The Greek Library Catalogue

Anonymous

Epigramma

Edition reference
Epigramma, AG: 7.553.
CTS identifier
urn:cts:greekLit:tlg4066.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

553

{ΔΑΜΑΣΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ}

Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη,

καὶ τῷ σώματι νῦν ηὗρον ἐλευθερίην.

Photius Bibliotheca, cod. 181 p. 125b 32 Bekker (= Henry II p. 189) Γράφειν δὲ τὸν Ἰσιδώρου βίον προθέμενος, Θεοδώρᾳ τινὶ τὸ σύνταγμαπροσπεφώνηκεν, Ἕλληνα μὲν καὶ αὐτῇ θρησκείαν τιμώσῃ, μαθημάτων δὲ τῶντε κατὰ φιλοσοφίαν, καὶ ὅσα περὶ ποιητάς τε καὶ γραμματικὴν στρέφεταιἐμπειρίαν, οὐκ ἀπείρως ἐχούσῃ, ἀλλά γε καὶ πρὸς γεωμετρικήν τε καὶ ἀριθμητι-κὴν ἀνηγμένῃ θεωρίαν, αὐτοῦ τε Δαμασκίου καὶ Ἰσιδώρου τὴν διδασκαλίαναὐτῇ τε καὶ ταῖς νεωτέραις ἀδελφαῖς κατὰ διαφόρους χρόνους πεποιημένων.αὕτη θυγάτηρ ἐγεγόνει Κυρίνας καὶ Διογένους τοῦ Εὐσεβίου τοῦ Φλαβιανοῦ,ὃς εἷλκε τὸ γένος ἀπὸ Σαμψιγεράμου τε καὶ Μονίμου, εἰς οὓς ἀνάγεται καὶἸάμβλιχος, ἄνδρας τὰ πρῶτα τῆς εἰδωλολατρούσης ἀσεβείας ἀπενεγκαμένους.τὴν μὲν οὖν βιογραφίαν Ἰσιδώρου ὁ Δαμάσκιος ταύτῃ προσφωνεῖ, ἧς καὶ ἡἀξίωσις, καὶ ἄλλων τινῶν συναιτίων γεγενημένων τῆς προτροπῆς, αἰτία κατέστητῷ συγγραφεῖ, καθάπερ αὐτὸς ἐπιμαρτύρεται, τῆς σπουδῆς.cod. Vaticanus 1950, folium 401 Σεμνότητος μὲν ὁ λόγος ἀντέχεται· εἰς σεμνότητα δέ, οὐκ εἰς ἀλαζονικήντινα οὐδὲ σκοτεινὴν οὐδὲ περιοδικὴν ἀχθήσεται, σαφὴς δὲ καὶ αὐτοφυὴς καὶἀσύνδεσμος ἔσται καὶ τῆς νεαροπρεποῦς ῥητορείας οὐκ ἐθελήσει ἀντέχεσθαι.οἰκεῖον γὰρ τὸ σεμνόν, τὸ σῶφρον, τὸ σαφές, τὸ μὴ ἐπιτετηδευμένον, τὸ ἀρχαῖοντοῦ θείου φιλοσόφου, περὶ οὗ ὁ λόγος, τῷ εἴδει καὶ τύπῳ τῆς διηγήσεως. καὶτὸ μὴ προσκορὲς δὲ διὰ πλῆθος τῷ μὴ ἀπειροκάλῳ λόγῳ ἀναγκαῖον ὑπάρχειν.ὅπως δὲ τὸ σεμνὸν καὶ ἀρχαῖον καὶ σαφὲς καὶ σύντομον εἰς ταὐτὸ δυνατὸνἰέναι, εἰ καὶ τοῦτο οὐ ῥᾳδίον, καὶ ποῖαι τῶν ἰδεῶν τοῦτο ἐργάζονται, καὶτίς ἡ τούτων μῖξις, εἰπεῖν μὲν οὐ πάνυ δυσχερές, χρήσασθαι δὲ ταύταιςἐν τῷ λόγῳ καὶ κατανοῆσαι ταύτας ἑτέρου λέγοντος, τίνες τε καὶ ὅπωςμεμιγμέναι καὶ τί ἑκάστης πλεονάζει, οὐκέτι εὐπετὲς τῷ μὴ μελέτῃ καὶμαθήσει τεχνικῇ ἠγμένῳ. ἐννοίαις τε οὖν καὶ μεθόδοις ταῖς κατὰ ἀπόφασινκαὶ δίχα ἐνδοιασμοῦ καὶ μετὰ ἀξιώματος προφερομέναις χρηστέον, αἷς καὶἀνάγκη ἀκολουθεῖν τὸν βίον καὶ πράξεις θείου ἀνδρὸς γράφοντα, λέξει δὲμὴ τετραμμένῃ μηδὲ ἐφ' ἑαυτῆς σκληρᾷ, σχήμασι δὲ ὀρθοῖς καὶ μὴ ἀποστρέ-φουσι τὸν λόγον ἀλλ' ἐκ τῆς τοῦ λέγοντος γνώμης προφερομένοις, κώλοιςδὲ καὶ κόμμασι, μέτροις τῶν λόγων οὖσιν, ὡς ἐνδέχεται μὴ περιοδικοῖςμηδὲ συνδεδεμένοις μηδὲ ἀλλήλων ἐξηρτημένοις, ἀλλὰ δεῖ τὴν συνέχειαν μὲναὐτῶν φυλάττεσθαι καὶ μὴ κενὰς τρόπον τινὰ χώρας εἶναι, συγκεῖσθαι δὲκαὶ ἑνοῦσθαι δίκην λίθων καλῶς ἐξεσμένων πρὸς τὸ ἀλλήλοις εὐρύθμωςσυνάπτεσθαι δίχα τῶν ἔξωθεν δεσμῶν (τοῦτο δὲ ἤδη τῶν πάνυ χαλεπῶν ἐντοῖς λόγοις τῷ ὄντι ἐγγίνεσθαι), τὰς δὲ συνθέσεις αὐτοφυῶς συγκεῖσθαι, καὶτὰς ἀναπαύσεις βεβηκέναι ἐπί τινων ὀνοματικῶν ἢ ἄλλως μακροτέρων ἢ τοῖςχρόνοις ἢ τῷ πλήθει τῶν συλλαβῶν καὶ λέξεων. καὶ τούτοις ἑπέσθω ὁῥυθμὸς μὴ εὐρίπιστος ἀλλ' ἀκόλουθος μάλιστα ταῖς ἀναπαύσεσι. τούτων δὴἕξεται πᾶς ὁ σεμνὸς ἅμα καὶ σαφὴς καὶ σύντομος καὶ ἀρχαῖος λόγος ἐσόμενος.ὅπως δὲ ἕκαστον τούτων κἀν τοῖς παροῦσιν ἔστι καὶ μέμικται, καὶ τίναπλεονάζει καὶ τίνα παρεῖται καὶ δι' ἃς αἰτίας ἕκαστον, ὅ γε τεχνίτης καὶεὔνους τῷ λόγῳ γνώσεται. ἴστω δὲ πᾶς, ὡς οὐκ ἐπιδείξεως χάριν ἀλλὰ τοῦὁσίου τοῦ πρὸς τὸν κοινὸν εὐεργέτην ἅπαντα γέγραπται. μάρτυς δὲ τούτουκαὶ ἡ ἀλήθεια καὶ αὐτὸς ὁ θεῖος πατήρ, περὶ οὗ ὁ λόγος, μετὰ τοῦ θεοῦγινώσκων τὴν ἑκάστου περὶ ἅπαντα προαίρεσιν.Epitoma Photiana 231 διὰ μηχανῆς τινος ἀπόρου καὶ ἀνθρωπίνης ἐλπίδος ἔξω καθεστηκυίαςἐν ἀπορρήτοις τὰ ἀπόρρητα διαμηχανωμένους ὑπέρ τε σφῶν αὐτῶν τῆςοὐρανίας ἐλπίδος καὶ ὑπὲρ τῶν ἄλλων Αἰγυπτίων τῆς ὅλης εὐθημοσύνης.Suda II 613, 14; IV 267, 18 s. vv. ἱερατική; Πυθαγόρας ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν, ἀλλ' ἡ μὲνφιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας, εἰς τὴν ὑποστάθμην τῶν ὄντωνκαθήκουσα διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺςκρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶνκαθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναιτὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶνἙλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶνθεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶνπερικοσμίων αἰτιῶν ἄρχεσθαι καὶπερὶ ταῦτα πραγματεύεσθαι, ψυχῶνπερὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰκαὶ Αἰγυπτίοις φιλοσοφεῖται, τῶν τεἐν ᾅδου {μυρίων} λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων,ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢγένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοιφιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοιἐξήνεγκαν εἰς τοὺς Ἕλληνας.Epitoma Photiana 232ἀλλ' ἐντεῦθέν ποθεν ἀπὸ τῆς τρίτηςκαὶ περικοσμίου γενέσεως ἀναδήσα-σθαι τὰ πείσματα τῆς ἀναγωγοῦ σω-τηρίας.Suda III 568, 31 s. v. Ὄσιρις Ὄσιρις· τοῦτον οἱ μὲν λέγουσινεἶναι τὸν Διόνυσον, οἱ δὲ ἄλλον· ὃνὑπὸ Τυφῶνος δαίμονος ἐσπαράχθαι,καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις, καὶ τοῦ σπαραγμοῦ μνήμηνποιεῖσθαι ἐπὶ πάντα τὸν χρόνον.Suda III 568, 14 s. v. ὅσιονχωρίονΔαμάσκιος· Ὄσιρις ΔιόνυσοςSuda III 35, 30 s. v. κάρρων ᾤμην αὐτὸν κεκραγέναι καταβάντα εἰς γένεσιν· “ἐγὼ δὲ καρρόθεν ἐνθάδεἀφικόμην.”Epitoma Photiana 233; Suda IV 335, 11 s. v. Σεβῆρος καὶ δὴ Σεβῆρος ἀνὴρ τῆς Ῥώμης πατρίκιος, ἄλλα τε διηγεῖτο ἐν Ἀλε-ξανδρείᾳ συνδιαιτώμενος, καὶ ὅτι λίθον ἐθεάσατο ἐν ᾧ σελήνης ἐγίνετοσχήματα μεταμορφουμένης παντοῖα μέν, ἄλλοτε δ' ἄλλα πρὸς ἥλιον αὐξο-μένης καὶ μειουμένης ἐνόντα τῷ λίθῳ, καὶ αὐτὸν τὸν ἥλιον· ὅθεν ἡ φήμητοὺς τοιούτους λίθους καλεῖ συνοδίτας. καὶ ἡλίτην δὲ λίθον ἔλεγεν ἑωρακέναι,οὐχ οἷον οἱ πολλοὶ ἑωράκαμεν, ἀκτῖνας διαφαίνοντα ἀπὸ τοῦ βάθους χρυσί-τιδας, ἀλλὰ δίσκον ἡλιοειδῆ κείμενον μέσον τοῦ λίθου, σφαῖραν αὐτόθενπυρὸς ὡς ἰδεῖν· ἀπ' αὐτῆς δὲ τὰς ἀκτῖνας ἐκθρώσκειν ἕως ἐπὶ τὴν ἴτυν·εἶναι γὰρ σφαιροειδῆ καὶ ὅλον τὸν λίθον. ἰδεῖν δὲ καὶ σεληνίτην, οὐ τὸνὕδατι τεγγόμενον, εἶτα ἐκφαίνοντα τὸν μηνίσκον, καὶ διὰ τοῦτο ὑδροσεληνίτηνκαλούμενον, ἀλλὰ κατὰ φύσιν τὴν ἑαυτοῦ τρεπόμενον ὅτε καὶ ὅπως ἡ σελήνητρέποιτο, θαυμάσιον χρῆμα τοῦτό γε φύσεως.Suda II 668, 25; II 12, 18; II 562, 29 s. vv. Ἰσίδωρος et δαιμονίᾳ etἡλικιώτης νέῳ δὲ ὄντι θαυμαστόν τι συμβέβηκεν. ἀδελφῆς γὰρ υἱὸς αὐτῷ καὶἡλικιώτης ἔτη ὀκτωκαίδεκα γεγονώς, ἐπιδειξάμενος εὐθὺς ἐκ νέων φύσεώςτινα ῥώμην δαιμονίαν, ἀπὸ τοῦ τέγους πεσὼν ἐτελεύτα παραχρῆμα τὸν βίον·καὶ πένθους ἐπ' αὐτῷ μεγάλου συνεστῶτος, ἐπιφοιτῶν ἐνύπνιος τῷ Ἰσιδώρῳτοῦτον παρεμυθεῖτο.Epitoma Photiana 234 τυφλῆς δὲ καὶ ἀσαφοῦς τῆς φήμης περιπλανωμένης.Epitoma Photiana 235 ὁ μὲν οὖν πλεῖστος λόγος ἀπολωλέναι τὸν Αἰγύπτιον, διεφέρετο δὲ ὅμωςκαὶ σωτηρίας τις ἄγγελος φήμη.Suda III 568, 16 s. v. ὅσιον χωρίον ἐπεὶ δ' ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίαςἐτράπετο.Suda I 284, 8 s. v. ἀπήντα