The Greek Library Catalogue

Anonymous

De legationibus Romanorum ad gentes

Edition reference
De legationibus Romanorum ad gentes (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus), ed. C. de Boor, Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 1: excerpta De legationibus, pt. 1, Berlin: Weidmann, 1903: 170–221.
CTS identifier
urn:cts:greekLit:tlg4076.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

{Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς.

Ἐκ τῆς ἱστορίας Μενάνδρου.}

1

Ὅτι ἐπειδὴ Μῆδοι τῇ περιμαχήτῳ τῶν Κόλχων χώρᾳ

προσκαθεζόμενοι, ὡς ἂν ποιήσωνταί γε αὐτὴν κατήκοον, μετὰ

πολλοὺς ὅσους ἀγῶνας χρόνου τε συχνοῦ τριβέντος αὐτοῖς οὐδέν

τι περαιτέρω ἔδρασαν, ἀλλὰ γὰρ τά τε πλείονα τῆς Λαζικῆς καὶ

ὁ Φάσις ἡ πόλις, ἔνθα λέγεται εἶναι τὰ τοῦ Αἰήτου βασίλεια,

οὐδὲν ἧττον ὑπὸ Ῥωμαίους ἐτύγχανον ὄντα· τέλος δὲ ἔδοξε Ῥω-

μαίοις τε καὶ Πέρσαις, ὧν μὲν ἐν κατοχῇ ὑπῆρχον, εἴτε φρούρια

εἴτε ἕτερα ἄττα, οὔτι μεταθεῖναι, εἶναι δὲ ἐν τῷ αὐτῷ μέχρις

οὗ ἀσφαλέστερον διευκρινηθείη τὰ τῆς διαφορᾶς. καὶ τοίνυν

ἐδόκει οὐκ ἄλλως, ἐκεχειρία τέ τις ἐγεγόνει ὅσον οὔπω τελεωτάτης

εἰρήνης ἔχουσα ἐλπίδα, τά τε μέγιστα τῶν πολιτευμάτων ἡσυχίαν ἦγον.

ἐπεὶ οὖν ταῦτα τῇδε ἐχώρει, καὶ οἵ γε ἀμφὶ τὸν Ζαβέργαν Οὖννοι

πόρρω που τῆς Ῥωμαίων ἐπικρατείας ἀπεληλαμένοι ἐτύγχανον,

τηνικαῦτα Ἰουστινιανός (ἐν νῷ γὰρ εἶχεν ὡς ἐλεύσονται καὶ αὖθις

οἱ Κοτράγηροι δῃώσοντες τὰ ἐπὶ Θρᾴκης) ἐγκείμενός τε ἦν τῷ

Σανδίλχῳ τῷ τῶν Οὐτιγούρων ἡγεμόνι, ἀνίει τε οὐδαμῶς παραι-

νῶν πρεσβείας τε συχνὰς ἐκπέμπων καὶ ἄλλοτε ἄλλῳ τρόπῳ ἀνε-

ρεθίζων, ὡς ἂν ἀμωσγέπως ἐκπολεμώσῃ γε αὐτὸν ὡς τὸν Ζαβέρ-

γαν. προσετίθει δὲ ταῖς ὡς τὸν Σάνδιλχον ἀγγελίαις ὁ αὐτοκράτωρ

ὡς, εἴ γε καταγωνίσοιτο τοὺς Κοτραγήρους, καὶ τὰ ὅσα ἐτήσια χρή-

ματα ἐκ τῆς Ῥωμαίων ἐπικρατείας ἀπονεμηθέντα ἦσαν τῷ Ζα-

βέργᾳ μεταθήσειν ὡς αὐτόν. καὶ τοίνυν ὁ Σάνδιλχος (Ῥωμαίοις

γὰρ ἐπιτήδειος ἐβούλετο εἶναι) βασιλεῖ ἐσήμηνεν ὡς πέφυκεν οὐχ

ὅσιον μὲν οὐδὲ ἄλλως εὐπρεπὲς τοὺς ὁμοφύλους ἀφανίσαι ἄρδην,

μὴ ὅτι ὁμόγλωσσοί τέ εἰσι καὶ ὁμόσκηνοι ἡμῖν καὶ ὁμοίᾳ χρῶνται

στολῇ καὶ διαίτῃ, ἀλλ' ὅτι καὶ ξυγγενεῖς καὶ ἑτέροις τισὶ τετά-

χαται ἡγεμόσιν. ὅμως δ' οὖν (Ἰουστινιανὸς μὲν γὰρ ὁ τὰ τοιάδε

ἐγκελευσάμενος) αὐτίκα τὴν ἵππον τοὺς Κοτραγήρους ἀφελόμενος

οἰκεῖον ποιήσομαι κτῆμα, ὡς ἂν μὴ ἔχοιεν ὅτῳ ὀχούμενοι σίνοιντο

τοὺς Ῥωμαίους.

2

Ὅτι Ἄμμιγος ὁ Φράγγος ἐστρατοπεδεύσατο ἀντικρὺ τοῦ

ποταμοῦ Ἀττίσου, ᾗ προσδόκιμοι ἦσαν οἱ Ῥωμαῖοι διαβήσεσθαι.

ὁ δὲ Ναρσῆς τοῦτο ἐγνωκὼς Παμφρόνιον, ὃς ἐν τοῖς βασιλέως

πατράσιν ἐτέλει, καὶ Βῶνον, προεστῶτα τῆς αὐτοῦ βασιλέως πε-

ριουσίας, ἐκπέμπει πρεσβευσομένω ἄμφω ὡς Ἄμμιγον ἐδήλωσέ τε

αὐτῷ ἐκποδὼν γενέσθαι καὶ μηδαμῶς πόλεμον αὖθις κινῆσαι κατὰ

Ῥωμαίων· ἐκεχειρία γάρ τις ἐγεγόνει μεταξὺ τοῦ χρόνου Φράγγοις

τε καὶ Ῥωμαίοις. ὁ δὲ Ἄμμιγος διὰ τῶν πρέσβεων ἀπεκρίνατο

ὡς οὐκ ἐνδώσοι ποτὲ ἔστ' ἂν αὐτῷ τὸ ἀκόντιον οἵα τέ ἐστι κρα-

δαίνειν ἡ χείρ.

3

Ὅτι ἀνὰ τὴν ἕω τε καὶ Ἀρμενίαν τελεωτάτη τις εἶναι

εἰρήνη ἐδόκει, κατὰ δὲ τὴν Λαζικὴν ἐκεχειρία ἦν Ῥωμαίοις τε καὶ

Πέρσαις. ἐπεὶ οὖν ὥσπερ ἡμιτελῆ τὰ τῆς εἰρήνης ὑπῆρχεν, ἐδέ-

δοκτο δὲ Ῥωμαίων τε καὶ Περσῶν τοῖς βασιλεῦσι πληρεστάτην

ἡσυχίαν ἄγειν, τούτου ἕνεκα Ἰουστινιανὸς στέλλει Πέτρον, ὃς τῶν

κατὰ τὴν αὐλὴν ταγμάτων ἡγεῖτο, διαλεχθησόμενον Χοσρόῃ περὶ

τῶν καθόλου σπονδῶν. καὶ τοίνυν ἀφικομένου ἐν τοῖς ὁρίοις τοῦ

Δάρας κατάδηλόν τε ποιήσαντος τῷ τῶν ἑῴων βαρβάρων βασιλεῖ,

ὡς πάρεστιν ἐπικηρυκευσόμενος ἀμφὶ τοῦ καταθέσθαι τὰ ὅπλα

ἑκασταχόσε, ἐκπέμπεται αὐτόθι καὶ Περσῶν πρεσβευτής, ᾧ δῆτα

ὑπῆρχε μὲν ἀξίωμα τὸ Ζίχ, μέγιστόν τι τοῦτο παρὰ τοῖς Πέρσαις

γέρας, προσηγορία δὲ αὐτῷ Ἰεσδεγουσνάφ. οὗτος δὲ παρευναστὴρ

τοῦ κατ' αὐτὸν βασιλέως ὑπῆρχε. καὶ τοίνυν ἐν ταὐτῷ γενόμενοι

οἱ πρέσβεις, καὶ τῶν κατ' αὐτῶν ἐπιχωρίων ἀρχόντων εἰς ἓν ξυνα-

θροισθέντων, κατέστησαν ἐς ἐκκλησίαν. καὶ Πέτρος ὁ τῶν Ῥω-

μαίων πρεσβευτὴς ἀποχρώντως ἔχων τῆς τε ἄλλης παιδείας καὶ

τῆς τῶν νόμων ἔλεξεν ὧδε· πάρεσμεν, ὦ ἄνδρες Πέρσαι, πρὸς τοῦ

Ῥωμαίων βασιλέως σταλέντες. ὁποῖος δὲ ὁ καθ' ἡμᾶς βασιλεὺς

περιττὸν ἂν εἴη λέγειν, τῶν πραγμάτων τὸν ἄνδρα διηγουμένων

ὑμῖν. πάρειμι μὲν οὖν ἐφ' ᾧ τὰ τῆς ἤδη γεγενημένης ἐς τελεω-

τάτην εἰρήνην μετασκευάσαι. ἀναδιδάξαι δὲ βούλομαι πρότερον

πρὸς οἵαν ὑμῖν πολιτείαν καὶ ὅσην αἱ σπονδαὶ βεβαιωθήσονται.

ἀλλ' εἰ καί τις μεγαλορρήμων εἶναι δόξω τὸ συνοῖσον ἀμφοτέραις

ταῖς πολιτείαις θηρώμενος, μὴ ἀχθεσθῆτε τῇ περιττολογίᾳ. οὐκ

ἐς μακρὰν γὰρ ἐν δέοντι δόξει τὰ τοιαῦτα λελέχθαι, ἐπαινεθήσο-

μαί τε πρὸς ὑμῶν, τῶν πραγμάτων ὑμᾶς ἀναδιδασκόντων τὴν ἐκ

τῶν λόγων ὠφέλειαν. γενήσονται τοίνυν ὑμῖν αἱ ξυνθῆκαι πρὸς

Ῥωμαίους. ἀρκέσει δὲ Ῥωμαίους εἰπεῖν· δηλοῖ γὰρ ἡ προσηγορία

τὰ λειπόμενα. χρεὼν οὖν ὑμᾶς ὡς πρὸς τοσαύτην πολιτείαν σπει-

σομένους καὶ οὐ περὶ βραχέων βουλευομένους τὰ κάλλιστά τε καὶ

τὰ ξυνοίσοντα μᾶλλον ἑλέσθαι, καὶ ἀντὶ τῶν ἀδήλων τοῦ πολέμου

τὸ προδηλότατον πᾶσιν ἀνθρώποις τὴν εἰρήρην ἀγαθὸν ἀσπά-

ζεσθαι. καὶ μή τις ὑμᾶς ἀπατάτω λογισμὸς ὡς νενικήκατε Ῥω-

μαίους, ἐπηρμένοι τῷ τὴν Ἀντιόχειαν ἁλῶναι πρὸς ὑμῶν καὶ

ἄττα Ῥωμαϊκὰ χωρία. τὸ γὰρ ὑπερβάλλον τῆς Ῥωμαϊκῆς εὐτυχίας

ὁ θεὸς ἐκόλασεν ἐν τούτῳ, τῷ μὴ νομίζειν ἄνθρωπον ἀνθρώπου

διαφέρειν πολύ. καὶ εἰ μὲν τὸ φύσει δίκαιον ἐκράτει, οὔτε ῥητό-

ρων οὔτε νόμων ἀκριβείας οὔτε μὴν ἐκκλησίας καὶ τῆς περὶ ταῦτα

ποικιλίας τῶν λόγων ἔδει· αὐθαίρετα γὰρ τοῖς βιωφελέσι τῶν

πραγμάτων προσετέθημεν. ἐπειδὴ δὲ πάντες ἄνθρωποι δίκαια

καθεστάναι νομίζομεν προσδεῖ καὶ τῆς ἐκ τῶν λόγων τερθρείας

ἡμῖν. τοιγαροῦν καὶ ἐς ἐκκλησίαν ξυνεληλύθαμεν, ὡς ἂν πείσοι-

μεν ἕκαστοι † τοὺς δεινότητι λόγων ἐπιεικεῖς εἶναι. ὅτι μὲν οὖν

ἀγαθὸν εἰρήνη καὶ τοὐναντίον πονηρὸν ὁ πόλεμος οὐδεὶς ἀντερεῖ.

εἰ γὰρ καὶ παρὰ τὴν κοινὴν τῶν ἀνθρώπων δόξαν βέβαιον ἡγησό-

μεθα τὸ νικᾶν, οἶμαι τὸν νενικηκότα κάκιστα ζῆν ἐξ ὧν δακρύου-

σιν ἕτεροι. οὕτω δήπου καὶ τὸ κρατεῖν λυπηρόν, μήτι γε τὸ

κρατεῖσθαι λυπηρότερον. διὸ τοίνυν ὁ καθ' ἡμᾶς βασιλεὺς ἀπέ-

σταλκε σπεισομένους ἡμᾶς καὶ προτέρους ἱκετεύσοντας καταθέσθαι

τὸν πόλεμον, οὐχ ὡς δεδιὼς μὲν τὰ πολέμια, φοβούμενος δὲ μὴ

προφθάσοιτε διαλεγόμενοι πρότεροι περὶ τῆς εἰρήνης τῆς φιλτά-

της ἡμῖν. μὴ δῆτα οὖν, ὡς † πρὸς τῆς τῶν θορύβων ἀπαλλαγῆς,

τὰς κατ' ἀλλήλων ἐπεκτείνωμεν δυσμενείας. πολιτείας γὰρ εὖ

πολιτευομένης ἀλλότριον πέφυκέ πως τὸ μὴ στοχάζεσθαι τῶν

ξυμβησομένων ἐκ τοῦ πολέμου. διαγραφέτω τις ὑμῶν ἐν ταῖς

ψυχικαῖς θεωρίαις ὥσπερ παρόντας τοὺς πεπτωκότας κατολοφυ-

ρομένους, ἀναλογιζέσθω καὶ τὰς καιρίας τῶν πληγῶν ἐπιδεικνύν-

τας ἀποικτιζομένους τε καὶ ἐπεγκαλοῦντας ὡς τῇ τῶν κρατούντων

ἀβουλίᾳ διέφθαρται τὸ ὑπήκοον· εἶτα τοὺς περιόντας εἰσπράττον-

τας ἡμᾶς τοὺς ἀπολωλότας τυχὸν μὲν γονεῖς, τυχὸν δὲ παῖδας,

ξυμβὰν δὲ τοὺς φιλτάτους ἢ τὸν ὁντιναοῦν καὶ ἁπλῶς ἄνθρωπον.

ἐνθυμηθῶμεν χηρωθείσας τὰς οἰκίας ἀνδρῶν καὶ τὴν νεωτάτην

ἡλικίαν ὀρφανισθεῖσαν, καὶ πανταχοῦ μεριζόμενον τὸν θρῆνον ἐφ'

ἑκάστῳ συγγενείας ὀνόματι. εἰ γὰρ καὶ δοίημεν τὸ πίπτειν ὑπὲρ

πατρίδος εἶναι καλόν, πάσης ἀφροσύνης ἐστὶν ἀνάπλεων δύνασθαι

μὲν ἄνευ κινδύνων χάριν ἐκτίνειν τῇ θρεψαμένῃ, τῷ δὲ δοκεῖν

μειονεκτεῖσθαι τῶν ἀντιπάλων μὴ βούλεσθαι. οἶμαι δὲ καὶ τὴν

Περσίδα γῆν καὶ τὴν Ῥώμην αὐτήν, εἴπερ ἠδύναντο φωνὰς ἀφιέναι,

ταῦτα δήπουθεν ἡμᾶς ἀντιβολεῖν. μὴ οὖν αἰσχυνθῶμεν τοῦ πολέ-

μου καταθέσθαι τὸ φορτίον· τὸ γὰρ ἐπικαίρως ἅπαντα πράσσειν

μᾶλλον ἡμῖν προσοίσει τῆς ἀνδρείας τὴν εὔκλειαν. μηδέ τις ἡμῖν

ἐς προκάλυμμα τοῦ μὴ ἐθέλειν κατατιθέναι τὰ ὅπλα τοῦτο δὴ τὸ

κάλλιστον τὴν εἰρήνην δυσεύρετον εἶναί τι χρῆμα καὶ δυσπόριστον

εἴποι. οὐ γάρ, ὡς οἴονται πολλοί, τὰ κάκιστα μὲν προχειρότατα

καὶ αὐθαίρετα προσίπταται τοῖς ἀνθρώποις, τὰ δὲ αὖ βέλτιστα

τῶν πράξεων διαδιδράσκει τε καὶ διολισθαίνει καὶ δυσάλωτα

πέφυκέ πως. πᾶν γὰρ ἀγαθόν τε καὶ κακὸν τῇ ἀνθρωπίνῃ τα-

λαντεύεται γνώμῃ, καὶ τῷ βουλομένῳ προσδέχεται τὴν ῥοπήν.

ἀρκέσει δ' οὖν ἡμῖν ὁ πόλεμος πρότερον, ἤπερ ἡμεῖς αὐτῷ μὴ

ἀρκέσωμεν. οὐ γὰρ ὅπερ ἄμεινον οἴεταί τις τὸ συνοῖσον ἀκριβῶς

ἐν τούτῳ γνωρίζεται. οὐ δεῖ τοιγαροῦν ὑμᾶς ἐπαιρομένους τοῖς

φθάσασιν ἀπειροκαλίας ἑαυτοῖς περιτιθέναι γνωρίσματα. μία γὰρ

καὶ ἡ αὐτὴ φύσις ἀνθρώπων, καὶ τὸ παθεῖν ὁμοίως ἐστὶν ἓν

ἅπασιν, καὶ οὐ δεῖ νομίζειν τὸ ὁμοιογενὲς διαλλάττειν φύσει τινί.

ἀσφαλέστατον δέ πως ἐνέχυρον καὶ τὸ ξυνεστάναι τὸ ἀντιπολι-

τευόμενον. ἕως γὰρ ἄνθρωποι φανερῶς ἔχουσι πρὸς τὸν ἀντίπαλον

εὖ, παιδεύονται τὸ ἀνδρεῖον, καταλύοντος δὲ μὴ φαινομένου τοὺς

ἀντερείδοντας, καὶ τὴν σφῶν αὐτῶν συγκαταλύουσι δύναμιν, καὶ

ὑφ' ὧν οὐκ ἄξιοι νενικημένοι τυγχάνουσιν. ταῦτα καὶ θεὸν τὸν καθ'

ἡμᾶς μαρτύρομαι καὶ τοὺς καθ' ὑμᾶς εἰ θεοὶ εἴτουν ἕτεροί τινες

τυγχάνουσιν. εἴγε καὶ Πέρσαις οὕτω δοκεῖ. τοσαῦτα εἶπεν ὁ Πέτρος.

Ὁ δὲ Ζὶχ ἀκηκοώς (δεινότατος γὰρ ἐσότι καὶ οἷος βαρβάρῳ

γλώττῃ καὶ βραχυλογίᾳ τὸ δέον εἰπεῖν) ὑπολαβὼν ἀντέλεξεν ὧδε·

ὡς μὲν οὐκ εἰκότα καὶ δίκαια πρεσβεύετε, ὦ ἄνδρες Ῥωμαῖοι, τίς

ἀπάνθρωπος καὶ θηριώδης οὕτω φήσαι. κοινῇ γὰρ πᾶσιν ἀνθρώ-

ποις ἀγαθὸν εἰρήνη δοκεῖ. ἐγὼ δὲ κατεπλάγην ἂν ταῖς κομψο-

λογίαις, εἰ μὴ Ῥωμαῖοι μὲν ὑμεῖς, ἡμεῖς δὲ Πέρσαι ἐτυγχάνομεν

ὄντες. μὴ οὖν οἴεσθε περιόδῳ ῥημάτων λήσειν ἡμᾶς ὁποῖοί τινες

καθεστῶτες ἥκετε τευξόμενοι τοῦ συνοίσοντος. ἐπειδὴ δὲ προβάλ-

λεσθε τὴν εἰρήνην ὥσπερ παραπέτασμα τῆς δειλίας καὶ ταύτῃ τὸ

φανερώτατον τῆς ἀτιμίας ἐπισκιάζειν οἴεσθε, βραχέα διαλεχθείην·

οὐ γὰρ σύνηθες ἀνδρὶ Πέρσῃ περιττολογίᾳ διεξιέναι τῶν πραγμά-

των τὰ καίρια. Χοσρόης ὁ πάντων ἀνθρώπων. εἴπερ βούλεται,

βασιλεὺς οὔτε τὴν Ἀντιοχείας ἅλωσιν ἐγκαλλώπισμά τι καὶ ἐγκώ-

μιον ἑαυτῷ περιτίθησιν· εἰ γὰρ καὶ φοβερὸν ὑμῖν καὶ ἐργωδέστα-

τον εἶναι δοκεῖ τὸ παρ' ἡμῶν πραχθέν, ὅμως ἡμεῖς πάρεργον

ἡγούμεθα τὸν ὁντιναοῦν τῶν πολεμίων νικᾶν· πεπαιδεύμεθα γὰρ

ἀκριβῶς τὸ κρατεῖν, καθ' ὅσον τὰ λοιπὰ τῶν ἀνθρώπων γένη

κρατεῖσθαι μεμαθήκασιν ὑφ' ἡμῶν· οὔτε μὴν ἑτέρας Ῥωμαϊκῆς

πόλεως καταστροφὴ πρὸς ὄγκον ἡμᾶς ἐξαίρει ποτέ. τὸ γὰρ προ-

χειρότατον ἡμῖν οὐ θαυμαστόν. καὶ ταῦτα μὲν ἀρκέσει πρὸς

ἔλεγχον τῆς μάτην ἀπερριμμένης παρ' ὑμῶν ἀδολεσχίας. Ῥωμαῖοι

δὲ τὸ σύνηθες πράττουσι περὶ σπονδῶν πρότεροι διαλεγόμενοι

Πέρσαις. ἡσσηθῆναι πρὸς ἡμῶν νενικήκατε τῷ τάχει προτερή-

σαντες τὴν εἰρήνην αἰτεῖν, καὶ ταύτῃ τὴν ἐν τοῖς πολέμοις ἀδοξίαν

ἐπικαλύπτετε, τῷ δῆθεν μὴ ἐφιέμενοι μάχης ἐπιεικεῖς εἶναι δοκεῖν.

ὅπερ ἂν ἡμεῖς, εἴπερ ἐμελλήσατε, καὶ κρατοῦντες ἐπράξαμεν. ὅμως

δεχόμεθα τοὺς λόγους, τὴν εἰρήνην περὶ πλείστου ποιούμεθα.

φρόνημα γὰρ εὐγενὲς τῷ πρέποντι ξυμμεταρρυθμίζειν τὰ πράγματα.

Οὕτω δὲ καὶ τοῦ Ζὶχ εἰπόντος. οἱ ἀμφοτέρων ἑρμηνεῖς

διασαφηνίσαντες ἐφ' ἑκάτερα μέρη τὰ ῥήματα διδάσκαλοι τῶν

νοημάτων ἐγίγνοντο, πλείστων καὶ ἑτέρων ἀπερριμμένων λόγων,

νῦν μὲν αὐτοῦ τοῦ χρειώδους χάριν, νῦν δὲ καὶ κόμπου ἕνεκα καὶ

τοῦ μὴ δοκεῖν ἧττον ἔχοντας τῆς εἰρήνης ἐφίεσθαι. Πέρσαι μὲν

διηνεκεῖς ἠξίουν ἔσεσθαι τὰς σπονδάς, πρὸς δέ γε καὶ χρυσίον

ῥητὸν ἐφ' ἑκάστῳ ἐνιαυτῷ ὑπὲρ τοῦ μὴ κεχρῆσθαι τοῖς ὅπλοις

κομίζεσθαι ἀπὸ Ῥωμαίων· καὶ τεσσαράκοντα μὲν ἐτῶν, τὸ γοῦν

ἐλάχιστον τριάκοντα, προειληφότας † ἐκτὸς συντελεσθησομένῳ

ἐν ἑνὶ συναθροισμῷ, οὕτω βούλεσθαι κατατιθέναι τὰ ὅπλα. Ῥω-

μαῖοι δὲ τοὐναντίον ὀλιγοχρονίους τὰς ξυνθήκας εἶναι ἐβούλοντο,

πρὸς τοῖς μήτε μὴν κατατιθέναι τι ὑπὲρ τῆς εἰρήνης. ἁμίλλης

δὲ περὶ τούτου ἐπὶ μέγα κινηθείσης, καὶ λόγων προελθόντων

ἥκιστα ὀλίγων, τέλος ἔδοξεν ὥστε ἐπὶ νʹ μὲν ἔτη ξυνεστάναι τὴν

εἰρήνην, Ῥωμαίοις δὲ ἀποδοθῆναι τὴν Λαζικήν· στερράς τε εἶναι

καὶ ἐρρωμένας τὰς συνθήκας καὶ κρατεῖν ἑκασταχόσε, τοῦτο μὲν

κατὰ τὴν ἕω, τοῦτο δὲ καὶ ἐν Ἀρμενίᾳ, ἀλλὰ γὰρ καὶ ἐν αὐτῇ

δήπου τῇ Λαζικῇ, οὕτω μέντοι ὡς λʹ χιλιάδας ἐτησίας χρυσίου

νομίσματος ἀποφέρεσθαι Πέρσας τῆς εἰρήνης ἕνεκα ἀπὸ Ῥωμαίων.

ἐβεβαιώθη δὲ τοῦτο ὥστε Ῥωμαίους ἐν ὁμάδι δεκαετίας ποσότητα

προπαρασχεῖν οὕτω· παραχρῆμα μὲν ἐνιαυτῶν ἑπτά, καὶ μετὰ τὴν

τῶν ζʹ ἐτῶν παραδρομὴν οὐκ ἐς ἀναβολὴν κατατιθέναι τῶν λοιπῶν

τριῶν ἐτῶν τὴν συντέλειαν· εἶθ' οὕτω καθ' ἕκαστον ἔτος πορί-

ζεσθαι Πέρσας τὸ ὡρισμένον ἐνιαυσιαῖον. ἔδοξε δὲ καὶ περὶ τοῦ

κατασκαφῆναι τὸν μοναστήριον οἶκον τὸν λεγόμενον Σεβανὸν καὶ

ἱδρυμένον ἐν τοῖς μεθορίοις. καὶ ἀπολήψεσθαι Ῥωμαίους τὸν

τόπον, Ῥωμαίων μὲν καθεστῶτα ἀπ' ἀρχῆς, Περσῶν δὲ παρα-

σπονδησάντων καὶ ἐν κατοχῇ τούτου ἤδη γενομένων τείχει τε

κατησφαλισμένων τὸ ἱλαστήριον. οἱ δὲ ἀλλὰ γὰρ οὔτε ἐς τέλεον

κατέσκαψαν οὔτε μὴν ἐνεχείρισαν Ῥωμαίοις. ταῦτά τοι οὐδὲ ἐν

ταῖς σπονδαῖς ἐμφέρεται. ἐστέρχθη δὲ ὥστε τὰς λεγομένας τῇ

Λατίνων διαλέκτῳ σάκρας ἐξ ἀμφοῖν τοῖν βασιλέοιν αὐτοῦ ἀπο-

κομισθῆναι ἐπιβεβαιούσας ἅπαντα ὅσα πρὸς τῶν πρέσβεων ἐμπε-

δωθέντα ἐτύγχανε. καὶ τοίνυν τὰ τοιάδε ἐστάλη αὐτόθι. ξυνέβη-

σαν δὲ καὶ ἐς τοῦτο ὥστε κατὰ μίαν μοῖραν προελθεῖν τὴν

καλουμένην σάκραν ἐκ τοῦ Ῥωμαίων βασιλέως ἐπιψηφιζομένην

περὶ τῶν προδοθησομένων χρημάτων τῆς τριετίας μετὰ τὸν ἕβδο-

μον ἐνιαυτόν, ὡς καταθήσουσι ταῦτα Ῥωμαῖοι Πέρσαις. ἐκυρώθη

〈δὲ〉 ὥστε καὶ ἐκ τοῦ βασιλέως Περσῶν ὁμολογίαν ἐν γράμμασι

προελθεῖν ὡς, ἡνίκα πορίσαιντο Πέρσαι τῶν τριῶν ἐτῶν τὸ ὀφειλό-

μενον χρυσίον, βασιλεῖ Ῥωμαίων τὸ περὶ τοῦ τοιοῦδε βεβαιωτικὸν

ἀναδοθήσεται γράμμα. ἡ μὲν τοῦ Ῥωμαίου αὐτοκράτορος περὶ τῆς

εἰρήνης ὁμολογία τὴν συνήθη φέρουσα προγραφὴν γνώριμος ἡμῖν

ἐς τὰ μάλιστα τυγχάνει· ἡ δὲ τοῦ Περσῶν βασιλέως γράμμασι

μὲν ἐγράφη Περσικοῖς, τῇ δὲ Ἑλληνίδι φωνῇ κατὰ ταῦτα δήπουθεν

ἰσχύει τὰ ῥήματα· Θεῖος, ἀγαθός, εἰρηνοπάτριος, ἀρχαῖος Χοσρόης,

βασιλεὺς βασιλέων, εὐτυχής, εὐσεβής, ἀγαθοποιός, ᾧτινι οἱ θεοὶ

μεγάλην τύχην καὶ μεγάλην βασιλείαν δεδώκασι, γίγας γιγάντων,

ὃς ἐκ θεῶν χαρακτηρίζεται, Ἰουστινιανῷ Καίσαρι, ἀδελφῷ ἡμε-

τέρῳ. ἡ μὲν οὖν προγραφὴ οὕτω πη ἐδήλου, ἀτὰρ ἡ δύναμις τῶν

λεχθέντων τοιάδε ὑπῆρχεν. εἴποιμι δὲ αὐτήν γε δήπου τῶν λόγων

τὴν συνθήκην· ἀναγκαῖον γὰρ ἔγωγε ᾠήθην χρῆσθαι οὐκ ἄλλως,

ὡς ἂν μὴ ὑποτοπήσοι τις ἑτέρᾳ φράσει παρατετράφθαι τι τῶν

ἀληθῶν· εἶχε 〈δὲ〉 οὕτω· Χάριν ἀπονέμομεν τῇ ἀδελφότητι τοῦ

Καίσαρος περὶ τῆς χρείας τῆς εἰρήνης τῆς μεταξὺ τούτων τῶν

δύο πολιτειῶν. ἡμεῖς μὲν Ἰεσδεγουσνὰφ θείῳ κουβικουλαρίῳ ἐκε-

λεύσαμεν καὶ ἐξουσίαν δεδώκαμεν, ἡ ἀδελφότης τοῦ Καίσαρος

Πέτρῳ μαγίστρῳ τῶν Ῥωμαίων καὶ Εὐσεβίῳ ἐκέλευσε καὶ ἐπέτρεψε

καὶ ἐξουσίαν δέδωκε λαλῆσαι καὶ τρακταΐσαι. καὶ ὁ Ζὶχ καὶ ὁ

λεγόμενος παρὰ Ῥωμαίοις μάγιστρος καὶ Εὐσέβιος τὰ περὶ τῆς

εἰρήνης κοινῶς ἐλάλησαν καὶ ἐτρακτάϊσαν, καὶ ἐτύπωσαν τὴν εἰ-

ρήνην πεντήκοντα ἐνιαυτῶν, καὶ ἔγγραφα πάντες ἐσφράγισαν.

ἡμεῖς οὖν, 〈καθ'〉 ἃ ὁ Ζὶχ καὶ ὁ μάγιστρος τῶν Ῥωμαίων καὶ Εὐ-

σέβιος ἐποίησαν, βεβαίως ἔχομεν τὴν εἰρήνην καὶ ἐμμένομεν αὐτοῖς.

οὕτω μὲν ἐπὶ λέξεως εἶχεν. ὁμοιοτρόπως δὲ καὶ ἡ τοῦ Ῥωμαίων

βασιλέως ἐτύγχανεν οὖσα ὁμολογία, ἄνευ τῆς προγραφῆς ἧς εἶχε

τὸ βασίλειον γράμμα τὸ Περσικόν. καὶ ἐν τοιοῖσδε ὁ ξύλλογος

διελύθησαν. ἐν δὲ δὴ ἑτέρᾳ ξυνελεύσει μεγαλαυχοῦντος τοῦ Ζὶχ

καὶ ἐπὶ Χοσρόῃ βασιλεῖ κομπολογίᾳ χρωμένου φάσκοντός τε, ὡς

ἀμαχώτατός τέ ἐστι καὶ νίκας περιεβάλετο πολλὰς καὶ ὡς, ἐξ οὗ

χρόνου τὴν κίδαριν ἀνεδήσατο, ἀμφὶ τὰ δέκα ἔθνη καταγωνισά-

μενος κατέστησεν ἐς φόρου ἀπαγωγήν, καὶ ὅτι τὴν τῶν Ἐφθαλιτῶν

κατεστρέψατο δύναμιν καὶ μὲν οὖν βασιλεῖς ἐχειρώσατο πλείστους,

καὶ ὡς ἄγανταί τε αὐτὸν καὶ τεθήπασιν οἱ ἐκείνῃ βάρβαροι, καὶ

ὡς κατὰ τὸ προσῆκον καὶ οὐκ ἀπεικὸς αὐτῷ ἡ ἐπωνυμία κεκόμ-

ψευται τὸ βασιλέα προσαγορεύεσθαι βασιλέων, ταῦτα καὶ τὰ τοιάδε

τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίᾳ χρησαμένου, ἐν διηγήματι

ἐξῆλθεν ὁ Πέτρος τοιάνδε ἱστορίαν τινά, ὡς ἐγένετό τις ἐν τοῖς

πάλαι τε καὶ ἀνωτάτω χρόνοις βασιλεὺς Αἰγύπτιος ὄνομα Σέσω-

στρις, καὶ οὖν γε συμπνεούσης αὐτῷ τῆς τύχης μεγάλα ἐφύσα καὶ

ἔθνη μέγιστα καθεῖλεν, ὡς δουλαγωγῆσαι καὶ βασιλεῖς, καὶ ἐπὶ

τοσοῦτον ἀρθῆναι ἀλαζονείας ὡς καὶ ὄχημα χρυσοκόλλητον ξυμπή-

ξασθαι, καὶ ἀνθ' ὧν ἵππους δέον ἢ ἕτερα ἑλκυστήρια ζῷα τοὺς

δοριαλώτους ἐκείνους βασιλεῖς ὑπαγαγεῖν τῷ ζυγῷ οὕτω τε διφρευό-

μενον διὰ τῶν λεωφόρων ἐπιφαίνεσθαι τοῖς ὑπηκόοις. τοῦτο

ἐπεὶ ὁσημέραι ἐπετέλει, τῶν τις βασιλέων τὸ ὄχημα ἑλκόντων κατὰ

τὸ ἄκρον ἐζευγμένος συνεχέστατά πως καὶ λεληθότως ἐς τοὐπίσω

τὸ βλέμμα ἐπιστρέφων ἐθεᾶτο τὸν τροχὸν κυλινδούμενόν τε καὶ

τῇ τῆς κινήσεως συνεχείᾳ ἐν ἑαυτῷ περιελιττόμενον. ἐποχούμενος

δὴ οὖν ὁ Σέσωστρις, (ἐπέσκηψε γάρ) τί δῆτα, ἔφη, τοῦτο ποιεῖς,

ὦ οὗτος· ὁ δὲ ἀμοιβαδὸν ἔφη· ὦ δέσποτα, ὁρῶ τὸν τροχὸν ὡς

θαμὰ περιδινούμενος οὐκ ἐπὶ τῆς αὐτῆς βάσεως μένει ὅδε, ἀλλὰ

γὰρ ἄνω κάτω φερόμενος τὴν ἁρματοτροχίαν ἐργάζεται. τοῦτο

ἀκηκοὼς ὁ Αἰγύπτιος καὶ μὲν οὖν τεκμηράμενος, ὡς ὑπαινίττεται

τὸ ἀστάθμητόν τε καὶ παλίμβολον τῆς τύχης, καὶ ὡς τροχῷ κυλιο-

μένῳ ἔοικε τὰ ἀνθρώπεια, ξυνῆκε μὴ ἄρα καὶ αὐτὸς χρόνῳ ποτὲ

τοιούτῳ προσπταίσῃ δυστυχήματι, τοῦ λοιποῦ τε ἐπαύσατο κατὰ

τὸν προλεχθέντα τρόπον ἁρματηλατεῖν· πρὸς τοῖς 〈τοὺς〉 δεδου-

λωμένους οἱ βασιλεῖς ἀφῆκε καὶ ταῖς σφῶν αὐτῶν ἡγεμονίαις ἐνε-

βίβασεν αὖθις. ἐνταῦθα Πέτρῳ ἐπαύσατο τῆς ἱστορίας ὁ λόγος

ἐγχαλινώσαντι τὴν τοῦ Ζὶχ περὶ Χοσρόου μεγαληγορίαν. εἶτα

διελέγοντο αὖθις περὶ τῶν πρακτέων. ἅπαντα μὲν γάρ, ὡς ἐνῆν,

τὰ ἀμφίβολα ἐν τάξει καὶ κόσμῳ καθειστήκει, τὰ δ' οὖν περὶ

Σουανίαν ἔτι ἐν μετεώρῳ ὑπῆρχε, καὶ ὑπελέλειπτο σφίσι μόνη ἐπ'

ἀμφιβόλῳ. τῷ τοι ἔλεξεν ὧδε Πέτρος· πλείστων ἐπαίνων ἄξιός

ἐστιν ἀνήρ, ὃς τέλεια βουλευόμενος τέλειον ἐπιθήσοι ταῖς πράξεσι

τὸ πέρας. εἰ γὰρ ἐλλείπει τι τῶν δεόντων, ἐλλιπὲς οἶμαι καὶ τῷ

βουλευομένῳ τὸ φρόνημα. οὐκ εἰκῇ δὲ καὶ μάτην εἴρηται νῦν ἡμῖν

ὁ λόγος· πρὸς σὲ δὲ φερόμενος, ὦ Ζίχ, Ῥωμαίοις τε καὶ Πέρσαις

φανήσεται λυσιτελέστερος. εἴποιμι δέ πως φανερώτερον. Σουανία

Ῥωμαίοις ὑπῆρχε, καὶ Ῥωμαῖοι Σουάνοις ἐκέλευον. ἀμέλει Τζαθίου

Σουάνων ἐξηγουμένου Δείτατός τις Ῥωμαῖος ἀνὴρ τῶν ἐκεῖσε Ῥω-

μαϊκῶν καταλόγων ἐτύγχανε προεστώς. ἀλλὰ καὶ ἕτεροί τινες Ῥω-

μαίων ἐν Σουάνοις ἐποιοῦντο τὰς διατριβάς. δυσμενείας δέ τινος †

μεταξὺ τοῦ Λαζῶν βασιλέως καὶ Μαρτίνου τοῦ Ῥωμαίου τηνικαῦτα

ἐκεῖσε στρατηγοῦντος, τούτου ἕνεκα ὁ Κόλχος οὐκ ἀπέστειλε Σου-

άνοις τὸ σύνηθες σιτηρέσιον· ἔθος γὰρ πέμπεσθαι σῖτον ἐκ τοῦ

Κόλχων βασιλέως. διὸ δυσανασχετοῦντες οἱ Σουάνοι τῷ τῶν νενο-

μισμένων ὑστερηθῆναι κατάδηλον ἐποιήσαντο Πέρσαις ὡς, εἰ γενή-

σοιντο αὐτοῦ, Σουανίαν ἐγχειρίσουσιν αὐτοῖς. ἐν τοσούτῳ Δεισάτῳ

καὶ τοῖς ἑτέροις ἡγεμόσι τῶν Ῥωμαϊκῶν ταγμάτων ἔφασαν ὅτι·

πολυπληθία Περσῶν ἀγγέλλεται χωροῦσα κατὰ Σουάνων, πρὸς ἣν

ἀξιόμαχον οὐκ ἔχομεν δύναμιν. ἀλλὰ τὸ συνοῖσον βουλεύσασθε

ξὺν τοῖς ἐνταῦθα Ῥωμαίων καταλόγοις ὑποχωροῦντες τῇ Μηδικῇ

στρατείᾳ. τοσούτῳ χρησάμενοι Σουάνοι δόλῳ καὶ δώροις ἀναπεί-

σαντες τοὺς τῶν καταλόγων ἐπιστάτας ἀπεβάλοντο παρὰ σφῶν τὴν

Ῥωμαίων φυλακήν, οἱ δὲ Πέρσαι ξὺν τάχει παραγενόμενοι Σουα-

νίαν ἔλαβον. ληπτέον οὖν ἐντεῦθεν ὡς καὶ Ῥωμαίων ἀνέκαθεν

ὑπῆρχεν καὶ Ῥωμαίοις ἁρμόζει τήμερον. εἰ γὰρ δικαιότατα Λαζι-

κῆς κύριοι καθεστήκαμεν, καθὰ δήπουθεν ὑμεῖς ἐψηφίσασθε,

Σουανίας τῆς ὑπὸ Λαζικὴν οὐκ ἀπὸ τρόπου δεσπόσομεν. ὁ δὲ

Σουρήνας ἔφη· ἄχθεσθε μᾶλλον Ῥωμαῖοι, ὅτι ἔθνος αὐθαίρετα

καὶ ἑκουσίως προσεπέλασεν ἡμῖν. ὁ Ζὶχ ὑπολαβὼν ἔφη· αὐτόνομοι

γεγόνασι Σουάνοι καὶ οὐπώποτε τῇ Κόλχων ὑπεκλίθησαν ἀρχῇ.

αὖθις ὡς τὸν Ζὶχ ἔλεξεν ὁ Πέτρος· εἴ γε μὴ βούλει, ὦ Ζίχ, ἐν

τοῖς τῆς εἰρήνης συμβολαίοις ὀνομαστὶ Σουανίαν ἐγχαράξαι, σή-

μανον ὡς ἀποδίδως μοι Λαζικὴν ξὺν τοῖς ὑποτεταγμένοις ἔθνεσιν

αὐτῇ. ὁ Ζίχ· εἰ τοῦτο, ἔφη, ποιήσω, ἄδειά σοι δοθήσεται καὶ περὶ

Ἰβηρίας ἀμφισβητεῖν κατ' ἐξουσίαν τε εἴποις ἄν, ὡς καὶ αὐτὴ

κατήκοος ἐγεγόνει Λαζῶν. ἔνδηλος, ἦ δὲ ὁ Πέτρος, γεγένησαι, ὦ

Ζίχ, ὡς οὐ βούλει πᾶσαν ἡμῖν ἀποδοῦναι Λαζικήν, ἀλλά τινα

μοῖραν αὐτῆς. πολλὰ μὲν οὖν καὶ ἕτερα Ῥωμαῖοί τε καὶ Πέρσαι

εἰπόντες τε καὶ ἀκηκοότες Σουανίας πέρι ὅμως οὐ ξυνέβησαν.

δοκεῖ τοιγαροῦν αὐτοῖς περὶ τοῦ τοιοῦδε τὸν βασιλέα ἐπισκοπῆσαι

Περσῶν. καὶ ὅρκῳ ἐπιστώσατο ὁ Ζίχ, ᾗ νενόμισται Πέρσαις

ὀμνύειν, ξυνεπιλαβέσθαι Πέτρῳ ὡς Χοσρόην ἀφικνουμένῳ ἕνεκα

Σουανίας. εἶτα τοῦ Ζὶχ τοὺς περὶ Ἄμβρου τοῦ Ἀλαμουνδάρου

τοῦ τῶν Σαρακηνῶν ἡγουμένου κινήσαντος λόγους φάσκοντός τε, ὅτι

γε δήπου καὶ αὐτὸν ὥσπερ καὶ τὸν πρὸ αὐτοῦ ἡγεμόνα τοῦ Σαρα-

κηνικοῦ κομίζεσθαι χρεὼν τὰς ρʹ χρυσίου λίτρας, ἀντεῖπεν ὁ

Πέτρος, ὥστε τὸν πρὸ Ἄμβρου ἡγεμόνα δωρεᾷ τινι ἀγράφῳ

καὶ ὅσῳ ἂν ἠβούλετο χρυσίῳ καὶ ὁπηνίκα ὁ καθ' ἡμᾶς ἐφι-

λοφρονεῖτο δεσπότης. τοιγαροῦν ἐστέλλετο τῇ ταχυτῆτι τῶν

δημοσίων ἵππων ὀχούμενος ἀνὴρ ἀγγελιαφόρος ὡς τὸν Σαρα-

κηνὸν ἀποκαταστήσων οἱ τὸ ὅπερ ἐτύγχανεν αὐτῷ πεμφθὲν

πρὸς τοῦ Ῥωμαίου βασιλέως. οὕτω τε ἐς τοὔμπαλιν ἐκ τοῦ

Σαρακηνοῦ ὡς βασιλέα τὸν ἡμεδαπὸν ἐπέμπετο δωροφορῶν

πρεσβευτής, εἶτα ἀντιδώρῳ αὖθις ἐφιλοφρονεῖτο τὸν Σαρακηνὸν

ὁ καθ' ἡμᾶς αὐτοκράτωρ. εἰ βούλεται οὖν καὶ Ἄμβρος κατὰ ταῦτα

ποιεῖν, λήψεται, εἰ δοκεῖ καὶ τῷ καθ' ἡμᾶς βασιλεῖ· εἰ δέ γε οὐ

βούλεται, κινεῖ τηνάλλως, πρός γε καὶ ἠλιθιώτατα φρονεῖ. ἀποί-

σεται γὰρ οὐδὲν ὁτιοῦν. τούτων διαμφισβητηθέντων καὶ ἑτέ-

ρων, ἐγράφησαν αἱ πεντηκοντούτιδες σπονδαὶ περσιστὶ καὶ ἑλλη-

νιστί, μετεβλήθη τε τὸ Ἑλληνικὸν εἰς Περσίδα φωνὴν καὶ τὸ

Περσικὸν εἰς Ἑλληνίδα. οἱ δὲ τὰς ξυνθήκας βεβαιοῦντες Ῥωμαίων

μὲν Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμὼν καὶ Εὐσέβιος

καὶ ἕτεροι, Περσῶν δὲ ὁ Ζὶχ ὁ Ἰεσδεγουσνὰφ καὶ Σουρήνας καὶ

ἕτεροι. τῶν οὖν ἐξ ἑκατέρου μέρους ὁμολογιῶν ἐν συλλαβαῖς ἀνα-

ληφθεισῶν, ἀντιπαρεβλήθησαν ἀλλήλαις τῷ ἰσοδυνάμῳ τῶν ἐνθυ-

μημάτων τε καὶ ῥημάτων. ὅσα δὲ ἐσήμηνε τὰ τῆς εἰρήνης γραμ-

ματεῖα, λελέξεται. καὶ δὴ δόγμα ἐγράφη πρῶτον ὡς διὰ τῆς

στενοπορίας τῆς εἰσόδου τοῦ λεγομένου χώρου Τζὸν καὶ τῶν

Κασπίων πυλῶν μὴ ἐφεῖναι Πέρσας ἢ Οὔννους ἢ Ἀλανοὺς ἢ ἑτέρους

βαρβάρους πάροδον ποιεῖσθαι κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, μήτε

δὲ Ῥωμαίους ἐν αὐτῷ δήπου τῷ χώρῳ μήτε μὴν ἐν ἄλλοις Μηδικοῖς

ὁρίοις στράτευμα στέλλειν κατὰ Περσῶν. δεύτερον, ὡς ἂν οἱ

σύμμαχοι Σαρακηνοὶ ἑκατέρας πολιτείας ἐμμένοιεν καὶ οἳ τοῖς

βεβαιωθεῖσι, καὶ μήτε τοὺς Περσῶν κατὰ Ῥωμαίων μήτε τοὺς

Ῥωμαίων ὁπλίζεσθαι κατὰ Περσῶν. κατὰ τρίτην τάξιν, ὥστε τοὺς

ἐμπόρους Ῥωμαίων τε καὶ Περσῶν τῶν ὁποιωνοῦν φορτίων, τού-

τους δὲ καὶ τοὺς τοιούσδε ποριστὰς κατὰ τὸ ἐξ ἀρχῆς κρατῆσαν

ἔθος ἐμπορεύεσθαι διὰ τῶν εἰρημένων δεκατευτηρίων. δʹ, ὡς ἂν

οἱ πρέσβεις καὶ οἱ τῇ ταχυτῆτι χρώμενοι τῶν δημοσίων ἵππων

πρὸς τὰς ἀπαγγελίας, ὁ μὲν ἐς τὰ Ῥωμαίων, ὁ δ' 〈ἐς〉 τὰ Περ-

σῶν ἤθη ἀφικνούμενοι κατά τε τὴν ἀξίαν καὶ τὸ προσῆκον ἕκαστοι

τιμηθεῖεν καὶ τῆς δεούσης τεύξονται ἐπιμελείας, ἀπαλλάττεσθαί

τε σφᾶς μὴ χρονοτριβοῦντας, ἀλλὰ γὰρ καὶ τὰς ἐμπορίας, ἃς ἐπι-

φέρονται, ἀμοιβάζειν ἀκωλύτως τε καὶ ἄνευ συντελείας τινός. εʹ

διετυπώθη ὥστε τοὺς Σαρακηνοὺς καὶ τοὺς ὁποιουσοῦν βαρβάρους

ἐμπόρους ἑκατέρας πολιτείας μὴ διὰ ξένων ἀτραπῶν ποιεῖσθαι

τὰς πορείας, μᾶλλον μὲν οὖν διὰ τῆς Νισίβεως καὶ τοῦ Δάρας,

μήτε μὴν ἄνευ κελεύσεως ἀρχικῆς ἰέναι κατὰ τὴν ἀλλοδαπήν. εἰ

μέντοι παρὰ τὸ δοκοῦν τολμήσουσί τι, ἤγουν, τὸ λεγόμενον, κλεπ-

τοτελωνήσουσιν, ἀνιχνευομένους ὑπὸ τῶν ἐν τοῖς ὁρίοις ἀρχόντων

ξὺν τοῖς ὅσα ἐπιφέρονται, εἴτε Ἀσσύρια φορτία εἶεν εἴτε Ῥωμαῖα,

παραδίδοσθαι εὐθύνας ὑφέξοντας. Ϛʹ, ὡς εἴ τινες, ἐν ᾧ χρόνῳ

ὁ πόλεμος ξυνεστήκει, ηὐτομόλησαν, τοῦτο μὲν ὡς Πέρσας ἀπὸ

Ῥωμαίων, τοῦτο δὲ 〈ἀπὸ〉 Περσῶν ὡς Ῥωμαίους, εἴ γε βούλοιντο

οἱ προσκεχωρηκότες ἐς τὰ οἴκοι ἐπαναστρέφειν, μὴ γίνεσθαι σφίσιν

ἐμποδὼν μήτε μὴν κωλύμῃ χρήσασθαί τινι. τοὺς μέντοι ἐν καιρῷ

εἰρήνης αὐτομόλους ἤγουν καταφεύγοντας ἐξ ἑτέρων εἰς ἑτέρους

μὴ ὑποδέχεσθαι, ἀλλ' ἐκ παντὸς τρόπου καὶ ἄκοντας ἐγχειρίζεσθαι

τοῖς ἐξ ὧν καὶ ἀπέδρασαν. ζʹ μέρος τῶν σπονδῶν, ὥστε τοὺς

ἐπεγκαλοῦντας περὶ τοῦ σίνεσθαί τι σφᾶς τοὺς ἀντιπολιτευομέ-

νους δίκῃ τέμνεσθαι τὸ φιλονεικούμενον ἢ δι' ἑαυτῶν τῶν τὴν

βλάβην πεπονθότων ἢ δι' οἰκείων ἀνθρώπων ἐν τοῖς μεθορίοις

παρὰ τοῖς ἄρχουσιν ἑκατέρας πολιτείας ξυνιόντων, οὕτω τε τὸν

ζημιώσαντα ἀκέσασθαι τὸ σκάζον. ηʹ, ὥστε τοῦ λοιποῦ μὴ ἐγκαλεῖν

Πέρσας Ῥωμαίοις ἕνεκα τοῦ ἐπικτίζεσθαι τὸ Δάρας. ἔδοξε δὲ

καὶ ἀμφοτέραν πολιτείαν τοῦ λοιποῦ μηδαμῶς ἐπιτειχίζειν ἤγουν

περιοχῇ τινι κατασφαλίζειν τι τῶν ἐν τοῖς ὁροθεσίοις χωρίων, ἵνα

μὴ πρόφασις ἐντεῦθεν ἔσοιτο ταραχῆς καὶ ἐκ τούτου διαλυθήσονται

αἱ σπονδαί. θʹ, μὴ ἐπιέναι ἢ πολεμεῖν ὑπηκόῳ ἔθνει ἢ χώρᾳ

τινὶ ἄλλῃ τοὺς ἑκατέρας πολιτείας, μᾶλλον μὲν οὖν ἄνευ βλάβης

καὶ κατ' οὐδὲν ὁτιοῦν πημαινομένους ἐν τῷ αὐτῷ μένειν, ὡς ἂν

καὶ οἵδε ἀπολαύοιεν τῆς εἰρήνης. ιʹ, ὥστε μὴ πολυπληθίαν στρατοῦ

εἰς τὸ Δάρας ἐνιζάνειν, πλὴν ὅση γε ἀρκέσει πρὸς φυλακὴν τοῦ

ἄστεος, μήτε δὲ τὸν τῆς ἕω στρατηγὸν κατὰ ταύτην ἐνιδρῦσθαι,

τοῦ μὴ ἐκ τοῦ τοιοῦδε ἐπιδρομὰς ἢ βλάβας γίνεσθαι κατὰ Περσῶν·

εἰ δέ γε ἄρα τι τοιοῦτον ξυνενεχθείη, ἐπαγιώθη τὸν ἄρχοντα τοῦ

Δάρας διατιθέναι τὸ πλημμεληθέν. μία πρὸς τῇ δεκάτῃ τῶν

σπονδῶν βεβαίωσις, ὥστε εἰ πόλις ἑτέραν ζημιώσει πόλιν ἢ ὁπω-

σοῦν διαφθείρει τι τῶν αὐτῆς, μὴ τῷ νόμῳ τοῦ πολέμου μήτε μὴν

δυνάμει στρατιωτικῇ, ἄλλως δὲ δόλῳ τινὶ καὶ κλοπῇ· εἰσὶ γὰρ

τοιοίδε τινὲς ἀνοσιουργοὶ οἱ ταῦτα πράσσοντες, ὡς ἂν πολέμου

ἔσοιτο πρόφασις· ἐβεβαιώθη τοιγαροῦν τὰ τοιουτότροπα ἀναζητεῖν

ἐς τὸ ἀκριβὲς καὶ ἐπανορθοῦσθαι τοὺς δικαστὰς τοὺς ἐν τοῖς

πέρασιν ἑκατέρας πολιτείας ἱδρυμένους. εἰ δέ γε αὐτοὶ οὐκ ἔσονται

ἱκανοὶ ἀναστέλλειν τὰς πρὸς ἀλλήλους τῶν ἀστυγειτόνων φθοράς,

ἐστέρχθη ὥστε τὴν διαδικασίαν ἀναπέμπεσθαι ὡς τὸν τῆς ἕω

στρατηγόν, ὡς εἴ γε εἴσω μηνῶν ἓξ μὴ τμηθείη τὰ τῆς ἁμίλλης,

καὶ ὁ ζημιωθεὶς μὴ λήψεται τὸ ἀπολωλός, τὸν ἀδικήσαντα λοιπὸν

ἐπὶ ποινῇ ὡς τὸ διπλάσιον τῷ ἠδικημένῳ εἶναι ὑπεύθυνον. ὡς

εἴ γε μηδὲ οὕτω πέρας ἕξοι, διετυπώθη τὸ πονοῦν μέρος πρεσ-

βείαν στέλλειν ὡς τὸν βασιλέα τοῦ ἠδικηκότος. εἶτα εἰ μηδὲ ὑπὸ

τοῦ βασιλέως γενήσεταί οἱ τὸ ἀποχρῶν καὶ διπλοῦν τὸ ὀφληθὲν

ἀναλήψεται κατὰ τὸ ὡρισμένον ἐντὸς ἐνιαυτοῦ, ὅσον ἐπ' ἐκείνῳ

τῷ δόγματι διαλελύσθω τὰ τῶν σπονδῶν. δευτέραν πρὸς τῇ δε-

κάτῃ μοῖραν τῶν σπονδῶν κατανοήσοις τὰς πρὸς θεὸν ἱκετείας,

ἔτι τε καὶ τὰς ἀράς, οἷον τῷ μὲν στέργοντι τὴν εἰρήνην εἶναι τὸν

θεὸν ἵλεών τε καὶ ξύμμαχον διὰ παντός, τῷ δὲ ἀπατηλῷ τῶν τε

ἐμπεδωθέντων νεοχμῶσαί τι βουλομένῳ τὸν θεὸν ἔσεσθαι ἀντί-

παλόν τε καὶ πολέμιον. τρίτη πρὸς τῇ δεκάτῃ τῶν νομι-

σθέντων ἰσχύς, πεντηκοντούτιδας εἶναι τὰς σπονδάς, ἐρρῶσθαί

τε τὰ τῆς εἰρήνης ἐπὶ πεντήκοντα ἐνιαυτούς, ἀριθμουμένου τοῦ

ἐνιαυτοῦ κατὰ τὸ ἀρχαῖον ἔθος, ἑκάστου ἔτους τῇ τριακοσιοστῇ

καὶ ἑξηκοστῇ καὶ πέμπτῃ ἡμέρᾳ περατουμένου. ἰσχῦσαι δὲ καὶ

τοῦτο, καθὰ ἔφην, ὥστε ἐξ ἀμφοῖν τοῖν βασιλέοιν ἀποκομισθῆναι

συλλαβὰς ἐκεῖσε δηλούσας ὡς ἄμφω στέρξαι ταῦτα ἐφ' οἷς ἐβε-

βαίωσαν οἱ πρέσβεις. πέρας τε δεξαμένων τῶν συνθηκῶν, ἀντε-

δόθησαν αἱ λεγόμεναι σάκραι. τούτων δὲ δοξάντων καὶ ἰσχυ-

ροποιηθέντων ἐκτὸς ἐνομίσθη τὰ περὶ τῶν ἐν Περσίδι Χρι-

στιανῶν, ὥστε καὶ νεὼς οἰκοδομεῖν καὶ ἐπιθειάζειν σφᾶς ἀδεῶς

καὶ τοὺς χαριστηρίους ὕμνους, καθὰ νενόμισται ἡμῖν, ἀκωλύτως

ἐπιτελεῖν, ἀλλὰ γὰρ μήτε καταναγκάζεσθαι εἰς μαγικὴν μετιέναι

θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενο-

μισμένους θεούς, καὶ οἱ Χριστιανοὶ δέ, ὥστε ἥκιστα καὶ οἵδε τολ-

μῷεν μετατιθέναι μάγους ἐς τὴν καθ' ἡμᾶς δόξαν. ἐκράτησε δὲ ὥστε

καὶ τοὺς θνήσκοντας τοῖς Χριστιανοῖς ἐπ' ἐξουσίας εἶναι θάπτειν ἐν

τάφοις, ᾗ νενόμισται παρ' ἡμῖν. τούτων οὕτω προελθόντων καὶ ἐν

κόσμῳ καὶ τάξει γενομένων, ἐπεὶ ἀνεδέξαντο οἵ γε ἐς τοῦτο τεταγμένοι

τὰς συλλαβὰς τοῖν δυοῖν βιβλίοιν καὶ ἀπηκρίβωσαν τῷ ἰσορρόπῳ τε

καὶ ἰσοδυνάμῳ τῶν ῥημάτων τὰ ἐνθυμήματα, αὐτίκα οἵ γε ἰσόγραφα

ἕτερα ἐπετέλουν. καὶ τὰ μὲν κυριώτερα ξυνειληθέντα τε καὶ

κατασφαλισθέντα ἐκμαγείοις τε κηρίνοις ἑτέροις τε οἷς εἰώθασι

Πέρσαι χρῆσθαι, καὶ ἐκτυπώμασι δακτυλίων ὑπὸ τῶν πρέσβεων,

ἔτι γε μὴν καὶ ἑρμηνέων δέκα πρὸς τοῖς δύο, ἓξ μὲν Ῥωμαίων,

οὐχ ἧττον δὲ Περσῶν, ἀμοιβαίᾳ τῇ δόσει τὰ τῆς εἰρήνης βιβλία

παρέσχοντο ἀλλήλοις. καὶ τὸ μὲν τῇ Περσῶν φωνῇ γεγραμμένον

ἐνεχείρισε Πέτρῳ ὁ Ζίχ, καὶ Πέτρος δὲ τῷ Ζὶχ τὸ τῇ Ἑλληνίδι,

καὶ αὖθις τοῦ Ζὶχ τὸ ἰσορροποῦν τῇ γραφῇ τῇ Ἑλληνίδι βιβλίον

γράμμασι Περσικοῖς διασεσημασμένον ἄνευ τῆς τῶν ἐκτυπωμάτων

ἀσφαλείας εἰληφότος, τὸ σωθήσεσθαί οἱ τὰς μνήμας, καὶ Πέτρος

οὐκ ἄλλως ἐπετέλεσεν ἀμοιβαίως. εἶτα ἐπὶ τούτοις διελύθησαν

τῶν τε ὁρίων ἄπο ἐγένοντο, καὶ ὁ Ζὶχ εἰς τὰ πάτρια ἤθη ἐπο-

ρεύετο· ἀτὰρ ὁ Πέτρος ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ

ἑορτῇ Χριστοῦ τοῦ θεοῦ· ἤδη γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ

σέβας· ἔτι δὲ καὶ τῇ τοῦ θεοῦ ἐπιφανείᾳ τὰ νόμιμα ἁγιστεύσας

μετὰ ταῦτα ἐπέβη τῆς Περσῶν. καὶ ἐν τοῖσδε πέρας εἰλήφει τὰ

τῶν ξυνθηκῶν. πρὸ δὲ δὴ τῆς ἀναχωρήσεως τῶν πρέσβεων, παρα-

γενομένων τινῶν Περσῶν ἐς τὸ Δάρας, οἷς τὸ τοιόνδε ἐν φροντί-

σιν ὑπῆρχεν, ἅμα ἐνίοις τῶν ἑρμηνέων καὶ τοῖς τῶν πλαστίγγων

ἐπιστάταις, ἀποκατέστη τοῖς περὶ τὸν Ζὶχ τὰ ὀφειλόμενα χρήματα

τῶν ζʹ ἐνιαυτῶν, ἐφ' οἷς αἱ ξυνθῆκαι προῆλθον. ὡς δὲ Πέτρος

ἀφίκετο πρὸς βασιλέα Περσῶν ἐν τῷ προσαγορευομένῳ Βιθαρμαῒς

διαλεχθησόμενός οἱ περὶ Σουανίας, ἐς τὰ βασίλεια προελθὼν

ἔλεξεν ὧδε· Ἥκομεν, ὦ βασιλεῦ, παρὰ σέ, τὸ μὲν ἐν βεβαίῳ τὴν

εἰρήνην ἔχειν εὐτυχήσαντες ἤδη, τὸ δὲ καὶ ὀψὲ γοῦν τευξόμενοι τῶν

δικαιοτέρων παρὰ σοῦ μὴ ἀχθησόμενοι. ὁ γὰρ τὸ παρὸν εὖ διαθεὶς

καὶ σχεδιάσας, ὡς εἰπεῖν, τὸ συνοῖσον πῶς οὐχὶ τῶν μελλόντων

προμηθεύεται πολλῷ τῷ διαφόρῳ, καθ' ὅσον καὶ χρόνῳ τῷ πλείονι;

μεγίστου τοίνυν πέφυκε βασιλέως τὸ δύνασθαι μὲν πλέον ἔχειν,

μὴ βούλεσθαι δέ· τὸ γὰρ ὑπερβάλλον τῆς ἰσχύος ἐν σώφρονι κο-

λάζεται λογισμῷ· ἐπεὶ οὖν τὸ ζέον τοῦ πολέμου κατέσβεσται νῦν

ἡμῖν, καὶ ὥσπερ ἀνεπνεύσαμεν, εἷς δὲ μόνος ὑπολείπεται σπινθήρ,

φημὶ δὲ σπινθῆρα κακῶν τὴν Σουανίαν, ἀπειλοῦσαν ἡμῖν μεγίστην

ἔσεσθαι δυσμενείας ἐμπύρωσιν, γενοῦ κώλυμα τῶν δεινῶν καὶ

προκατάπαυσον ἡμῖν ἐλπίδα τῶν κακῶν. ἐν σοὶ γὰρ τῶν ἀμηχά-

νων τὸν πόρον ἀνεθέμεθα μηχανησαμένῳ τὰ δέοντα. μία γάρ

τίς ἐστι τελεωτάτη τοῦ πολέμου κατάλυσις τὸ προστεθῆναι καὶ

Σουανίαν ἡμῖν, εἴπερ Λαζικῆς κύριοι καθεστήκαμεν. ὁ γὰρ δε-

σπόσας τοῦ ἡγεμονικοῦ πῶς οὐχ ἕξει τὸ ὑποβεβηκός; οὔτε γὰρ

Λαζοὶ οὔτε μὴν αὐτοὶ Σουάνοι πρὸς ἀμφισβήτησιν ἴδοιεν, ὡς οὐχ

ὑπήκοος ἡ Σουανία Λαζῶν ἀνέκαθεν ἦν, καὶ ὅτι ψήφῳ τοῦ Λαζῶν

βασιλέως ὁ Σουανίας ἄρξων τὸ κῦρος ἐδέχετο. ταῦτ' εἰπὼν Πέτρος

ἐν γράμμασιν ἐπεδείκνυ Χοσρόῃ παλαιτέρους Λαζῶν βασιλεῖς καὶ

ἄλλους ὑπὸ ἄλλων χειροτονηθέντας Σουάνων ἡγεμόνας. εἶτα καὶ

αὖθις ἔλεξεν· τοῦ δικαίου τοίνυν ἡμῖν, ὦ βασιλεῦ, καὶ Σουανίαν

παρέχοντος, οὐχὶ σὺ προτερήσας ἐν κέρδει σχήσεις ἀμφότερα, καὶ

τὸ δόξαι μὴ ἀδικεῖν καὶ τὸ δοκεῖν δωρεῖσθαι τὸ προσῆκον πᾶσιν;

οὔ τι γὰρ ἂν καὶ ὁ καθ' ἡμᾶς βασιλεὺς οἴοιτο ἀδικεῖσθαι, εἴ γε τὸ

οἰκεῖον ὥσπερ δῶρον λήψεται παρ' ὑμῶν, ἐπεὶ καὶ Λαζικὴν οἴεται

οὐκ ἄλλως ἔχειν. διαβεβαιουμένων γὰρ ἡμῶν καὶ ἐναργέστατα

δεικνύντων, ὡς Ῥωμαίων ἐκ πλείστου χρόνου κτῆμα καθέστηκεν,

ἀντεῖπας αὐτὸς τῷ τοῦ πολέμου νόμῳ Λαζικὴν οἰκειώσασθαι, καὶ

ὅμως τῷ βούλεσθαι τὴν δίκην ἄτρωτον εἶναι προυργιαίτερον

ἔθου σώφρονα κεκτῆσθαι λογισμὸν ἢ χεῖρα δυνατήν. τοιγαροῦν

ἐποιήσω τὴν οὐκ ἀνάγκην ἀνάγκην καὶ τῷ γενναίῳ τῆς μεγαλοφρο-

σύνης ἐψηφίσω κατὰ σαυτοῦ καὶ νικᾶν ἠξίωσας ἡττημένος τοῦ

πρέποντος, καὶ ἁπλῶς ἀπεκατέστησας ἡμῖν Λαζικὴν ὥσπερ οἰκεῖόν

τι κτῆμα μεταθεὶς καὶ τὴν ἐξουσίαν μεταγαγὼν ἐφ' ἡμᾶς. οὐκ

ἄλλως δὲ καὶ περὶ Σουανίας ἀντιβολοῦμεν τὸ οἰκεῖον προῖκα

λαβεῖν, καὶ χάριν δὲ ὁμολογήσειν ἡμᾶς ὑμῖν τῷ μὴ ἐζημιῶσθαι

τὸ οἰκεῖον, ὑμᾶς δὲ τῷ κρείττονι τῷ δύνασθαι τοσοῦτον ὥστε δω-

ρεῖσθαι δοκεῖν καὶ τὸ μὴ ὑμέτερον. καὶ ὁ βασιλεὺς ἔλεξεν ὧδε· οὕτω

δῆτα ψυχὴν λόγων χηρεύουσαν καὶ τοῦ πείθειν ἔρημον εὑροῦσα ἡ

τῆς σοφίας δύναμις περιφρονοῦσα τὸ ἀσθενὲς καταγωνίζεται,

ὥσπερ φάρμακον ἐν ἕλκει προσπλαττόμενον καταβιβρώσκει μὲν

τὸ νοσοῦν, συναναζωπυρεῖ δὲ τὴν ὑγείαν τῷ κάμνοντι. εἰ γὰρ τὸ

δίκαιον οὐκ εἶπέ τισιν, εἴπῃ δὲ τὸ ἁρμόδιον, οὐδὲν ἧττον καὶ οὕτω

νικήσει. τοιγαροῦν ἡ σοφία τούτου ἕνεκα τῆς ἰσχύος τῶν ὅπλων

κρατεῖ, ὅτι πολέμου μὲν δύναμις οὐχ οἵα τε πέφυκε τοῦ πρακτέου

γενέσθαι, εἰ μή πω καὶ ἑαυτὴν αὐτὴ διαχρήσεται, τὸ δὲ τῆς

σοφίας ἀσώματον καὶ φρούριον καθέστηκεν ἑαυτῆς, πρός γε καὶ

φρουρεῖ τὸν κεκτημένον αὐτήν. ἐντεῦθεν οὖν οὐδὲ αὐτός, ὦ Ῥω-

μαίων πρεσβευτά, 〈ὃς〉 ὥσπερ εἰκὸς ἐν τοσαύτῃ σοφίᾳ τεθραμμέ-

νος περιεῖναι τοῖς ῥήμασι μεμάθηκας, μεμφθείην πρός τινος ἔγωγε

μὴ πείθειν μαθών. πλὴν ὡς ἂν οἷός τε ὦ, κἂν εἰ μὴ τοῖς ῥήμασι

τηλαυγῶς, ἀλλ' ὅμως τῷ βουλομένῳ τῆς γνώμης, ὡς ἔνεστιν, ἐν

φανερῷ προθείην τὸ δίκαιον. δοίημεν, ὡς ἐδικαιολογήσω περὶ

Σουανίας, τὴν ἀλήθειαν οὕτως ἔχειν. Λαζικὴν μὲν ἐχειρωσάμην,

Σουάνοις δὲ οὐδὲ προσέβαλον ἢ μόνῃ ἀκοῇ, τῷ τὸν Μερμερόην

ἡμῖν σημᾶναι ὡς οὐκ ἔστιν ἀξιόλογος οὐδὲ μὴν περιμάχητος ἡ

χώρα οὐδὲ βασιλικῆς ἔργον ἐκστρατείας, ἀλλ' ἓν ὑπάρχει τῶν ἐθνῶν

τῶν περὶ τὸν Καύκασον, καὶ ὡς ἔχουσι βασιλίσκον, καὶ ὡς ὁ

χῶρός ἐστι Σκυθῶν πάροδος. ἀπεβίω Μερμερόης, εἶτα ὁ Ναχόερ-

γαν ὑπῆλθε τῇ στρατηγίᾳ. γέγραφε τοίνυν ἡμῖν καὶ αὐτὸς οὐκ

ἄλλως περὶ αὐτῶν, ὅτι τοῦ Καυκάσου τὰς ἀκρωρείας οἰκοῦσι καὶ

ὅτι δῆτα κλῶπές τε καὶ λαφυραγωγοὶ καὶ χαλεπῶν ἔργων καὶ ἀνο-

σίων καθεστήκασιν ἐργάται. ἠβουλόμην οὖν κατὰ σφῶν ἐλάσαι

στρατείαν, οἱ δὲ κατορρωδήσαντες ἀντὶ Σουάνων ἐγένοντο Πέρσαι,

ὡς εἶναι δῆλον ἐντεῦθεν ἀνήκειν μοι τὴν χώραν, καὶ ἔχειν οὐκ

ἀρνοῦμαι. καὶ τοίνυν δηλοῦσιν ὑπακούοντες ἡμῖν ἀσμενέστατα

τῷ καὶ τοῖς δούλοις ἄρχεσθαι τοῖς ἡμῶν. ἀμέλει καὶ τοῦ Ζὶχ ἐν

γράμμασι δηλώσαντος, ὡς Ῥωμαῖοι Σουανίαν ἐπιζητοῦσι λαβεῖν,

τοσοῦτον πόρρωθεν ᾠήθην ὑμᾶς τοῦ δικαίου φῆσαι, καθ' ὅσον οὐ

πλησίον ἐγενόμην τοῦ πείθεσθαι τῷ παραλόγῳ τῆς ἀκοῆς. πλὴν

ἡττηθήσομαι τοῦ δυνατοῦ, καθ' ὅσον οἰηθείην περιέσεσθαι, μὴ

οὐχὶ ταὐτὰ φρονεῖν τῷ καθ' ὑμᾶς βασιλεῖ. ταύτας δήπουθεν

αὐτὰς ἀπεκύησε τῷ νῷ τὰς ἐννοίας ὁ Περσῶν βασιλεύς, καὶ ἐν

τούτοις ὁ λόγος ἐπέπαυτο πρὸς βραχὺ περὶ Σουανίας αὐτῷ. καὶ

αὖθις, ὥσπερ ἐν μεταξυλογίᾳ τινί, περὶ Ἄμβρου τοῦ Ἀλαμουν-

δάρου τοῦ Σαρακηνοῦ διελεγέσθην ἄμφω, τοῦ βασιλέως οὕτω πως

ἀρξαμένου· ὁ καθ' ἡμᾶς Ἄμβρος ὁ Σαρακηνὸς οὐκ ἥκιστα ἐπι-

μέμφεται τῷ Ζὶχ καὶ καταβοὴν πεποίηται τἀνδρὸς οὐκ ἐλαχίστην,

ἅτε οὐδέν τι ὀνήσαντός γε αὐτόν, ἡνίκα ἐσπενδόμεθα ὡς ὑμᾶς.

καὶ ὁ Πέτρος· ἐν οὐδενὶ χρόνῳ πώποτε, ἔφη, ῥητόν τι χρυσίον

ἐκομίσαντο ἐκ Ῥωμαίων οἱ καθ' ὑμᾶς Σαρακηνοὶ οὔτε μὴν ἀνάγ-

κῃ τινὶ οὔτε καθ' ὁμολογίαν τινά, ἀλλὰ δῆτα ὁ πατὴρ Ἄμβρου

Ἀλαμούνδαρος ἔστελλε δῶρα τῷ Ῥωμαίων αὐτοκράτορι, καὶ ὅ γε

δεχόμενος ἀντεδωρεῖτό γε αὐτόν. ὅπερ ἐφ' ἑκάστῳ ἐνιαυτῷ τὸ

τοιόνδε ἐγίγνετο οὐδαμῶς, ἀλλ' ἔστιν ὅτε καὶ εʹ παρῳχημένων

ἐτῶν. τοῦτο γοῦν διεσώθη τε καὶ διεφυλάχθη Ἀλαμουνδάρῳ τε

καὶ ἡμῖν ἐπὶ χρόνον ἥκιστα ὀλίγον. ἐξεπίσταται δὲ τὸ κρεῖττον

ὅτι οὐχὶ δῆτα ἐρρωμένα φρονῶν ἐς Πέρσας τὰ τοιάδε ἔπρασσεν

Ἀλαμούνδαρος. τοιγαροῦν διεβεβαιοῦτο ὡς εἰ καὶ ὑμεῖς πόλε-

μον κινήσοιτε καθ' ἡμῶν, Ἀλαμουνδάρῳ γε ἄπρακτός τε καὶ ἀνεν-

έργητος ἔσται ἡ μάχαιρα τῆς Ῥωμαίων ἕκατι πολιτείας. ταῦτα

μὲν οὖν ἐπί τινα διέμεινε χρόνον· νῦν δὲ ὁ σὸς μὲν ἀδελφός,

δεσπότης δὲ ἐμός, ἔθετο ἐν νῷ ἐμφρονέστατα, οἶμαι, ὦ βασιλεῦ,

ἔφη τε ὡς, εἰ βεβαίως ἔχει τὰ πολιτεύματα τὴν εἰρήνην, τί δή-

ποτε ἄρα λυσιτελήσει μοι τοῦ λοιποῦ ὑπηκόοις τε καὶ δούλοις

προσφθέγγεσθαι Περσῶν, ὡς ἂν καταπρόοιντο τῶν κεκτημένων τὰ

πράγματα, ἤγουν πορίζειν τι αὐτοῖς ἢ πορίζεσθαι παρὰ σφῶν;

εἰ πρὸ τῆς εἰρήνης, ἔλεξεν ὁ βασιλεύς, ἑκατέρωθεν ἐστέλλοντο

πρεσβεῖαι, καὶ ἀμοιβαίοις ἐφιλοφρονεῖσθε δώροις ἀλλήλους, χρῆναι

οἶμαι ἄτρωτα εἶναι τὰ ὅσα ἐστέρχθη πρὸ τοῦ. ταύταις μὲν οὖν

αὐταῖς καὶ περὶ Ἄμβρου ταῖς δικαιολογίαις ἐχρησάσθην, καὶ αὖθις

ἀντελογίζοντο περὶ Σουανίας. ὁ δὲ βασιλεὺς εἶπεν· ὁπηνίκα ἔγωγε

παρεστησάμην Σκάνδεις τε καὶ Σάραπα καὶ Λαζικήν, ὑμεῖς, ὥς

φατε, τηνικαῦτα Σουανίαν ἐν ὑπηκόων εἴχετε μοίρᾳ. ἔνδηλον οὖν

ἐντεῦθεν ὡς οὐκ ἐτύγχανον ὄντες ὑπὸ Λαζούς. εἰ γὰρ ἦν, καὶ

αὐτοὶ ξὺν τοῖς κρατοῦσιν ἡμῖν προσεχώρησαν. ὁ Πέτρος ἔφη

ἀμοιβαδόν· τοῦτο οὐ γέγονεν, ἐπεὶ ὁ Σουάνος οὐκ ἀπέστη, καθὰ

δήπουθεν οὗ δοῦλος ἦν ὁ Λαζός. φημὶ δὲ ὡς τοῦ καθ' ἡμᾶς

δούλου ὁ δοῦλος ἀφηνίασεν οὐδαμῶς. τήμερον, ἦ δὲ ὁ βασιλεύς,

δέκα ἤδη παρῳχήκασιν ἐνιαυτοὶ ἐξ οὗ Σουανίαν ἐν κατοχῇ ἐποιη-

σάμην· πρέσβεις πολλάκις ἐδεξάμεθά τε καὶ ἐξεπέμψαμεν ὡς

Ῥωμαίους· καὶ τί δῆτα ἐξ ἐκείνου τὸν ὁντιναοῦν οὐ κεκινήκατε

λόγον ἕνεκα Σουανίας; ἐπειδὴ τηνικαῦτα, ἔλεξεν ὁ Πέτρος, καὶ

Λαζικῆς κύριος ἐγεγόνεις. καὶ εἴπερ ἔφην ὡς σὲ 〈δεῖ〉 παραχω-

ρῆσαί μοι Σουανίας, ἀντέλεξας ἄν· τίνος χάριν; καὶ εἴπερ αὖθις

ἔφην· ἐπεὶ Λαζικῆς ἐστι κατήκοος, ἀπεκρίνω· τίνα γάρ σε γνωρί-

ζομεν Λαζικῆς; καὶ λοιπὸν ἀντερεῖν εἴχομεν τὸ παράπαν οὐδέν.

τοῦτο φής, εἶπεν ὁ βασιλεύς, ὅτι Σουανία Λαζῶν ὑποχείριος ἦν.

εἴπερ ἐν γράμμασιν οἷός τε εἶ τεκμηριῶσαι τὸ τοιόνδε, ἥκιστα

ἀποτεύξῃ τοῦ δέοντος. καὶ ὁ Πέτρος· οὔ τι μελλήσω, ἀναδιδάξω

δέ σε τἀληθές. ἀρχαῖον ἔθος, ὦ δέσποτα, τόδε ἐκράτησε παρὰ

Λαζοῖς· ὁ Σουανίας ἡγεμὼν ὑπήκουε τῷ Λαζῷ καὶ ἀνάγραπτός οἱ

ἐπεφύκει ἐς δασμοφορίαν, καὶ τοίνυν ἐκομίζετο παρ' αὐτοῦ ὁ

Λαζὸς καρπούς τε μελιττῶν καὶ δέρρεις καὶ ἕτερα ἄττα. ὁπηνίκα

δ' οὖν ὁ…

ἐφεστ…

The complete text is available when the reading interface loads.