De principiis
- Edition reference
- De principiis, ed. C. É. Ruelle, Damascii successoris dubitationes et solutiones, vols. 1 & 2, Paris: Klincksieck, 1:1889; 2:1899: 1:1– 324; 2:1–4.
- CTS identifier
urn:cts:greekLit:tlg4066.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
4
σιαζόμενοι καὶ ἔτι πολλαπλασιαζόμενοι, ἐκεῖνο γὰρ τῷ ἓν εἶναι, πάντα ἐστὶ
τὸν ἁπλούστατον τρόπον· εἰ δὲ καὶ τοῦτο λέγοι τις, ὅμως ἐξῃρημένην δεῖ εἶναι
τὴν τῶν πάντων ἀρχήν, αὐτῶν τῶν πάντων καὶ τῆς ἁπλουστάτης παντότητος
καὶ τῆς πάντα καταπιούσης ἁπλότητος, οἵα ἡ τοῦ ἑνός.
Μαντεύεται ἄρα ἡμῶν ἡ ψυχὴ τῶν ὁπωσοῦν πάντων ἐπινοουμένων εἶναι
ἀρχὴν ἐπέκεινα πάντων ἀσύντακτον πρὸς πάντα. Οὐδὲ ἄρα ἀρχήν, οὐδὲ
αἴτιον ἐκείνην κλητέον, οὐδὲ πρῶτον, οὐδέ γε πρὸ πάντων, οὐδ' ἐπέκεινα
πάντων· σχολῇ γε ἄρα πάντα αὐτὴν ὑμνητέον· οὐδ' ὅμως ὑμνητέον, οὐδ' ἐν-
νοητέον, οὐδὲ ὑπονοητέον· ὅ τι γὰρ ἂν νοήσαιμεν ἢ ἐπινοήσαιμεν ἤτοι τῶν
πάντων τί ἐστι, καὶ τοῦτό γε ἀληθέστερον, ἢ διακαθαιρόμενον τὰ πάντα ἐστί,
κἂν εἰς τὸ ἁπλούστατον ἀναβαίημεν, ἀναλύοντές τε καὶ ἀναλυόμενοι, ὃ πάντων
ἐστὶν περιεκτικώτατον, οἷον ἡ ἐσχάτη περιφέρεια, οὐ τῶν ὄντων, ἀλλὰ καὶ
τῶν μὴ ὄντων. Τῶν μὲν γὰρ ὄντων τὸ ἡνωμένον καὶ πάντη ἀδιάκριτον ἔσ-
χατον· πᾶν γὰρ ὂν μικτὸν ἐκ στοιχείων, τῶν δὲ πολλῶν ἁπλῶς τὸ ἕν· τοῦ
γὰρ ἑνὸς ἁπλούστερον οὐδὲν ἔχομεν ἐννοεῖν, τοῦ πάντη ἑνὸς καὶ μόνον ἑνός·
ὃ καὶ εἰ ἀρχὴν λέγοιμεν καὶ αἴτιον καὶ πρῶτον καὶ ἁπλούστατον, ἐκεῖ ταῦτά
τε καὶ πάντα τὰ ἄλλα μόνον κατὰ τὸ ἕν· ἡμεῖς δὲ συνελεῖν οὐ δυνάμενοι
μεριζόμεθα περὶ αὐτὸ τὰ ἐν ἡμῖν μεμερισμένα ἐκείνου κατηγοροῦντες, πλὴν
ὅτι καὶ ταῦτα ἀτιμάζομεν, ὡς πολλὰ τῷ ἑνὶ μὴ ἐφαρμόζειν. Οὐδὲ ἄρα γνωστόν,
οὐδὲ ὀνομαστόν; εἴη γὰρ ἂν καὶ ταύτῃ πολλά· ἢ καὶ ταῦτα ἐν αὐτῷ κατὰ
τὸ ἕν· πανδεχὴς γὰρ ἡ τοῦ ἑνὸς φύσις, μᾶλλον δὲ παντοφυής. Καὶ οὐδὲν ὅ τι
μὴ ἔστι τὸ ἕν· διὸ πάντα ἀπ' αὐτοῦ οἷον ἐκμηρύεται· καὶ τὸ κυρίως αἴτιόν τε
καὶ πρῶτον, ἐκεῖνο καὶ τέλος αὐτὸ καὶ ἔσχατον αὐτὸ θριγκὸς ἀτεχνῶς τῶν
πάντων, καὶ τῶν πολλῶν μία φύσις, οὐχ ἡ ἐν αὐτοῖς ἀπ' ἐκείνου, ἀλλ' ἡ πρὸ
5
αὐτῶν γεννητικὴ τῆς ἐν αὐτοῖς, ἡ ἀμερεστάτη κορυφὴ τῶν ὁπώσποτε πάντων,
καὶ ἡ μεγίστη περιοχὴ τῶν ὁπώσποτε ὅλων λεγομένων. Ἀλλ' εἰ τὸ ἓν πάντων
αἴτιον καὶ πάντων περιεκτικόν, τίς ἡ ἐπεκείνα καὶ τούτου ἀνάβασις ἡμῶν;
μήποτε γὰρ κενεμβατοῦμεν εἰς αὐτὸ τὸ οὐδὲν ἀνατεινόμενοι· ὁ γὰρ μηδὲ ἕν
ἐστι, τοῦτο οὐδέν ἐστι κατὰ τὸ δικαιότατον· πόθεν γὰρ ὅτι καὶ ἔστι τι τοῦ
ἑνὸς ἐπέκεινα; ἄλλου γὰρ οὐδενὸς χρῄζει τὰ πολλὰ ἢ τοῦ ἑνός· διὸ μόνον τὸ
ἓν αἴτιον τῶν πολλῶν· διὸ καὶ τὸ ἓν πάντως αἴτιον, ὅτι τῶν πολλῶν αἴτιον
δεῖ μόνον εἶναι τὸ ἕν· οὔτε γὰρ τὸ οὐδέν (τὸ γὰρ οὐδὲν αἴτιον οὐδενός), οὔτε
αὐτὰ τὰ πολλά· ᾗ γὰρ πολλά, ἀσύντακτα καὶ πῶς ἓν αἴτιον ἔσται τὰ πολλά·
εἰ δὲ καὶ πολλὰ αἴτια, οὐκ ἀλλήλων διὰ τὸ ἀσύντακτον καὶ διὰ τὸ κύκλῳ·
αὐτὸ ἄρα ἑαυτοῦ ἕκαστον αἴτιον· τῶν ἄρα πολλῶν οὐδὲν αἴτιον· ἀνάγκη ἄρα
τὸ ἓν εἶναι τῶν πολλῶν αἴτιον, ὃ καὶ τῆς ἐν αὐτοῖς αἴτιον συντάξεως· ὁμό-
πνοια γάρ τις ἡ σύνταξις καὶ ἡ πρὸς ἄλληλα ἕνωσις.
Εἰ δ' οὖν ταῦτά τις ἀπορούμενος λέγοι ἀρκεῖσθαι τῇ ἀρχῇ τοῦ ἑνὸς καὶ
προστιθείη τὸν κολοφῶνα ὡς οὐδὲ ἔννοιαν οὐδὲ ὑπόνοιαν ἔχομεν ἁπλουστέραν
τοῦ ἑνός, πῶς οὖν ὑπονοήσομεν ἐπέκεινά τι τῆς ἐσχάτης ὑπονοίας τε καὶ
ἐννοίας; εἴ τις ταῦτα φάσκοι, συγγνωσόμεθα μὲν αὐτῷ τῆς ἀπορίας· ἄβατος
γὰρ ὡς ἔοικεν καὶ ἀμήχανος ἡ τοιάδε φροντίς. Ἀλλ' ὅμως ἐκ τῶν ἡμῖν γνωρι-
μωτέρων, ἀνεθιστέον τὰς ἐν ἡμῖν ἀρρήτους ὠδῖνας, εἰς τὴν ἄρρητον οὐκ οἶδα
ὅπως εἴπω συναίσθησιν τῆς ὑπερηφάνου ταύτης ἀληθείας· ἐπεὶ γὰρ ἐν τοῖς
τῇδε τὸ ἄσχετον πάντη τιμιώτερον τοῦ ἐν σχέσει καὶ τοῦ συντεταγμένου τὸ
ἀσύντακτον, ὡς ὁ θεωρητικὸς τοῦ πολιτικοῦ, καὶ ὁ <Κρόνος> φέρε εἰπεῖν τοῦ
δημιουργοῦ, καὶ τὸ ὂν τῶν εἰδῶν, καὶ τὸ ἓν τῶν πολλῶν, ὧν ἀρχὴ τὸ ἕν, οὕτω
6
καὶ ἁπλῶς αἰτίων καὶ αἰτιατῶν καὶ ἀρχῶν ἁπασῶν καὶ ἀρχομένων τὸ πάντα
τὰ τοιαῦτα ἐκβεβηκὸς καὶ ἐν οὐδεμιᾷ συντάξει καὶ σχέσει ὑποτιθέμενον, ὡς
τῷ λόγῳ φάναι· ἐπεὶ καὶ τὸ ἓν τῶν πολλῶν φύσει προέστηκεν καὶ τὸ ἁπλού-
στατον τῶν συνθετωτέρων ὁπωσοῦν, καὶ τὸ περιεκτικώτατον τῶν εἴσω περι-
εχομένων· τόδ' εἰ θέλεις εἰπεῖν ἐπέκεινα πάσης ἐστὶν καὶ τῆς τοιαύτης
ἀντιθέσεως, ἐπέκεινα οὐ τῆς ἐν ὁμοταγέσι μόνον, ἀλλὰ καὶ τῆς ὡς πρώτου
καὶ μετὰ τὸ πρῶτον.
Ἔτι τοίνυν τὸ μὲν ἓν καὶ τὸ ἡνωμένον καὶ τὰ ἀπὸ τούτων πολλὰ καὶ
διακεκριμένα, πάντα ἐστίν· ὅσα γὰρ τὰ διακρινόμενα, τοσαῦτα τὸ ἡνωμένον,
ἀφ' οὗ καὶ διακρίνεται· καὶ ὅσα τὰ πολλά, τοσαῦτα τὸ ἕν, ἀφ' οὗ ἐξελίττεται·
ἓν μέντοι οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ὅτι μετ' αὐτὸ τὰ πολλά, καὶ οὐκ ἐν
αὐτῷ· καὶ ἡνωμένον, ὅτι συναίρεμα τῶν διακρινομένων πρὸ τῆς διακρίσεως·
εἴτε οὖν κατὰ τὴν σύνταξιν, εἴτε κατὰ φύσιν τὴν ἑαυτῶν, πάντα ἑκάτερον. Τὰ
δὲ πάντα οὐ δύναται πρῶτα εἶναι οὐδὲ ἀρχή, εἰ μὲν κατὰ σύνταξιν, ὅτι καὶ
τὰ ἔσχατα σὺν αὐτοῖς, εἰ δὲ τὸ ἓν αὐτῶν μόνον, ὅτι καὶ ἓν καὶ πάντα ὁμοῦ
κατὰ τὸ πάντη ἓν (τὸ δὲ πάντη ἐπέκεινα τῶν πάντων οὔπω εὑρήκαμεν), καὶ
ὅτι κορυφὴ τῶν πολλῶν τὸ ἕν, ὡς αἴτιον τῶν ἀπ' αὐτοῦ. Πρὸς δὲ τούτοις, τὸ
ἓν ἡμεῖς ἐννοοῦμεν κατὰ τὴν διακαθαιρομένην ὑπόνοιαν εἰς τὸ ἁπλούστατον
καὶ περιεκτικώτατον· τὸ δὲ σεμνότατον ἄληπτον εἶναι δεῖ πάσαις ἐννοίαις
τε καὶ ὑπονοίαις, ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ ἀναφεῦγον ἀεὶ πρὸς τὸ ἄνω τὰς
ἡμετέρας ἐννοίας τιμιώτερον τοῦ προχειροτέρου, ὥστε τιμιώτατον ἂν εἴη τὸ
πάσας ἐκπεφευγὸς τὰς ἡμετέρας ὑπονοίας· εἰ δὲ τοῦτο οὐδέν ἐστιν, ἔστω
διττὸν τὸ οὐδέν, τὸ μὲν κρεῖττον τοῦ ἑνός, τὸ δὲ ἐπίταδε· εἰ δὲ κενεμβατοῦμεν
ταῦτα λέγοντες, διττὸν καὶ τὸ κενεμβατεῖν, τὸ μὲν ἐκπίπτον εἰς τὸ ἄρρητον,
τὸ δὲ εἰς τὸ μηδαμῆ μηδαμῶς ὑπάρχον· ἄρρητον μὲν γὰρ καὶ τοῦτο, ὥς φησι
<Πλάτων>, ἀλλὰ κατὰ τὸ χεῖρον, ἐκεῖνο δὲ κατὰ τὸ κρεῖττον. Εἰ δὲ χρείαν αὐτοῦ
τινα ἐπιζητοῦμεν, αὕτη ἐστὶν ἡ πάντων ἀναγκαιοτάτη χρεία τὸ ἐκεῖθεν, ὥσπερ
ἐξ ἀδύτου πάντα προϊέναι, ἔκ τε ἀπορρήτου καὶ τὸν ἀπόρρητον τρόπον· οὔτε
7
γὰρ ὡς ἓν προάγει τὰ πολλά, οὔτε ὡς ἡνωμένον τὰ διακρινόμενα, ἀλλ' ὡς
ἀπόρρητον ἀπορρήτως τὰ πάντα ὁμοίως. Εἰ δὲ αὐτὰ ταῦτα περὶ αὐτοῦ λέγοντες
ὅτι ἀπόρρητον, ὅτι οὐδέν ἐστι τῶν πάντων, ὅτι ἀπερινόητον περιτρεπόμεθα
τῷ λόγῳ, εἰδέναι χρὴ ὅτι ταῦτα ὀνόματά ἐστι καὶ ῥήματα τῶν ἡμετέρων
ὠδίνων, ὅσαι πολυπραγμονεῖν ἐκεῖνο τολμῶσιν, ἐν προθύροις ἑστηκυιῶν τοῦ
ἀδύτου, καὶ οὐδὲν μὲν τῶν ἐκείνου ἐξαγγελουσῶν, τὰ δὲ οἰκεῖα πάθη περὶ
αὐτὸ καὶ τὰς ἀπορίας τε καὶ ἀτευξίας ἑαυτῶν μηνυουσῶν, οὐδὲ σαφῶς, ἀλλὰ
δι' ἐνδείξεων, καὶ ταῦτα τοῖς ἐπαΐειν καὶ τούτων δυναμένοις.
Οὐ μὴν ἀλλὰ καὶ τὰς ὠδῖνας ὁρῶμεν τὰς ἡμετέρας καὶ περὶ τὸ ἓν ταῦτα
πασχούσας, καὶ τὸν ὅμοιον τρόπον ἀδημονούσας τε καὶ περιτρεπομένας· τὸ
γὰρ δὴ ἕν, φησὶν ὁ <Πλάτων>, εἰ ἔστιν, οὐδὲ ἕν ἐστιν· εἰ δ' οὐκ ἔστιν, οὐδεὶς
αὐτῷ λόγος ἁρμόσει, ὥστε οὐδὲ ἀπόφασις, ἀλλ' οὐδὲ ὄνομα· οὐδὲ γὰρ τοῦτο
ἀπλοῦν, οὐδέ τις δόξα, οὐδὲ ἐπιστήμη· οὐδὲ γὰρ αὗται ἁπλαῖ, οὐδὲ αὐτὸς ὁ
νοῦς ἁπλοῦς, ὥστε πάντη ἄγνωστόν τε καὶ ἄρρητον τὸ ἕν. Τί οὖν; ἄλλο τι
τοῦ ἀρρήτου ἐπέκεινα ἐπιζητοῦμεν; ἢ τάχα μὲν ὁ <Πλάτων> διὰ μέσου τοῦ ἑνὸς
ἀνήγαγεν ἡμᾶς ἀπορρήτως εἰς τὸ νῦν δὴ προκείμενον ἀπόρρητον ἐπέκεινα τοῦ
ἑνός· αὐτῇ γε τῇ ἀναιρέσει τοῦ ἑνός, ὥσπερ τῇ ἀναιρέσει τῶν ἄλλων, εἰς τὸ
ἓν περιήγαγεν, ἐπεὶ τὸ ἕν, ὅτι ἐν θέσει τινὶ οἶδε διακαθαιρόμενον, ἐδήλωσεν
ἐν τῷ <Σοφιστῇ>, ἀποδείξας αὐτὸ καθ' αὐτὸ προϋπάρχον τοῦ ὄντος. Εἰ δὲ καὶ
8
μέχρι τοῦ ἑνὸς ἀναβὰς ἐσιώπησεν, καὶ τοῦτο <Πλάτωνι> πρεπῶδες περὶ τῶν
πάντη ἀφθέγκτων πάντη σιωπᾶν ἀρχαιοτρόπως· καὶ γὰρ ἦν τῷ ὄντι παρα-
κινδυνευτικώτατος ὁ λόγος ἐκπίπτων εἰς ἰδιώτιδας ἀκοάς· ἀμέλει καὶ τὸν περὶ
τοῦ μηδαμῆ μηδαμῶς ὄντος ἀνακινήσας περιετράπη καὶ ἐκινδύνευσεν ἐκπεσεῖν
εἰς τὸν τῆς ἀνομοιότητος πόντον, μᾶλλον δὲ τῆς ἀνυποστάτου κενότητος. Εἰ
δὲ αἱ ἀποδείξεις τῷ ἑνὶ οὐχ ἁρμόζουσι, θαυμαστὸν οὐδέν· ἀνθρωπικαὶ γάρ
εἰσι καὶ μεμερισμέναι καὶ συνθετώτεραι τοῦ δέοντος. Αὗται γοῦν οὐδὲ τῷ ὄντι
ἁρμόζουσι, εἰδητικαί γε οὖσαι, μᾶλλον δὲ οὐδὲ τοῖς εἴδεσι, λογικαὶ οὖσαι·
ἢ οὐκ αὐτός ἐστιν ὁ ἐν <ἐπιστολαῖς> ἀποφηνάμενος ὡς τοῦ εἴδους οὐδέν ἐστι
σημαντικὸν παρ' ἡμῖν, οὐ τύπος, οὐκ ὄνομα, οὐ λόγος, οὐ δόξα, οὐκ ἐπιστήμη;
νοῦς γὰρ μόνος ἐπιβάλλοι ἂν τοῖς εἴδεσιν, ὃν οὐδέπω ἔχομεν, οἱ διαλέγεσθαι
ἀγαπῶντες. Εἰ δ' οὖν καὶ προβαλλοίμεθα νόησιν, ἀλλ' εἰδητικήν, οὐκ ἂν ἐφαρμό-
σαιμεν τῷ ἡνωμένῳ καὶ ὄντι· εἰ δέ ποτε καὶ τὴν συνῃρημένην προβαλοίμεθα,
ἀλλὰ καὶ αὐτὴ πρὸς τὸ ἓν ἀσύγκλωστος καὶ ἀσύμβατος· εἰ δὲ καὶ τὴν ἑνιαίαν
καὶ ταύτην εἰς τὸ ἓν αὐτὸ μύσασαν, ἀλλ' αὕτη γε μέχρι τοῦ ἑνὸς ἀναπλοῦται,
εἴπερ τις. καὶ ἔστιν τοῦ ἑνὸς γνῶσις. Τοῦτο γὰρ ἡμᾶς περιμενέτω, ὥστε
πολλαχῆ τὸ ἄρρητον καὶ ἄγνωστον, ὥστε καὶ τὸ ἓν τοιοῦτον· ἀλλ' ὅμως καὶ
νῦν ὧδε ἔχοντες, παραβαλλόμεθα πρὸς τὴν διάκρισιν τῶν τηλικούτων δι' ἐν-
δείξεων καὶ ὑπονοιῶν, καὶ διακαθαιρόμενοι, πρὸς τὰς ἀσυνήθεις ἐννοίας καὶ
δι' ἀναλογίας ἀναγόμενοι καὶ δι' ἀποφάσεων, ἀτιμάζοντες τὰ παρ' ἡμῖν πρὸς
ἐκεῖνα καὶ πρὸς τοῦτο, ποδηγούμενοι ἀπὸ τῶν παρ' ἡμῖν ἀτιμωτέρων πρὸς
τὰ τιμιώτερα· ταῦτα γὰρ καὶ νῦν ποιοῦντες διετελέσαμεν. Καὶ μήποτε τὸ μὲν
πάντη ἀπόρρητον, οὕτως ὡς μηδ' ὅ τι ἀπόρρητον, οὕτως τιθέναι περὶ αὐτοῦ·
τὸ δὲ ἓν οὕτως ὡς πᾶσαν σύνθεσιν ἐκφεῦγον λόγου τε καὶ ὀνόματος καὶ
πᾶσαν διάκρισιν, ὡς γνωστοῦ ἀπὸ τοῦ γινώσκοντος, ἁλώνης τρόπον ἐπινοού-
μενον, ἁπλούστατον καὶ περιεκτικώτατον· καὶ οὐχὶ μόνον ἕν, ὡς τὸ ἰδίωμα
9
τοῦ ἑνός, ἀλλ' ὡς πάντα ἓν καὶ πρὸ πάντων ἕν· οὐ μὴν ἓν τὸ τὶ τῶν πάντων.
Αὗται γὰρ αἱ ὠδῖνες καὶ οὕτω διακαθαίρονται πρὸς τὸ ἁπλῶς ἓν καὶ τὴν
μίαν ἀληθῶς τῶν πάντων ἀρχήν· πάντως δ' ὅτι τὸ ἐν ἡμῖν ἓν οὕτως ὑπονοού-
μενον, ἅτε προσεχέστερον καὶ ἡμῖν συγγενέστερον καὶ ἐκείνου τῷ παντὶ
σχεδὸν λειπόμενον, ἑτοιμότερόν ἐστιν εἰς ὑπόνοιαν τὴν τοιαύτην. Ἀπὸ δὲ τοῦ
τινός, ὁπωσοῦν τεθέντος, καὶ εἰς τὸ ἁπλῶς ῥᾳδία ἡ μετάβασις· κἂν ἐκείνῳ
μηδαμῆ προσβάλλοιμεν, ἀλλὰ καὶ τῷ ἁπλῶς τῷ παρ' ἡμῖν ἐποχούμενοι περὶ
τοῦ πρὸ πάντων ὑπονοοῖμεν. Τὸ μὲν δὴ ἓν οὕτω ῥητὸν καὶ οὕτως ἄρρητον·
ἐκεῖνο δὲ παντελεῖ σιγῇ τετιμήσθω, καὶ πρότερόν γε παντελεῖ ἀγνοίᾳ τῇ
πᾶσαν γνῶσιν ἀτιμαζούσῃ.
Φέρε οὖν τὸ δεύτερον αὐτὸ τοῦτο κατίδωμεν ὅπως λέγεται ἄγνωστον
εἶναι παντελῶς· εἰ γὰρ τοῦτο ἀληθές, πῶς ταῦτα πάντα περὶ αὐτοῦ διαταττό-
μενοι γράφομεν; οὐ γὰρ δὴ λογοποιοῦμεν, πολλὰ ληροῦντες περὶ ὧν οὐκ
ἴσμεν; Εἰ δέ ἐστιν ἀσύντακτον τῷ ὄντι πρὸς πάντα καὶ ἄσχετον πρὸς πάντα,
καὶ οὐδὲν τῶν πάντων, οὐδὲ αὐτὸ τὸ ἕν, αὐτὰ ταῦτα φύσις αὐτοῦ ἐστιν, ἣν ὡς
γινώσκοντες διακείμεθα καὶ ἄλλους διατιθέναι σπουδάζομεν. Ἔτι δὲ αὐτὸ τὸ
ἄγνωστον αὐτοῦ ἢ γιγνώσκομεν ὅτι ἄγνωστον, ἢ ἀγνοοῦμεν· ἀλλ' εἰ μὲν τοῦτο,
πῶς λέγομεν ὅτι πάντη ἄγνωστον; εἰ δὲ γιγνώσκομεν, ταύτῃ ἄρα γνωστόν,
ᾗ ἄγνωστον, γιγνώσκεται ὅτι ἄγνωστον; Πρὸς τοίνυν τούτοις οὐκ ἔστιν ἕτερον
ἑτέρου ἀποφάσκειν, μὴ εἰδότα ἀφ' οὗ τις ἀποφάσκει· οὐδὲ ἔστι φάναι τοῦτο
μὴ εἶναι ἐκεῖνο, παντελῶς ἐκείνου μὴ ἁπτόμενον· ὃ γὰρ οἶδέ τις, ὃ μὴ οἶδεν,
οὐκ ἄν τις εἴποι εἶναι, οὐδὲ μὴ εἶναι, φησὶν ὁ ἐν <Θεαιτήτῳ Σωκράτης>. Πῶς
οὖν ἡμεῖς ἃ γινώσκομεν ὁπωσοῦν, ἐκείνου ἀποφάσκομεν ὃ ἀγνοοῦμεν παντά-
πασιν; ὅμοιον γὰρ ὡς εἴ τις ὡς ἐκ γενετῆς ὢν τυφλὸς ἀποφαίνοιτο θερμό-
10
τητα μὴ ὑπάρχειν χρώματι· ἢ τάχα μὲν καὶ οὗτος ἐρεῖ δικαίως ὅτι τὸ χρῶμα
οὐκ ἔστιν θερμόν· τὸ μὲν γὰρ ἁπτόν, καὶ οἶδε τοῦτο διὰ τῆς ἁφῆς, τὸ δὲ
χρῶμα πάντη οὐκ οἶδεν, πλὴν ὅτι οὐχ ἁπτόν· οἶδε γὰρ ὅτι οὐκ οἶδεν αὐτό·
καὶ γάρ ἐστιν ἁπλῶς ἡ τοιαύτη γνῶσις οὐκ ἐκείνου, ἀλλὰ τῆς οἰκείας ἀγνοίας.
Καὶ δὴ καὶ ἡμεῖς ἄγνωστον ἐκεῖνο λέγοντες οὐκ αὐτοῦ τι ἀπαγγέλλομεν, ἀλλὰ
τὸ περὶ αὐτὸ πάθος ἡμῶν ὁμολογοῦμεν· οὐ γὰρ ἐν τῷ χρώματι ἡ τοῦ τυφλοῦ
ἀναισθησία, οὐδὲ γὰρ ἡ τυφλότης, ἀλλ' ἐν αὐτῷ, καὶ τοίνυν ἐν ἡμῖν ἡ ἀγνωσία
ἐκείνου ὃ ἀγνοοῦμεν· καὶ γὰρ ἡ γνῶσις τοῦ γνωστοῦ ἐν τῷ γιγνώσκοντι, οὐκ
ἐν τῷ γιγνωσκομένῳ. Εἰ δὲ ὥσπερ ἡ γνῶσις ἐν τῷ γιγνωσκομένῳ ἐστίν, οἷον
φανότης αὐτοῦ οὖσα, οὕτω λέγοι τις ἐν τῷ ἀγνοουμένῳ εἶναι τὴν ἄγνοιαν,
οἷον σκοτεινότητα οὖσαν αὐτοῦ, ἢ ἀφάνειαν, καθ' ἣν ἀγνοεῖται καὶ ἀφανές
ἐστι τοῖς πᾶσιν, ἀγνοεῖ ὁ ταῦτα λέγων ὅτι στέρησίς ἐστι, καθάπερ ἡ τυφλότης,
οὕτω καὶ πᾶσα ἄγνοια, καὶ ὡς τὸ ἀόρατον, οὕτω τὸ ἀγνόητόν τε καὶ ἄγνωστον.
Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἡ τοῦδε στέρησις ἄλλοτι καταλείπει· καὶ γὰρ τὸ
ἀσώματον, εἰ καὶ ἀόρατον, ἀλλὰ νοητόν· καὶ τὸ ἀνόητον, ἄλλο τι ὅμως, οἷον
εἴ τι τῶν ὁπωσοῦν νοήσει τινὶ ἀκατάληπτον· εἰ δὲ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν
ἀναιροῦμεν, καὶ ταύτην εἶναί φαμεν, τὴν παντάπασι ἡμῶν ἀγνοουμένην, περὶ
ὃ πᾶν ὄμμα μύομεν, καὶ πάντη μύομεν, τοῦτο ἄγνωστον λέγομεν, οὐχ ὅτι
αὐτοῦ τι λέγομεν, οἷον τὸ μὴ πεφυκὸς ὁρᾶσθαι ὄψει, ὡς ἐπὶ τοῦ νοητοῦ, οὐδὲ
τὸ μὴ πεφυκὸς νοεῖσθαι τῇ οὐσιώδει καὶ πολλῇ νοήσει, ὡς ἐπὶ τοῦ ἑνός, ἀλλὰ
τὸ μηδεμίαν ἑαυτοῦ παρεχόμενον ἀντιλαβήν, μηδὲ ὑποψίαν· οὐδὲ γὰρ μόνον
ἄγνωστον αὐτό φαμεν, ἵνα ἄλλο τι ὂν ἔχει φύσιν τὸ ἄγνωστον, ἀλλ' οὐδὲ ὄν,
οὐδὲ ἕν, οὐδὲ πάντα, οὐδὲ ἀρχὴν τῶν πάντων οὐδὲ ἐπέκεινα πάντων, οὐδέ τι
ἁπλῶς ἀξιοῦμεν αὐτοῦ κατηγορεῖν. Οὐκοῦν οὐδὲ ταῦτα φύσις αὐτοῦ τὸ οὐδὲν
καὶ τὸ ἐπέκεινα πάντων καὶ τὸ ὑπεραίτιον καὶ τὸ ἀσύντακτον πρὸς πάντα,
11
οὐδὲ τὰ τοιαῦτα φύσις αὐτοῦ, ἀλλὰ μόνον ἀναιρέσεις τῶν μετ' αὐτό. Πῶς οὖν
λέγομέν τι περὶ αὐτοῦ; ἢ ὅτι τὰ μετὰ ταῦτα γιγνώσκοντες, αὐτῷ τουτῷ τῷ
ὁπωσοῦν γιγνώσκειν, ἀτιμάζομεν αὐτὰ πρὸς τὴν θέσιν, ἵνα οὕτως εἴπω, τοῦ
πάντη ἀρρήτου. Ὡς γὰρ τό τινος γνώσεως ἐπέκεινα κρεῖττόν ἐστι τοῦ ὑπ' αὐτῆς
αἱρουμένου, οὕτω καὶ τὸ πάσης ὑπονοίας ἐπέκεινα δεῖ εἶναι σεμνότερον, οὐδὲ
ὅτι σεμνότερόν ἐστι γιγνωσκόμενον, ἀλλὰ τὸ σεμνότατον ἔχον ὡς ἐν ἡμῖν
καὶ ὡς ἡμέτερον πάθημα· καὶ θαῦμα τοῦτο λεγόμενον αὐτῷ τῷ πάντη ἀλήπτῳ
ταῖς ἡμετέραις ἐννοίαις· δι' ἀναλογίας γάρ. Εἰ τὸ πῆ κατὰ τὸ κρεῖττον ἄγνω-
στον ὑπέρτερόν ἐστι τοῦ πάντη γνωστοῦ, τὸ πάντη ἄρα κατὰ τὸ κρεῖττον
ἄγνωστον ὑπέρτατον ἀνάγκη ὁμολογεῖν, κἂν ἐκεῖνο μηδὲ τὸ ὑπέρτατον ἔχῃ,
μηδὲ τὸ κράτιστον, μηδὲ τὸ σεμνότατον· ἡμέτερα γὰρ ταῦτα ὁμολογήματα
περὶ ἐκείνου ὃ πάντη διαφεύγει τὰς ἡμετέρας ἐννοίας τε καὶ ὑπονοίας· τῷ γὰρ
μηδὲν ὑπονοεῖν αὐτῷ τούτῳ ὁμολογοῦμεν εἶναι αὐτὸ θαυμασιώτατον· εἰ γάρ τι
ὑπενοοῦμεν, ἐζητοῦμεν καὶ ἄλλο πρὸ τῆς ὑπονοίας· καὶ ἤτοι ἐπ' ἄπειρον, ἢ
ἀνάγκη ἐν τῷ παντάπασιν ἀπορρήτῳ στῆναι.
Ἆρα οὖν ἀποδείκνυμέν τι περὶ ἐκείνου, καὶ ἔστιν ἐκεῖνο ἀποδεικτόν,
ὅπερ οὐδὲ ὑπονοητὸν εἶναι ἀξιοῦμεν; ἢ ταῦτα μὲν λέγοντες ἀποδείκνυμεν καὶ
περὶ ἐκείνου, ἀλλ' οὐκ ἐκεῖνο, οὐδὲ τὸ ἀποδεικτὸν ἐν ἐκείνῳ· οὐδὲ γὰρ ἄλλο
τι οὐδὲ ἐκεῖνό ἐστιν ἐν αὐτῷ, οὐδὲ αὐτό, ἀλλὰ τὴν ἡμετέραν ἀποδείκνυμεν περὶ
αὐτὸ ἄγνοιάν τε καὶ ἀφασίαν, καὶ αὕτη ἐστὶ τὸ ἀποδεικτόν. Τί οὖν; οὐ δοξά-
ζομεν περὶ αὐτοῦ ταῦτα ἃ λέγομεν; εἰ δέ ἐστιν δόξα αὐτοῦ, καὶ δοξαστόν
12
ἐστιν· ἢ ὅ τι οὐκ ἔστι, δοξάζομεν; καὶ ἀληθής γε αὕτη ἡ δόξα, φησὶν <Ἀρι-
στοτέλης>. Οὐκοῦν εἰ ἀληθὴς ἡ δόξα, καὶ πρᾶγμά ἐστιν, ᾧ ἐφαρμόζουσα ἡ
δόξα γίνεται ἀληθής. Τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἡ δόξα ἀληθεύει· καίτοι
ἐκεῖνο πῶς ἂν εἴη, ἢ πῶς ἀληθὲς ὅ γε ἄγνωστόν ἐστι παντελῶς; ἢ τόγε μὴ
εἶναι αὐτοῦ καὶ τὸ μὴ γνωστόν, τοῦτο ἀληθές, ὡς τὸ ἀληθῶς ψεῦδος· ἀληθὲς
γὰρ ὅ τι ψεῦδος· ἢ ταῦτα μὲν ἐπὶ τῶν στερήσεων συνακτέον καὶ τοῦ πῆ μὴ
ὄντος, ἐφ' ὧν παραπολαύειν ἐστὶ τῆς τοῦ εἴδους ὑποστάσεως τὴν ἔκπτωσιν,
ὡς τοῦ φωτὸς τὴν τοῦ φωτὸς ἀπουσίαν, ἣν σκιὰν καλοῦμεν· μὴ γὰρ ὄντος
φωτός, οὐδὲ σκιά τις· ἐπὶ δὲ τοῦ μηδαμῆ μηδαμῶς ὄντος οὐδὲν τῶν ὄντων
ὁπωσοῦν προσεῖναι δυνατόν, ὥς φησι <Πλάτων>· οὐδὲ ἄρα τὸ μὴ ὃν οὐδὲ
στέρησιν ὅλως, ἀλλὰ καὶ τὸ μηδαμῆ μηδαμῶς ἄκυρον τῆς αὐτοῦ σημασίας·
ὂν γὰρ τοῦτο καὶ ἡ σημασία τῶν ὄντων τι καὶ τὸ δοξαστόν γε ὄν, κἂν ὅτι
μὴ ἔστι δοξάζῃ, μηδαμῶς, ἀλλ' αὐτὸ ὅμως τὸ δοξαστὸν ὂν τῶν ὄντων. Διόπερ
ἄμεινον ὁ <Πλάτων> ἄρρητον καὶ ἀδόξαστον εἶναί φησι τὸ μηδαμῆ μηδαμῶς
ὂν κατὰ τὸ χεῖρον, ὡς ἡμεῖς ἐκεῖνο κατὰ τὸ κρεῖττον· ἀλλὰ γὰρ δοξάζομεν ὅ τι
ἀδόξαστον, ἢ περιτρέπεται, φησίν, ὁ λόγος, καὶ τῷ ὄντι οὐδὲ δοξάζομεν. Τί
οὖν; οὐκ οἰόμεθα καὶ πειθόμεθα τοῦτο οὕτως ἔχειν; ἢ τάγε ἡμέτερα πάθη περὶ
ἐκεῖνο, ὡς εἴρηται πολλάκις· ἀλλ' ἔχομεν ἐν ἡμῖν τοῦτο τὸ δόξασμα, οὐκοῦν
κενόν, ὡς τοῦ κενοῦ καὶ τοῦ ἀπείρου. Ὥσπερ οὖν τούτων οὐκ ὄντων δόξας
ἀναλαμβάνομεν, ὡς ὄντων, φαντασιώδεις καὶ πεπλασμένας, ἐπεὶ καὶ τὸν ἥλιον
ποδιαῖον δοξάζομεν, οὐκ ὄντα τηλικοῦτον, οὕτως εἴ τι δοξάζομεν ἢ περὶ τοῦ
μηδαμῆ μηδαμῶς ὄντος ἢ περὶ οὗ ταῦτα γράφομεν, ἡμέτερον τὸ δόξασμα
καὶ ἐν ἡμῖν κενεμβατοῦν· ὃ καὶ αἱροῦντες οἰόμεθα ἐκεῖνο αἱρεῖν, τόδ' ἐστὶν
οὐδὲν πρὸς ἡμᾶς, οὕτως ἐκβέβηκε τὴν ἡμετέραν ἔννοιαν. Πῶς οὖν ἀποδεικτὸν
τόγε ὅσον ἐν ἡμῖν συνίσταται περὶ ἐκεῖνο ἀγνόημα; πῶς γὰρ ἐκεῖνο ἄγνωστον
λέγομεν; ἑνὶ μὲν λόγῳ τῷ ῥηθέντι, ὅτι ἀεὶ τὸ ὑπὲρ τὴν γνῶσιν τιμιώτερον
εὑρίσκομεν· ὥστε τὸ ὑπὲρ ἅπασαν γνῶσιν εἴπερ ἦν εὑρετόν, εὑρέθη ἂν καὶ
αὐτὸ τιμιώτατον· ἀρκεῖ δὲ πρὸς τὴν ἀπόδειξιν τὸ μηδ' εὑρετὸν εἶναι αὐτό·
ἑτέρῳ δὲ λόγῳ, ὅτι ὑπὲρ πάντα· ὅτι δὲ ἦν ὁπωσοῦν γνωστόν, ἦν ἂν καὶ αὐτὸ
ἐν τοῖς πᾶσιν· ἃ γὰρ γινώσκομεν, ταῦτα πάντα φαμέν, καὶ ἦν ἄν τι κοινὸν
13
αὐτῷ πρὸς πάντα, ὡς αὐτὸ τὸ γνῶστον· οἷς δέ ἐστι κοινόν τι, τούτων μία
σύνταξις, ὥστε καὶ ταύτῃ μετὰ πάντων ἐκεῖνο· καὶ ταύτῃ ἄρα ἄγνωστον αὐτὸ
εἶναι δεῖ· τρίτον δ' ὅτι ἔνεστι τοῖς οὖσι τὸ ἄγνωστον ὥσπερ τὸ γνωστόν· εἰ
καὶ πρός τι, ὅμως ἔνεστιν. Ὡς οὖν τὸ αὐτὸ πρός τι μέγα καὶ μικρὸν λέγομεν,
οὕτω καὶ γνωστὸν καὶ ἄγνωστον πρὸς ἄλλο καὶ ἄλλο, καὶ ὡς τὸ αὐτὸ μετέχον
τῶν δύο εἰδῶν μικροῦ καὶ μεγάλου, οὕτως ἅμα ἐστὶ μέγα καὶ μικρόν, οὕτω
καὶ ἅμα τοῦτο τοῦ γνωστοῦ μετασχὸν καὶ τοῦ ἀγνώστου ἑκάτερόν ἐστιν· καὶ
ὡς τὸ γνωστὸν προϋπάρχει, καὶ τὸ ἄγνωστον ἀνάγκη προϋπάρχειν, ἄλλως τε
καὶ εἰ κρεῖττον εἴη τοῦ γνωστοῦ, ὡς τῇ αἰσθήσει τὸ νοητὸν ἄγνωστον, τῷ δὲ
νῷ γνωστόν· οὐ γὰρ ἂν εἴη τὸ κρεῖττον στέρησις εἴδους ὄντος τοῦ χείρονος,
ἄλλως τε καὶ τῷ νοητῷ ὑπάρχον. Πᾶσα γὰρ ἡ ἀπουσία καὶ ἡ τοιαύτη στέρησις
ἐν ὕλῃ ἐστὶν ἢ ἐν ψυχῇ· ἐν νῷ δὲ πῶς ἂν εἴη, ἐν ᾧ πάντα πάρεστιν; ἐν δὲ
τῷ νοητῷ πώς ἐστι μᾶλλον, εἰ μίαν ἄρα στέρησιν καλοῖμεν κατὰ τὸ κρεῖττον,
ὡς τὸ μὴ εἶδος, ὅπερ ἐστὶν ὑπερείδεον, καὶ τὸ μὴ ὄν, ὅπερ ἐστὶν ὑπερούσιον,
καὶ τὸ μηδέν, ὅπερ ἐστὶ τὸ ὡς ἀληθῶς ἄγνωστον κατὰ τὴν πάντων ὑπεροχήν.
Εἰ τοίνυν τὸ ἓν ἔσχατόν ἐστι γνωστόν, τῶν ὁπώς ποτε γνωριζομένων ἢ ὑπο-
νοουμένων, καὶ τὸ τοῦ ἑνὸς ἐπέκεινα τὸ πρώτως ἐστὶ καὶ πάντη ἄγνωστον,
ὅπερ οὕτως ἐστὶν ἄγνωστον, ὡς μηδὲ τὸ ἄγνωστον ἔχειν φύσιν, μηδὲ ὡς ἀγ-
νώστῳ προσβάλλειν ἡμᾶς, ἀγνοεῖν δὲ καὶ εἰ ἄγνωστον. Παντελὴς γὰρ ἄγνοια
περὶ αὐτό· καὶ οὔτε ὡς γνωστόν, οὔτε ὡς ἄγνωστον ἐκεῖνο γιγνώσκομεν.
Διὸ καὶ περιτρεπόμεθα πανταχῆ ὡς κατὰ μηδὲν αὐτοῦ ἐφαπτόμενοι, ἅτε
καὶ οὐδενὸς ὄντος, μᾶλλον δὲ μηδὲ τούτου ὄντος, τὸ οὐδέν. Οὐκοῦν τὸ μηδαμῆ
μηδαμῶς ὄν ἐστιν ἢ ἐπέκεινα τούτου, εἴπερ τοῦτο μὲν τοῦ ὄντος ἀπόφασις,
τὸ δὲ καὶ τοῦ ἑνός, οἷον τὸ οὐδέν· ἀλλὰ τὸ οὐδὲν κενόν ἐστι καὶ πάντων ἔκ-
πτωσις. Οὐχ οὕτω δὲ ἐννοοῦμεν περὶ τοῦ ἀρρήτου; ἢ τὸ οὐδὲν διττόν, τὸ μὲν
ἐπέκεινα, τὸ δὲ ἐπίταδε· καὶ γὰρ τὸ ἓν διττόν, τὸ μὲν ἔσχατον, οἷον τὸ τῆς
ὕλης, τὸ δὲ πρῶτον, οἷον τὸ τοῦ ὄντος πρεσβύτερον· ὥστε καὶ τὸ οὐδέν, τὸ
14
μὲν ὡς οὐδὲ τὸ ἔσχατον ἕν, τὸ δὲ ὡς οὐδὲ τὸ πρῶτον. Ταύτῃ ἄρα καὶ τὸ ἄγνω-
στόν τε καὶ ἄρρητον διττόν, τὸ μὲν ὡς οὐδὲ τὸ ἔσχατον ὑπονοητόν, τὸ δὲ ὡς
οὐδὲ τὸ πρῶτον. Ἆρα οὖν ὡς ἡμῖν ἄγνωστον αὐτὸ τίθεμεν; ἢ τοῦτο μὲν οὐδὲν
παράδοξον, εἴη δ' ἄν, εἰ θέμις εἰπεῖν, καὶ τῷ πολυτιμήτῳ νῷ ἄγνωστον· πᾶς
γὰρ νοῦς εἰς τὸ νοητὸν ὁρᾷ· τὸ δὲ νοητὸν ἢ εἶδός ἐστιν ἢ ὄν. Ἀλλὰ μήποτε ἡ
θεία γνῶσις αὐτὸ γινώσκει καὶ ταύτῃ γνωστόν ἐστι τῇ ἑνιαίᾳ καὶ ὑπερουσίῳ.
Ἀλλ' αὕτη τῷ ἑνὶ ἐπιβάλλει· τὸ δὲ ἦν ἄρα καὶ τοῦ ἑνὸς ἐπέκεινα· ὅλως δὲ
εἰπεῖν, εἰ γινώσκοιτο, καὶ ἐκεῖνο μετὰ τῶν ἄλλων ἔσται, καὶ αὐτὸ τῶν πάντων.
Κοινὸν γὰρ αὐτῷ καὶ τοῖς ἄλλοις ἔσται τὸ γνωστοῖς εἶναι, καὶ συντετάξεται
τοῖς πᾶσι κατὰ τοσοῦτον. Ἔτι δέ, εἰ γνωστόν, περιλήψεται αὐτὸ ἡ γνῶσις ἥγε
θεία· ὁριεῖ ἄρα· πᾶς δὲ ὅρος ἐπ' ἔσχατον ἀναβαίνει τὸ ἕν· ἐκεῖνο δὲ ὑπὲρ
τὸ ἕν· ἀπερίληπτον ἄρα καὶ ἀόρατον πάντη· ὥστε καὶ γνώσει πάσῃ ἄγνωστον
ἄρα, καὶ τῇ θείᾳ γνώσει. Πρὸς δὲ τούτοις ἡ γνῶσις τῶν γιγνωσκομένων ἐστὶν
ὡς ὄντων ἢ ὑπαρχόντων, ἢ 〈τοῦ〉 ἑνὸς μετεχόντων, τὸ δ' ἐπέκεινα τούτων·
τὸ δὲ γνωστὸν πρὸς τὴν γνῶσιν καὶ τὸ γιγνῶσκον· ἕξει ἄρα καὶ ἐκεῖνο σύν-
ταξίν τινα καὶ σχέσιν πρὸς τὰ τοιαῦτα. Ἔτι καὶ τὸ ἓν κινδυνεύει ἄγνωστον
εἶναι, εἴπερ δεῖ ἄλλο τὸ γιγνῶσκον εἶναι καὶ τὸ γιγνωσκόμενον, κἂν ἐν τῷ αὐτῷ
ᾖ ἑκάτερον, ὥστε τὸ ἓν ἑαυτό γε οὐκ ἂν γνοίη, τό γε ὄντως ἕν· οὐ γὰρ ἔχει τινὰ
διπλόην τὸ ἕν. Οὐκ ἔσται ἄρα ἐν αὐτῷ γιγνῶσκον καὶ γιγνωσκόμενον· οὐδὲ
ἄρα θεὸς κατά γε τὸ ἓν αὐτὸ μόνον ἑστώς, καὶ τῷ ἑνὶ συναπτόμενος τῷ ἁπλῶς,
κατὰ διπλόην συναφθήσεται· πῶς γὰρ ἂν συναφθείη τῷ ἁπλῷ τὸ διπλοῦν; Εἰ
δὲ τῷ ἑνὶ τὸ ἓν γνοίη, ἔσται τὸ μὲν γιγνῶσκον, τὸ δὲ γιγνωσκόμενον ἕν, καὶ
ἑκάτερον ἐπιδέξεται ἡ τοῦ ἑνὸς φύσις, μέγα οὖσα καὶ ἕν, ὥστε οὐχ ὡς ἕτερον
ἑτέρῳ συναφθήσεται, ὡς γνωστῷ γνωστικόν, ἓν μόνον αὐτὸ τοῦτο οὖσα, ὥστε
οὐδὲ κατὰ γνῶσιν. Ἀλλὰ τοῦτο μὲν ὅπως ἔχει περὶ τὸ ἕν, εἰσαῦθις· πολλῷ δὴ
οὖν τόγε μηδὲ ἓν ἄγνωστόν ἐστι· καλῶς γὰρ καὶ ὁ <Πλάτων> ἀδύνατον εἶναί
φησι γιγνώσκειν μὲν φάναι, γιγνώσκειν δὲ μηδέν, ἀλλ' ἢ τὸ ἔσχατον γνωστόν,
τόγε ἕν, οὐδὲν ἴσμεν τι τοῦ ἑνὸς ἐπέκεινα· ὥστε μάτην ταῦτα ῥαψῳδοῦμεν.
Ἢ ταῦτα ἃ ἴσμεν εἰδότες, ἴσμεν καὶ τοῦτο αὐτῶν ὅτι ἀνάξιά ἐστιν, εἰ θέμις
15
εἰπεῖν, τῆς πρώτης ὑποθέσεως, ἐπεὶ καὶ τὰ νοητὰ εἴδη μήπω εἰδότες, ἀτιμάζομεν
τὰ ἐν ἡμῖν συνιστάμενα ἐκείνων εἴδωλα, τῆς ἐκείνων φύσεως ἀμερίστου οὔσης
καὶ αἰωνίου, τούτων δὲ μεριστῶν ἐν ἡμῖν γιγνομένων καὶ πολλαχῆ μεταβαλλο-
μένων, ἔτι δὲ μειζόνως τὸ συναίρεμα τῶν εἰδῶν καὶ γενῶν ἀγνοοῦντες· ἔχοντες
δὲ ἐκείνου τὸ εἴδωλον, συναίρεμά γε ὂν τῶν ἐν ἡμῖν διακεκριμένων γενῶν
τε καὶ εἰδῶν, τοιοῦτον μὲν εἶναι τὸ ὂν ὑπονοοῦμεν, οὐ τοῦτο δέ, κρεῖττον δέ τι
καὶ τὸ μάλιστα ἡνωμένον. Ἤδη δὲ καὶ τὸ ἓν ἐννοοῦμεν, οὐ συναιροῦντες, ἀλλὰ
ἀναπλοῦντες τὰ πάντα εἰς ἐκεῖνο· καὶ ἐν ἡμῖν ἡ ἁπλότης αὕτη συνίσταται
πρὸς ἓν ἡμῖν πάντα, πολλοῦ δέουσα τῆς παντελοῦς ἅπτεσθαι ἐκείνης· τὸ γὰρ
ἐν ἡμῖν ἓν καὶ τὸ ἁπλοῦν ἥκιστα τοῦτό ἐστιν ὃ λέγεται, πλὴν ὅτι δεῖγμά
ἐστιν τῆς φύσεως ἐκείνης. Οὕτω δὴ καὶ πᾶν τὸ ὁπωσοῦν γνωστὸν καὶ ὑπο-
νοητὸν λαβόντες ἐν τῷ νῷ, μέχρι καὶ τοῦ ἑνὸς ἀξιοῦμεν, εἰ δεῖ φθέγγεσθαι τὰ
ἄφθεγκτα καὶ ἐννοεῖν τὰ ἀνεννόητα. Ἀξιοῦμεν ὅμως ὑποτίθεσθαι τὸ ἀσύμβατον
πρὸς πάντα καὶ ἀσύντακτον καὶ οὕτως ἐξῃρημένον, ὥστε μηδὲ τὸ ἐξῃρημένον
ἔχειν κατ' ἀλήθειαν· ἐξῄρηται γὰρ ἀεί τινος τόγε ἐξῃρημένον καὶ οὐ πάντη
ἐστὶν ἐξῃρημένον, ἅτε σχέσιν ἔχον πρὸς τὸ οὗ ἐξῄρηται, καὶ ὅλως ἐν προ-
ηγήσει τινὶ σύνταξιν. Εἰ οὖν μέλλοι τῷ ὄντι ἐξῃρημένον ὑποκεῖσθαι, μηδ' ἐξ-
ῃρημένον ὑποκείσθω· οὐ γὰρ ἐπαληθεύει τῷ ἐξῃρημένῳ τὸ οἰκεῖον ὄνομα κατὰ
ἀκρίβειαν· ἅμα γὰρ ἤδη καὶ συντεταγμένον, ὥστε καὶ τοῦτο αὐτοῦ ἀποφῆσαι
ἀνάγκη· ἀλλὰ καὶ ἡ ἀπόφασις λόγος τις, καὶ τὸ ἀποφατὸν πρᾶγμα, τὸ δὲ
οὐδὲν οὐδὲ ἄρα ἀποφατόν, οὐδὲ λεκτὸν ὅλως, οὐδὲ γνωστὸν ὁπωσοῦν· ὥστε
οὐδὲ ἀποφῆναι τὴν ἀπόφασιν δυνατόν. Ἀλλὰ ἡ πάντη περιτροπὴ τῶν λόγων
καὶ τῶν νοήσεων αὕτη ἐστὶν ἡ ἐμφανταζομένη ἡμῖν ἀπόδειξις οὗ λέγομεν· καὶ
τί πέρας ἔσται τοῦ λόγου, πλὴν σιγῆς ἀμηχάνου καὶ ὁμολογίας τοῦ μηδὲν
γιγνώσκειν, ὧν μηδὲ θέμις, ἀδυνάτων ὄντων, εἰς γνῶσιν ἐλθεῖν;
Ἆρα οὐκ ἄν τις καὶ τοῦτο ἐπιζητήσειε τοιούτοις λόγοις παραβαλλό-
μενος; εἰ γὰρ ἀπὸ τῶν τῇδε περὶ ἐκείνου, τί λέγομεν; ἐπειδὴ ἐν τούτοις ἑκα-
σταχοῦ ἡ μονὰς ἡγεῖταί τινος οἰκείου ἀριθμοῦ (μία γὰρ ψυχὴ καὶ πολλαὶ
16
ψυχαί, καὶ εἷς νοῦς καὶ πολλοὶ νόες, καὶ ἓν τὸ ὂν καὶ πολλὰ ὄντα, καὶ ἑνὰς
μία καὶ πολλαὶ ἑνάδες), οὕτω δήπουθεν ἀπαιτήσει ὁ λόγος καὶ ὂν ἀπόρρητον
καὶ πολλὰ ἀπόρρητα, καὶ ἔδει γε τὸ ἀπόρρητον γόνιμον εἶναι ἀπορρήτως εἰπεῖν.
Γεννήσει ἄρα πλῆθος οἰκεῖον; ἢ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἀπορημάτων ἐπι-
λαθομένων ἐστὶ τῶν προειρημένων· οὐδὲν γὰρ ὅ τι ἐκείνῳ κοινὸν πρὸς τὰ τῇδε
οὐδ' ἂν εἴη τι αὐτῷ τῶν λεγομένων καὶ νοουμένων καὶ ὑπονοουμένων· οὐδὲ ἄρα
τὸ ἓν οὐδὲ τὰ πολλά, οὐδὲ τὸ γόνιμον ἢ παράγωγον ἢ ὁπώς ποτε αἴτιον,
οὐδέ τις ἀναλογία, οὐδὲ ὁμοιότης· οὐκ ἄρα ὡς τὰ τῇδε, καὶ ἐκεῖνο ἢ ἐκεῖνα·
μᾶλλον δὲ οὐδὲ ἐκεῖνο ῥητέον, οὐδὲ ἐκεῖνα, οὐδὲ ὅτι ἕν, οὐδὲ ὅτι πολλά·
μάλιστα μὲν ἡσυχίαν ἄγειν τῷ ἀπορρήτῳ μένοντας ἀδύτῳ τῆς ψυχῆς, οὐδὲ
προϊόντας. Εἰ δὲ ἄρα ἀνάγκη τι ἐνδείκνυσθαι, ταῖς ἀποφάσεσιν τούτων χρη-
στέον, ὅτι οὐδὲ ἓν οὐδὲ πολλά, οὐδὲ γόνιμον οὐδὲ ἄγονον, οὔτε αἴτιον οὔτε
ἀναίτιον, καὶ ταύταις μέντοι ταῖς ἀποφάσεσιν ἐπ' ἄπειρον ἀτεχνῶς οὐκ οἶδα
ὅπως περιτρεπομέναις. Οὐκοῦν τὸ μηδαμῆ μηδαμῶς 〈ὂν〉 προφερώμεθα, ταῦτα
ληροῦντες. Ἐφαρμόσει γὰρ καὶ ἐκείνῳ πάντα ταῦτα λεγόμενα καὶ αὕτη γε ἐπὶ
πᾶσιν ἡ περιτροπή, καθάπερ ἡμᾶς καὶ ὁ <Ἐλεάτης> διδάσκει <φιλόσοφος>.
Ἢ τοῦτο μὲν οὐ χαλεπὸν διαλῦσαι· καὶ εἴρηται πρότερον ὅτι τοῦτο μὲν κατὰ
τὸ χεῖρον, ἐκεῖνο δὲ ὑποτίθεται κατὰ τὸ κρεῖττον· καὶ γὰρ τὰ ἀποφασκόμενα
οὐ τὸν αὐτὸν ἑκατέρου τρόπον ἀποφάσκεται, ἀλλ' ἄνω μὲν χείρονα κρείττονος,
εἰ θέμις εἰπεῖν, κάτω δὲ ὡς κρείττονα χείρονος, εἰ δυνατὸν εἰπεῖν. Καὶ γὰρ καὶ
τῆς ὕλης καὶ τοῦ ἑνὸς ἀποφάσκομεν, ἀλλὰ τὸν διχῆ τοῦτον εἰρημένον τρόπον·
τοῦτο μὲν οὖν, ὅπερ ἔφην, εὐδιάλυτον, ἐκεῖνο δὲ ἤδη καρτερώτερον, εἰ τὸ μηδαμῆ
μηδαμῶς ὂν ἀπόπτωσίς ἐστι τοῦ ὄντος, ἥγε παντελής, ἐπέκεινα δὲ τοῦ ὄντος
τὸ ἕν, καὶ ἔτι μᾶλλον τὸ ἀπόρρητον. Περισχεθήσεται ἄρα τὸ μηδαμῶς ὂν ὑπὸ
τοῦ ἑνὸς ὑπερεκτεινομένου εἰς τὸ ἐπίταδε, καὶ ἔσται ἓν καὶ ἔτι ἀπόρρητον,
ὅτι ἐπίταδε καὶ τοῦ ἑνὸς τὸ ἀπόρρητον, ὡς ἐπέκεινα. Ἢ εἰ μὲν στέρησις τοῦ
17
ὄντος ἐστί, τοῦτο δὴ τὸ μηδαμῶς ὂν λεγόμενον πάσχοι ἂν ταῦτα· καὶ οὐδὲν
θαυμαστόν· ἡ γὰρ ὕλη μὴ ὄν ἐστι παντελῶς, ὅταν ἑστήκῃ θεωρουμένη κατὰ τὸ
ἕν, ἐκεῖ τε γὰρ τὸ ἓν τὸ ὑπὲρ τὸ ὂν καὶ ἐνθάδε μετὰ τὸ ὄν, καὶ οὐδὲν ἄτοπον
εἰ μετέχοι καὶ τοῦ ἀπορρήτου· εἰ δὲ οὕτω λέγεται μηδαμῶς ὂν μηδαμῆ, ὡς
οὔτε ὄν, οὔτε ἕν, οὔτε ἀπόρρητον τιθέμενον, οὔτε καταφατικῶς, οὔτε ἀποφα-
τικῶς, οὔτε κατὰ περιτροπήν, οὔτε ἀντιφατικῶς, οὔτε ὁπωσοῦν ἄλλως οὐδαμῆ
οὐδαμῶς (περὶ γὰρ τοιούτου καὶ ὁ <Ἐλεάτης> διελέγετο <ξένος>), τοῦτο δὴ
πάντων ἔκπτωσίς ἐστι τῶν ὑπονοουμένων, καὶ ὁπωσοῦν, αὐτό γε δήπου τὸ
μηδ' ὁτιοῦν. Τὸ τοίνυν ἀπόρρητον ὡς ἀληθῶς οἷον θριγκὸς τῷ ῥητῷ παντὶ
περιβέβληται, ἄνωθέν τε ὑπερέχον καὶ κάτωθεν ἕδρα πᾶσιν ὑποκείμενον; ἢ
οὐδὲ τοῦτο πρέψει ἐκείνῳ λεγόμενον· οὔτε γὰρ ἄνωθεν, οὔτε κάτωθεν, οὔτε
τι πρῶτον αὐτοῦ, οὐδὲ ἔσχατον· οὐδὲ γὰρ πρόοδος· οὐδὲ ἄρα θριγκός ἐστι
πάντων, οὐδὲ περιέχει πάντα, οὐδὲ εἴσω αὐτοῦ τὸ ῥητόν, οὐδὲ αὐτὸ τὸ ἕν. Ἆρα
οὐδὲ ἥκει τι ἀπ' αὐτοῦ εἰς τὰ τῇδε; ἐπὶ γὰρ τούτοις τοῦτο ζητητέον· καὶ πῶς
οὐκ ἂν ἥκοι, εἴπερ ἀπ' αὐτοῦ τὰ πάντα ἐστὶν ὅτῳ δὴ τρόπῳ; ἀφ' οὗ γὰρ ἕκα-
στον πρόεισι, καὶ μετέχει αὐτοῦ, εἰ μηδὲν ἄλλο τοῦτο, ὅ ἐστιν, ἔχον ἐκεῖθεν
καὶ ἀναπνέον τὴν οἰκείαν ἀρχὴν καὶ εἰς ἐκείνην ἐπιστρεφόμενον, ὅσον δύναται·
τί γὰρ δὴ καὶ κωλύσει ἐκεῖνο διδόναι τι ἑαυτοῦ τοῖς ἀπ' αὐτοῦ; τί γὰρ ἄλλο
μέσον; πῶς δὲ οὐκ ἀναγκαῖον ἀεὶ τὸ δεύτερον ὅτι ἐγγυτέρω εἶναι τοῦ τρίτου,
πρὸς τὴν μίαν ἀρχήν, καὶ τοῦ τετάρτου τὸ τρίτον, εἰ δὲ τοῦτο, καὶ ἧττον αὐτῆς
ἐκφοιτᾶν, εἰ δὲ τοῦτο, καὶ μᾶλλον ἐν τῷ ὅρῳ μένειν ἐκείνης τῆς φύσεως, εἰ δὲ
τοῦτο, καὶ μᾶλλον ὁμοιῶσθαι πρὸς αὐτήν, ὥστε καὶ ἐπιτήδειον εἶναι πρὸς τὸ
μετέχειν αὐτῆς, ὥστε καὶ μετέχειν; Πῶς δ' ἂν ἡμεῖς ταῦτα περὶ αὐτῆς ὑπο-
νοοῦμεν, καὶ ὅπως δήποτε, εἰ μή τι καὶ ἦν ἐν ἡμῖν ἴχνος ἐκείνης, οἷον πρὸς
αὐτὴν ἐπειγόμενον; Μήποτε οὖν καὶ ῥητέον, ἀπόρρητον οὖσαν, ἀπορρήτου
μεταδιδόναι τοῖς πᾶσι μεθέξεως, καθ' ἣν ἔστι τι καὶ ἐν ἑκάστῳ ἀπόρρητον,
ὥσπερ τοῦτο ὁμολογοῦμεν ἄλλα ἄλλων ἀπορρητότερα εἶναι φύσει, τὸ μὲν ἓν
τοῦ ὄντος, τὸ δὲ ὂν τῆς ζωῆς, τὴν δὲ ζωὴν τοῦ νοῦ καὶ ἀεὶ ἑξῆς, ἀνὰ τὸν αὐτὸν
λόγον, μᾶλλον δὲ τὸν ἀντίστροφον ἀπὸ τῆς ὕλης ἄχρι τῆς λογικῆς οὐσίας,
ταῦτα μὲν κατὰ τὸ χεῖρον, ἐκεῖνα δὲ κατὰ τὸ κρεῖττον, εἰ θέμις εἰπεῖν. Ἢ εἴ
18
τις ὑποθοῖτο ταῦτα, ποιήσει καὶ ἐκείνου πρόοδον καὶ τάξιν τινὰ τῶν προελ-
θόντων ἀπόρρητον, καὶ πάντα ὅσα ῥητὰ καὶ εἰς τὸ ἀπόρρητον ἀνοίσομεν,
ἅτε πανταχοῦ τῷ ῥητῷ συνδιῃρημένον, καὶ τρεῖς ἄρα μονάδας καὶ τρεῖς ἀρι-
θμούς, ἀλλ' οὐκέτι δύο ποιήσομεν, τὸν οὐσιώδη, τὸν ἑνιαῖον, τὸν ἀπόρρητον,
καὶ οὕτω γε θησόμεθα, οὗ πρόσθεν ἀπέγνωμεν ἓν καὶ πολλὰ ἐν τῷ ἀπορρήτῳ,
καὶ πρώτων τάξιν καὶ μέσων καὶ τελευταίων, ἔτι δὲ μονήν, πρόοδον, ἐπι-
στροφήν· καὶ ὅλως τὸ ῥητὸν πολὺ τῷ ἀπορρήτῳ ἐγκαταμίξωμεν. Εἰ δέ, ὡς
ἐλέγομεν, ἐκεῖνο ἢ ἐκεῖνα, οὐ προσοιστέον τῷ ἀπορρήτῳ, ὅγε ὑπὲρ τὸ ἓν καὶ
τὰ πολλὰ βουλόμεθα. Οὐδὲ ἄρα τὸ πρὸ τῶν πολλῶν ἕτερον θετέον, καὶ τὸ
ἐν μεθέξει τοῖς πολλοῖς ἕτερον συνδιῃρημένον· οὐκ ἄρα μετέχεται, οὐδὲ μετα-
δίδωσί τι ἑαυτοῦ τοῖς ἐφ' ἑαυτοῦ, οὐδὲ πᾶς θεὸς ἀπόρρητος πρότερον ἢ ἕν,
ὥσπερ ἓν πρότερον ἢ οὐσία. Μήποτε οὖν καὶ ἐνταῦθα περιτρεπόμενος ὁ λόγος
ἀπόρρητον ἀποφαίνει ἐκεῖνο κατὰ πάντα τρόπον, ἐναντία ἐπινοήσειεν ἀπὸ τῶν
μετ' αὐτόν· καὶ τί θαυμαστὸν ὅτε καὶ περὶ τοῦ ἑνὸς ἕτερα τοιαῦτα ἀπορή-
σομεν, καὶ δήπου καὶ περὶ τοῦ παντελῶς ἡνωμένου καὶ ὄντος; Ἀλλὰ ταῦτα μὲν
ἡμᾶς περιμενέτω· νῦν δὲ περὶ τοῦ πρώτου τεθέντος ἔτι ζητητέον τίς ἡ ἀνά-
βασις ἡ ἐπ' ἐκεῖνο καὶ τίνα τρόπον ἐπιτελουμένη ἀπὸ τῶν ἐσχάτων. Ἔστω δὲ
ὁ λόγος κοινὸς καὶ ἐπὶ τῶν ἄλλων ἀρχῶν καὶ τῶν ἀπ' αὐτῶν εἰς ἔσχατον προ-
ελθόντων· ὡς γὰρ ὁ <Παρμενίδης> τὸ ἓν ἐπιζητῶν ἐπὶ πάντα προῆλθε τὰ
ὁπωσοῦν τοῦ ἑνὸς ἐξηρτημένα, καὶ ἡμεῖς οὕτω συμπρόϊμεν τῷ πρώτῳ τεθέντι,
μᾶλλον δὲ ἀπὸ τῶν ῥητῶν πάντη καὶ τῇ αἰσθήσει γνωρίμων ἀρξάμενοι
ἐπ' ἐκεῖνα ἀναβησόμεθα καὶ εἰς τὴν περὶ αὐτοῦ σιωπὴν καθορμιοῦμεν τὰς τῆς
ἀληθείας ὠδῖνας. Πῶς ἂν οὖν τις ἐξ ἀρχῆς ἀπὸ τῶν ἐναργῶν ὁρμώμενος τὴν
ὅλην ποιήσαιτο ταύτην ἀνάβασιν; Οὐκοῦν ἀξίωμα τοῦτο προβλητέον, ᾧ ἐπ-
οχούμενοι διαβαλοῦμεν ἐντεῦθεν ἐκεῖσε κατὰ δύναμιν, ὡς οἷόν τε ἀσφαλῶς.
Λεγέσθω τοίνυν τὸ ἀνενδεὲς φύσει πάντως εἶναι πρὸ τοῦ ἐνδεοῦς· τὸ
19
γὰρ ἄλλου δεόμενον δουλεύειν ἐκείνῳ πέφυκεν ἐξ ἀνάγκης οὗ ἐστιν ἐνδεές·
εἰ δὲ ἀλλήλων ἀντιδεῖται, κατ' ἄλλο καὶ ἄλλο ἑκάτερον ἐνδεόμενον, οὐκ ἂν
εἴη ἀρχή· τῇ γὰρ ὄντως ἀρχῇ τὸ ἀνενδεὲς οἰκειότατον· εἰ γάρ του δέοιτο,
κατὰ τοῦτο οὐκ ἂν εἴη ἀρχή· δεῖ δὲ τὴν ἀρχὴν αὐτὸ τοῦτο μόνον εἶναι, ἀρχήν.
Πρέπει ἄρα ταύτῃ τὸ ἀνενδεὲς καὶ οὐδαμῆ τι πρὸ αὐτῆς εἶναι ὁμολογεῖν·
ὁμολογήσει δὲ τὸ ἐνδεὲς ἔχουσα καθ' ὁτιοῦν· καὶ εἰ μὲν δέοιτο τῶν πρὸ αὐτῆς
τινος ὅ ἐστι κυριώτερον ἀρχή, οὐ θαυμαστόν, εἰ καὶ εἴη πρὸς τὰ μεθ' ἑαυ-
τὴν ἀρχή, ἅτε τούτων γε οὐ δεομένη· εἰ δέ πη δέοιτο καὶ τούτων, οὐδὲ πρὸς
ταῦτα τὴν ἀρχῆς ἀξίαν διατηρήσει· ἔστω τοίνυν σῶμα πεποιωμένον. Τοῦτο
γάρ ἐστι τὸ πρῶτον ἡμῖν ῥητόν, ὅπερ ἐστὶ τὸ αἰσθητόν. Ἆρα δὴ τοῦτο πρῶ-
τόν ἐστιν; ἀλλὰ δύο ταῦτά ἐστι, σῶμα καὶ τὸ τοιόνδε, ὅπερ ἐν ὑποκειμένῳ
ἐστὶ τῷ σώματι. Ποτέρα οὖν φύσις ἐστὶ προτέρα; ἡ γὰρ συναμφότερος
ἐνδεής ἐστι τῶν οἰκείων μερῶν· ἀλλὰ καὶ τὸ ἐν ὑποκειμένῳ δεῖται τοῦ ὑπο-
κειμένου· μήποτε δὴ τὸ σῶμα ἀρχὴ καὶ οὐσία ἡ πρώτη· ἀλλ' ἀδύνατον.
Πρῶτον μὲν γὰρ ἡ ἀρχὴ οὐκ ἄν τι προσλάβοι ἀπὸ τοῦ μετ' αὐτήν τε καὶ
ἀπ' αὐτῆς· τὸ δὲ σῶμα πεποιῶσθαί φαμεν· οὐκ ἄρα ἀπ' αὐτοῦ τὸ τοιόνδε
καὶ ἡ ποιότης, ὅγε αὐτῷ πρόσεισιν ἑτέρῳ ὄντι.
Δεύτερον δὲ μεριστόν ἐστι πάντη τὸ σῶμα, καὶ τῶν μερῶν αὐτοῦ ἕκαστον
ἐνδεὲς τῶν ἄλλων, καὶ τὸ ὅλον ἐνδεὲς τῶν ἁπάντων· ἐνδεὲς ἄρα καὶ ἐξ ἐνδεῶν
συμπληρούμενον οὐκ ἂν εἴη πάντη ἀνενδεές.
Ἔτι δὲ εἰ οὐχ ἕν ἐστιν, ἀλλὰ ἡνωμένον, δεῖται τοῦ συνέχοντος ἑνός, ὥς
φησι <Πλάτων>· ἀλλὰ μὴ κοινόν τι καὶ ἀνείδεον ἀτεχνῶς, ὥσπερ ὕλη τις·
δεῖται ἄρα κόσμου καὶ εἰδοποιίας, ἵνα μὴ μόνον ᾖ σῶμα, ἀλλὰ καὶ τοιόνδε
σῶμα, οἷον πύριον ἢ γήϊνον καὶ ὅλως εἰπεῖν κεκοσμημένον τε καὶ πεποιω-
μένον. Τὰ ἄρα προσγινόμενα τελεῖ αὐτὸ καὶ διακοσμεῖ, ὡς ἤδη τὸ δεύτερον
ὑποκείμενον, οἷον ὕλην φασὶν δευτέραν.
Ἆρα οὖν τὸ προσγινόμενον ἡ ἀρχή; ἀλλ' οὐχ οἷόν τε· οὐ γὰρ μένει
20
ἐφ' ἑαυτοῦ οὐδὲ μόνον ὑφέστηκεν, ἀλλ' ἔστιν ἐν ὑποκειμένῳ καὶ τοῦ ὑποκει-
μένου ἐνδεές· εἰ δὲ μὴ ὑποκείμενον αὐτὸ θεῖτό τις, ἀλλ' ἓν τῶν ἐν ἑκάστῳ
στοιχείων, ὡς τὸ ζῷον ἐν ἵππῳ καὶ ἀνθρώπῳ, καὶ οὕτως ἐνδεὲς ἑκάτερον τοῦ
ἑτέρου, τό τε ὑποκείμενον τοῦτο καὶ τὸ ἐν ὑποκειμένῳ, μᾶλλον δὲ τὸ κοινὸν
στοιχεῖον, ὡς τὸ ζῷον, καὶ τὰ ἴδια, ὡς τὸ λογικὸν καὶ ἄλογον· ἀεὶ γὰρ τὰ
στοιχεῖα δεῖται ἀλλήλων, καὶ τὸ ἐκ στοιχείων, αὐτῶν τῶν στοιχείων· ὅλως
δὲ τὸ αἰσθητὸν τοῦτο καὶ τρανὲς ἡμῖν οὕτω προβεβλημένον οὔτε τὸ σῶμά
ἐστιν, οὐ γὰρ κινεῖ τοῦτο τὴν αἴσθησιν καθ' ἑαυτό, οὔτε ἡ ποιότης, οὐ γὰρ
ἔχει διάστασιν τῇ αἰσθήσει σύμμετρον, οὐδὲ τοῦ αἰσθητηρίου σώματος ὄντος
ἐστί. Τὸ γοῦν διακριτικὸν ὄψεως ἢ συγκριτικὸν οὔτε τὸ σῶμα οὔτε τὸ χρῶμα,
ἀλλὰ τὸ κεχρωσμένον σῶμα, ἢ χρῶμα σεσωματωμένον, τοῦτό ἐστι τὸ κινη-
τικὸν ὄψεως, καὶ καθόλου τῆς αἰσθήσεως τὸ αἰσθητόν, ὅπερ ἐστὶ σῶμα τοιόνδε.
Ἐκ τούτων ἄρα φανερὸν ἓν μὲν ὅτι τὸ τοιόνδε τοῦτο προσκείμενον ἀσώ-
ματον· εἰ γὰρ σῶμα, οὔπω αἰσθητόν· τὸ ἄρα σῶμα δεῖται τοῦ ἀσωμάτου,
καὶ τὸ ἀσώματον δὲ τοῦ σώματος· οὐδὲ γὰρ τοῦτο καθ' αὑτὸ αἰσθητόν.
Ἕτερον δὲ ὅτι ἀντιπλεονεκτεῖται τὰ ἄλληλα, καὶ οὐδέτερον τοῦ ἑτέρου
προϋπάρχει, στοιχεῖα δὲ ὄντα τοῦ ἑνὸς αἰσθητοῦ σύνεστιν ἀλλήλοις· τὸ μὲν
τὴν διάστασιν τῷ ἀδιαστάτῳ παρεχόμενον, τὸ δὲ τὴν ἄλλην συνεισάγον τῷ
ἀμορφώτῳ διαμεμορφωμένην αἰσθητὴν ποικιλίαν.
Τρίτον δὲ ἐπὶ τούτοις ὅτι οὐδὲ τὸ συναμφότερον ἀρχή· οὐδὲ γὰρ ἀνενδεές·
τῶν τε γὰρ οἰκείων στοιχείων ἐπιδεῖται καὶ τοῦ συνάγοντος αὐτὰ πρὸς ἑνὸς
εἴδους τοῦ αἰσθητοῦ γένεσιν· οὔτε γὰρ τὸ σῶμα συνάξει, ὅγε καὶ διίστησιν,
οὔτε ἡ ποιότης, ἅτε μηδὲ ὑφισταμένη χωρὶς τοῦ σώματος ἐν ᾧ ἐστιν ἢ σὺν
ᾧ τυγχάνει οὖσα· ἀλλὰ καὶ εἶδος ὃ σύνθετον. Ἢ οὖν ἑαυτὸ παράγει, ὅπερ
ἀδύνατον, οὐ γὰρ συννεύει πρὸς ἑαυτό, ἀλλὰ διέρριπται αὐτοῦ πολλαχῆ
τὸ ὅλον, ἢ οὐχ ὑφ' ἑαυτοῦ παράγεται, καὶ ἔσται τις ἄλλη ἀρχὴ πρὸ αὐτοῦ.
Καὶ δὴ ὑποκείσθω ἣν καλοῦσιν φύσιν, ἀρχὴν κινήσεως οὖσαν καὶ
ἠρεμίας, ἐν αὐτῷ οὖσαν τῷ κινουμένῳ καὶ ἠρεμιζομένῳ καθ' αὑτὸ καὶ οὐ κατὰ
συμβεβηκός· ἁπλούστερον γάρ τι αὕτη ἐστὶ καὶ δημιουργικὴ τῶν συνθέτων
21
εἰδῶν· ἀλλ' εἰ ἐν αὐτοῖς ἐστι τοῖς δημιουργουμένοις, καὶ χωρὶς αὐτῶν, οὐδὲ
πρὸ αὐτῶν ὑφέστηκεν, ἀλλὰ δεῖται αὐτῶν πρὸς τὸ εἶναι ὅ ἐστιν· ἐχέτω μέν-
τοι ἐξαίρετον πρὸς αὐτὰ τὸ συμπλάττειν αὐτὰ καὶ δημιουργεῖν, ὥς φαμεν·
ἀνενδεὴς δὲ ὅμως οὐκ ἔστιν, ἥγε σὺν αὐτοῖς ἔχει τὸ εἶναι, καὶ ἐν αὐτοῖς ἐστιν
ἀχώριστος, καὶ ὄντων οὖσα, καὶ μὴ ὄντων οὐκ οὖσα, διὰ τὸ πάντη αὐτοῖς
ἐγκαταδῦναι καὶ μὴ δύνασθαι τὸ οἰκεῖον ἀνενεγκεῖν· τὸ γὰρ αὖξον καὶ τρέφον
καὶ γεννῶν τὰ ὅμοια καὶ τὸ ἓν πρὸ τῶν τριῶν τούτων ἡ φύσις οὐκ ἔσται τὸ
ὅλον ἀσώματος, ἀλλὰ σχεδόν τι τοῦ σώματός ἐστι ποιότης, καὶ διαφέρει
τοσοῦτον μόνον ὅσον τὸ δοκοῦν ἔνδοθεν κινεῖσθαι καὶ ἠρεμεῖν παρέχεται τῷ
συνθέτῳ. Ἡ μὲν γὰρ τοῦ αἰσθητοῦ ποιότης τὸ ἐπιπολῆς φαινόμενον καὶ
τῇ αἰσθήσει προσπίπτον ἐνδίδωσι, τὸ δὲ σῶμα τὴν πάντη διάστασιν, ἡ δὲ
φύσις τὴν ἔνδοθεν προϊοῦσαν ἐνέργειαν φυσικήν, εἴτε κατὰ τόπον μόνον,
εἴτε κατὰ τὸ τρέφειν καὶ αὔξειν καὶ ὅμοια γεννᾶν. Ἤδη γὰρ καὶ αὕτη φύσις
ἀξιολογωτέρα, οἵα ἡ διὰ τῶν φυτῶν· ἀλλ' οὐ δι' αὐτῆς γε, ὡς ἀνασπάσαι
δύναται ἑαυτὴν τῶν διοικουμένων· ὅλην γὰρ ἑαυτὴν ἐκείνοις ἐπιδέδωκεν
κατ' αὐτὴν τὴν οὐσίαν· ζωὴ μὲν γάρ τις καὶ ἄλλη παρὰ τὸ σῶμα τὸ φυσικόν,
ἁπλῶς λεγόμενον καὶ τρανέστερον τῆς ἐν τούτῳ καταπεπομένης ὑπ' αὐτοῦ
φύσεως, τῆς ἔνδοθέν πως ἐνεργούσης, οὔτε δὲ τρεφούσης, οὔτε αὐξούσης, οὔτε
τὰ ὅμοια γεννώσης· ἀλλὰ γὰρ καὶ αὕτη ἀχώριστός ἐστι τοῦ ὑποκειμένου καὶ
ἐνδεής, ὥστε οὐκ ἂν εἴη ἁπλῶς ἀρχὴ τὸ ἐνδεὲς ἔχουσα τοῦ χείρονος· οὐ γὰρ
δὴ ἐκεῖνο θαυμαστόν, εἰ ἀρχή τις οὖσα τῆς ὑπὲρ ἑαυτὴν ἀρχῆς ἐστιν ἐνδεής,
ἀλλ' εἰ τῶν μεθ' ἑαυτὴν ὧν εἶναι ἀρχὴ ὑποτίθεται.
Τῷ δὲ αὐτῷ λόγῳ διελέγξωμεν καὶ εἴ τις ἀρχὴν ὑποθοῖτο τὴν ἄλογον
ψυχήν, εἴτε αἰσθητικήν, εἴτε ὀρεκτικήν· εἰ γὰρ καὶ δοκεῖ τι χωριστότερον
ἔχειν αὕτη, κατὰ τὰς ὁρμητικάς τε καὶ γνωστικὰς ἐνεργείας, ἀλλ' ἐνδέδεται
ὅμως καὶ αὐτὴ τῷ σώματι καὶ ἔχει τι αὐτοῦ ἀχώριστον, εἴπερ οὐ δύναται πρὸς
ἑαυτὴν ἐπιστρέφειν, ἀλλὰ τῷ ὑποκειμένῳ συμπέφυρται αὐτῆς ἡ ἐνέργεια·
δῆλον γὰρ ὅτι καὶ ἡ οὐσία τοιαύτη τις· εἰ γὰρ ἦν ἀπόλυτος αὕτη καὶ ἐλευ-
θέρα ἐφ' ἑαυτῆς, κἂν ἐπεδείξατό τινα καὶ τοιαύτην ἐνέργειαν, οὐ πρὸς τὸ
σῶμα ἀεί, πρὸς ἑαυτὴν δὲ ἐπιστρεφομένη ποτέ· καὶ εἰ ἀεὶ πρὸς τὸ σῶμα,
22
ἀλλὰ κριτικῶς τε καὶ ἑαυτῆς ἐξεταστικῶς· αἱ γοῦν τῶν πολλῶν ἀνθρώπων
ἐνέργειαι, κἂν περὶ τὰ ἔξω τευτάζωσιν καὶ διατρίβωσιν, ὅμως περὶ αὐτὰ τὸ
χείριστον ἐπιδείκνυνται, βουλευόμεναι ὅπως αὐτῶν τύχωσι καὶ ἐφιστάνουσαι
ὅτι βουλῆς χρεία πρὸς τὸ δρᾶσαί τι ἢ παθεῖν τῶν φαινομένων ἀγαθῶν ἢ
ἐκκλῖναί τι τῶν ἐναντίων. Αἱ δὲ τῶν ἀλόγων ζῴων ὁρμαὶ μονοειδεῖς τέ εἰσι
καὶ αὐτοφυεῖς, καὶ τοῖς ὀργάνοις συγκινούμεναι καὶ αἰτοῦσαι μόνον πρὸς
τὰς ἀπὸ τῶν αἰσθητῶν ἡδείας αἰσθήσεις, καὶ ἀποστρεφόμεναι τὰς λυπηράς.
Εἰ τοίνυν τῆς λύπης καὶ τῆς ἡδονῆς κοινωνεῖ τὸ σῶμα καὶ διατίθεταί πως
ὑπ' αὐτῶν,…
π…
The complete text is available when the reading interface loads.