De legationibus gentium ad Romanos
- Edition reference
- De legationibus gentium ad Romanos (fragmenta ap. Constantinum Porphyrogenitum, De legationibus), ed. de Boor, op. cit., vol. 1: excerpta De legationibus, pt. 2, 442–477.
- CTS identifier
urn:cts:greekLit:tlg4076.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
ὅπλων, ἀφέθησαν μέν, ὅμως δ' οὖν Ἰουστίνῳ λάθρᾳ ἐνεκελεύσατο
ὁ βασιλεὺς τρόπῳ τῷ τὰ ὅπλα ἀφελέσθαι παρὰ σφῶν. καὶ οὖν
ὁ στρατηγός, ἐπεὶ ἐδέξατό γε αὖθις ἐπανιόντας τοὺς πρέσβεις,
κατὰ ταῦτα ἐποίει. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ
Ἀβάρων ἤδη ἐκ πολλοῦ ὑποτυφομένη, καὶ μάλιστα τῷ μὴ ὡς θᾶτ-
τον ἀφεθῆναι τοὺς πρέσβεις. συνεχέστατα γὰρ ἐσήμηνεν ὁ Βαιανὸς
ὡς ἂν ἐπανέλθοιεν· τὸ μελετώμενον δὲ σάφα ἐπιστάμενος ὁ βα-
σιλεὺς ἄλλοτε ἄλλως διετίθει τὸ παρόν, ὅπως ἐς τὴν βασιλίδα
πόλιν ἐγκαθειργμένοι εἶεν.
5
Ὅτι ἐπὶ Ἰουστίνου τοῦ νέου οἱ τῶν Ἀβάρων πρέσβεις παρε-
γένοντο ἐν Βυζαντίῳ τὰ συνήθη δῶρα ληψόμενοι, ἅπερ τῷ κατ'
αὐτοὺς ἔθνει Ἰουστινιανὸς ὁ πρὸ τοῦ βασιλεὺς ἐδίδου· ἦσαν δὲ
καλῴδιά τε χρυσῷ διαπεποικιλμένα, ἐς τὸ εἴργειν τι τῶν ἀπο-
διδρασκόντων ἐπινενοημένα, καὶ κλῖναι ὁμοίως καὶ ἄλλα τινὰ ἐς τὸ
ἁβρότερον ἀνειμένα. τότε δὴ οὖν οἱ πρέσβεις τῶν Ἀβάρων ἐς
πεῖραν ἰέναι τοῦ βασιλέως ἐβούλοντο, εἴ γε οὐκ ἄλλως † δῶρα
λαμβάνειν αὐτοῖς καὶ τῇ Ῥωμαίων ῥᾳθυμίᾳ ἐπεντρυφᾶν καὶ τὸ
ἀμελὲς αὐτῶν οἰκεῖον τίθεσθαι κέρδος· καὶ δὴ παρὰ βασιλέα φοιτᾶν
ἠξίουν. καὶ οὖν τοῦτο ἐφειμένον αὐτοῖς, ἔτι γε μὴν καὶ διὰ τῶν
ἑρμηνέων ὅ τι βούλονται λέγειν, τοιοῖσδε ἐχρήσαντο λόγοις· Χρεών,
ὦ βασιλεῦ, κληρονομοῦντά σε τῆς πατρῴας ἀρχῆς καὶ τοὺς πα-
τρῴους φίλους οὐκ ἄλλως ἤπερ ὁ πατὴρ ὁ σὸς εὖ ποιεῖν, καὶ ταύτῃ
φαίνεσθαι μᾶλλον διάδοχον εἶναι τοῦ τετελευτηκότος τῷ μηδὲν
ἐναλλάττειν ὧν ἐκεῖνος ἔπραττε περιών. οὕτω γὰρ καὶ ἡμεῖς τῆς
αὐτῆς ἀνθεξόμεθα γνώμης, καὶ οὐχ ἧττον τὸ τῆς εὐεργεσίας ὄνομα
μεταθήσομεν εἰς σέ, καὶ μετ' ἐκεῖνον εὐεργέτην ἀποκαλέσοιμεν·
πρός γε καὶ αἰσχυνθησόμεθα τῷ πεπονθέναι καλῶς μὴ τοῖς ὁμοίοις
ἀμείβεσθαι τὸν δεδρακότα. καὶ γὰρ πατέρα τὸν σὸν δώροις ἡμᾶς
φιλοφρονούμενον ἀντεδωρούμεθα τῷ καὶ δυνάμενοι μὴ κατατρέχειν
τὴν Ῥωμαϊκήν, ἀλλὰ πλέον ἐνδείκνυσθαί τι. τοὺς γὰρ ἐκ γειτόνων
ὑμῖν βαρβάρους τὴν Θρᾴκην ἀεὶ περικόπτοντας ἠφανίσαμεν ἀθρόον,
καὶ οὐδεὶς ὁστισοῦν αὐτῶν περιλέλειπται τὰ Θρᾳκῶν ὁρίσματα
καταδραμούμενος· δεδίασι γὰρ τῶν Ἀβάρων τὴν δύναμιν φιλίως
ἔχουσαν πρὸς τὴν Ῥωμαίων ἀρχήν. πεπείσμεθα δὴ οὖν ὡς ἐν
τούτῳ μόνῳ καινοτομήσεις ἡμᾶς τῷ πλέον παρέχειν ἡμῖν ἢ ὁ σὸς
ἐδίδου πατήρ· ἀνθ' ὧν καὶ ἡμεῖς ἤπερ ἐκείνῳ γενησόμεθά σοι
κατὰ τὸ πλέον ὑπεύθυνοι καὶ μείζονας ἐποφλήσομέν σοι τὰς χάρι-
τας. πάρεσμεν οὖν ληψόμενοι τὰ κατὰ τὸ εἰωθός. γνῶθι γὰρ
ὡς ἄλλως οὐκ ἔστι δυνατὸν τὸν καθ' ἡμᾶς ἡγεμόνα σοί τε καὶ τῇ
Ῥωμαίων εὐνούστατον ἔσεσθαι πολιτείᾳ, εἴ γε μὴ ἐγχειρισθείη
πρότερον αὐτῷ τὰ ἐφ' οἷς οὐ κινεῖν ὅπλα κατὰ Ῥωμαίων ἔγνω.
Οἱ μὲν τῶν Ἀβάρων πρέσβεις τοιαῦτα διεξῆλθον ἐπαμφοτερίζοντες
τῇ γνώμῃ· τοῦτο μὲν γὰρ ἐδόκουν ἱκετεύειν, τοῦτο δὲ ἀπειλεῖν.
ᾤοντο γὰρ ὡς ταύτῃ δεδίξονταί τε καὶ ἐκφοβήσουσι τὸν βασιλέα,
καὶ ὡς ἐκ τούτου ἀναγκασθήσονται Ῥωμαῖοι ὥσπερ ὑπόφοροι εἶναι
Ἀβάρων. ὁ δὲ βασιλεὺς οὐδὲν ἕτερον ἢ ψόφον ἡγησάμενος τῶν
Ἀβάρων τὰ ῥήματα ἀντέλεξεν οὕτως· προβαλλομένων ὑμῶν σὺν
ἱκετείᾳ τὴν μεγαληγορίαν οἰομένων τε τῇ συγκράσει ταύτῃ τῶν
λόγων τὸ σπουδαζόμενον ὑμῖν ἀνύσειν, ἀμφοτέρας, ὡς εἰπεῖν, ἐκ-
πεπτώκατε τῆς ἐλπίδος· οὐδὲ γὰρ ὑποθωπεύοντες ἡμᾶς ἀπατήσετε,
οὐδὲ μὴν ἀπειλοῦντες ἐκφοβήσετε. πλείονα δὲ ὑμῖν ἐγὼ παρέξω
τοῦ ἡμετέρου πατρὸς τὸ πέρα τοῦ δέοντος ἐπηρμένους ὑμᾶς τῷ
πρέποντι σωφρονίζειν· ὁ γὰρ μεταρρυθμίζων τοὺς ἀτάκτους τῶν
λογισμῶν καὶ ὥσπερ παιδεύων τε καὶ ἀνακόπτων τῆς ἐπ' ὀλέθρῳ
τῶν αὐθαδιζομένων ὁρμῆς ὀφθήσεται κατὰ τὸ μᾶλλον εὐεργέτης
ἤπερ ὁ χορηγὸς τῆς τρυφῆς, ὃς φιλεῖν μὲν δοκεῖ, προφάσεως δὲ
μικρᾶς ἐπιλαβόμενος τὸν δῆθεν εὐεργετούμενον ἠφάνισεν εὐθέως.
ἄπιτε τοιγαροῦν πλείστου πριάμενοι παρ' ἡμῶν κἂν γοῦν ἐν ζῶσι
τελεῖν καὶ ἀντὶ τῶν Ῥωμαϊκῶν χρημάτων τὸν καθ' ἡμᾶς φόβον εἰς
σωτηρίαν εἰληφότες. οὔτε γὰρ δεηθείην ποτὲ τῆς καθ' ὑμᾶς συμ-
μαχίας, οὔτε τι λήψεσθε παρ' ἡμῶν ἢ καθ' ὅσον ἡμῖν δοκεῖ, ὥσ-
περ δουλείας ἔρανον, καὶ οὐχ, ὡς οἴεσθε, φορολογίαν τινά. τοιοῦ-
τον ἐπισείσαντος φόβον τοῦ βασιλέως τοῖς πρέσβεσι τῶν Ἀβάρων,
κατεγνωκότες ἐκ τῶν εἰρημένων οἱ βάρβαροι ὡς οὐκ ἀνέξεται σφῶν
τῆς πλεονεξίας, καὶ ὡς οὐδὲν αὐτοῖς ἐκδοθήσεται ὧν ἐκομίζοντο
πρὸ τοῦ, καὶ ὡς τὸ λοιπὸν ἀδεῶς οὐκ ἐπιδραμοῦνται τὴν Ῥωμαϊκήν,
ἐν δυσθυμίᾳ τε ἐτύγχανον πολλῇ καὶ ἀναλογιζόμενοι ἦσαν ὅποι τὰ
παρόντα ἐκβήσεται καὶ ὅποι τύχης αὐτοῖς χωρήσοι τὰ πράγματα·
οὐδὲ γὰρ μένειν ἐν Βυζαντίῳ ἀνόνητα ἤθελον, οὔτε μὴν ἄπρακτοι
ἀπιέναι ἐβούλοντο. ὅμως δ' οὖν τῶν κακῶν αὐτοῖς αἱρετώτερον
ὑπῆρχεν ἀπονοστῆσαι ὡς τοὺς ὁμοφύλους. καὶ τούτοις ἑνωθέντες
ἐς τὴν τῶν Φράγγων χώραν ἀφίκοντο τοῦ βασιλέως τὴν ἀπολογίαν
θαυμάσαντες.
6
Ὅτι ἠγγέλθη Ἰουστίνῳ ὡς ἐκ τῆς Περσῶν ἐπικρατείας
ἐξώρμησεν ὁ Ζὶχ πρεσβευσόμενός τε καὶ διαλεχθησόμενος περὶ
Σουάνων, ἐν ταὐτῷ καὶ φιλοφροσύνης ῥήματα ἀποκομίσων βασιλεῖ,
ἔτι τε καὶ τὰ ἐφ' οἷς Ῥωμαῖοι προσεγκαλοῦσιν εὖ διαθησόμενος.
ὁ δὲ Ἰουστῖνος ἐν βουλῇ ἐποιεῖτο ἢ μὴ προσδέξασθαι τὴν πρε-
σβείαν ἢ προσδεχόμενον εἰδέναι τὸν Ζὶχ ὡς τὰ κατὰ νοῦν αὐτῷ
ἀνυσθήσεται οὐδαμῶς. καὶ δὴ ξυγκροτηθείση αὐτῷ ἐκκλησίας,
δοκεῖ κατάδηλον γενέσθαι ἔτι ὁδοιποροῦντι τῷ Ζὶχ διὰ συλλαβῶν
Ἰωάννου, ὡς τὸ παράπαν οὐδὲν τῶν δοκηθέντων προσεδέξατο ὁ
βασιλεύς. τούτου γενομένου, τὸ γράμμα ἐνεχειρίσθη Τιμοθέῳ τῶν
ἅμα Ἰωάννῃ γενομένων ἑνὶ κατὰ δὴ τὴν Περσῶν πρὸ τοῦ. καὶ
οὖν Τιμοθέῳ ἐνεκελεύσατο βασιλεὺς ῥήματα μὲν δῆθεν τῆς ὡς
Ῥωμαίους φιλίας ἀποκομίσαι βασιλεῖ τῶν Περσῶν, ὑπαντιάζοντι
δέ, ὥσπερ εἰκός, τῷ πρεσβευτῇ ἐπιδεῖξαι τὴν Ἰωάννου ἐπιστολήν,
ὡς ἂν ἔσοιτο ἐξεπιστάμενος ὁ Ζὶχ καὶ σαφέστατα προγινώσκων
τὴν βασιλέως βουλήν. Τιμόθεος οὖν, τοῦτο ἐπιτετραμμένον αὐτῷ,
παρεγένετο ἐν τοῖς ὁρίοις· γνοὺς δὲ ὡς οὔπω πάρεστιν ὁ Περσῶν
πρεσβευτής, ἐπορεύετο ὅ γε αὐτίκα πρὸς Χοσρόην. ξυμβὰν δὲ
οὕτω, τοῦ Ζὶχ δι' ἑτέρας ἀτραποῦ ἐς τὴν Νίσιβιν ἀφικομένου ἐκεῖ
τε διατρίψαντος τῷ διατεθῆναι τὸ σῶμα ἀρρώστως, ἐν τοσούτῳ
Τιμόθεος πρὸς τοῦ Περσῶν βασιλέως ἀφεθεὶς ἐπικατέλαβε τὸν
Ζὶχ ἐπανερχόμενος κατὰ δὴ τὴν Νίσιβιν ἔτι νοσώδη τά τε γρα-
φέντα οἱ πρὸς Ἰωάννου ἐνεχείρισεν. ὁ δὲ καταμαθὼν ὡς ἐς τοὐ-
ναντίον αὐτῷ τῶν ἐλπισθέντων ἡ ὁδὸς γίνεται καὶ ὡς οὐκ αἰσίως
οἱ προβήσεται τὰ τῆς πρεσβείας, δυσθυμίᾳ περιπεσὼν καὶ τῇ
νόσῳ κάτοχος ὢν κατέστρεψε τὸν βίον. καὶ μὲν δὴ καὶ Ἰωάννην
αὐτίκα συνέβη τεθνάναι. μετὰ ταῦτα ἀγγέλλεται ἐν Βυζαντίῳ ὡς
ἕτερος ἥξοι πρεσβευτὴς ὁ προσαγορευόμενος Μεβώδης. οὗτος ἐς
τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος καὶ
ἐλπίδα ἔχων, ὡς περὶ Σουανίας αὐτῷ κινηθήσονται λόγοι, καὶ ὅτι
Πέρσας ἀρέσκουσαι γενήσονται ξυνθῆκαι. ταύτῃ τῇ διανοίᾳ ἐπηρ-
μένος ἐν Βυζαντίῳ ᾔει αὐθαδέστερον ἢ κατὰ πρεσβευτὴν θέμενος
τοῖς κατὰ τὴν ὁδοιπορίαν. παραγενομένου δέ, (βασιλεὺς γὰρ ἤδη
ἐπέπυστο Μεβώδου τῆς ἀλαζονείας πέρι, καὶ ὁποῖα ἄττα ἐλπίζων
τὴν ἄφιξιν ἐποιήσατο), τὰς μὲν ἐκ βασιλέως Περσῶν ἔδοξε δέχεσθαι
προσρήσεις κατὰ τὸν εἰωθότα θεσμόν, περιεφρόνησε δὲ ὅμως τὸν
Μεβώδη καὶ ἀπεφλαύριζε μηδὲ τὴν οἱανοῦν συνουσίαν ὡς αὐτὸν
ποιούμενος. ὡς δὲ ἐς τοὐναντίον ἤπερ ἐβούλετο τὰ τῆς πρεσβείας
οἱ ἐχώρει, καὶ τὸ παράπαν οὐδὲν αὐτῷ ἔλεξε περὶ Σουανίας ὁ
βασιλεύς, ἔπειτα ἐξελιπάρει ὁ Μεβώδης τοὺς ἅμα οἱ Σαρακηνοὺς
ἐς λόγους ἰέναι τῷ αὐτοκράτορι. εἵποντο γὰρ ἀμφὶ τοὺς τεσσα-
ράκοντα οἰκείῳ τινὶ πρεσβευτῇ ταττόμενοι. ὁ γὰρ τῶν Σαρακη-
νῶν φύλαρχος Ἄμβρος ἐκπέμψας ὑπῆρχε καὶ ὅγε ξὺν τῷ Μεβώδῃ
πρεσβείαν διαλεχθησομένους περὶ ὧν χρημάτων πρὸς Ἰουστινιανοῦ
ἐκομίζοντο. Μεβώδης οὖν τοῦ σκοποῦ τοῦ περὶ Σουανίας ἁμαρ-
τών, ὡς ἂν μὴ πάντη ἄπρακτος ἀναχωρήσοι, ἐπιμελέστατά πως
ἠντιβόλει τῆς ὡς βασιλέα τυχεῖν εἰσόδου τοὺς Σαρακηνούς. καὶ
τοίνυν ὑπολαβὼν ὁ αὐτοκράτωρ· τί γὰρ δῆτα, ἔφη, βούλονται οἱ
καθ' ὑμᾶς Σαρακηνοί: ὡς δὲ ἐγκείμενον ἑώρα, κατένευσε μόνῳ
εἰσιέναι τῷ ἐκείνων πρεσβευτῇ. ἠπίστατο γὰρ ὡς ἀπαυθαδιαζό-
μενος οὐκ ἂν ἕλοιτο ἄνευ τῶν οἱ ἑπομένων ὡς βασιλέα φοιτῆ-
σαι, ἀλλ' ὥσπερ ἡνίκα παρὰ Ἰουστινιανὸν ξὺν ἅπασι τοῖς ἅμα
αὐτοῖς τῶν Σαρακηνῶν οἱ πρέσβεις ἐγίνοντο, καὶ τὸν οὕτω βού-
λεσθαι τὸ σύνηθες διασώζοντα ποιήσειν. ἐντεῦθέν τε εὐ-
πρόσωπον ᾤετο ἕξειν αἰτίαν, ὡς αὐτὸς μὲν τὰ ἁρμόδια βασιλεῖ
διεπράξατο, ὁ δὲ Σαρακηνὸς ἥκιστα ἔγνω τὰ δέοντα· εἶτα κατὰ
δὴ τοῦ βαρβάρου ἀντιστραφήσεται τὸ ἐπίκλημα. καὶ οὐκ ἄλλως
ἀπέβη ἢ βασιλεὺς ἐστοχάσατο. ὁ γὰρ δὴ Σαρακηνὸς ἀπρεπὲς εἶναι
τὸ παρεῖναί οἱ μόνῳ ὡς βασιλέα ὑποτοπήσας, καὶ τὸ κρατῆσαν
δῆθεν καταλύειν οὐχ αἱρετέον αὐτῷ, ἀπηνήνατο τὴν ἐς βασιλέα
πάροδον. τότε ὁ βασιλεὺς τὸν μὲν Σαρακηνὸν τελεώτατα περιε-
φρόνησεν, ὁ δὲ ἐς τὸν Μεβώδη παρήγαγε τὰς αἰτίας. ὁ δὲ τῶν
Περσῶν πρεσβευτής· ὦ δέσποτα, ἔλεξεν, οὐ πάρειμι συνεπαμύνων,
εἴ γε ὁ Σαρακηνὸς ἐπλημμέλησέ τι, ἄλλως δὲ ἀκουσόμενος, ὅπως,
εἰ μὲν ἁρμόδια τῷ δικαίῳ λέγοι, μὴ περιόψομαι, εἰ δέ γε ἐς τοὐ-
ναντίον ὀφθήσεται ἀδίκως ἐπεγκαλῶν, αὐτὸς ἐγὼ καταδιαιτήσω
τοῦ Σαρακηνοῦ. ὁ βασιλεὺς ἐπιτωθάζων· ἥκεις, ὡς ἔοικεν, οὐχὶ
πρεσβευσόμενος, ἀλλὰ δικάσων. ὁ Μεβώδης αὐτίκα ὅγε τῷ πλη-
κτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο. τοιγαροῦν
παραχρῆμα τὸν αὐτοκράτορα προσειπὼν ᾗπερ θέμις οὕτως ἀνε-
χώρησεν. ὀλίγαις δὲ ὕστερον ἡμέραις αὖθις ἐς τὰ βασίλεια παρελ-
θὼν παρῃτεῖτο λιπαρῶς περὶ τῆς τῶν Σαρακηνῶν εἰσόδου. τοῦ
δὲ βασιλέως ἀνανεύοντος, οὐχ ὅσιον ἔφασκεν εἶναι μὴ τὰ ὅσα ἐπε-
τέλει πρὸ τοῦ παρὰ Ῥωμαίους πρεσβευόμενος ὁ Ζὶχ καὶ ἐμὲ αὖθις
ἐπιτελεῖν. οἱ γὰρ καθ' ἡμᾶς Σαρακηνοὶ ἅμα αὐτῷ παρὰ βασιλέα
ἐγίνοντο. δεῖ οὖν καὶ ἐμὲ τῶν ἴσων ἐκείνῳ ἀπολαύειν, ὡς ἂν μὴ
ὥσπερ λελωβημέναι ὦσιν αἱ μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν συν-
θῆκαι. ὁ βασιλεὺς πρὸς ταῦτα ὀργίλως ἔχων· τί οὖν, εἰ καὶ πε-
φώραται ὁ Ζὶχ ἐπὶ μοιχείᾳ ἢ καὶ ἑτέρῳ ὅτῳ πλημμελήματι τῶν
ἀνηκέστων ἁλούς, καὶ σοὶ κατ' ἴχνος ἐκείνῳ ἰτέα; ἢ οὐ ξυναι-
σθάνῃ βασιλεῖ Ῥωμαίων καὶ Ἰουστίνῳ διαλεγόμενος: τότε κατορρω-
δήσας ὁ Μεβώδης περιδεής τε γενόμενος πρηνὴς ἔκειτο ἐπ' ἐδά-
φους, πρὸς ἄρνησίν τε καταφεύγων καὶ ἀναινόμενος εἰρῆσθαί οἱ
τὰ τοιάδε. ταύτῃ 〈τῇ〉 ἀπολογίᾳ χρωμένου, ὁ αὐτοκράτωρ ἔδοξεν
ὑπάγεσθαι τῇ πειθοῖ ἔλεξέ τε· ἔοικεν οὖν ὁ ἑρμηνεὺς ἡμῖν ἕτερα
ἀνθ' ἑτέρων φράσαι. εἰ τοίνυν οὐδὲν λέλεκταί σοι παρὰ τὸ προσ-
ῆκον, ἴσθι τὸ ἐπίκλημα ἀπονιψάμενος. οὕτως ὁ βασιλεὺς ἑκοντὶ
ἀποπροσποιησάμενος τὰ λεχθέντα πρὸς αὐτοῦ εἰδέναι τῶν εἰρη-
μένων τὴν ἄγνοιαν ὑπεκρίνατο, καὶ δὴ ἐς τὸ ἠπιώτερον μετηνέχθη,
ὡς ἂν μὴ θρασύτερός τε καὶ κατὰ τὸ μᾶλλον ὑψαγόρας ἔσοιτο ὁ
Μεβώδης τῷ ἐς ἔννοιαν ἔχειν συνειδέναι τὸν αὐτοκράτορα τῇ τῶν
ῥημάτων τραχύτητι. οὕτω δὴ οὖν τοῦ βασιλέως παρακρουσαμένου
τὴν ὑπόνοιαν· οἰμωζέτω, ἦ δὲ ὁ Μεβώδης, καὶ τὰ Σαρακηνικὰ
φῦλα ἅπαντα καὶ Ἄμβρος αὐτὸς καὶ ἡ πρεσβεία ἡ κατ' αὐτούς·
ἐμοὶ γὰρ σιγὴ ἔσοιτο ἕκατί τε αὐτῶν, οὐδ' εἴποιμί 〈τι〉 τὸ λοι-
πόν. τούτων οὕτω κεκινημένων, πλεῖστα μὲν καὶ ἄλλα ὁ βασιλεὺς
τὸν Σαρακηνὸν εἶπε κακῶς, καὶ ὡς μεταβολεύς τε καὶ παλιγκά-
πηλος ἥκοι. πρὸς τοῖς δ' ἔφασκεν ὡς οὐχ οἷός τε πέφυκε λήσειν
ὅτου ἕνεκα βασιλεῖ ἐντευξόμενος ἀφίκετο. φησὶ γὰρ ὡς ἐθέλοι τὰ
συνήθη χρήματα κομίσασθαι πρὸς ἡμῶν, ἀνθ' ὧν, οἶμαι, κομιεῖται
ξυμφορὰς ὁ κατάρατός τε καὶ ἀπολούμενος. γελοιῶδες γάρ, εἰ
Σαρακηνῶν ἔθνει, καὶ ταῦτα νομάδων, Ῥωμαῖοί γε ὄντες τεταξό-
μεθα ἐς φόρων ἀπαγωγήν. ὁ Μεβώδης· εἶεν, ἔφη, ὦ δέσποτα, εἰ
καὶ ἄπρακτον, ὅμως ἀποπέμψεις αὐτόν. ὁ βασιλεύς· καὶ εἰ μὴ
παρεγένετο, ὅσον τό γε ἐφ' ἡμῖν, ἀλλ' οὖν ἀπίτω. καὶ ἐμὲ ξὺν
αὐτῷ κέλευσον, ἦ δὲ ὁ Μεβώδης. ἐς τέλος ἐλθούσης τῆς πρε-
σβείας ἐν τούτοις, τόν τε Περσῶν πρεσβευτὴν καὶ τοὺς Σαρακη-
νοὺς ὁ βασιλεὺς ἅμα ἀφῆκεν ἐς τὰ πάτρια ἤθη ἀπονοστήσοντας.
οὕτω τε ἀπεσιγήθη ἅπαντα τῇ τοῦ αὐτοκράτορος νουνεχείᾳ τὰ ὅσα
Ἰωάννης ἐπὶ τῇ πρεσβείᾳ διεπράξατο οὐ κατὰ τὸ προσῆκον. ὡς
δὲ οἱ Σαρακηνοὶ ἔνδον τῆς ἑαυτῶν ἐγένοντο ἀπήγγειλάν τε τῷ
Ἄμβρῳ τὴν τοῦ βασιλέως βουλὴν περὶ τοὺς μηδίζοντας τῶν Σαρα-
κηνῶν, τότε ὁ Ἄμβρος Καβώσῃ τῷ ἀδελφῷ, ὃς Ἀλαμουνδάρῳ τῷ
τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν ἡγουμένῳ ἀντικαθιστάμενος ἦν,
σημαίνει καταδραμεῖν τὴν Ἀλαμουνδάρου γῆν. ἥδε δὲ ἡ γῆ ὑπὸ
Ἀραβίαν τελεῖ.
7
Ὅτι ἀρχομένου τοῦ τετάρτου ἔτους τῆς Ἰουστίνου βασι-
λείας πρεσβεία τῶν Τούρκων ἀφίκετο ἐν Βυζαντίῳ. ὡς γὰρ τὰ
Τούρκων ἐπὶ μέγα ἤρθη, οἱ Σογδαῗται οἱ πρὸ τοῦ μὲν Ἐφθαλιτῶν,
τηνικαῦτα δὲ Τούρκων κατήκοοι, τοῦ σφῶν βασιλέως ἐδέοντο πρε-
σβείαν στεῖλαι ὡς Πέρσας, ὡς ἂν ἐκεῖσε ἀπιόντες οἱ Σογδαῗται
ὤνιον παράσχοιντο τὴν μέταξαν τοῖς Μήδοις. καὶ οὖν πείθεται
ὁ Σιζάβουλος ἀφίησί τε πρεσβευσομένους Σογδαΐτας· ἐξηγεῖτο δὲ
τῆς πρεσβείας Μανιάχ. ἀφικόμενοι δὴ οὖν παρὰ βασιλέα Περσῶν
ἐδέοντο τῆς μετάξης πέρι, ὅπως ἄνευ τινὸς κωλύμης αὐτοῖς προ-
έλθοι ἐπ' αὐτῇ τὰ τῆς ἐμπορίας. ὁ δὲ Περσῶν βασιλεύς (οὐδα-
μῶς γὰρ αὐτῷ ἤρεσκε τὰ τοιάδε, ὡς ἂν μὴ ἐνθένδε ἄδεια ἔσοιτο
τούτοις τοῖς Περσῶν ἐμβατεύειν ὁρίοις) ἀνεβάλετο ἐς τὸ αὔριον·
καὶ μὲν οὖν αὖθις ἀναβολῇ ἐχρῆτο πάλιν ἑτέρᾳ. ὡς δὲ ἄλλοτε
ἄλλως τὸ παρὸν ἀπεκρούετο, τῶν Σογδαϊτῶν ἐκλιπαρούντων τε καὶ
ἐγκειμένων, τότε Χοσρόης ἐκκλησιάσας ἀνελογίζετο. καὶ οὖν ὁ
Κάτουλφος ἐκεῖνος ὁ Ἐφθαλίτης, ὃς διὰ τὴν ἐκ τοῦ κατ' αὐτὸν
βασιλέως γεγενημένην βιαίαν μίξιν τῇ γυναικὶ προύδωκε τὸ ὁμό-
φυλον τοῖς Τούρκοις, οὗτος γοῦν (μετανάστης γὰρ ἐν τῷ μεταξὺ
ἐγεγόνει τοῦ χρόνου καὶ ἐμήδιζεν ἤδη) παρῄνεσε βασιλεῖ τῶν Περ-
σῶν τὴν μέταξαν οὐδαμῶς ἀποπέμψασθαι, ἀλλὰ γὰρ καὶ ὠνήσα-
σθαι, καὶ τὰ ὑπὲρ αὐτῆς μὲν καταθέσθαι τιμήματα, θεωμένων δὲ
ἄλλως τῶν πρέσβεων ταύτην ἀφανίσαι πυρί, ὡς ἂν μήτε ἀδικεῖν
δόξοι μήτε μὴν βούλεσθαι χρῆσθαι τῇ ἐκ Τούρκων μετάξῃ. καὶ
ἡ μὲν μέταξα ἐπυρπολήθη, αὐτοὶ δὲ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν
τῷ γεγενημένῳ ἥκιστα χαίροντες. ἐπειδὴ δὲ τῷ Σιζαβούλῳ τὰ
ξυγκυρήσαντα ἔφρασαν, αὐτίκα ὅγε καὶ ἑτέρᾳ πρεσβείᾳ ἐχρῆτο ὡς
Πέρσας φιλοποιήσασθαι τὴν κατὰ σφᾶς πολιτείαν βουλόμενος.
ἐπεὶ δὲ ἡ Τούρκων πρεσβεία αὖθις ἀφῖκτο, ὁ βασιλεὺς ἅμα τοῖς
ἐν τέλει Περσῶν καὶ τῷ Κατούλφῳ ἐγνωμάτευε, πάντη ἀξύμφορον
εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς Τούρκους· τὸ γὰρ Σκυθικὸν εἶναι
παλίμβολον. ταύτῃ τοι καὶ παρενεγύησε δηλητηρίῳ φαρμάκῳ ἐνί-
ους διαφθαρῆναι τῶν πρέσβεων, ὅπως ἀπείποιεν τῆς ἐκεῖσε μετέ-
πειτα παρουσίας. καὶ δὴ οἱ πλεῖστοι τῶν πρεσβευσαμένων Τούρ-
κων τῇ περὶ τὴν ἐδωδὴν μίξει τῶν ἀναιρετικῶν φαρμάκων αὐτοῦ
που τὸν βίον κατέλυσαν πλὴν τριῶν ἢ τεσσάρων. θροῦς δὲ ἐφοί-
τησε Πέρσαις ὡς διώλοντο τῷ πνιγηρῷ τῶν Περσῶν αὐχμῷ τῶν
Τούρκων οἱ πρέσβεις, ἅτε τῆς αὐτῶν χώρας θαμὰ νιφετῷ παλυ-
νομένης, καὶ ἀδύνατον ὂν αὐτοῖς ἄνευ κρυμώδους καταστήματος βιο-
τεύειν. ταύτῃ τοι καὶ ἄλλως ὑποτοπήσαντες, οἵ γε τὴν ἐπιβουλὴν
διέφυγον, οὕτω ξυμβὰν εἰς τὴν πατρῴαν ἐπανελθόντες τὰ ἅπερ
οἱ Πέρσαι καὶ οἳ διεψιθύρισαν ταῦτα. ὅμως ὁ Σιζάβουλος (ἀγχί-
νους γάρ τις καὶ δεινός) οὐκ ἠγνόησε τὸ πραχθέν, ᾠήθη δέ, ὅπερ
καὶ ἦν, ὡς ἐδολοφονήθησαν οἱ πρέσβεις. ἔνθεν τοιγαροῦν ἡ δυσ-
μένεια ἤρξατο Περσῶν τε καὶ Τούρκων. καὶ λαβόμενος ὁ Μανιάχ,
ὃς τῶν Σογδαϊτῶν προειστήκει, τοιοῦδε καιροῦ ξυμβουλεύει τῷ
Σιζαβούλῳ ἄμεινον εἶναι Τούρκοις ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ
παρ' αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν, ὥς γε καὶ κατὰ τὸ
πλέον τῶν ἄλλων ἀνθρώπων χρωμένους. ἑτοιμότατα δὲ ἔχειν ἔφη
ὁ Μανιὰχ καὶ αὐτὸς συναπαίρειν τοῖς πρέσβεσιν τῶν Τούρκων·
καὶ ὡς ταύτῃ φίλοι ἔσονται Ῥωμαῖοί τε καὶ Τοῦρκοι. τούτοις
δήπου κατανεύσας τοῖς ῥήμασιν ὁ Σιζάβουλος ἐκπέμπει αὐτόν τε
καὶ ἑτέρους τινὰς ὡς βασιλέα Ῥωμαίων πρεσβευσομένους προσρή-
σεις τε ἀποκομιοῦντας καὶ δῶρα μετάξης οὐκ ὀλίγον τι χρῆμα καὶ
συλλαβάς τινας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΣΤΟΛΩΝ.]
Τοιάσδε τινὰς ἐπιστολὰς ἐπιφερόμενος ὁ Μανιὰχ ἀπήρξατο
τῆς ὁδοιπορίας, καὶ δὴ ἐς τὰ μάλιστα πολλὴν διανύσας ἀτραπὸν
χώρους τε διελθὼν ἐσότι πλείστους ὄρη τε μέγιστα καὶ ἀγχινεφῆ
καὶ πεδία καὶ νάπας λίμνας τε καὶ ποταμούς, εἶτα τὸν Καύκασον
τὸ ὄρος ὑπερελθών, τὸ τελευταῖον ἀφίκετο ἐς Βυζάντιον. καὶ
τοίνυν εἰς τὰ βασίλεια παρελθὼν καὶ παρὰ βασιλέα γενόμενος
ἅπαντα ἔπραξε τὰ ὅσα ἕπεται τῷ τῆς φιλίας θεσμῷ, τό τε γράμμα
καὶ τὰ δῶρα ἐνεχείρισε τοῖς ἐς τοῦτο ἀνειμένοις, καὶ ἐδεῖτο μὴ
ἀνονήτους αὐτῷ γενέσθαι τοὺς τῆς ὁδοιπορίας ἱδρῶτας. ἀτὰρ ὁ
βασιλεὺς ἀναλεξάμενος διὰ τῶν ἑρμηνέων τὸ γράμμα τὸ Σκυθικὸν
ἀσμενέστατα προσήκατο τὴν πρεσβείαν. τοιγαροῦν ἤρετο τοὺς
πρέσβεις περὶ τῆς τῶν Τούρκων ἡγεμονίας τε καὶ χώρας. οἱ δέ
γε ἔφασαν τέτταρας μὲν αὐτοῖς εἶναι ἡγεμονίας, τὸ δέ γε κράτος
τοῦ ξύμπαντος ἔθνους ἀνεῖσθαι μόνῳ τῷ Σιζαβούλῳ. πρός γε
ἔλεξαν ὡς παρεστήσαντο καὶ Ἐφθαλίτας μέχρι καὶ ἐς φόρου ἀπα-
γωγήν. πᾶσαν οὖν, ἔφη ὁ αὐτοκράτωρ, τὴν τῶν Ἐφθαλιτῶν † ἐποι-
ήσασθε δύναμιν; πάνυ μὲν οὖν, ἔλεξαν οἱ πρέσβεις. αὖθις ὁ βα-
σιλεύς· κατὰ πόλεις ἤ που ἆρα κατὰ κώμας ᾤκουν οἱ Ἐφθαλῖται;
οἱ πρέσβεις· ἀστικοί, ὦ δέσποτα, τὸ φῦλον. εὔδηλον οὖν, ἦ δὲ ὁ
βασιλεύς, ὡς ἐκείνων δήπου τῶν πόλεων κύριοι καθεστήκατε. καὶ
μάλα, ἔφασαν. ὁ βασιλεύς· ἄρα ἡμᾶς ἀναδιδάξητε ὅση τῶν Ἀβά-
ρων πληθὺς τῆς τῶν Τούρκων ἀφηνίασεν ἐπικρατείας, καὶ εἴ τινες
ἔτι παρ' ὑμῖν. εἰσὶ μέν, ὦ βασιλεῦ, οἵ γε τὰ ἡμέτερα στέργουσιν
ἔτι, τοὺς δὲ δήπουθεν ἀποδράσαντας οἶμαι ἀμφὶ τὰς εἴκοσιν εἶναι
χιλιάδας. εἶτα ἀπαριθμησάμενοι οἱ πρέσβεις ἔθνη κατήκοα Τούρ-
κων τὸ λοιπὸν ἠντιβόλουν τὸν αὐτοκράτορα εἰρήνην τε ξυνεστάναι
καὶ ὁμαιχμίαν Ῥωμαίοις τε καὶ Τούρκοις. προσετίθεσαν δὲ ὡς
καὶ ἑτοιμότατα ἔχουσι καταπολεμῆσαι τῆς Ῥωμαίων ἐπικρατείας
τὸ δυσμενές, ὁπόσον ἐς τὴν κατ' αὐτοὺς ἀγελάζονται ἤπειρον. ἐπὶ
τούτοις ἅμα τῷ λέξαι τὼ χεῖρε ὑψοῦ ἀνατείνας ὁ Μανιὰχ οἵ τε
ξὺν αὐτῷ ὅρκῳ ἐπιστώσαντο μεγίστῳ ἦ μὴν ὀρθογνώμονι διανοίᾳ
ταῦτα εἰρῆσθαι. πρός γε καὶ κατέχεον ἀρὰς σφίσιν αὐτοῖς, ἔτι
γε μὴν καὶ τῷ Σιζαβούλῳ, ἀλλὰ γὰρ καὶ παντὶ τῷ ἔθνει, εἴ γε
οὐχὶ τὰ ἐπηγγελμένα ἀληθῆ τε εἴη καὶ πρακτέα. οὕτω μὲν οὖν
τὸ φῦλον οἱ Τοῦρκοι φίλοι ἐγένοντο Ῥωμαίοις καὶ τῇ καθ' ἡμᾶς
οὐχὶ ἄλλως ἐφοίτησαν πολιτείᾳ.
8
Ὅτι διαθρυλληθὲν κατὰ τὴν Τουρκίαν, ὅσοι ἀγχίθυροι
ἦσαν, ὡς Ῥωμαίων ἐνδημοῦσι πρέσβεις καὶ ὡς πορεύονται τὴν ἐπὶ
τὸ Βυζάντιον ἅμα πρεσβείᾳ Τούρκων, ὁ τῶν ἐκείνη ἐθνῶν ἡγεμὼν
ἐδήλωσε τῷ Σιζαβούλῳ ξὺν ἱκετείᾳ ὡς ἂν καὶ αὐτὸς ἐκ τοῦ σφε-
τέρου τινὰς ἀποστείλαι ἔθνους ἐπὶ θέαν τῆς Ῥωμαϊκῆς πολιτείας·
καὶ τοίνυν ὁ Σιζάβουλος ἐφίετο. καὶ ἕτεροι δὲ προεστῶτες ἐθνῶν
ταῦτα ἐζήτουν· ὁ δὲ οὐδενὶ ξυνεχώρησε τῶν πάντων ἢ μόνον τῷ
τῶν Χολιατῶν ἡγεμόνι. καὶ οὖν καὶ τοῦτον παρειληφότες οἱ Ῥω-
μαῖοι διὰ τοῦ λεγομένου ποταμοῦ Ὠὴχ καὶ ἀτραπὸν διανύσαντες
οὐδαμῶς ὀλίγην ἐγένοντο κατὰ δὴ τὴν λίμνην τὴν ἄπλετον ἐκείνην
καὶ εὐρεῖαν. ἐνταῦθα ὁ Ζήμαρχος ἐνδιατρίψας ἡμέρας τρεῖς στέλ-
λει Γεώργιον, ὃς ἀνεῖτο ἐς τὴν τῶν ἐπιτομωτέρων συλλαβῶν ἀπαγ-
γελίαν, προδηλώσοντα τῷ βασιλεῖ τὴν σφῶν αὐτῶν ἐκ Τούρκων
ἐπάνοδον. καὶ οὖν ὁ Γεώργιος ἅμα Τούρκοις δέκα πρὸς τοῖς δύο
ἀπήρξατο τῆς ἐπὶ τὸ Βυζάντιον ὁδοῦ ἀνύδρου τε μάλα οὔσης καὶ
πάντη ἐρήμου, ὅμως δ' οὖν ἐπιτομωτέρας. ὁ δὲ Ζήμαρχος κατὰ
δὴ τὸ ψαμαθῶδες τῆς λίμνης παροδεύων ἐπὶ ἡμέρας δέκα καὶ δύο
δυσβάτους τέ τινας χώρους παραμειψάμενος ἐγένετο κατὰ τὰ ῥεῖ-
θρα τοῦ Ἴχ, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν Δαΐχ, καὶ διὰ λιμνῶν ἑτέ-
ρων αὖθις ἐς τὸν Ἀττίλαν· πάλιν ὡς Οὐγούρους, οἳ δὴ καὶ σφίσιν
ἀπήγγειλαν ὡς εἰς τὰ περὶ τὸν Κωφῆνα ποταμὸν ἐς τὰ λάσια
τέσσαρες χιλιάδες Περσῶν ἐπιτηροῦσι προλελοχισμένοι, ὡς ἂν χει-
ρώσωνται παριόντας αὐτούς. ταύτῃ τοι ὁ τῶν Οὐγούρων ἡγού-
μενος, ὃς διέσωζεν ἐκεῖσε τοῦ Σιζαβούλου τὸ κράτος, πληρώσας
ὕδατος ἀσκοὺς παρέσχετο τοῖς περὶ Ζήμαρχον, ὡς ἂν ἔχοιεν ὅθεν
ὑδρεύσοιντο διὰ τῆς ἀνύδρου ἰόντες. εὗρον δὲ καὶ λίμνην, καὶ
παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς ἐκείνας
τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός.
ἐξ ἐκείνου δὴ τοῦ χώρου πέμπουσι διοπτῆρας προδιασκεψομένους
εἴ γε ὡς ἀληθῶς οἱ Πέρσαι ἐνεδρεύουσιν· οἳ δὴ ἀνιχνεύσαντες
ἀπήγγειλαν μηδένα ἰδεῖν. ὅμως ξὺν μεγίστῳ φόβῳ ἀφίκοντο ἐς
Ἀλανίαν, κατὰ τὸ μᾶλλον δεδιότες τὸ φῦλον τῶν Ὀρομουσχῶν.
9
Ὅτι γενόμενοι ἐν Ἀλανίᾳ παρὰ Σαρώσιον τὸν ἐκείνη ἡγε-
μόνα καὶ ἅμα τοῖς ἑπομένοις Τούρκοις ἐσφοιτῆσαι βουλόμενοι, ὁ
Σαρώσιος τὸν μὲν Ζήμαρχον καὶ τούς οἱ ἑπομένους ἐδέξατο ἀσ-
μένως, τοὺς δὲ δὴ πρέσβεις τῶν Τούρκων ἔφασκε μὴ πρότερον τῆς
ὡς αὐτὸν εἰσόδου τυχεῖν ἢ καταθεμένους τὰ ὅπλα. τοιγάρτοι καὶ
ἅμιλλα αὐτοῖς ἐγένετο περὶ τούτου ἐπὶ ἡμέρας τρεῖς, καὶ Ζήμαρ-
χος ἦν τῶν φιλονεικουμένων διαιτητής. τέλος ἀποθέμενοι τὰ ὅπλα
οἱ Τοῦρκοι, ὡς Σαρωσίῳ ἐδόκει, ὡς αὐτὸν ἐσεφοίτησαν. ὁ δὲ δὴ
Σαρώσιος παρενεγύησε τοῖς περὶ Ζήμαρχον διὰ τῆς τῶν Μιυσι-
μιανῶν ἀτραποῦ ἥκιστα ἰέναι, τῷ κατὰ τὴν Σουανίαν τοὺς Πέρσας
ἐνεδρεύειν· ἄμεινον δὲ εἶναι διὰ τῆς λεγομένης Δαρεινῆς ἀτραποῦ
οἴκοι ἀποχωρεῖν. ταῦτα ἐπεὶ ἔγνω ὁ Ζήμαρχος, διὰ τῆς Μιυσι-
μιανῆς ἔστειλεν ἀχθοφόρους δέκα μέταξαν ἐπιφερομένους ἀπατή-
σοντας Πέρσας τῷ προεκπεμφθῆναι τὴν μέταξαν καὶ προτερῆσαι
τῇ ὁδῷ, ἐκ τούτου τε ὑποτοπῆσαι ὡς ἐς τὸ αὔριον παρέσται καὶ
ὁ Ζήμαρχος. καὶ οἱ μὲν ἀχθοφόροι ᾤχοντο ἀπιόντες, Ζήμαρχος
δὲ διὰ τῆς Δαρεινῆς παρεγένετο ἐς Ἀψιλίαν, τῇ Μιυσιμιανῇ χαί-
ρειν εἰπὼν ἐς τὰ εὐώνυμά τε ἐάσας αὐτήν, ᾗ ἐπίδοξοι ἦσαν ἐπι-
θήσεσθαι οἱ Πέρσαι. καὶ ἧκεν ἐς τὸ Ῥογατόριον, εἶτα κατὰ δὴ
τὸν Εὔξεινον Πόντον, εἶτα ναυτιλίᾳ χρησάμενος ἐς Φάσιν ποταμόν,
πάλιν ἐς Τραπεζοῦντα· οὕτω τε δημοσίῳ ἵππῳ ἐς Βυζάντιον
παρὰ βασιλέα εἰσελθὼν ἔφρασε τὸ πᾶν. Ζημάρχῳ μὲν οὖν ἐν
τοιοῖσδε ἔληξεν ἡ πορεία καὶ ἀποπορεία ἐπὶ Τούρκους.
10
Ὅτι Ἀβάρων καὶ Φράγγων σπεισαμένων πρὸς ἀλλήλους,
καὶ τῆς εἰρήνης ἐμπεδώτατα ἐχούσης, ἐσήμηνεν ὁ Βαιανὸς Σιγι-
σβέρτῳ τῷ τῶν Φράγγων ἡγεμόνι οἷα λιμῷ πιεζομένης αὐτῷ τῆς
στρατιᾶς, καὶ ὡς χρεὼν εἴη βασιλέα καθεστῶτα καὶ πρός γε αὐτό-
χθονα μὴ περιιδεῖν στράτευμα ἔνσπονδον. ἔφασκε δὲ ὡς, εἴ γε
ἐπιρρώσει τῶν Ἀβάρων τὸ στράτευμα τοῖς ἀναγκαίοις, οὐ πλέον
ἢ τρεῖς ἡμέρας αὐτοῦ ἐνδιατρίψει, εἶτα ἀπαλλαγήσεται. ταῦτα
ἐπειδὴ ἀπήγγελτο τῷ Σιγισβέρτῳ, παραχρῆμα ὅ γε ἄλευρά τε
ἔστειλε τοῖς Ἀβάροις καὶ ὄσπρια καὶ ὄϊς καὶ βόας.
11
Ὅτι Ἀλβούιος ὁ τῶν Λογγιβάρδων μόναρχος, οὐ γὰρ αὐτῷ
ἀπέληγεν ἡ πρὸς Κονιμοῦνδον ἀπέχθεια, ἀλλ' ἐκ παντὸς τρόπου
ᾤετο δεῖν καταστρέψασθαι τὴν τῶν Γηπαίδων ἐπικράτειαν, ταύτῃ
τοι πρέσβεις ἐξέπεμψεν ὡς τὸν Βαιανὸν ἐς ὁμαιχμίαν παρακαλῶν.
παραγενομένων δὲ τῶν πρέσβεων, ἠντιβόλουν μὴ περιιδεῖν σφᾶς
ὑπὸ Γηπαίδων τὰ ἀνήκεστα πεπονθότας, μάλιστα καὶ Ῥωμαίων
τῶν ἄγαν ἐχθίστων Ἀβάροις συμμαχούντων τοῖς Γήπαισιν. ἐδί-
δασκον δὲ ὡς οὐ κατὰ τοσοῦτον πρὸς Γήπαιδας τὸν πόλεμον ἀναρ-
ρίψουσι καθ' ὅσον Ἰουστίνῳ μαχήσονται, βασιλεῖ τῷ τῶν Ἀβάρων
ἔθνει ἐς τὰ μάλιστα δυσμενεστάτῳ γε ὄντι, ὃς παρωσάμενος τὰς
Ἰουστινιανοῦ τοῦ μητραδέλφου σπονδὰς πρὸς Ἀβάρους ἐκ πολλοῦ
γεγενημένας τῶν εἰωθότων ἐστέρησεν. προσετίθεσαν δὲ ὡς, εἴ γε
ἔσοιντο ἅμα Λογγιβάρδοις, ἀκαταμάχητοι γενήσονταί πως, καὶ ὡς
καταστρεφόμενοι Γήπαιδας τοῦ τε πλούτου σφῶν ἔτι γε μὴν καὶ
τῆς ἐκείνων κοινῇ κρατήσουσι χώρας, καὶ ὡς ἡ Σκυθία τὸ λοιπὸν
αὐτοῖς εὐημεροῦσί γε ἐς ἀεί, καὶ μὲν οὖν ἡ Θρᾴκη αὐτὴ ἔσται
εὐεπίβατος, καὶ ἁπλῶς ξὺν οὐδενὶ πόνῳ ἐκ γειτόνων ὁρμώμενοι
τὴν Ῥωμαίων καταδραμοῦνται, καὶ ὡς ἄχρις αὐτοῦ γε δήπου τοῦ
Βυζαντίου ἐλάσουσιν. ἔφασκον δὲ οἱ τῶν Λογγιβάρδων πρέσβεις
ὡς καὶ συνοίσει τοῖς Ἀβάροις τὴν πρὸς Ῥωμαίους ἀσπάσασθαι
μάχην· ἢ γὰρ ἂν ἐκεῖνοι προτερήσουσι καὶ ἐκ παντὸς τρόπου καθε-
λοῦσι τὴν Ἀβάρων δύναμιν, ὅπου καὶ γῆς τυγχάνουσιν ὄντες.
12
Ὅτι ὁ Βαιανὸς τοὺς τῶν Λογγιβάρδων πρέσβεις δεξάμενος
ἐδόκει τούτους περιφρονεῖν τῷ βούλεσθαί γε αὐτὸς κερδαλεώτερον
θέσθαι ὡς αὐτοὺς τὴν συμμαχίαν· καὶ πὴ μὲν τὸ μὴ δύνασθαι,
πὴ δὲ τὸ δύνασθαι μὲν προΐσχετο, μὴ βούλεσθαι δέ. ξυνελόντα
δὲ εἰπεῖν ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας ἔδοξε
μὲν πείθεσθαι μόλις, οὐκ ἄλλως δὲ ἢ 〈εἰ〉 τὸ δεκατημόριον τῶν
τετραπόδων ἁπάντων, ὅσα παρὰ Λογγιβάρδοις ὑπῆρχεν, αὐτίκα
κομίσαιντο, καὶ ὡς, εἰ γένοιντο καθυπέρτεροι, ἥμισυ μὲν τῆς λείας
ἕξουσιν αὐτοί, τὴν δὲ τῶν Γηπαίδων χώραν εἰς τέλεον. ἃ δὴ καὶ
ἐγένετο· καὶ ἐχώρουν Γήπαισι πολεμήσοντες. ἐπειδὴ δὲ ἐπύθετο
Κονιμοῦνδος, λέγεται δείσας ὡς καὶ αὖθις παρὰ βασιλέα Ἰουστῖνον
ἔπεμψε πρέσβεις, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον ξυνεπιλαβέσθαι
οἱ τοῦ κινδύνου ἱκέτευε, καὶ πάλιν τὸ Σίρμιον καὶ τὴν εἴσω Δράου
ποταμοῦ χώραν ἐπηγγέλλετο δώσειν, αἰδώς τε αὐτὸν οὐκ εἶχεν ἤδη
περὶ τῶν αὐτῶν ὀμωμοκότα ἅπαξ καὶ τοῖς ὅρκοις οὐχὶ ἐγκαρτε-
ρήσαντα. διὸ δὴ καὶ βασιλεὺς Ἰουστῖνος εὖ εἰδώς τε καὶ τεκμαιρό-
μενος τοῖς φθάσασιν, ὡς Κονιμούνδῳ ἔνεστι πίστεως οὐδὲν ὁτιοῦν,
ἀνήνασθαι μὲν οὔτι ᾤετο χρῆναι τὴν ξυμμαχίαν, ἀναβολῇ δὲ ὅμως
παρεκρούσατο τοῦ βαρβάρου τὴν αἴτησιν· ἔφη γὰρ ὡς διεσκεδα-
σμένα τὰ Ῥωμαϊκὰ ὑπάρχει στρατεύματα, ξὺν σπουδῇ δὲ ὡς οἷόν
τέ ἐστιν ἀθροίσας αὐτίκα ἐκπέμψοι. ἀκήκοα δὴ περὶ Κονιμούν-
δου καὶ τοιάδε, ἐμοὶ δὲ οὐ πιστά· λίαν γὰρ ἀναιδὲς ὑπῆρχε τὸν
παρασπονδήσαντα περὶ τῶν αὐτῶν δεῖσθαι καὶ πάλιν. λέγεται
δὲ ὡς καὶ Λογγίβαρδοι τηνικαῦτα ἐπρεσβεύσαντο παρὰ Ἰουστῖνον,
καὶ ὅτι Γήπαιδας τῆς ὡς Ῥωμαίους ἀγνωμοσύνης πλεῖστα ὅσα
κακηγορήσαντες τὴν ἐκ Ῥωμαίων μὲν θηρώμενοι συμμαχίαν ἤνυσαν
οὐδέν, κατεπράξαντο δὲ ὅμως πρὸς τοῦ βασιλέως μηδετέρους τῆς
Ῥωμαίων ἀπολαῦσαι ἐπικουρίας.
13
Ὅτι Βαιανὸς ὁ τῶν Ἀβάρων ἡγούμενος, ἐν ᾧ χρόνῳ τὸ
Σίρμιον ἠβούλετο πολιορκήσειν, Βιταλιανόν τε τὸν ἑρμηνέα καὶ
Κομιτᾶν εἶχεν ἐν δεσμοῖς. ἄμφω γὰρ τὼ ἄνδρε τούτω Ἰουστῖνος
ὁ βασιλεὺς ἤδη στείλας ὑπῆρχεν ὡς αὐτὸν αἰτήσοντας αὐτοῦ, ὡς
ἂν ἅττα διαλεχθείη γε αὐτοῖς. ὁ δὲ παρὰ τὸν κοινὸν τῶν πρέ-
σβεων θεσμὸν εἶχεν ἐν δεσμοῖς.
14
Ὅτι ὁ Βαιανὸς μετὰ τὴν τειχομαχίαν στέλλει τινὰς ἀμφὶ
τῆς εἰρήνης διαλεχθησομένους. ἔνιοι δὲ τῶν ἐν Σιρμίῳ ἀνὰ τὸ
ἠλίβατον τοῦ βαλανείου, ὃ δῆτα τῷ δήμῳ ἐτύγχανεν ἀνειμένον, ἐπὶ
κατασκοπῇ τῶν πολεμίων κατὰ τὸ σύνηθες ἐνιζάνοντες καὶ ἐν
ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται
βαρβαρική, ὡς κατενόησαν τοὺς τῶν Ἀβάρων ἀγγελιαφόρους ἤδη
προσιόντας, τῷ μήκει τῆς ἀτραποῦ ἀποπλανηθέντες καὶ οὔπω
κατεγνωκότες τὸ ἀκριβὲς ὑπετόπησαν εἶναι πληθὺν Ἀβαρικήν,
ἐδήλωσάν τε αὐτίκα καὶ τὸ σημεῖον καθεῖλον. ὁ δὲ Βῶνος πρὸς
τοῦτο δυσχεράνας σαφέστερον ἔσπευσε καταμαθεῖν τἀληθές. γνοὺς
δὲ ὀλίγους εἶναι τοὺς Ἀβάρους καὶ βούλεσθαί οἱ ἐπικηρυκεύσα-
σθαι, ἐξέπεμψε καὶ αὐτὸς τοὺς ποιησομένους τὰς καταλλαγὰς ἐς
τὰ ἔξω τοῦ τείχους. ἔτι γὰρ ἐκ τοῦ ἕλκους περιώδυνος ἦν, καὶ ὁ
Θεόδωρος ὁ ἰατρὸς οὐκ εἴα τὸν στρατίαρχον ἐν φανερῷ γίνεσθαι
τοῖς ἐναντίοις. εἰκὸς γὰρ μηδὲ 〈εἰδέναι〉 ἔφασκε τοὺς πολεμίους
ὡς ἐβλήθη. εἰ δὲ τοῦτο κατάδηλον ἔσται αὐτοῖς, τότε ἀνάγκη μὴ
ὑποκρύπτειν, ὡς ἂν μὴ ὑπόνοια γένηται σφίσι τοῦ ἀποβεβιωκέναι
αὐτόν. οἱ δέ, ἐπεὶ ἕτεροι περὶ τῆς εἰρήνης ἦλθον διαλεχθησό-
μενοι καὶ οὐχὶ αὐτός, ὑπενόησαν ὡς διώλετο ὁ στρατηγός, καὶ
αὐτῷ ἐθέλειν ἔφασκον ἐν συνουσίᾳ γενέσθαι. τότε ὁ Θεόδωρος
τοῦ συνοίσοντος εὖ μάλα στοχασάμενος ἔλεξεν ὡς τὸ λοιπὸν οὐ
χρεὼν ἀποκρύπτεσθαι τὸν στρατηγόν, μᾶλλον μὲν οὖν ἐς τὰ ἔξω
ἰέναι τῆς πόλεως καὶ ἐς ὄψιν γίνεσθαι τῶν βαρβάρων· καὶ φαρ-
μάκῳ τινὶ τὸ ἕλκος περιστείλας ἀφίησιν αὐτόν. καὶ δὴ προελθὼν
ὁ Βῶνος ἀγχοῦ τε τῶν βαρβάρων γενόμενος ἐφάνη σφίσι. τότε
οἱ πρέσβεις τοιάδε ἀμοιβαίῳ τῷ λόγῳ ἔφασαν· ταῦτα ἡμῖν, ὦ
Ῥωμαῖοι, διαλεχθῆναι πρὸς ὑμᾶς ὁ τῶν Ἀβάρων ἐκέλευσε δεσπό-
της· μή μοι μέμψιν τινὰ ποιήσασθε πόλεμον ἀραμένῳ· ὑμεῖς γὰρ
πρῶτοι τὴν αἰτίαν τοῦ πολέμου δεδώκατε. πολλοῖς γὰρ πόνοις
ὁμιλήσας καὶ ἀποδημίας οὐχ ἥκιστα ποιησάμενος μόλις ἐχειρωσά-
μην ταυτηνὶ τὴν χώραν, καὶ ὑμεῖς ἀφείλεσθέ με βιαίως αὐτήν.
πρὸς τοῖς καὶ τὸν Οὐσδίβαδον τῷ τῶν δοριαλώτων ἀνήκοντά μοι
νόμῳ ἔχετε λαβόντες. ἀλλὰ γὰρ καὶ ὕβρεις ἐς τὰ μάλιστα πικρὰς
ὁ καθ' ὑμᾶς κατέχεέ μοι βασιλεύς, οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ
καὶ πολλάκις, τῶν δεόντων τε οὐδὲν ἠβουλήθη διαπράξασθαι. εἰ
τοίνυν τοιαῦτα πρὸς ὑμῶν ἠδικημένος τοῖς ὅπλοις ἐχρησάμην,
οὐδαμῶς ὑπάρχω μεμπτέος. καὶ νῦν οὖν, εἴ γε βούλεσθε περὶ
σπονδῶν τε καὶ εἰρήνης ἡμῖν θέσθαι λόγους, ἑτοιμότατα ἔχομεν,
ἐν ὑμῖν τε κείσθω προτιμῆσαι τὸ συνοῖσον καὶ τὰ εἰρηναῖα πρὸ
τοῦ πολέμου ἑλέσθαι. πρὸς ταῦτα ἀπεκρίνατο ὁ Βῶνος· πρότεροι
μὲν ἡμεῖς οὐκ ἠρξάμεθα πολέμου· οὐδὲ γὰρ καθ' ὑμῶν ἠλάσαμεν,
ἐς τοὐναντίον μὲν οὖν σὺ κατὰ τῆς Ῥωμαίων ἤλασας, λοιπὸν δέ,
ὅτι καὶ ὁ βασιλεὺς ἐν βουλῇ ἐποιήσατο χρήματά σοι ἐπιδοῦναι·
τοιγαροῦν καὶ παρέσχε τοῖς κατὰ σὲ πρέσβεσιν. ἐπεὶ δὲ κατε-
νόησεν αὐθαδιζόμενον καὶ ὑπὲρ αὐτὴν δήπου τὴν βαρβαρικὴν ἀλα-
ζονείαν ἐξωγκωμένον ῥήματά τε ὑπερήφανα σημάναντα καὶ τῆς
σῆς δυνάμεως καθυπέρτερα, τηνικαῦτα καὶ αὐτὸς ἅτε ἀγχίνους
ἐπετέλεσε τὰ οἰκεῖα. καὶ τὸ νῦν δὲ ἔχον ἡμέτερόν ἐστιν ὡς βασι-
λέα στεῖλαι οὓς ἂν σὺ βουληθείης πρέσβεις τοὺς βεβαιώσοντας
τὰ περὶ τῆς εἰρήνης. μηδὲ γὰρ ἐν ἡμῖν εἶναι νόμιζε κἂν γοῦν
φθέγξασθαί τι, μήτι γε καὶ ἑτέρως 〈ἢ〉 καθὰ βασιλεῖ τῷ ἡμετέρῳ
δοκεῖ διαπράξασθαι. ταῦτα Βώνου εἰρηκότος, εὖ ἔχειν ἔδοξε τῷ
Βαιανῷ τὰ ῥήματα. ἐσήμανε δὲ αὖθις· ἐπειδὴ τὰ ἐς ὁμαιχμίαν
ἑπόμενά μοι ἔθνη αἰσχύνομαι, αἰδώς τέ με ἔχει, εἴ γε πάντη
ἄπρακτος ἐνθένδε ἀναχωρήσω μηδέν τι ὀνήσας ἐμαυτόν, ὡς ἂν μὴ
οὖν δόξω μάτην πεποιηκέναι καὶ ἀκερδῆ τὴν ἐπιχείρησιν, βραχέα
μοί τινα πέμψατε δῶρα. καὶ γὰρ ἐν τῇ Σκυθίᾳ περαιωθεὶς οὐδὲν
ὁτιοῦν ἐκομισάμην, καὶ τῶν ἀδυνάτων ἐστὶ κἀντεῦθεν ἥκιστα ὠφελη-
θέντα με ἀπελεύσεσθαι. Βώνῳ δὲ τῷ στρατηγῷ καὶ τοῖς ὅσοι γε
ἀμφ' αὐτὸν (ἦν δὲ ὁ τῆς πόλεως μέγιστος ἱερεύς) ἔδοξεν εὔλογον
μὲν εἶναι τὸ προτεινόμενον· οὐδὲ γὰρ πλεῖστα ἐβούλετο κομίσα-
σθαι, ἀλλ' ἄχρι δίσκου ἑνὸς ἀργυροποιήτου καὶ ὀλίγου χρυσίου,
ἔτι γε μὴν καὶ ἀμπεχονίου Σκυθίου. πλὴν ἐδεδίεσαν οἱ περὶ Βῶνον
ἰδιοβουλῆσαι καὶ οὐχὶ γνώμῃ τοῦ αὐτοκράτορος ἅπαντα διαπρά-
ξασθαι. ἀντεσήμαναν τοιγαροῦν αὐτῷ ὡς· νῦν ἔχομεν βασιλέα
φοβερόν τε καὶ ἐμβριθέστατον, καὶ οὐκ ἀνεξόμεθα οὐδὲ ὅσα οἷόν
τέ ἐστι διαλαθεῖν αὐτὸν ἐπιτελέσαι αὐθαιρέτως, ἄλλως τε δὲ ἡμεῖς,
ἅτε ἐν ἐκστρατεύματι τυγχάνοντες, οὐκ ἐπιφερόμεθα χρημάτων
περιουσίαν, ἢ μόνον στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δήπου καὶ
περιβεβλήμεθα, ἔτι τε τὰ ὅπλα. δωροφορῆσαι δὴ οὖν τῷ τῶν
Ἀβάρων ἡγουμένῳ ἐξ ὧν ἐνταῦθα ἥκομεν ἔχοντες εὐτελῶν, ἄθρει,
ὦ Χαγάνε, μὴ καὶ ὕβρις πέφυκέ τις. ἀξιότιμον δέ, καθὰ ἔφην,
ὡδὶ οὐκ ἔχομεν· τὰ γὰρ τιμαλφέστερα τῶν ἐφοδίων ἡμῖν ἐν ἑτέ-
ροις ὑπάρχουσι τόποις καὶ ὡς πορρωτάτω ἡμῶν. εἰ οὖν ὁ καθ'
ἡμᾶς αὐτοκράτωρ φιλοφρονήσεταί σε δώροις, οὐκ ὀκνήσομεν δήπου
καὶ ἡμεῖς γεγηθότες τε καὶ τῷ βασιλεῖ ἑπόμενοι ταῦτα διαπρά-
ξασθαι, καθ' ὅσον οἷοί τέ ἐσμεν, ὥσπερ φίλῳ προσφερόμενοι καὶ
ὁμοδούλῳ. πρὸς ταῦτα ἀγανακτήσας ὁ Βαιανὸς σὺν ὅρκῳ ἠπεί-
λησεν ἦ μὴν στράτευμα ἐκπέμψειν τὴν Ῥωμαίων ἐπιδραμούμενον.
καὶ δὴ τοῦ στρατηγοῦ κατάδηλον αὐτῷ πεποιηκότος, ὡς ἐξέσται
μέν οἱ ποιεῖν ὅσα ἂν δυνήσοιτο, εἰδέναι δὲ ὡς οὐ πάντως ἐπ'
ἀγαθῷ τῶν στελλομένων ἔσται ἡ ἐπιδρομή, αὐτὸς ἔφη ὅτι· τοιού-
τους ἐπαφήσω τῇ Ῥωμαϊκῇ ὡς, εἰ καὶ συμβαίη γε σφίσι θανάτῳ
ἁλῶναι, ἀλλ' ἔμοιγε μὴ γενέσθαι τινὰ συναίσθησιν. καὶ δὴ παρε-
κελεύσατο δέκα χιλιάδας τῶν Κοτριγούρων λεγομένων Οὔννων δια-
βῆναι τὸν Σάον ποταμὸν καὶ δῃῶσαι τὰ ἐπὶ Δελματίαν, αὐτὸς δὲ
ξὺν πάσῃ τῇ κατ' αὐτὸν πληθύϊ διελθὼν τὸν Ἴστρον ἐς τὰ τῶν
Γηπαίδων διέτριβεν ὅρια.
15
Ὅτι αὖθις ἦλθε Ταργίτιος βουλόμενος πρεσβεύσασθαι
ὡς βασιλέα, ἐκεῖνά τε ἔφη τῷ βασιλεῖ καὶ ἤκουσε πρὸς αὐτοῦ ἅπερ
καὶ ἄλλοτε. τήν τε γὰρ πόλιν τὸ Σίρμιον ἐβούλετο πρὸς Ῥωμαίων
κομίσασθαι ἅτε οἰκεῖον ὂν αὐτῷ κτῆμα, ἐξότε τὰ τῶν Γηπαίδων
ὑπ' αὐτοῦ διέφθαρτο πράγματα, ἔτι τε καὶ τὰ χρήματα, ἅπερ
Ἰουστῖνος τοῖς Οὔννοις ἐφ' ἑκάστῳ ἐνιαυτῷ ἐδίδου· καί, οἷα μηδὲν
εἰληφότων αὐτῶν ἐκ τῶν παροιχομένων ἐτῶν, ἅπαντα ὁμοῦ Ταρ-
γίτιος εἰσπράττειν ἠξίου οὕτω τε λοιπὸν τὰς ἐνιαυσιαίας συντάξεις
ἐρρωμένας κατατιθέναι Ῥωμαίοις. πρός γε καὶ τὸν Οὐσδίβαδον
ἐζήτει οἷα προσήκοντα τῷ τῶν δοριλήπτων αὐτῷ θεσμῷ. καὶ
ἕτερα δέ τινα προεβάλλετο ὁ Ταργίτιος ὑπερηφανίας ἀνάπλεα, ὧν
οὐδένα λόγον ἐποιεῖτο ὁ βασιλεύς· ἀλλὰ γὰρ τά τε λεγόμενα πρὸς
αὐτοῦ ἀπεφλαύριζε καὶ μὲν οὖν βασιλικῶς ἐχρῆτο τοῖς ῥήμασιν.
ἐπὶ τούτοις οὖν διάφοροι πρεσβεῖαι φοιτήσασαι, ὡς διηνύσθη
πλέον οὐδέν, διαφῆκε τὸν Ταργίτιον ὁ βασιλεὺς εἰρηκὼς αὐτῷ στέλ-
λειν ἐκεῖσε Τιβέριον αὐτοκράτορα στρατηγὸν περὶ τοῦ παντὸς δια-
λεχθησόμενον καὶ βεβαιώσοντα τὰ ἕκαστα.
16
Ὅτι ἄλλα τε πολλὰ αἴτια ἐγένοντο τοῦ πολέμου Ῥωμαίων
τε καὶ Περσῶν, τὸ δέ γε μᾶλλον ἀναπτερῶσαν Ἰουστῖνον ὅπλα
κινῆσαι κατὰ Περσῶν τὸ ἔθνος οἱ Τοῦρκοι ἐγένοντο. οἷδε γὰρ
ἐσβάλλοντες ἐς τὴν Μηδικὴν τῆς τε γῆς ἔτεμον, ἔστειλαν δὲ καὶ
ὡς Ἰουστῖνον πρεσβείαν ἐφ' ᾧ συνεκπολεμῶσαί γε αὐτὸν Πέρσαις,
κοινῇ τε καθελεῖν ἐξαιτοῦντες ἀμφοτέρων τοὺς δυσμενεῖς καὶ τὰ
Τούρκων μᾶλλον ἀσπάσασθαι· οὕτω γὰρ ἂν τῇ μὲν Ῥωμαίων, τῇ
δὲ Τούρκων ἐπιτιθεμένων ἐν μέσῳ τὰ Περσῶν διαφθαρῆναι. ταύ-
ταις ταῖς ἐλπίσιν ἐπηρμένος Ἰουστῖνος ῥᾳδίως ᾤετο τὴν Περσῶν
καταστρέψεσθαι δύναμιν καὶ ἐς τὸ μὴ εἶναι ξυνελάσειν. καὶ οὖν
ὡς οἷόν τε ἦν ἐν βεβαίῳ ἕξειν αὐτοῦ τὴν πρὸς Τούρκους φιλίαν
ἅπαντα παρεσκευάζετο.
17
Ὅτι αὖθις οἱ Ἄβαροι πρεσβείαν ἔστειλαν ὡς Ῥωμαίους
καί, περὶ ὧν πολλάκις, περὶ τῶν αὐτῶν ἐπρεσβεύοντο. ὡς δὲ
οὐδὲν ὑπήκουον οἱ Ῥωμαῖοι, (οὐ γὰρ Ἰουστῖνον τὸν αὐτοκράτορα
ἤρεσκε) τὸ τελευταῖον τοῦ Ἀψὶχ ἐς πρεσβείαν ἐληλυθότος ξυνή-
ρεσε Τιβερίῳ καὶ τοῖς περὶ τὸν Ἀψὶχ παρασχεθῆναι γῆν τοὺς
Ῥωμαίους, ἵνα κατοικίζεσθαι μέλλοιεν οἱ Ἄβαροι, εἴ γε τῶν παρὰ
σφίσιν ἀρχόντων λήψονται τοὺς παῖδας ὁμηρεύσοντας. καὶ οὖν
τὰ τοιάδε Τιβέριος ἐσήμηνε βασιλεῖ. ἀλλὰ γὰρ τῷ αὐτοκράτορι
οὔτι ἐδόκει τοῖς πράγμασι τῶν Ῥωμαίων εἶναι λυσιτελές· οὐκ
ἄλλως δὲ εἰρηνεύσειν ἔφασκεν, εἴ γε μὴ αὐτοῦ δῆτα τοῦ Ἀβάρων
ἡγουμένου λάβοι τῶν παίδων τινὰς ἐς ὁμήρους. Τιβερίῳ δὲ οὐ
ταῦτα ἐδόκει· ἐγνωμάτευε γὰρ ὡς, εἴ γε τῶν παρὰ Σκύθαις ἀρ-
χόντων λήψονται τοὺς παῖδας, οἶα εἰκός, βουλευομένου τοῦ Χαγά-
νου τὰ ξυντεθειμένα παρώσασθαι, οὐ συγχωρήσειν ποτὲ τῶν ὁμη-
ρευόντων τοὺς πατέρας. Τιβέριος μὲν τοιᾶσδε ὑπῆρχε γνώμης,
βασιλεῖ δὲ οὐχ οὕτως ἐδόκει· ἀλλὰ γὰρ δήπου καὶ ἐνεμέσιζε τοῖς
Ῥωμαίων στρατιάρχαις τὸν πόλεμον ἀναβαλλομένοις, συλλαβαῖς τε
ἐχρῆτο ὡς αὐτοὺς διαγορευούσαις ὡς δέοι τοῖς βαρβάροις ἐνδεί-
κνυσθαι ὅτι γε δήπου Ῥωμαίοις οὐχὶ ἐς τὸ ἁβροδίαιτον ὁ βίος,
ἄλλως δὲ ὡς φιλοπόλεμοί τέ εἰσι καὶ φερέπονοι. ἐπεὶ δὲ τὰ τῆς
ἔριδος ἐνίκα, καὶ ὁ πόλεμος ἠπειλεῖτο, Τιβέριος ἐσήμηνε Βώνῳ ἐν
γράμμασι φυλάξασθαι τὰς διαβάσεις τοῦ ποταμοῦ.
18
Ὅτι μετὰ τὴν νίκην τῶν Ἀβάρων, ἡττηθέντος Τιβερίου
τοῦ στρατηγοῦ, μετὰ τὰς ξυνθήκας συνήρεσε πρεσβεύσασθαι ὡς
τὸν Ῥωμαίων αὐτοκράτορα. καὶ δὴ Τιβέριος ξυναπέστειλε τῇ
πρεσβείᾳ Δαμιανὸν ταξίαρχον ἐσήμηνέ τε τῷ βασιλεῖ ἅπαντα τὰ
ξυνενεχθέντα, καὶ περὶ ὧν βούλεται τὸ Ἀβαρικόν. καὶ ἐσπείσαντο
τελέως Ῥωμαῖοί τε καὶ Ἄβαροι.
19
Ὅτι τῶν Ἀβάρων σπεισαμένων καὶ ἐς τὰ οἰκεῖα ἀπερχο-
μένων, οἱ Σκαμάρεις ἐγχωρίως ὀνομαζόμενοι ἐνεδρεύσαντες ἀφεί-
λοντο ἵππους τε καὶ ἄργυρον καὶ ἑτέραν ἀποσκευήν. τούτου ἕνεκα
πρεσβείαν ἔστειλαν αὖθις ὡς Τιβέριον, τῶν κεκλοφότων πέρι ἐπι-
μεμφόμενοι, ἔτι καὶ τὰ ἀφαιρεθέντα ἀνακομίσασθαι βουλόμενοι.
καὶ δὴ ἀνερευνηθέντες οἱ τὴν κλοπὴν εἰργασμένοι ἐν φανερῷ τε
γενόμενοι, μοῖράν τινα ἀπεκατέστησε τοῖς Ἀβάροις.
20
Ὅτι τοῦ δεκάτου ἔτους ἀνυσθέντος τῶν πεντηκοντουτίδων
σπονδῶν, μετὰ τὴν σφαγὴν Σουρήνα, ἐν τούτῳ ὁ Περσῶν βασιλεὺς
στέλλει Σεβόχθην ἄνδρα Πέρσην ἐς πρεσβείαν ὡς Ἰουστῖνον τὸν
βασιλέα, τῶν ἐν Περσαρμενίᾳ μὲν ξυνενεχθέντων ἄγνοιαν δῆθεν
ὑποκρινόμενος, ἄλλως δὲ τὸ συντεταγμένον Ῥωμαίους κατατιθέναι
χρυσίον βουλόμενος, οἷα δὴ τῆς δεκαετίας περαιωθείσης, ἧς τὰ
χρήματα ὑφ' ἓν ἐκομίσατο, εἶτα ἐμπεδώτατα ξυνεστάναι τὴν εἰ-
ρήνην, καθά που ἐνεγέγραπτο ἐν ταῖς ξυνθήκαις. σφόδρα γὰρ ἐν
ἀρχαῖς ἐτάραξε Χοσρόην αἰσθόμενον ὡς βασιλεὺς Ῥωμαίων πρὸς
πόλεμον ὥρμητο τὰ εἰρηναῖα παρωσάμενος, ἐδεδοίκει τε μή πως
ἐκ μεγάλης παρασκευῆς ἐπίθοιτό τε αὐτῷ, καὶ ἄλλως οὐχ ἥκιστα
φροντίδα ἐτίθετο εἰς ἔσχατον γῆρας ἐληλακὼς καὶ ἤδη ἐκλελυμένος
ταῖς ὁρμαῖς τοῦ πολέμου, ὥστε ἐρρῶσθαι τὰ εἰρηναῖα καὶ ὥσπερ
ἀμέλει πατρῷον κτῆμα τοῖς γε αὐτοῦ παισὶν ἀσάλευτά τε καὶ
ἄτρωτα καταλιπεῖν. Σεβόχθην μὲν οὖν Ἰουστῖνος φοιτήσαντα ἐς
τὰ βασίλεια οὔτι μάλα προσίετο, ἐπεὶ καὶ ἄλλως, ἡνίκα εἰσῆλθε
κατὰ δὴ τὸ εἰωθὸς τὸν αὐτοκράτορα προσκυνήσων, χαμαὶ ῥίψαν-
τος ἑαυτόν, οὕτω ξυμβάν, ὁ πῖλος, ὃς ἐπὶ τῇ κεφαλῇ κατὰ τὸ
νενομισμένον Πέρσαις ἐπέκειτο, ἐς τοὔδαφος ἔπεσεν. τούτῳ αἰσίῳ
τινὶ συμβόλῳ χρησάμενοι οἱ ἐν τέλει καὶ ὁ δῆμος ταῖς κολακείαις
τὸν βασιλέα ἐπτέρωσαν, ὡς ὅσον οὔπω ὑποπεσεῖταί γε αὐτῷ ἡ
Περσίς. τῷ τοι ἄρα Ἰουστῖνος ἐπηρμένος τε ἦν ταῖς ἐλπίσι καὶ
μετεωρίζετο τῇ διανοίᾳ τὰ κατὰ νοῦν ῥᾷστα ἐκβήσεσθαι οἰόμενος.
Σεβόχθην δὴ οὖν ἀγγείλαντα ἐφ' οἷς παρεγένετο ὁ βασιλεὺς περι-
εφρόνησέ γε αὐτὸν καὶ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο τὸν ἄνδρα. ἔφη
τοιγαροῦν ὡς αὐτὸν ὡς ἡ φιλότης χρήμασι βεβαιουμένη οὐκ ἀγαθή·
(αἰσχρὰ γὰρ καὶ ἀνδραποδώδης ὠνητή…
ἰ…
The complete text is available when the reading interface loads.