξανδρος δέ, ὁ τοῦ Βυζαντίου, οὐ παρῆν ἐν τῇ συνόδῳ διὰ γῆρας
βαθύτατον καὶ ἀσθένειαν σώματος· πρεσβύτεροι δὲ αὐτοῦ τὸν τό-
πον ἀνεπλήρωσαν. τότε καὶ Παῦλος ὁ Νεοκαισαρείας παρῆν τῇ συνόδῳ
καὶ ἄλλο πλῆθος ἁγίων ἀνδρῶν βίῳ καὶ λόγῳ διαπρεπόντων, περὶ
ὧν μεγάλους ἐπαίνους ἐν τῷ τρίτῳ λόγῳ τῶν εἰς τὸν βασιλέα Εὐσέβιος
ὁ Παμφίλου ἔγραψεν. πᾶσι δὲ τὰ πρὸς χρείαν δαψιλῶς ὁ χριστιανι-
κώτατος βασιλεὺς ἐχορήγει. αὕτη ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος
συνεργίᾳ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος Ἄρειον καθεῖλε καὶ τοὺς
ὁμόφρονας αὐτοῦ, Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιν τὸν Νικαίας
καὶ τοὺς περὶ αὐτούς, χωρὶς Εὐσεβίου τοῦ Παμφίλου συνθεμένου
τῇ φωνῇ τοῦ ὁμοουσίου πρὸς τὸ παρόν, καὶ τούτους ἐξορίαις παρ-
έπεμψεν, συμπαρόντος αὐτοῖς καὶ τοῦ πανευφήμου βασιλέως Κων-
σταντίνου καὶ συνεργοῦντος ἐν πᾶσι τοῖς κατὰ θεόν, ἄλλους τε ἀντ'
22
αὐτῶν χειροτονηθῆναι ἐκέλευσε πίστεώς τε ἔκθεσιν ἔγγραφον ἐξήνεγκε
τὴν κατὰ πᾶσαν ἐκκλησίαν ὀρθοδόξων νῦν ἀπαγγελλομένην. τότε
Ἀρείου τοῦ δυσσεβοῦς παρόντος ἐν τῇ συνόδῳ καὶ κρινομένου, Εὐσέβιος
ὁ Νικομηδείας καὶ Θεόγνις καὶ Μάρις καὶ Νάρκισσος καὶ Θεόφαντος
καὶ Πατρόφιλος ἀντεποιοῦντο Ἀρείου, οἳ συντάξαντες πίστεως λόγον
βλάσφημον ἐπέδωκαν τῇ συνόδῳ. τοῦ δὲ διαρρηχθέντος, οἱ πεποιηκότες
τοῦτον ἀντιστραφέντες κατεδίκασαν Ἄρειον χωρὶς Σεκούνδου Πτολε-
αΐδος τῆς Αἰγύπτου καὶ Θεωνᾶ τοῦ Μαρμαρικῆς, ὧν ἐκβληθέντων
σὺν Ἀρείῳ καὶ ἀναθεματισθέντων, τὸ ἅγιον σύμβολον τῆς πίστεως
ὑπηγόρευσαν ὑπογράψαντες ἅπαντες σὺν τῷ πανευσεβεῖ βασιλεῖ, καὶ
εὐφήμησαν, καὶ οὕτω διελύθη ὁ σύλλογος.
Τούτῳ τῷ ἔτει Κρίσπος, ὁ υἱὸς τοῦ βασιλέως, Χριστιανὸς ἐκοι-
μήθη· καὶ τὸ Βυζάντιον ἤρξατο κτίζεσθαι.
Συνέστη οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος τῇ δωδεκάτῃ
ἰνδικτιῶνι, ἔτει εἰκοστῷ τοῦ μεγάλου Κωνσταντίνου, μηνὶ Μαίῳ κʹ.
ἔγραψε δὲ ἐπιστολὴν ἐγκύκλιον ἡ σύνοδος ἐν Ἀλεξανδρείᾳ καὶ Λιβύῃ
καὶ Πενταπόλει, δι' ἧς ἐδήλωσε τὴν ἐκβολὴν Ἀρείου καὶ Σεκούνδου
καὶ Θεωνᾶ· ἐσήμανε δὲ καὶ περὶ Μελετίου, ὥστε ἰδιάζειν ἐν τῇ ἰδίᾳ
πόλει ἡσυχάζοντα, τοὺς δὲ ὑπ' αὐτοῦ χειροτονηθέντας μυστικωτέρᾳ
χειροτονίᾳ βεβαιοῦσθαι. ἔγραψε δὲ καὶ περὶ τοῦ πάσχα μηκέτι μετὰ
Ἰουδαίων αὐτὸ ποιεῖν, ἀλλὰ τῷ κατὰ Ἰταλίαν τύπῳ κατὰ τὴν κυριακὴν
μᾶλλον ἡμέραν ἑορτάζοντας. ὁμοίως καὶ ὁ πανευσεβὴς βασιλεὺς ἐπιστο-
λὰς ἔγραψε πανταχοῦ τὰ αὐτὰ κελευούσας καὶ βεβαιούσας τὰ παρὰ
τῆς ἁγίας συνόδου ἐκφωνηθέντα, καὶ Ἄρειον ἅμα τοῖς ὁμόφροσιν
αὐτοῦ ἀποκηρύττων, Πορφυριανούς τε αὐτοὺς ὀνομάζεσθαι, καὶ τὰ
συγγράμματα αὐτῶν κατακαίεσθαι, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας
θανατοῦσθαι· ἐξέθετο δὲ καὶ νόμον βασιλικὸν οὕτω ταῦτα γενέσθαι.
τῆς δὲ ἑορτῆς ἐνστάσης κατ' αὐτὸ τῆς εἰκοσαετηρίδος τῆς αὐτοῦ
βασιλείας, πάντας τοὺς πατέρας εἰς ἑστίασιν προετρέψατο, συγκατα-
κλιθεὶς αὐτοῖς καὶ λαμπρῶς τιμήσας αὐτούς· Παφνουτίου δὲ καὶ
τῶν ὁμοίων ὁμολογητῶν τοὺς ἐξορυχθέντας ὀφθαλμοὺς καὶ τὰ πηρω-
θέντα μέλη ἐν τῷ διωγμῷ κατεφίλει, ἁγιασμὸν ἐξ αὐτῶν ποριζόμενος.
23
παρῄνει δὲ πᾶσι τοῖς ἐπισκόποις εἰρήνην ἄγειν καὶ τῶν κατὰ τοῦ
πλησίον λοιδοριῶν ἀπέχεσθαι. τοὺς δὲ λιβέλλους, οὓς κατ' ἀλλήλων
τινὲς ἐπιδεδώκασιν, πυρὶ κατέκαυσεν ὅρκῳ βεβαιῶν, ὡς, εἰ ἴδοι ἐπί-
σκοπον μοιχεύοντα, τῇ πορφυρίδι σκέπειν τοῦτον προθύμως. πολλὰ
δὲ πάσαις ταῖς ἐκκλησίαις δωρησάμενος καὶ τοῖς ἄρχουσι τῶν ἐθνῶν
τιμᾷν τοὺς ἱερεῖς παρακελευσάμενος χαίροντας ἅπαντας ἐξαπέστειλεν.
τοῦ δὲ βασιλέως ὑπὸ φιλοσόφων Ἑλλήνων ὀνειδισθέντος ἐν Βυζαντίῳ,
ὡς οὐ πράττει καλῶς παρὰ τὰ ἔθη τῶν βασιλέων Ῥωμαίων νεωτερίζων
τὴν θρησκείαν, ἔδοξε τῷ βασιλεῖ ἕνα τῶν φιλοσόφων Ἀλεξάνδρῳ
τῷ ἐπισκόπῳ τοῦτον πρὸς τὸ διαλεχθῆναι μετ' αὐτοῦ παραπέμψαι.
ὁ δὲ Ἀλέξανδρος θεῖος μὲν ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. εἶπε δὲ τῷ
διαλεκτικῷ φιλοσόφῳ γλωσσαλγοῦντι· “ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ
Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ σιωπᾷν καὶ μὴ φθέγγεσθαι.” ἅμα δὲ
τῷ λόγῳ ἐφιμώθη καὶ γέγονεν ἄλαλος. τῷ δὲ ἐπισκόπῳ Ἱεροσολύμων
Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ προσέταξεν ὁ βασιλεὺς ἐπανιόντι
ἐρευνῆσαι τὸν τόπον τῆς ἁγίας ἀναστάσεως καὶ τὸν τοῦ κρανίου
Γολγοθὰ καὶ τὸ ζωοποιὸν ξύλον. τῷ δ' αὐτῷ, ἔτει Ἑλένην, τὴν
θεόφρονα αὐτοῦ μητέρα, ἔστεψε καὶ μονήταν ὡς βασιλίδι ἀπένειμεν.
αὕτη δὲ ὀπτασίαν ἑώρακε κελεύουσαν αὐτῇ καταλαβεῖν τὰ Ἱεροσόλυμα
καὶ τοὺς ὑπὸ ἀνόμων καταχωσθέντας θείους τόπους εἰς φῶς ἀγαγεῖν.
ἡ δὲ τὸν παῖδα Κωνσταντῖνον ᾐτήσατο τὰ θεόθεν αὐτῇ κελευσθέντα
πληρῶσαι. ὁ δὲ τὴν ὑπακοὴν πεποίηκεν. θείῳ δὲ νεύματι κινού-
μενος ὁ εὐσεβὴς Κωνσταντῖνος πόλιν εἰς ἴδιον ὄνομα κτίσαι βουλη-
θεὶς ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δή
φασι τὸν ναύσταθμον ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν στρατεύσαντας
Ἕλληνας, θεὸς κατ' ὄναρ αὐτῷ ἐκέλευσεν ἐν τῷ Βυζαντίῳ κτίσαι τὴν
νῦν Κωνσταντινούπολιν· ἣν καὶ φιλοτίμως δειμάμενος οἴκοις περι-
φανέσιν, τοὺς ἀπὸ Ῥώμης ἀξιολόγους μετῴκισεν, καὶ ἐξ ἄλλων τόπων
κατὰ γένος ἐπιλεξάμενος καὶ οἴκους μεγάλους αὐτοῖς χαρισάμενος
οἰκῆσαι τὴν πόλιν πεποίηκεν. τότε δὴ τὸν ναὸν τῆς ἁγίας Εἰρήνης
καὶ τῶν ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἀρχαγγέλου ἐν
24
τῷ Ἀνάπλῳ ὁ φιλόχριστος βασιλεὺς ᾠκοδόμησεν, τοὺς δὲ τῶν Ἑλλή-
νων εἰδωλικοὺς ναοὺς καταλύεσθαι προσέταξε καὶ ἐκκλησίας οἰκο-
δομεῖσθαι. τότε κατεσκάφη ὁ ἐν Αἰγαῖς Ἀσκληπιοῦ ναὸς καὶ ὁ ἐν
Ἀφάκοις τῆς Ἀφροδίτης καὶ πολλοὶ ἕτεροι. καὶ τὰς τούτων προσ-
όδους ταῖς ἐκκλησίαις ἐδωρήσατο. τότε πολλὰ ἔθνη τῷ βαπτίσματι
προσῆλθον τοῖς θαύμασι τοῖς γινομένοις ὑπὸ τῶν αἰχμαλώτων τῶν
ἐπὶ Γαλιήνου τοῦ βασιλέως αἰχμαλωτισθέντων ἱερέων πρότερον ἐκ
τῶν ἐπιδραμόντων τοῖς Ῥωμαίοις Γότθων καὶ Κελτῶν καὶ Γαλατῶν
τῶν ἑσπερίων. καὶ νῦν δὲ ἐπὶ τοῦ νικητοῦ Κωνσταντίνου πλεῖστα
τῶν ἐθνῶν ἐφωτίσθησαν τῷ Χριστῷ προσδραμόντα. Ἰνδοὶ οἱ ἐνδό-
τεροι ἐπίστευσαν τῷ Χριστῷ, Μερωπίου φιλοσόφου Τύρου Αἰδέσιον
καὶ Φρουμέντιον τοὺς μαθητὰς αὐτοῦ λαβόντος καὶ εἰσελθόντος ἐκεῖ
ἱστορῆσαι τοὺς τόπους καὶ διδάξαντος αὐτοὺς τὸν λόγον τοῦ θεοῦ.
πρῶτον ἐπίσκοπον Φρουμέντιον χειροτονεῖ Ἀθανάσιος ἐν αὐτοῖς.
ὁμοίως καὶ Ἴβηρες ἐπὶ αὐτοῦ ἐπίστευσαν τὰ ὑπὸ τῆς αἰχμαλώτου
γυναικὸς Χριστιανῆς ὁρῶντες γινόμενα θαύματα καὶ τὴν ἐπιπεσοῦσαν
ἀχλὺν τῷ βασιλεῖ αὐτῶν κυνηγοῦντι. ταῦτα Ῥουφῖνος ἱστορεῖ παρὰ
τοῦ αὐτοῦ βασιλέως τῶν Ἰβήρων Βακκουρίου ἀκηκοώς. ὁμοίως καὶ
Ἀρμένιοι τελείως ἐπὶ αὐτοῦ ἐπίστευσαν, διὰ Τηριδάτου βασιλέως αὐ-
τῶν καὶ Γρηγορίου ἐπισκόπου αὐτῶν τὴν σωτηρίαν δεξάμενοι. τότε
καὶ Δωρόθεος, ἐπίσκοπος Τύρου, ὁ ἐπὶ Διοκλητιανοῦ πολλὰ κακοπαθή-
σας καὶ ἐξορίας καὶ βάσανα ὑπομείνας, ἤκμαζεν, πλεῖστα συγγράμ-
ματα καταλιπὼν Ῥωμαϊκὰ καὶ Ἑλληνικά, ὡς ἀμφοτέρων γλωσσῶν
ἐμπειρότατος καὶ πολυΐστωρ δι' εὐφυΐαν γενόμενος. οὗτος ἀκριβῶς
καὶ περὶ τῶν ἐπισκόπων τοῦ Βυζαντίου καὶ ἄλλων πολλῶν τόπων
διεξῆλθεν. ὁ αὐτὸς…
…
The complete text is available when the reading interface loads.