The Greek Library Catalogue

Anonymous

De sententiis

Edition reference
De sententiis (ap. Constantinum Porphyrogenitum, De sententiis), ed. U. P. Boissevain, Excerpta historica iussu imp. Constantini Porphyrogeniti confecta, vol. 4: excerpta De sententiis, Berlin: Weidmann, 1906: 18–26.
CTS identifier
urn:cts:greekLit:tlg4076.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

16

Ὅτι ἀνδρείας ἐπίδειξις προερχομένη κατὰ τῶν φύσει δυσ-

μενῶν καὶ οὐ κατὰ τῶν ὁμοδιαίτων ἐνδοξότερον τίθησι τὸν ἐπι-

δεικνύμενον.

17

Ὅτι οἱ Γότθοι παντελῶς ὑπὸ Ῥωμαίων ἡττήθησαν. καὶ

ἔγωγε τὰ τοιάδε ἄγαμαι οὐδαμῶς· χρόνῳ γὰρ συμμεταμορφοῦσθαι

πέφυκε τὰ ἀνθρώπεια, εὕροις τε σχεδὸν ἅπασαν ἱστορίαν τῶν

τοιῶνδε χαλεπῶν ἀνάπλεων, γένη τε μέγιστα καὶ πόλεις νῦν μὲν

ἐς ἄγαν εὐημερήσαντα, νῦν δὲ ἐς τὸ μὴ εἶναι κατολισθήσαντα παν-

τελῶς. ταῦτα μὲν οὖν καὶ τὰ τοιάδε ἡ περιφορὰ νεοχμοῦσα τοῦ

χρόνου καὶ πρὸ τοῦ ἐπεδείξατο, καὶ μὲν οὖν ἐπιδείξεται αὖθις,

καὶ ἐπιδεικνυμένη οὐ παύσεται, ἔστ' ἂν ἄνθρωποί τε ὦσι καὶ

μάχαι.

18

Ὅτι μέχρι τοσούτου δέον πονεῖν ἄχρι τῆς ἐκ τῶν πόνων

ὠφελίας ἐν ἀπολαύσει καθεστάναι δύναιτό τις· ὁ γὰρ μὴ οὕτω

βιοτεύων, εἰ καὶ πλέον ἔχει τῶν ἄλλων, ἧττον ἔχει τῶν ἀγαθῶν.

19

Ὅτι ὁ ξὺν τῇ δυνάμει τῶν πέλας νικήσας οὐδὲν ἧττον

ὥσπερ νενικηκόσι τοῖς ἡσσημένοις παραχωρήσει μεγαλαυχεῖν τῷ

πρὸς διττὴν αὐτοὺς ἀγωνίζεσθαι δύναμιν.

20

Ὅτι κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα

τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα. πολ-

λάκις γὰρ καὶ τό γ' ἀληθὲς ἐν ὑπονοίᾳ γενόμενον ἀσφαλές.

21

Ὅτι καὶ αὖθις ὁ τῶν Ἀβάρων ἡγούμενος ταῖς πρώην

ἐχρήσατο ἀπειλαῖς. καὶ ἐπειδὴ κομπάζων καὶ μεγαλορήμων ἐσότι

ὑπάρχων οἷός τε οὐκ ἐγένετο ἐκδειματῶσαι τοὺς Ῥωμαίους (οὗτοι

γὰρ δὴ πρὸς οἷς οὐκ ὀρρωδία τις αὐτοῖς ἐνέσκηψε ........),

ἀλλὰ γὰρ καὶ ἀπεφλαύριζον καὶ περιεφρόνουν τὸν βάρβαρον, οὐ

μὴν ἀλλὰ καὶ κομπωδεστέραις ἐχρῶντο ταῖς ἀντιλογίαις.

22

Ὅτι μεμίσηται τυραννίς, κἂν ἀντίπαλος εἴη ὁ τυραννού-

μενος.

23

Ὅτι τῇ κακηγορίᾳ ἔνεστιν ὡς τὰ πολλὰ ἐπιχαιρεκάκῳ

οὔσῃ ἀόκνως περινοστεῖν τε καὶ ἀνευρύνεσθαι. τὸ ἑαυτῆς οὖν

ἐπιτελοῦσα ἐφοίτα ψιθυρίζουσα κατὰ τούτου. ἐπεὶ δὲ ἐνεφώλευε

τοῖς ὠσί, τὸ ἀστάθμητόν τε καὶ ἀλλόκοτον τούτου ἐκτραγωδοῦσα,

οἱ ταύτῃ οἰκήτορες (φύσει γὰρ τοῖς οὔπω παροῦσιν ........

ὑπήκοον) ἤχθοντο, καὶ περιέφερον ἐν στόματι τὸν ἡγεμόνα ἅτε

ἀνοσιουργόν.

24

Ὅτι ὁ ἱστορικός φησι Μένανδρος περὶ Ἰσαοζίτου τοῦ ἐν

Περσίδι σταυρωθέντος· ἐγὼ δὲ πυθόμενος καὶ τὸν ἄνδρα ἐσότι

ἀγασθεὶς ἐν νῷ ἐβαλόμην ὡς καὶ ἄξιον τῷ τοῦ θεοῦ θεραπευτῇ

τῷ βαρβάρῳ ἐν ἑξαμέτρῳ ἐπίγραμμα λέξαι. καὶ δὴ λέλεκταί μοι

τὸ ἐπίγραμμα ὧδε·

ἦν πάρος ἐν Πέρσῃσιν ἐγὼ μάγος Ἰσαοζίτης

εἰς ὀλοὴν ἀπάτην ἐλπίδας ἐκκρεμάσας.

εὖτε δὲ πυρσὸς ἔδαπτεν ἐμὴν πόλιν, ἦλθον ἀρῆξαι,

ἦλθε δὲ καὶ Χριστοῦ πανσθενέος θεράπων.

κείνῳ δ' ἐσβέσθη δύναμις φλογός, ἀλλὰ καὶ ἔμπης

νικηθεὶς νίκην ἤνυσα θειοτέρην.

25

Ὅτι ὁ αὐτὸς Ἰσαοζίτης, παραινούντων αὐτὸν ἐσταυρω-

μένον ὄντα ἐς τὰ πάτρια μεταθεῖναι νόμιμα καὶ σώζεσθαι, ἔφη

μεταμελεῖσθαι οὐχ ὅτι ἐς τοῦτο ἔγνω σωτηρίας ἐλθεῖν, ἀλλ' ὅτι

ἔγνω ὀψέ. ταῦτα ἔλεγε γλιχόμενος κατὰ τὸ ἀπαραίτητόν τε καὶ

καρτερὸν τῶν οὐρανίων ἐκ τῶν παλαιῶν στεφάνων τὰ ἀκήρατα

ἀναδεῖσθαι νικητήρια, καὶ ἠξίου τὸ βραχὺ καὶ ἀνόνητον τοῦ βίου

ἑκοντὶ ἀποτίθεσθαι ἐπὶ ῥητῷ μισθῷ τινι τοῦ διαβιῶναι ἐς ἀεί.

26

Ὅτι ἡ ἐς τὰ μέγιστα τῶν ἐγχειρημάτων ὁρμὴ πλέον πέ-

φυκε τὸ ἀναχαιτίζον τοῦ παρορμῶντος ἔχειν, ἄλλως τε καὶ ἢν πλη-

θὺς ὦσιν οἱ ἐς προῦπτον κίνδυνον ἐθέλοντες ἀφιέναι.

27

Ὅτι περὶ Προκοπίου τοῦ ἱστορικοῦ καὶ δικηγόρου φησὶν

ὁ Μένανδρος· οὐ γὰρ ἔμοιγε δυνατὸν οὐδέ γε ἄλλως πέφυκε θυ-

μῆρες τοσαύτῃ λόγων ἀκτῖνι τὴν ἑαυτοῦ θρυαλλίδα ἀντανασχεῖν.

ἀρκέσει δέ μοι ἐν μικροῖς ἐγκαλινδεῖσθαι τοῖς ἐμαυτοῦ καὶ τῷ

Ἀσκραίῳ ἕπεσθαι ποιητῇ ἠλίθιόν τινα καὶ παράφρονα εἶναι φάσ-

κοντι τὸν ἐς τοὺς κρείσσονας ἁμιλλώμενον.

28

Ὅτι μετὰ τὴν τῶν Ῥωμαίων ἧτταν λέγεται ὡς τηνικαῦτα

ἀγγελίαις ἐχρήσατο ὁ τῶν Ἀβάρων στρατιάρχης ὡς Τιβέριον· καὶ

ὁ σταλεὶς ἀγγελιαφόρος ἔλεξεν „τί δὴ τὴν ὀλιγοχειρίαν νοσοῦντες

πρὸς Ἀβάρους φημὶ καὶ Σκύθας πόλεμον ἐξενεγκεῖν ἐτολμήσατε.

ἢ οὐχ ὑμῖν γράμματά τε καὶ διφθέραι εἰσὶν, ὅθεν ἀναλεγόμενοι

γνώσεσθε ὡς ἀκαταγώνιστά τε καὶ ἀμαχώτατα τὰ φῦλα τὰ Σκυ-

θικά;“ Τιβέριον δὲ φάναι ἀμοιβαίῳ ...

29

......... εἶναι ἐπιτήδειον.

30

Ὅτι ὀρθότατα διάνοια προσφερομένη πρὸς τὸν πέλας καὶ

μὴ ἐκτραπεῖσα τοῦ πρέποντος οὐκ ἀγνωμονηθήσεται τῷ ἀδήλῳ

τῆς ψυχῆς ἀνταλλάγματι.

31

Ὅτι ἐλπίδι τοῦ νικᾶν τοῦ πλείονος ὀρεγόμενος, τῆς ἀδή-

λου ῥοπῆς ἀναλογισάμενος τὸ σφαλερὸν, ἕξει τὴν αὐτοῦ δόκησιν

ἀβουλίας ὑπόθεσιν.

32

Ὅτι οἱ ἄνθρωποι οὐ καθ' αὑτοὺς ἀδικοῦνται μόνον, ἀλλὰ

συναδικοῦνται καὶ φίλων, ὡς εἰκός, ὑφ' ἑτέρων πασχόντων κακῶς.

33

Ὅτι οὐχ ὅστις ἀντεπιβουλεύει τοῦ δικαίου κατόπιν ὀφθή-

σεται, ἀλλ' ὃς ἐπιβουλεύει τῶν χαλεπῶν ὑπόθεσις γίνεται.

34

Ὅτι ἀφιλοπρωτεία μόνη καὶ φθόνου κατάλυσις τὰ και-

ριώτατα συνιστᾷ.

35

Ὅτι τὸ εὔδαιμον οὐκ ἐξ αὐτομάτου τινὸς ἐπιρρεῖ, ἀλλ'

ὅτι τῆς ἀληθοῦς εὐτυχίας οἱ πόνοι γονεῖς· ὅθεν καὶ ἡδυτέρα τις

ἡ ἐκ τῶν πόνων ἀπόλαυσις.

36

Ὅτι, ὡς ἔοικε, πρὶν ἢ Μαυρίκιον ἡγεμονεῦσαι τοῦ στρα-

τοῦ, τὰ κατὰ τῶν δασμοφορούντων ἀδικήματα ἔσφηλε Ῥωμαίους.

ταύτῃ τοι καὶ κατά τινα θεήλατον ὀργὴν τὰ δοκηθέντα οὐκ ἐτε-

λέσθη, ἀλλὰ γὰρ καὶ ἐπέσκηψεν ἐς τοὐναντίον. φιλεῖ γάρ πως

τὸ θεῖον τοῖς ἄδικα πεπραχόσιν οὔτι οἰομένοις τὰς ποινὰς ἐπιφέ-

ρειν, ὡς ἂν τῷ παραλόγῳ τῶν ἀποβάντων σωφρονίζοιντο πλέον.

37

Συνεστηκότος γὰρ ἔτι τοῦ τῶν πολεμίων στρατοῦ καὶ τὸ

πλῆθος τῆς Ῥωμαίων στρατιᾶς δεδιότος, καιροφυλακοῦντος δὲ εἴ

πῃ διασπασθεῖεν καὶ δώσοιεν αὐτοὶ τῆς καθ' ἑαυτῶν ἐφόδου και-

ρὸν ἀσύμφορον, ἔδοξε δέ τισι τοὺς ἅμα πάντας ἀπροσμάχους

νομιζομένους, τούτους κατὰ τὴν πολεμίαν διαιρεθέντας εὐεπιχει-

ρήτους ποιῆσαι.

38

Ὅτι εἰπὼν περὶ τῶν ὀκτακοσίων λευκῶν ἵππων ὑπὸ Ἀζα-

ρέφθου ἁλόντων καὶ ἐς θρίαμβον ἀχθέντων φησὶν ὁ ἱστορικὸς

Μένανδρος· ταῦτά μοι ἡ ἀβουλία καὶ ἡ καταφρόνησις ἡλίκα ἐργά-

ζονται κακὰ παραστῆσαι βουλομένῳ λέλεκται, καὶ ὡς ὁ θεός, ἡνίκα

ἂν οὐ ξυνεπιλαμβάνηται, καὶ τὰ δοκοῦντα εὖ βεβουλεῦσθαι περι-

άγεται ἐς τοὐναντίον, καὶ ὡς ἄγαν χαλεπὸν καὶ πολιτείαν δια-

φθεῖραι δυνάμενον τὸ τῶν ὑπηκόων ἀνήκοον. Μαυρίκιος μὲν γὰρ

ὁ τῶν Ῥωμαίων στρατηγὸς εὖ βεβουλεῦσθαι ἐδόκει, καὶ καθ' ὅσον

οἷόν τε ἦν ἀνθρώπῳ προέγνω τὰς ἀδήλους τῶν πράξεων ἀπο-

βάσεις, τῇ δὲ τῶν ἄλλων στρατηγῶν ἀκοσμίᾳ τῷ μὴ φυλάξαι τὰ

πρὸς αὐτοῦ εἰρημένα τε καὶ παρεγγυηθέντα ἐς ἔσχατον κινδύνου

τὰ Ῥωμαίων ἤλασε πράγματα. καὶ οὐχ ἡ σταλεῖσα μὲν πρὸς τοῦ

ἡγεμόνος κατά τε τὸ Δούβιον καὶ Ἰβηρίαν ταῦτα ἐδυστύχησε στρα-

τιὰ μόνον, αὐτὸς δὲ ὁ Μαυρίκιος ἀπαθὴς κακῶν ἔμεινεν, ἀλλὰ

κἀκεῖνος ἐς τελευταίας διωλίσθησεν ἐλπίδας, ὅμως διεσώθη μόλις.

39

Ὅτι ἡ τῶν προσδοκηθέντων ἀναβολὴ τὸν προσδοκήσαντα

ῥαθυμότερον διατίθησιν.

40

Ὅτι φήμη ἀεὶ χειροῦται τὰ πράγματα, καὶ τὰ δοκοῦντά

πως ἄδηλα καθεστάναι προτίθησι ταῖς ἀκοαῖς, ὥσπερ ἐπ' ἀγορᾶς

ἐν φανερῷ τῷ βουλομένῳ πρίασθαι ὤνια.

41

Ὅτι ἠλλάξατο τοῦ πονεῖν βίον τινὰ ἀνειμένον προῃρη-

μένος τοῦ ἐνδοξοτέρου τὸ ἄδοξον.

42

Ὅτι οὐκ ἐν ῥώμῃ σώματος, ἀλλ' ἐν ἀνδρίᾳ ψυχῆς ἡ τοῦ

πολέμου ῥοπὴ κινδυνεύεται.

43

Ὅτι οὐδὲν οὕτω ῥαστώνης τε καὶ τρυφῆς καὶ ἀναπαύλας

ὡς κίνδυνοι καὶ πόνοι καθεστήκασιν αἴτιοι. πόνος μὲν γὰρ τῶν

προκτηθέντων ἀπόλαυσις ὥσπερ ταμιεῖόν τι τῆς εὐκλείας καθ-

έστηκε, τρυφὴ δὲ ἄνευ τοῦ προπαιδεύεσθαι πόνοις τοῦ κάκιστα

ζῆν ἡγεμών· ἔστι δὲ καὶ αὐτοῦ τοῦ ζῆν μετὰ τῆς ἀδοξίας ἀπαλλαγή.

44

Ὅτι ὁ Ταγχοσδρὼ ἐβλήθη ὑπό τινος ὀλεθρίαν τινὰ πλη-

γήν. καὶ ἔμοιγε οὐκ ἀπὸ τρόπου φαίνεται τὸ τοιόνδε γενέσθαι·

ἐργάτις γὰρ τῶν τοιούτων ἡ τύχη. πολλοὶ γὰρ πολλάκις τῶν λίαν

εὐδοκίμων ὑπὸ ἀδοκίμων ἐσφάλησαν, καὶ φύσει τινὶ τὰ παράδοξα

τῷ ἀνθρωπείῳ συμπεριφέρεται γένει.

45

Ὅτι ὁ Μαυρίκιος ἡττηθεὶς ὑπὸ Περσῶν μεγίστῃ κατεί-

χετο ἀνίᾳ οἷς γὰρ παρ' ἐλπίδα τι ἀποβαίνει, ἐν μὲν τῷ καιρῷ

τῆς πράξεως ἀνθέλκονται τῇ τοῦ περιέσεσθαι ἀνάγκῃ, παραπτά-

σης δὲ τῆς ἀκμῆς τοῦ ἔργου ἐν ἡσυχίᾳ γενόμενοι τὸ λοιπὸν ἀθυ-

μότατα διατελοῦσιν· ἀναλογιζόμενοί τε τὰ ξυμπεσόντα ὑπολοφύ-

ρονται τὰς ξυμφορὰς καὶ τῇ ζώῃ ἀπεχθάνονται. καὶ Μαυρίκιος

οὖν, ἐπειδὴ αὐτῷ ἐς τοὐναντίον ἤπερ ἤλπισεν ἐτελεύτησεν ὁ πόλε-

μος καὶ τὰ προσδοκηθέντα ἀπέβη τηνάλλως, τότε ἐκδοὺς τὸ ὅλον

ταῖς ψυχικαῖς ἀλγηδόσι καὶ ταῖς δυσθυμίαις ἑαυτὸν τῇ συνεχεῖ

τῶν χαλεπῶν ὑπαντῇ ἄπορος ὑπῆρχε.

46

Ὅτι ..............α ὡς αὐτὸν Καλλίστρατος καὶ

Ζαχαρίας καὶ ἐπαγώγοις χρησάμενοι ῥήμασιν ἐπειρῶντο ἀπάγειν

τὸν ἄνδρα τῆς λύπης εω...σαν τ?ε? κα?ι? α?υ? τ?ο?κρατορα...ασθαι

αὐτόν.

47

Ὅτι ὁ Θεόγνις εὑρηκὼς Ῥωμαίους ἀτρέμα διάγοντας τῷ

τοὺς ἀρτιμαθεῖς τὰ πλεῖστα ......

{Ἐκ τῆς ἱστορίας Μενάνδρου}Ἐν τοῖς χρόνοις Ἰουστίνου τοῦ νέου ἐν Βυζαντίῳ τὸ σεπτόν τε καὶἀκήρατον ἤχθη ξύλον τρόπῳ τοιῷδε. Ὑπῆρχον ἐν τῇ Ἀπαμείᾳ ἀδελφοὶδύο· τῷ μὲν Ἀ[δε]λφιὸς ὄνομα, τῷ δὲ ἥτις αὐτῷ ἡ προσηγορία ἥκισταἔγνων. Καὶ ὁ μὲν ἀνώνυμος ἐπίσκοπος τῆς Αἰλίας ἐγένετο, ὁ δ' Ἀλφιὸςἐτύγχανεν ἱερέων. Καί ποτε τῆς Ἀπαμείας οὗτος ἀπάρας ἐπὶ τὴν Ἱερουσαλὴμᾤχετο τὸν ἀδελφὸν ὀψόμενος. Ὡς δὲ τὸν ὁμαίμονα εἶδέ τε καὶ συνωμίλησε,ἠξίωσέ τε αὐτὸν δοῦναι μερίδαν ἐκ τοῦ ἱεροῦ ξύλου. Ὁ δὲ τὴν αἴτησινἐκπληροῖ καὶ τὸν ἐν αὐτῷ παγέντα Χριστὸν ἀπαράβατον ὅρκον ποιήσαςμήτινα τὸ μυστήριον ἐξειπεῖν. Λαβὼν οὖν παρὰ τοῦ ἀρχιερέως τὸ περὶτοὺς πόδας ξύλον εἰς τὴν πατρίδα ἀνέκαμψεν.Χρόνῳ δὲ ὕστερον μέντοι ἀκούσαντα τὸν βασιλέα περὶ τοῦ ζωοποιοῦξύλου στέλλει μὲν ὀνόματι Ζήμαρχόν τινα τὸν θησαυρὸν ἐν τῇ βασιλευούσῃἀπαγαγεῖν. Ὁ δὲ τῆς Ἀπαμέων λαὸς ταῦτα ἀκούσας ξίφη τε ἀπεγύμνουνκαὶ τόξα ἐτείνοντο καὶ βάλλειν ὅσον οὔπω ἠλπίζοντο. Γνωρίζει ταῦταΖήμαρχος τῷ κρατοῦντι· καὶ ὁ κρατῶν λίαν ἐπῄνεσέ τε αὐτοὺς τοῦ σκοποῦ,ἐπεσφράγισε δὲ καὶ ἐπιστολὴν τῷ Ζημάρχῳ περιέχουσαν οὕτως· «Γέγρα-φας ἡμῖν ὡς οἱ τὴν Ἀπάμειαν οἰκοῦντες ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι τὸκατ' αὐτοὺς ἱερώτατον ξύλον, ἱερὸν ἀνεδέξαντο πόλεμον.» Καὶ μετ' ὀ-λίγα· «Ἴσθι οὖν καθ' ὅσον αὐτοὺς ἐν εὐπαθείᾳ βουλόμεθα ζῆν ἐξ ὧνἐν γράμμασιν ἐπῃνέσαμεν.» Εἶτα· «Διχῇ διελὼν τὸ ἀκήρατονξύλον, ἥμισυ μὲν ἔκπεμψον κατὰ τὴν βασιλίδα πόλιν, ἥμισυ δὲ κατάλιπετοῖς κατὰ τὴν ἑῴαν ὑπηκόοις ἡμῶν. Οὕτω γὰρ ἂν καὶ πάλιν ἡμεῖς ἕξομεντὸ ὅλον καὶ αὐτοὶ δὲ τὸ πᾶν· ἥμισυ γὰρ οὐκ ἔστι θεός.» Ταῦτα μὲνοὕτως τὰ βασιλέως γράμματα. Ζήμαρχος δὲ ἅπαντα ἔπραττε τὰ γρα-φόμενα· καὶ τὸ μέντοι αὐτοῦ εἰς τὴν Βυζαντίδα ἐστέλλετο, τὸ δὲ ἐν Ἀπα-μείᾳ ἐλείπετο.Χρόνῳ δὲ ὕστερον, Ἀπάμεια ἁλοῦσα ὑπὸ Περσῶν, ἱερεύς τις τῶνἐκεῖ ἐν φρέατί τινι κατακρύπτει τὸ ξύλον, ὡς μὴ γενέσθαι δορυάλωτον τοῖςἐχθροῖς. Οὗτος δὲ αἰχμάλωτος ἀπαγόμενος ἠδυνήθη ἀμωσγέπως κατάδηλονποιῆσαι Μάγνῳ οὗ ἀποκέκρυπται· Μάγνος δὲ Οὐαράνῃ ἐσήμανεν ἀνδρὶτῶν ἐπισήμων τὰς οἰκήσεις ποιουμένῳ τῇ πόλει. Αὐτὸς δ' ἐρευνήσας καὶτὸ ποθούμενον εἰς χεῖρας λαβὼν πρὸς βασιλέα εἰς πόλιν ἀπέστειλεν.