The Greek Library Catalogue

Anonymous

Geoponica

Edition reference
Geoponica, ed. H. Beckh, Geoponica, Leipzig: Teubner, 1895: 1–529.
CTS identifier
urn:cts:greekLit:tlg4080.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

p

t

1

{ΚΑΣΣΙΑΝΟΥ ΒΑΣΣΟΥ

ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΕΡΙ ΓΕΩΡΓΙΑΣ

ΕΚΛΟΓΑΙ.

ΠΡΟΟΙΜΙΟΝ.}

Πολλοῖς μὲν καὶ ἄλλοις βασιλεῦσι χρηστοῖς ἡ

μεγαλόπολις αὕτη ἐκαλλωπίσατο, καὶ τὰ τούτων κατορ-

θώματα καὶ τὰς ἀρετὰς ὥσπερ τινὰ πολυτάλαντα κει-

μήλια ἐκολπώσατο. Σοῦ δὲ οὐκ ἄν ποτε βελτίονα σχεῖν

ἀνομολογήσειεν· οὐδὲ μείζονα τῆς σῆς βασιλείας κατορ-

θώματα δείξειεν.

2

Σὺ γὰρ μικρὰ τὰ τῶν ἄλλων βα-

σιλέων σπουδάσματα λογισάμενος πρὸς μόνον ἐκεῖνον

ἡμιλλήθης τὸν πρῶτον Χριστιανῶν βασιλέα, Κωνσταν-

τῖνόν φημι τὸν ταύτης οἰκιστήν τε καὶ πολιοῦχον, ὃν

καὶ πολλῷ τῷ μέσῳ παρήλασας ἔργοις παλλίστοις καὶ

τροπαίοις καὶ νίκαις καὶ τοῖς λοιποῖς ἀριστεύμασιν.

3

Ὅσα μὲν οὖν ἢ τοὺς ὑπηκόους εὐεργετῶν ἢ τοὺς

ἐναντίους ἀποσοβῶν διαπέπραξαι, μακρὸν ἂν εἴη διεξελ-

θεῖν καὶ χρόνου πολλοῦ καὶ λόγου πλείστου δεόμενον.

ἀλλ' οἷα περὶ τὰ βιωφελῆ ταῦτα, καὶ πᾶσιν ἑξῆς τοῖς

εἰς βίον ἐληλυθόσιν ἁρμόζοντα ἐκπονεῖς.

4

Πρῶτα μὲν

γὰρ φιλοσοφίαν τε καὶ ῥητορικὴν ἤδη παρεῤῥυηκυίας

καὶ πρὸς ἀχανῆ βυθὸν τῆς λήθης καταδεδυκυίας εὐ-

μηχάνως καὶ συνετῶς ἀνειλκύσω, τὴν κραταιάν σου

χεῖρα ταύταις προσεπιδούς.

5

Ἔπειτα δὲ καὶ πᾶσαν

ἄλλην ἐπιστήμην τε καὶ τέχνην πρὸς καινισμὸν ἐπαν-

ήγαγες.

6

Μετὰ ταῦτα τοίνυν εἰδὼς εἰς τρία ταῦτα

τὴν πολιτείαν διῃρημένην, στρατείαν τέ φημι καὶ

ἱερωσύνην καὶ γεωργίαν, οὐκ ἐλαχίστην σπουδὴν περὶ

τοῦτο τὸ μέρος εἰσήνεγκας, ὃ μάλιστα τὴν ἀνθρωπί-

νην ζωὴν συγκρατεῖν ἐξεπίσταται.

7

Ὅθεν τὰ δια-

φόροις τῶν παλαιῶν μετὰ πάσης ἐπιμελείας καὶ πείρας

ἐξευρεθέντα περί τε γεωργίας καὶ φυτοκομίας, καιροῦ

τε καὶ τρόπου καὶ τόπου τοῦ ἑκάστοις ἁρμόζοντος·

ἔτι γε μὴν ὑδροφαντικῆς οἰκημάτων τε κατασκευῆς,

καὶ ἐν οἷς προσῆκε ταῦτα ποιεῖσθαι, ὅποι τε νεύοντα,

καὶ ὅπως, καὶ ἕτερα πολλὰ καὶ μεγάλα, μεγέθει φύ-

σεως καὶ βάθει φρενῶν εἰς ἓν συλλεξάμενος, κοινω-

φελὲς ἔργον τοῖς πᾶσι προτέθεικας.

8

Αὐτίκα γὰρ ὁ

τοῖσδέ σου τοῖς σπουδάσμασι προστυχών, τὰ τὴν αὐτοῦ

συνιστῶντα ζωὴν ἀκριβῶς κατοπτεύσειε, καὶ τὰ χρει-

ώδη καὶ ἀναγκαῖα, καὶ ἐξ ὧν ὁ ἀνθρώπινος βίος συν-

έστηκε, καὶ ἐν οἷς τὴν ἅπασαν ἔχει σπουδήν, μετὰ

παντὸς κόσμου καὶ τάξεως ἐπισκέψαιτο.

9

Οὐ μόνον

δὲ τὰ ἀναγκαῖα, ἀλλὰ καὶ αὐτὰ τὰ περιττά, καὶ εἰς

τέρψιν μόνην ὀφθαλμῶν καὶ ὀσφρήσεως συντελοῦντα

θεάσαιτο.

10

Σὺ γὰρ φιλόκαλος ὤν, μᾶλλον δ' εἰ χρὴ

τἀληθὲς εἰπεῖν, φιλάνθρωπος, παντὶ τρόπῳ καὶ πάσῃ

σπουδῆ συνάγεις τὰ χρήσιμα, τοῖς ὑπηκόοις τὸ συνοῖ-

σον ἀεὶ προνοούμενος.

11

Ἀλλ' εὐτυχοίης, ὦ δικαιό-

τατε δέσποτα Κωνσταντῖνε, τὸ τερπνὸν τῆς πορφύρας

ἀπάνθισμα, καὶ κατευοδοῖο παρὰ θεοῦ, καὶ τῶν ἐχθρῶν

κρατήσαις διαπαντός, ἡμῖν τοῖς ὑπὸ τὴν σὴν ἐξουσίαν

ἀεὶ τὰ βέλτιστα προμηθούμενος.

1

t

1

{ΒΙΒΛΙΟΝ Α}

p

1

Τὰ διαφόροις τῶν παλαιῶν περί τε γεωργίας καὶ

ἐπιμελείας φυτῶν καὶ σπορίμων καὶ ἑτέρων πολλῶν

χρησίμων εἰρημένα συλλέξας εἰς ἕν, τουτὶ τὸ βιβλίον

συντέθεικα. συνείλεκται δὲ ἐκ τῶν Φλωρεντίνου καὶ

Οὐϊνδανιωνίου καὶ Ἀνατολίου καὶ Βηρυτίου καὶ Διο-

φάνους καὶ Λεοντίου καὶ Ταραντίνου καὶ Δημοκρίτου

καὶ Ἀφρικανοῦ παραδόξων καὶ Παμφίλου καὶ Ἀπου-

ληΐου καὶ Βάρωνος καὶ Ζωροάστρου καὶ Φρόντωνος

καὶ Παξάμου καὶ Δαμηγέροντος καὶ Διδύμου καὶ

Σωτίωνος καὶ τῶν Κυντιλίων. Ἀναγκαῖον οὖν ἅμα

καὶ ἀκόλουθον ἡγησάμην, τὰ πρῶτα τῇ τάξει τυγχά-

νοντα, καὶ ἅπερ χρήσιμόν ἐστι προειδέναι τοὺς γεωρ-

γίας ἀντιποιουμένους, προτάξαι τοῦ παντὸς συγγράμ-

ματος. Τὰ περὶ προγνώσεως εὐδινῶν καὶ χειμερινῶν

ἀέρων, καὶ περὶ ἐπιτολῆς καὶ δύσεως φανερῶν ἀστέρων,

καὶ περὶ ἀποτελεσμάτων ἐκ τοῦ περιέχοντος συμβαι-

νόντων ἐν τῇδε τῇ πρώτῃ βίβλῳ συνέγραψα.

αʹ. περὶ διαιρέσεως ἐνιαυτοῦ καὶ τῆς τῶν τροπῶν

αὐτοῦ διαιρέσεως. βʹ. προγνωστικὰ εὐδιεινοῦ ἀέρος.

γʹ. προγνωστικὰ χειμερινοῦ ἀέρος καὶ ἐκ ποίων τεκμη-

ρίων ὄμβρους χρὴ προσδοκᾶν. δʹ. προγνωστικὰ μα-

κροτέρου χειμῶνος [καὶ]. 〈εʹ. προγνωστικά,〉 πότερον

πρώϊμον ἢ ὄψιμον ἔσται τὸ ἔτος. 〈Ϛʹ.〉 [εʹ.] περὶ μη-

νὸς τοῦ κατὰ σελήνην. 〈ζʹ.〉 [Ϛʹ.] ὅτι ἀναγκαῖόν ἐστιν

εἰδέναι, πότε ἡ σελήνη γίνεται ὑπὲρ γῆν, πότε δὲ ὑπὸ

γῆν. 〈ηʹ.〉 [ζʹ.] περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς καὶ τῆς

προγνώσεως τῶν ἐξ αὐτῆς συμβαινόντων. 〈θʹ.〉 [ηʹ.]

ἐπιτολὴ καὶ δύσις φανερῶν ἀστέρων. 〈ιʹ.〉 [θʹ.] σημείωσις

τῶν ἀποτελουμένων ἐκ τῆς πρώτης βροντῆς καθ' ἕκαστον

ἔτος μετὰ τὴν τοῦ κυνὸς ἐπιτολήν. 〈ιαʹ.〉 [ιʹ.] περὶ

τῆς προσηγορίας τῶν ἀνέμων καὶ πόσοι εἰσὶ καὶ πόθεν

ἕκαστος πνεῖ. 〈ιβʹ.〉 [ιαʹ.] δωδεκαετηρὶς τοῦ Διὸς καὶ

ὅσα ἀποτελεῖ περιπολεύων τοὺς ιβʹ οἴκους τοῦ ζωδια-

κοῦ κύκλου. 〈ιγʹ.〉 [ιβʹ.] περὶ ἡλίου καὶ σελήνης. 〈ιδʹ.〉

[ιγʹ.] περὶ χαλάζης. 〈ιεʹ.〉 [ιδʹ.] ἄλλο περὶ χαλάζης. 〈ιϚʹ.〉

[ιεʹ.] περὶ κεραυνοῦ.

1

t

{Περὶ διαιρέσεως ἐνιαυτοῦ, καὶ τῆς τῶν

τροπῶν αὐτοῦ διαιρέσεως. Φλωρεντίνου.}

1

Τὸν ἐφεστῶτα τῇ τοῦ ἀγροῦ οἰκονομίᾳ ἀναγκαῖόν

ἐστι καὶ τοὺς καιροὺς καὶ τὰς τῶν τροπῶν μεταβολὰς

γινώσκειν. οὕτως γὰρ ἂν πρὸς τὴν ἁρμόζουσαν ἑκά-

στῳ καιρῷ ἐργασίαν τοὺς ἀγροίκους ἐφοδιάζων, πλεῖ-

στα τὸν ἀγρὸν ὠφελήσειεν.

2

Οἱ τοίνυν πλεῖστοι, καὶ

πρό γε πάντων Βάρων ὁ Ῥωμαϊκὸς ἀρχὴν ἔαρος εἶπεν,

ὅταν ὡς ἐπὶ τὸ πλεῖστον καὶ ὁ ζέφυρος ἄρχηται πνεῖν,

ὅπερ ἐστὶ τῇ πρὸ ἑπτὰ εἰδῶν Φεβρουαρίων, ἡλίου ἐν

ὑδροχόῳ ὄντος καὶ τριῶν ἢ πέντε μοιρῶν γενομένου,

τουτέστι, τρεῖς ἢ πέντε ἡμέρας ἐν τῷ ζωδίῳ ἔχοντος.

συμπληροῦσθαι δὲ τὸ ἔαρ εἰς νόννας Μαΐας.

3

θέρος

δὲ ἄρχεσθαι ἀπὸ τῆς πρὸ ὀκτὼ εἰδῶν Μαΐων, τοῦ

ἡλίου ἐν ταύρῳ ὄντος· πληροῦσθαι δὲ εἰς τὴν πρὸ

ἑπτὰ εἰδῶν Αὐγούστων.

4

ἔτι δὲ μετόπωρον ἄρχεσθαι,

ἀπὸ τῆς πρὸ ἓξ εἰδῶν Αὐγούστων, ἡλίου ὄντος ἐν

λέοντι· πληροῦσθαι δὲ εἰς τὴν πρὸ πέντε εἰδῶν Νοεμ-

βρίων.

5

χειμῶνα δὲ ἄρχεσθαι ἀπὸ τῆς πρὸ τεσσάρων

εἰδῶν Νοεμβρίων, ἡλίου ὄντος ἐν σκορπίῳ· πληροῦ-

σθαι δὲ εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Φεβρουαρίων.

6

τῶν

δὲ τροπῶν ἡ μὲν χειμερινή 〈ἐστι τῇ πρὸ ὀκτὼ καλαν-

δῶν Ἰαννουαρίων· ἡ δὲ θερινή〉 ἐστι, τῇ πρὸ ὀκτὼ

καλανδῶν Ἰουλίων, κᾄν τινες αὐτὴν πρὸ ἓξ νόννων

εἶναι βούλωνται.

7

καὶ τῶν ἰσημερινῶν ἡ μὲν ἐαρινή

ἐστι τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων· τινὲς δὲ τῇ

πρὸ ἐννέα. ἡ δὲ μετοπωρινὴ τῇ πρὸ ὀκτὼ καλανδῶν

Ὀκτωβρίων, ἤτοι πρὸ ἕξ.

8

Πλειάδων δὲ ἐπιτολὴ τότε

ἄρχεται γίγνεσθαι· ἀπὸ τῆς πρὸ τεσσάρων εἰδῶν Ἰου-

νίων. δύσις δέ· ἀπὸ τῆς πρὸ τεσσάρων νόννων Νοεμ-

βρίων.

9

ἡ δὲ τῶν Βρούμων ἑορτή ἐστι τῇ πρὸ ὀκτὼ

καλανδῶν Δεκεμβρίων.

2

t

{Προγνωστικὰ εὐδιεινοῦ ἀέρος. Ἀράτου.}

1

Τριταία καὶ τεταρταία οὖσα ἡ σελήνη, καὶ λεπτὴ

καὶ καθαρὰ φαινομένη εὐδίαν δηλοῖ. καὶ πανσέληνος

δὲ οὖσα ἐὰν καθαρὰ φανῇ, εὐδίαν σημαίνει. καὶ ἐὰν

διχόμηνος οὖσα καθαρὰ φανῇ, εὐδίαν προμηνύει. ἐρυ-

θροτέρα δὲ οὖσα ἄνεμον σημαίνει. ἐάν τι μελαινόμε-

νον αὐτῆς φανῇ, ὑετὸν δηλοῖ.

2

καὶ ὁ ἥλιος καθαρὸς

ἀνατέλλων, εὐδίαν σημαίνει. καὶ ὀλίγου νέφους πρὸ

τοῦ ἀνατεῖλαι αὐτὸν φαινομένου, εὐδία ἔσται, καὶ

δύνοντος δὲ αὐτοῦ, ἐὰν νέφη περιεσπασμένα περὶ αὐ-

τὸν ὦσιν, ἀνομβρίαν σημαίνουσι.

3

δυόμενος δὲ δίχα

νεφῶν καθαρὸς καὶ τὴν ἐπιοῦσαν ἡμέραν εὐδίαν ση-

μαίνει.

4

καὶ ἀνατέλλοντι δὲ καὶ δυομένῳ εἰ συστελ-

λόμεναι φαίνονται ἀκτῖνες καὶ νέφη πεπιεσμένα περὶ

αὐτόν, εὐδίαν δηλοῖ· ἔτι δὲ καὶ ἀερώδους νεφέλης

ὄρει περιτεταμένης καθαρᾶς τῆς ἄκρας ὑπερφαινομένης

τοῦ ὄρους, εὐδίαν δηλοῖ· καὶ ὑπὲρ θαλάσσης νεφέλη

φαινομένη, παύσασθαι χειμῶνα δηλοῖ· ἐὰν δὲ δίχα

νέφους ὁ ἥλιος δύνῃ, τὰ δὲ νέφη ὕστερον πλησίον

ἐπιστῇ ἐρυθρότερα, οὔτε τῇ νυκτὶ οὔτε τῇ ἐπιούσῃ

ἡμέρᾳ ὕσει.

5

νέφη ἐρυθρότερα διεσπασμένα περὶ

δυσμάς, ἀνομβρίαν δηλοῦσι.

6

καὶ γλαὺξ ᾄδουσα

συνεχῶς ἐν νυκτί, καὶ κορώνη πρᾳέως ἐν ἡμέρᾳ κρώ-

ζουσα, καὶ κόρακες πλείονες ἀγεληδὸν ὥσπερ χαίρον-

τες καὶ κρώζοντες ἀνομβρίαν δηλοῦσιν.

3

t

{Προγνωστικὰ χειμερινοῦ ἀέρος, καὶ ἐκ

ποίων τεκμηρίων ὄμβρους χρὴ προσδοκᾶν. Τοῦ

αὐτοῦ.}

1

Τριταία καὶ τεταρταία οὖσα ἡ σελήνη, ἀμβλείας

ἔχουσα τὰς κεραίας καὶ ἀχλυώδεις ὄμβρον προσημαίνει.

καὶ ἐρυθρὸς δὲ ὁ κύκλος αὐτῆς φαινόμενος ἢ πυρώ-

δης χειμῶνα σημαίνει. πανσελήνου δὲ οὔσης, ἄν τι

περὶ αὐτὴν μελαινόμενον ὀφθῇ, ὄμβρον δηλοῖ. ἐὰν δὲ

περὶ πᾶσαν τὴν σελήνην ἅλωνες δύο ἢ τρεῖς ὦσι,

μέγιστον χειμῶνα ἔσεσθαι δηλοῦσι, καὶ μάλιστα εἰ

μελαινότεραι ὑπάρχουσι.

2

καὶ ὁ ἥλιος δὲ ἐρυθρὸς

ἀνατέλλων καὶ μελαινόμενος ὄμβρους δηλοῖ. καὶ ἀνα-

τέλλοντος δὲ τοῦ ἡλίου, ἂν παρὰ τὰς ἀκτῖνας σκο-

τεινὸν νέφος φανῇ, ὄμβρον δηλοῖ. δυόμενος δὲ ὁ

ἥλιος, ἐὰν κατὰ τὸ ἀριστερὸν μέρος νέφος μέλαν ἔχῃ

πλησίον, εὐθέως ὄμβρον χρὴ προσδοκᾷν.

3

βρονταὶ

δὲ καὶ ἀστραπαὶ ὅθεν ἐὰν γίγνωνται, ἐκεῖθεν τὸν χει-

μῶνα δηλοῦσιν. ἐὰν δὲ ποτὲ μὲν ἐκ νότου, ποτὲ δὲ

ἐκ βορέου ἢ εὔρου ἀστραπαὶ φέρωνται, προορατέον

ὅτι ἐκεῖθεν μὲν ὄμβρος, ἔνθεν δὲ ἄνεμος ἐπενεχθήσε-

ται.

4

ἔτι δὲ καὶ αἱ ὄρνις αἱ λιμναῖαι καὶ αἱ θα-

λάττιαι ἐπὶ ὕδατος συνεχῶς λουόμεναι χειμῶνα δηλοῦ-

σιν.

5

Ἶρις δὲ διπλῆ φανεῖσα, ὄμβρους δηλοῖ.

6

εἰ

δὲ καὶ εἰς χύτραν ἢ χαλκεῖον σπινθῆρες γίγνοιντο,

ὄμβρους δηλοῦσι.

7

καὶ κορώνη ἐπ' αἰγιαλοῦ τὴν

κεφαλὴν διαβρέχουσα ἢ πᾶσα νηχομένη, καὶ νυκτὸς

σφοδρότερον κρώζουσα ὄμβρους προμηνύει.

8

καὶ αἱ

κατοικίδιαι ὄρνις πυκνῶς κονιώμεναι καὶ κρώζουσαι,

καὶ κόρακες καὶ κολοιοὶ ἀθρόως ἐπιφαινόμενοι καὶ

κρώζοντες, καὶ χελιδόνες λίμναις ἢ δεξαμεναῖς ἢ ποτα-

μοῖς περιπετόμεναι μετὰ βοῆς ὄμβρον. σημαίνουσι.

9

καὶ μυῖαι ἐπὶ πλέον δάκνουσαι, καὶ χῆνες μετὰ

κλαγγῆς ἐπειγόμεναι πρὸς τροφήν, καὶ ἀράχνια μὴ

ὄντος ἀνέμου καταφερόμενα, καὶ λύχνου φλόγες με-

λαινόμεναι, καὶ ποίμνια σκιρτῶντα χειμῶνα ἐσόμενον

δηλοῦσι.

10

καὶ βόες πρὸς μεσημβρίαν ὁρῶσαι, ἢ τὰς

χηλὰς περιλειχόμεναι, καὶ μετὰ μυκηθμῶν ἐπὶ τὴν

βουστασίαν ἐρχόμεναι ὄμβρους δηλοῦσιν.

11

ὁμοίως

καὶ λύκος πλησίον τῶν οἰκημάτων θρασυνόμενος, καὶ

κύνες ὀρύσσοντες τὴν γῆν χειμῶνα δηλοῦσι· καὶ ὀλο-

λυγὼν τρύζουσα ἑωθινὸν καὶ τὰ ὄρνεα εἰς τὰ πρὸς

πέλαγος μέρη φεύγοντα χειμῶνα προδηλοῦσι.

12

γέ-

ρανοι θᾶσσον ἐρχόμεναι χειμῶνα εὐθέως ἔσεσθαι δη-

λοῦσι.

13

καὶ μύες τετριγότες χειμῶνα σημαίνουσιν.

14

Ὅταν δὲ ἅμα πλείω σημεῖα ἐπὶ τὸ αὐτὸ συντρέχῃ,

βεβαιότερα τὰ ἐλπιζόμενα.

15

μάλιστα δὲ παραφυ-

λάττειν χρὴ αὐξούσης καὶ φθινούσης τῆς σελήνης τὰς

τετράδας, τὴν τοῦ ἀέρος κίνησιν τρεπούσας.

4

t

{Προγνωστικὰ μακροτέρου χειμῶνος.

Τοῦ αὐτοῦ.}

1

Πρῖνοι καὶ δρύες τὸν καρπὸν πολὺν φέρουσαι,

ἐπὶ πλεῖον ἔσεσθαι τὸν χειμῶνα δηλοῦσι.

2

καὶ αἶγες

καὶ οἶες ὀχευθεῖσαι, καὶ πάλιν ὀχεύεσθαι βουλόμεναι

μακρότερον σημαίνουσι χειμῶνα.

3

καὶ ἐὰν τὰ βοσκή-

ματα τὴν γῆν κατορύσσῃ, καὶ τὰς κεφαλὰς πρὸς βοῤ-

ῥᾶν τείνῃ, χειμῶνα μέγαν προαγορεύουσιν.

5

t

{Προγνωστικά, πότερον πρώϊμον ἢ ὄψι-

μον ἔσται τὸ ἔτος. Διδύμου.}

1

Κάλλιον προγινώσκειν, πότερον πρώϊμον τὸ ἔτος

ἢ ὄψιμον γενήσεται. πλείονι γὰρ τῷ σπόρῳ ἄμεινον

χρῆσθαι, ὀψίμου φαινομένου τοῦ ἐνιαυτοῦ, διὰ τό τινα

τῶν σπερμάτων ἐν τῷ μεταξὺ φθείρεσθαι.

2

ἐὰν οὖν

μετὰ τρυγητὸν ὄμβρος γένηται πρὸ δύσεως Πλειάδων,

πρώϊμον τὸ ἔτος ἔσται. ἐὰν δὲ ἅμα τῷ δύεσθαι τὰς

Πλειάδας ὄμβρος γένηται, μέσον. ἐὰν δὲ μετὰ τὴν

δύσιν τῶν Πλειάδων ὄμβρος ἄρξηται, ὄψιμον τὸ ἔτος.

3

Δημόκριτος δὲ καὶ Ἀπουλήϊός φασι, τοιοῦτον χρὴ

προσδοκᾷν ἔσεσθαι τὸν χειμῶνα, ὁποία ἔσται ἡ ἡμέρα

τῆς ἑορτῆς, ἣν οἱ Ῥωμαῖοι Βροῦμα καλοῦσι, τουτέστιν

ἡ τετάρτη εἰκὰς τοῦ Δίου μηνὸς ἤτοι Νοεμβρίου.

4

Ἕτε-

ροι δέ τινες βούλονται ἐκ παρατηρήσεώς τινος, καθ'

ὁμοιότητα τῆς τετάρτης εἰκάδος τοῦ εἰρημένου Δίου

ἤτοι Νοεμβρίου μηνός, καθ' ἣν τὰ Βροῦμα γίνεται,

ἔσεσθαι τὸν ἐφεξῆς Δεκέμβριον μῆνα. καθ' ὁμοιότητα

δὲ τῆς πέμπτης εἰκάδος τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς

τὸν Ἰαννουάριον μῆνα. καθ' ὁμοιότητα δὲ τῆς ἕκτης

εἰκάδος τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς τὸν Φευρου-

άριον μῆνα. τοῦτο δὲ ποτὲ μὲν συμβαίνειν εἴωθε,

ποτὲ δὲ οὐδαμῶς.

5

Κᾀκεῖνο δὲ ἐκ παρατηρήσεώς

τινές φασιν, ὅτι ἀπὸ τῆς ἑβδόμης τοῦ Μαρτίου μηνός,

ἕως τῆς ιδʹ τοῦ αὐτοῦ μηνός, εἴωθεν ἐπὶ τὸ ψυχρό-

τερον τρέπεσθαι ὁ ἀήρ. κατ' ἐκείνας γὰρ τὰς ἡμέρας

οἱ μʹ μάρτυρες τοῖς πάγοις παραδοθέντες ἐμαρτύ-

ρησαν.

6

t

{Περὶ μηνὸς τοῦ κατὰ σελήνην.

Διοφάνους.}

1

Τινὲς δοκιμάζουσι μηδὲν φθινούσης τῆς σελήνης,

ἀλλὰ πάντα αὐξανομένης φυτεύειν. ἄλλοι δὲ ἀπὸ τε-

ταρταίας αὐτῆς ἕως ὀκτωκαιδεκάτης φυτεύειν συμβου-

λεύουσι.

2

τινὲς ταῖς προσελήνοις μόναις, τουτέστι

ταῖς πρώταις τρισὶν ἡμέραις γεννηθείσης αὐτῆς φυ-

τεύειν συγχωροῦσιν.

3

ἄλλοι παραιτοῦνται ἀπὸ δεκά-

της μέχρι εἰκοστῆς φυτεύειν τι, ὅπως μὴ τὸ φῶς αὐτῆς

συγκαταχωσθῇ τοῖς φυτοῖς.

4

Ἡ δὲ ἀκριβὴς διδασκα-

λία τῶν προειρημένων παρατηρήσεων καὶ καλλίων

αὕτη· τὸ φυτεύειν μὲν προσήκειν, ὑπὸ γῆν οὔσης

σελήνης. τέμνειν δὲ ξύλα, ὑπὲρ γῆν οὔσης αὐτῆς.

7

t

{Ὅτι ἀναγκαῖόν ἐστιν εἰδέναι, πότε

ἡ σελήνη γίνεται ὑπὲρ γῆν, πότε δὲ ὑπὸ γῆν.

Ζωροάστρου.}

1

Ἐπειδὴ πολλὰ ἔργα τῆς γεωργίας ποτὲ μὲν ὑπερ-

γείου, ποτὲ δὲ ὑπογείου τῆς σελήνης οὔσης, προβαί-

νειν ἀναγκαῖόν ἐστι, δεῖν ᾠήθην ἀπὸ τῆς νεομηνίας

τῆς σελήνης ἕως τῆς τριακοστῆς, καθ' ἑκάστην ἡμέραν

σημᾶναι, ἀπὸ ποίας ὥρας νυκτερινῆς καὶ ἀπὸ ποίας ὥρας

ἡμερινῆς ὑπόγειος ἢ ὑπέργειος γίνεται ἡ σελήνη.

2

Τῇ

νεομηνίᾳ ἄρχεται ὑπὸ γῆν εἶναι ἡ σελήνη, ἀπὸ ἡμίσους

ὥρας νυκτερινῆς, ἕως ἡμίσους ὥρας ἡμερινῆς.

3

Τῇ δευ-

τέρᾳ, ἀπὸ μιᾶς ἡμίσους ὥρας νυκτερινῆς, ἕως μιᾶς

ἡμίσους ὥρας ἡμερινῆς.

4

Τῇ τρίτῃ, ἀπὸ δύο ὡρῶν

καὶ δςʹ μορίων τῆς ὥρας τῆς νυκτερινῆς, ἕως δευτέ-

ρας καὶ δςʹ μορίων τῆς ὥρας τῆς ἡμερινῆς.

5

Τῇ

τετάρτῃ, ἀπὸ τρίτης καὶ δύο μορίων ὥρας νυκτερινῆς,

ἕως τρίτης καὶ δύο μορίων ὥρας ἡμερινῆς.

6

Τῇ

πέμπτῃ, ἀπὸ ὥρας τρίτης καὶ ιαςʹ μορίων ὥρας νυκτε-

ρινῆς, μέχρι τῶν αὐτῶν ἡμερινῆς.

7

Τῇ ἕκτῃ, ἀπὸ

ὥρας τετάρτης καὶ ἐννέα μορίων ὥρας νυκτερινῆς, ἕως

τῶν αὐτῶν ἡμερινῆς.

8

Τῇ ἑβδόμῃ, ἀπὸ ὥρας πέμ-

πτης καὶ Ϛςʹ μορίων νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμε-

ρινῆς.

9

Τῇ ὀγδόῃ, ἀπὸ ὥρας ἕκτης καὶ τεσσάρων

μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς.

10

Τῇ ἐννάτῃ, ἀπὸ ὥρας ζʹ καὶ αςʹ μορίων ὥρας

νυκτερινῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς.

11

Τῇ δεκάτῃ,

ἀπὸ ὥρας ζʹ καὶ ιαʹ μορίων ὥρας νυκτερινῆς, ἕως

τῶν αὐτῶν ἡμερινῆς.

12

Τῇ ἑνδεκάτῃ, ἀπὸ ὥρας

ηʹ καὶ ηςʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν αὐτῶν

ἡμερινῆς.

13

Τῇ δωδεκάτῃ, ἀπὸ ὥρας θςʹ νυκτερι-

νῆς, ἕως τῶν αὐτῶν ἡμερινῆς.

14

Τῇ τρισκαιδεκάτῃ,

ἀπὸ ὥρας ιʹ καὶ γςʹ μορίων ὥρας νυκτερινῆς, ἕως τῶν

αὐτῶν ἡμερινῆς.

15

Τῇ τεσσαρεσκαιδεκάτῃ, ἀπὸ ὥρας

ἑνδεκάτης καὶ τριῶν μορίων ὥρας νυκτερινῆς, ἕως

τῶν αὐτῶν ἡμερινῆς.

16

Τῇ πεντεκαιδεκάτῃ, ἀπὸ ἀνα-

τολῆς ἡλίου μέχρι δύσεως τετελείωται· καλλίστη δὲ

αὕτη, ἐπειδὴ δι' ὅλης ἡμέρας τὰ ἔργα καλλίω ποιήσο-

μεν.

17

Τῇ ἑκκαιδεκάτῃ, ἀπὸ ἡμισείας ὥρας ἡμερινῆς,

ἕως τῆς αὐτῆς νυκτερινῆς.

18

Τῇ ἑπτακαιδεκάτῃ, ἀπὸ

ὥρας πρώτης καὶ ζʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

19

Τῇ ὀκτωκαιδεκάτῃ, ἀπὸ ὥρας

δευτέρας καὶ δςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

20

Τῇ ἐννεακαιδεκάτῃ, ἀπὸ

ὥρας τρίτης καὶ βʹ μορίων ὥρας ἡμερινῆς, ἕως

τῶν αὐτῶν νυκτερινῆς.

21

Τῇ εἰκοστῇ, ἀπὸ ὥρας

τρίτης καὶ ιαςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

22

Τῇ εἰκοστῇ καὶ πρώτῃ, ἀπὸ

ὥρας τετάρτης καὶ ἐννέα μορίων ὥρας ἡμερινῆς,

ἕως τῶν αὐτῶν νυκτερινῆς.

23

Τῇ εἰκοστῇ καὶ δευ-

τέρᾳ, ἀπὸ ὥρας εʹ καὶ Ϛςʹ μορίων ὥρας ἡμερινῆς, ἕως

τῶν αὐτῶν νυκτερινῆς.

24

Τῇ εἰκοστῇ καὶ τρίτῃ, ἀπὸ

ὥρας ἕκτης καὶ τεσσάρων μορίων ὥρας ἡμερινῆς, ἕως

τῶν αὐτῶν νυκτερινῆς.

25

Τῇ εἰκοστῇ καὶ τετάρτῃ,

ἀπὸ ὥρας ἑβδόμης καὶ αςʹ μορίων ὥρας ἡμερινῆς, ἕως

τῶν αὐτῶν νυκτερινῆς.

26

Τῇ εἰκοστῇ καὶ πέμπτῃ,

ἀπὸ ὥρας ἑβδόμης καὶ ἕνδεκα μορίων ὥρας ἡμερινῆς,

ἕως τῶν αὐτῶν νυκτερινῆς.

27

Τῇ εἰκοστῇ καὶ ἕκτῃ,

ἀπὸ ὥρας ηʹ καὶ ηςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

28

Τῇ εἰκοστῇ καὶ ἑβδόμῃ, ἀπὸ

ὥρας ἐννάτης καὶ Ϛʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

29

Τῇ εἰκοστῇ καὶ ὀγδόῃ, ἀπὸ

ὥρας δεκάτης καὶ γςʹ μορίων ὥρας ἡμερινῆς, ἕως τῶν

αὐτῶν νυκτερινῆς.

30

Τῇ εἰκοστῇ καὶ ἐννάτῃ, ἀπὸ

ὥρας ἑνδεκάτης καὶ τριῶν μορίων ὥρας ἡμερινῆς, ἕως

τῶν αὐτῶν νυκτερινῆς.

31

Τῇ τριακοστῇ, ἀπὸ δύσεως

ἡλίου ἕως ἀνατολῆς αὐτοῦ.

8

t

{Περὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς καὶ τῆς

προγνώσεως τῶν ἐξ αὐτῆς συμβαινόντων. Τοῦ

αὐτοῦ.}

1

Ἡ τοῦ κυνὸς ἐπιτολὴ γίνεται, διαφαινούσης εἰ-

κοστῆς τοῦ Ἰουλίου μηνός. χρὴ δὲ παρατηρεῖν, ἐν

ποίῳ οἴκῳ οὔσης τῆς σελήνης ἡ τούτου γίνεται ἀνα-

τολή.

2

ἐν λέοντι οὔσης τῆς σελήνης, ἐὰν ἀνατολὴ

γένηται τοῦ κυνός, σίτου φορὰ πολλὴ καὶ ἐλαίου καὶ

οἴνου ἔσται, καὶ τῶν ἄλλων πάντων εὐωνία. θόρυβος

δὲ καὶ σφαγαὶ καὶ βασιλέως ἐπιφάνεια καὶ ἁπαλία τοῦ

ἀέρος καὶ ἐπιδρομὴ ἔθνους ἐφ' ἕτερον ἔθνος, καὶ ἔσον-

ται σεισμοὶ καὶ κλύδωνες.

3

ἐν παρθένῳ δὲ οὔσης αὐτῆς,

πολυομβρίαι, εὐφρασίαι καὶ τικτουσῶν φθορά, σωμάτων

καὶ τετραπόδων εὐωνία.

4

ἐν ζυγῷ οὔσης αὐτῆς, βασιλέως

κίνησις καὶ τετραπόδων ὄνησις καὶ ἐν τοῖς ὄχλοις

θόρυβος, ἐλαίου σπάνις, σίτου φθορά, οἴνου δὲ καὶ

ἀκροδρύων εὐφορία.

5

ἐν σκορπίῳ οὔσης αὐτῆς, ἱερέων

θόρυβοι, καὶ μελιττῶν φθορά, καὶ λοιμικὴ κατάστασις.

6

ἐν τοξότῃ οὔσης αὐτῆς, εὐετηρία καὶ πολυομβρία,

καὶ σίτου εὐθηνία, καὶ εὐφροσύνη ἐν τοῖς ἀνθρώποις·

θρεμμάτων δὲ φθορά· τῶν δὲ πτηνῶν πολλὴ φορά.

7

ἐὰν ἐν αἰγοκέρωτι οὔσης αὐτῆς ἡ ἐπιτολὴ γένηται,

στρατοπέδων κίνησις καὶ πολυομβρία καὶ σίτου καὶ

οἴνου καὶ ἐλαίου πολλὴ φορὰ καὶ πάντων εὐωνία.

8

ἐὰν

ἐν ὑδροχόῳ οὔσης αὐτῆς ἡ ἐπιτολὴ γένηται, βασιλέως

λύσις, σίτου φθορά, καὶ ἀκρίδων ἔφοδος, καὶ σπάνις

ὄμβρων, καὶ λοιμοί.

9

ἐν ἰχθύσιν οὔσης αὐτῆς, ἐὰν

γένηται ἡ ἐπιτολή, πολυομβρία ἔσται, καὶ τῶν πτηνῶν

φορά, καὶ οἴνου καὶ σίτου εὐφορία, νόσος δὲ περὶ

τοὺς ἀνθρώπους.

10

ἐὰν δὲ ἐν κριῷ οὔσης αὐτῆς ἡ

ἀνατολὴ γένηται τοῦ κυνός, τῶν ζώων τῶν νεμομέ-

νων ἔσται πολλὴ φορά, καὶ πολυομβρία, καὶ σίτου

ἐλαχίστη φορά· ἐλαίου εὐφορία.

11

ἐὰν δὲ ἐν ταύρῳ,

πολυομβρίαι, καὶ χάλαζαι, καὶ ἐρυσίβη, καὶ τιμωρίαι

πολλαί.

12

ἐὰν δὲ ἐν διδύμοις, σίτου καὶ οἴνου εὐ-

φορία πολλὴ σφόδρα, καὶ παντὸς καρποῦ, καὶ βασι-

λέως ἔκλειψις, καὶ ἀνθρώπων φθορά, καὶ στρατοπέδων

κίνησις.

13

ἐὰν δὲ ἐν καρκίνῳ, ξηρασίαι, καὶ λιμός.

9

t

{Ἐπιτολὴ καὶ δύσις φανερῶν ἀστέρων.

Τῶν Κυντιλίων.}

1

Ἐπειδὴ ἀναγκαῖόν ἐστιν εἰδέναι τοὺς γεωργοὺς

φανερῶν ἀστέρων τὰς ἐπιτολὰς καὶ τὰς δύσεις, οὕτω

τὰ περὶ τούτων συνέγραψα, ὥστε καὶ τοὺς παντελῶς

ἀγραμμάτους ἀκούοντας ῥαδίως νοεῖν τοὺς καιροὺς

τῆς τούτων ἐπιτολῆς τε καὶ δύσεως.

2

τῇ νεομηνίᾳ

τοῦ Ἰαννουαρίου μηνὸς δελφὶς ἐπιτέλλει.

3

τῇ κϚʹ

τοῦ Φευρουαρίου ἀρκτοῦρος ἑσπέριος ἐπιτέλλει.

4

τῇ

νεομηνίᾳ τοῦ Ἀπριλλίου, πλειάδες ἀκρόνυχοι κρύπτον-

ται. τῇ ιϚʹ τοῦ Ἀπριλλίου, πλειάδες ἑσπέριοι κρύπτον-

ται. τῇ κγʹ τοῦ Ἀπριλλίου, πλειάδες ἅμα ἡλίου ἀνα-

τολῇ ἐπιτέλλουσι. τῇ κθʹ τοῦ Ἀπριλλίου, ὠρίων

ἑσπέριος κρύπτεται. τῇ λʹ τοῦ Ἀπριλλίου, ὑάδες ἅμα

ἡλίου ἀνατολῇ ἀνατέλλουσι.

5

τῇ ζʹ τοῦ Μαΐου,

πλειάδες ἑωθινοὶ φαίνονται. τῇ ιθʹ τοῦ Μαΐου, ὑάδες

ἑωθινοὶ φαίνονται.

6

τῇ ἑβδόμῃ τοῦ Ἰουνίου, ἀρκτοῦ-

ρος ἑῷος δύνει. τῇ κγʹ τοῦ Ἰουνίου, ὠρίων ἄρχεται

ἐπιτέλλειν.

7

τῇ δεκάτῃ τοῦ Ἰουλίου, ὠρίων ἑῷος

ἐπιτέλλει. τῇ ιγʹ τοῦ Ἰουλίου, προκύων ἑῷος ἐπιτέλ-

λει. τῇ κδʹ κύων ἑῷος ἐπιτέλλει. τῇ κϚʹ τοῦ Ἰουλίου,

οἱ ἐτησίαι ἄνεμοι ἄρχονται πνέειν. τῇ λʹ τοῦ Ἰου-

λίου, ὁ λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ στήθει τοῦ λέοντος

ἐπιτέλλει.

8

τῇ κεʹ τοῦ Αὐγούστου, ὀϊστὸς δύνει.

9

τῇ ιεʹ τοῦ Σεπτεμβρίου, ἀρκτοῦρος ἐπιτέλλει.

10

τῇ

τετάρτῃ τοῦ Ὀκτωβρίου, στέφανος ἑῷος ἐπιτέλλει. τῇ

κδʹ τοῦ Ὀκτωβρίου πλειάδες ἅμα ἡλίου ἀνατολῇ δύ-

νουσι.

11

τῇ ιαʹ τοῦ Νοεμβρίου, πλειάδες ἑῷοι δύνουσι,

καὶ ὠρίων ἄρχεται δύνειν. τῇ κβʹ τοῦ Νοεμβρίου,

κύων ἑῷος δύνει.

10

t

{Σημείωσις τῶν ἀποτελουμένων ἐκ τῆς

πρώτης βροντῆς καθ' ἕκαστον ἔτος, μετὰ τὴν

τοῦ κυνὸς ἐπιτολήν. Ζωροάστρου.}

1

Ἐκείνην χρὴ πρώτην βροντὴν ἡγεῖσθαι καθ'

ἕκαστον ἐνιαυτόν, τὴν μετὰ τὴν ἀνατολὴν τοῦ κυνὸς

γινομένην. δεῖ οὖν παρατηρεῖσθαι ἐν ποίῳ οἴκῳ τοῦ

ζωδιακοῦ κύκλου τῆς σελήνης οὔσης ἡ βροντὴ ἡ

πρώτη γίνεται.

2

ἐπὰν ἐν κριῷ τῆς σελήνης οὔσης ἡ

βροντὴ ἡ πρώτη γένηται, σημαίνει πτοηθῆναί τινας

κατὰ τὴν χώραν, καὶ γενέσθαι ἀγωνίαν καὶ φυγὴν

ἀνθρώπων, ὕστερον δὲ κατάστασιν.

3

ἐν ταύρῳ τῆς

σελήνης οὔσης ἐὰν βροντήσῃ, φθορὰν σίτου καὶ κρι-

θῆς σημαίνει, καὶ ἀκρίδων ἔφοδον. ἐν δὲ βασιλικῇ

αὐλῇ χαράν· τοῖς δὲ πρὸς ἀνατολὰς θλίψιν καὶ λιμόν.

4

ἐν διδύμοις ἐὰν βροντήσῃ, ταραχὴν καὶ νόσον δη-

λοῖ, καὶ σίτου φθοράν, καὶ Ἀράβων ἀπώλειαν.

5

ἐν

καρκίνῳ, κριθῆς φθοράν, καὶ ἀνομβρίαν, καὶ βοῶν

θάνατον· περὶ δὲ Μάρτιον καὶ Ἀπρίλλιον πολυομ-

βρίαν.

6

ἐν λέοντι, σίτου καὶ κριθῆς φθορὰν ἐν τῇ

ὀρεινῇ, καὶ κνησμοὺς καὶ λειχῆνας.

7

ἐν παρθένῳ,

βασιλέως ἀπώλειαν, καὶ ἄλλον βασιλεύειν τῆς χώρας·

τοῖς ναυτιλλομένοις κίνδυνον, περὶ δὲ τὰ σπόριμα

ἐρυσίβην.

8

ἐν ζυγῷ, πολέμους καὶ πληγῶν πλησμο-

νὰς καὶ καρπῶν φθοράν.

9

ἐν σκορπίῳ, λιμὸς ἔσται,

τὰ δὲ πετεινὰ πληθυνθήσονται.

10

ἐν τοξότῃ, σάλον

ἐν τῇ χώρᾳ· ἐν τῇ ὀρεινῇ σίτου εὐφορίαν· ἐν τῇ

πεδιάδι φθοράν.

11

ἐν αἰγοκέρωτι, ὄμβρον ἔσεσθαι

σημαίνει ἐπὶ ἡμέρας πεντήκοντα, καὶ βασιλέων δόλον,

καὶ ψόγον, καὶ ἀπρεπῆ λαλιάν, καὶ ἐπιφάνειαν ἄλλου

βασιλέως ἀπ' ἀνατολῆς, ὃς ἐπικρατήσει πάσης τῆς

οἰκουμένης. εὐκαρπία δὲ ἔσται, καὶ ἐνδόξων ἀνδρῶν

θάνατος, καὶ προβάτων γονή.

12

ἐν ὑδροχόῳ, πολέ-

μους ἰσχυροὺς ἐν τῇ παράλῳ· καρπῶν δὲ τῶν ἄλλων

φθοράν, ὀσπρίων δὲ ἀπώλειαν.

13

ἐν ἰχθύσι, σίτου

φθορὰν ὀλίγην, καὶ θάνατον ἀνδρὸς δυνατοῦ.

11

t

{Περὶ τῆς προσηγορίας τῶν ἀνέμων, καὶ

πόσοι εἰσί, καὶ πόθεν ἕκαστος πνέει. Διονυσίου.}

1

Ἀπὸ τῶν τεσσάρων κλιμάτων τέσσαρες αὐθεντι-

κοὶ πνέουσιν ἄνεμοι. ὁ ἀπηλιώτης καὶ ὁ ζέφυρος καὶ

ὁ βορέας καὶ ὁ νότος.

2

ὁ μὲν οὖν ἀπηλιώτης ἀπὸ

τοῦ ἀνατολικοῦ κέντρου φερόμενος, ἔχει παραπνέοντας

καὶ μεσάζοντας αὐτὸν τὸν εὖρον καὶ τὸν καικίαν.

3

ὁ δὲ

ζέφυρος ἐκ τοῦ δυτικοῦ κέντρου πνέων, ἔχει μεσάζον-

τας αὐτὸν ἰάπυγα καὶ λίβα.

4

ὁ δὲ βορέας ἐκ τοῦ

ἀρκτικοῦ κέντρου καταπνέων, ἔχει μεσάζοντας αὐτὸν

θρασκίαν καὶ τὸν ἀπαρκτίαν.

5

ὁ δὲ νότος ἀπὸ τῆς

μεσημβρίας φερόμενος, ἔχει μεσάζοντας αὐτόν, τὸν

λιβόνοτον καὶ εὐρόνοτον, ὡς εἶναι τοὺς πάντας ἀνέμους

ιβʹ.

6

τὸν δὲ ζέφυρον συνεργὸν εἶναι τῇ γεωργίᾳ

μᾶλλον τῶν ἄλλων πάντων ἀνέμων, καὶ ὁ Φλωρεν-

τῖνός φησι, καὶ ἡμεῖς συνομολογοῦμεν.

7

ἄνεμον δὲ

προμηνύει θάλασσα κυμαίνουσα καὶ ἐπὶ τοῖς αἰγιαλοῖς

μεγάλα ἠχοῦσα. καὶ τῶν ὀρῶν αἱ ἄκραι καθαραὶ

οὖσαι. καὶ ἄκανθαι καὶ ξηρὰ φύλλα ἐναντία ὑπὸ

τῶν ἀνέμων εἰλούμενα.

8

βρονταὶ καὶ ἀστραπαὶ θέρους

ὅθεν φέρονται, ἐκεῖθεν ἄνεμον προσδόκα.

9

ἀστέρες

διαπίπτοντες ὅπου τρέπονται, ἐκεῖ χρὴ τὸ πνεῦμα

προσδέχεσθαι.

12

t

{Δωδεκαετηρὶς τοῦ Διός, καὶ ὅσα ἀπο-

τελεῖ περιπολεύων τοὺς δώδεκα οἴκους τοῦ

ζωδιακοῦ κύκλου. Ζωροάστρου.}

1

Ὁ ζωδιακὸς κύκλος τέτμηται εἰς δώδεκα οἴκους·

ἐαρινοὺς μὲν τρεῖς, κριόν, ταῦρον, διδύμους. εἰς δὲ

θερινοὺς οἴκους τρεῖς, καρκίνον, λέοντα, παρθένον.

εἰς δὲ φθινοπωρινοὺς τρεῖς, ζυγόν, σκορπίον, τοξότην.

αἰγοκέρωτα δὲ καὶ ὑδροχόον καὶ ἰχθύας, χειμερινούς.

2

ἐν ἑκάστῳ οὖν οἴκῳ τοῦ Διὸς ἀστὴρ γινόμενος

ἀποτελεῖ τὰ ὑπογεγραμμένα.

3

Ἐπὰν ἐπιστῇ τῷ κριῷ

ὁ τοῦ Διὸς ἀστήρ, οἴκῳ ὄντι Ἄρεος, ὅλον μὲν ἔσται

βόρειον τὸ ἔτος, ἐπικοινωνοῦν καὶ τῷ εὔρῳ ἀνέμῳ· ὁ

δὲ χειμὼν κατεψυγμένος καὶ χιονώδης, ὄμβροι δὲ

ἔσονται συνεχεῖς καὶ ποταμοὶ μεγάλοι.

4

μετὰ δὲ τὴν

ἐαρινὴν ἰσημερίαν μεταβάλλει ὁ ἀὴρ εἰς ὕδατα μαλακὰ

καὶ πυκνά. τὸ δὲ θέρος εὔκρατον ἔσται καὶ ὑγιεινόν·

τὸ φθινόπωρον καυματῶδες. ἔσονται δὲ ἐν αὐτῷ

νοσήματα, καὶ μάλιστα ἀπὸ κεφαλῆς, καὶ κατάῤῥοι,

καὶ βῆχες. τῶν δὲ τόπων τὰ πεδινὰ μᾶλλον οἴσει

καρπόν· εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ πόλεμοι γένωνται.

5

Ὁ δὲ Δημόκριτος λέγει, τὸν οἶνον χρηστὸν καὶ παρά-

μονον εἶναι, εὔθετον δὲ εἶναι τὸ ἔτος πρὸς μόνην

ἀμπέλων φυτείαν.

6

ἀσφαλίζεσθαι δὲ δεῖ τὸν σῖτον

ἐν ταῖς ἅλωσι διὰ τοὺς ὄμβρους· γενέσθαι δὲ ὀρνέων

σπάνιν, καλὸν δὲ καὶ κήπους κατασκευάζειν.

7

Ὅτε

δὲ ἐν ταύρῳ γένηται ἐν οἴκῳ τῆς Ἀφροδίτης, ὁ χει-

μὼν ἀρχόμενος μὲν εὔκρατος ἔσται καὶ ἔπομβρος,

μεσάζων δὲ νιφετώδης, καὶ λήγων ψυχρός.

8

μάλιστα

δ' εἰ χειμάσει ἀπὸ μέσου χειμῶνος ἕως ἰσημερίας ἐα-

ρινῆς, τὸ ἔαρ εὔκρατον ἔσται καὶ κάθυγρον ἕως κυνὸς

ἐπιτολῆς.

9

τὸ θέρος καυματῶδες, τὸ φθινόπωρον

παγῶδες καὶ ἐπίνοσον, μάλιστα τοῖς νέοις. ἔσονται δὲ

ὀφθαλμίαι.

10

οἱ πεδινοὶ τόποι μᾶλλον τῶν ὀρεινῶν

εὐφορήσουσιν, ὁ οἶνος ἀδικηθήσεται, διὸ χρὴ τὴν ἄμ-

πελον ὀψὲ τρυγᾶν. ἔσται δὲ καὶ τῶν καρπῶν τῶν

ξυλικῶν εὐφορία, ὀρνίθων σπάνις. τοῖς δὲ πλέουσι

τὸ ἔτος ἀνεπιτήδειον. ἐν τούτῳ τῷ ἔτει περιλαμπὴς

ἀνὴρ τελευτήσει.

11

ὁ δὲ Δημόκριτός φησιν, ἐν

τούτῳ τῷ ἔτει χάλαζαν πολλὴν γίνεσθαι, καὶ χιόνας.

τοὺς δὲ ἐτησίας μὴ ὁμοίως πνεῖν. εὔχεσθαι δὲ δεῖ,

μὴ γενέσθαι σεισμούς, καὶ στρατείας κίνησιν.

12

Ὅτε

δὲ ἐν διδύμοις ἐν οἴκῳ Ἑρμοῦ ὁ Ζεὺς γένηται, τὸ

ὅλον ἔτος ἕξει πνεῦμα νότιον καὶ λιβυκόν.

13

ὁ δὲ

χειμὼν ἀρχόμενος μὲν ἔσται ἀνεμώδης, εὔκρατος δὲ

μεσάζων, καὶ λήγων παγώδης καὶ ἀνεμώδης·

14

τὸ

ἔαρ εὔκρατον καὶ λεπτὰ ἔχον ὕδατα, ἔσται δὲ σῖτος

πολύς·

15

τὸ θέρος εὔκρατον, διὰ τὸ τοὺς ἐτησίας

ἀνέμους λαμπροὺς ἐπιπνεῦσαι ἐπὶ πολὺν χρόνον. ἐν

δὲ ταῖς ἅλωσιν οἱ καρποὶ διαψεύσονται, μάλιστα δὲ

ἐν Συρίᾳ.

16

ἔσται δὲ περὶ τὸ φθινόπωρον νόσος,

καὶ μάλιστα τοῖς νέοις καὶ μεσήλιξι καὶ γυναιξίν.

ἔσονται δὲ καὶ ὀφθαλμίαι, τοῦ φθινοπώρου καυματώ-

δους ὄντος. ἔσται καὶ γυναικῶν θάνατος. τῶν ξυλι-

κῶν ὁ καρπὸς εὐφορήσει. λείψουσι δὲ καὶ αἱ πηγαὶ

τῶν ὑδάτων. ἄμεινον δὲ καρποὺς ἀποθέσθαι, διὰ τὴν

ἐν τῷ ἐρχομένῳ ἔτει ἐσομένην ἀφορίαν.

17

Δημόκρι-

τος δέ φησι, χαλάζης γίνεσθαι βλάβην. εὔχεσθαι δὲ

δεῖ, ἵνα μὴ λοιμικὰ πάθη γένηται.

18

Ἐν οἴκῳ δὲ

Σελήνης καρκίνῳ γενομένου τοῦ Διός, ὁ χειμὼν τὰ

πλεῖστα ἀπὸ τῶν ἀνατολικῶν ἔσται ψυχρός τε καὶ

χαλαζώδης καὶ γνοφώδης, ἔχων καὶ ποταμοὺς μεγά-

λους. περὶ δὲ τροπὰς χειμερινὰς ἀνοχὴ ὑδάτων ἔσται.

μετὰ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, συνεχεῖς ἔσονται χά-

λαζαι. οἱ δὲ τραχεῖς τόποι μᾶλλον οἴσουσι καρπόν.

ὁ δὲ ἐνιαυτὸς ἔσται ὑγιεινός, πλὴν τοῦ φθινοπώρου.

19

Δημόκριτος δέ φησιν, ἐν τῷ φθινοπώρῳ ἐκζέματα

γίνεσθαι περὶ τὰ στόματα, διὸ χρὴ πρὸς τὸ ἔαρ λαχά-

νων ἅπτεσθαι, κοιλίαν τε λύειν, καὶ μάλιστα τοὺς

νέους, ἀκράτῳ δὲ χρῆσθαι. ἡ δὲ ἐλαία εὐφορήσει.

20

Γενομένου δὲ τοῦ Διὸς ἐν λέοντι τῷ οἴκῳ τοῦ

Ἡλίου, ὁ χειμὼν ἔσται ἀρχόμενος μὲν ψυχρὸς καὶ

ὑδατώδης μετὰ μεγάλων πνευμάτων, ὡς καὶ δένδρα

καταπεσεῖν· μεσάζων δὲ εὔκρατος, καὶ λήγων κατά-

ψυχρος.

21

τὸ ἔαρ ὕπομβρον, τὸ θέρος ἔαρι ὅμοιον·

καὶ λείψουσιν ἐν αὐτῷ αἱ πηγαὶ τῶν ὑδάτων, λείψει

δὲ καὶ βοσκὴ τοῖς ἀλόγοις.

22

τὸ φθινόπωρον καυ-

ματῶδες καὶ ἐπίνοσον ἀπὸ κατάῤῥου καὶ βηχός· διὸ

χρὴ ἄρτῳ ὀλίγῳ χρῆσθαι, οἴνῳ δὲ πλείονι. ὁ σῖτος

ἔσται σύμμετρος. ἡ ἄμπελος καὶ ἡ ἐλαία εὐφορήσει.

εὔθετον τὸ ἔτος πρὸς ἐνοφθαλμισμόν, οὐ μὴν πρὸς

φυτείαν. τῶν μεγάλων βοσκημάτων ἔσται φθορά, τῶν

δὲ ἀγρίων πολυπλήθεια. ἀνὴρ ἐπίσημος τελευτήσει.

εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ γένωνται σεισμοὶ καὶ πόλε-

μοι.

23

Γενομένου δὲ τοῦ Διὸς ἐν παρθένῳ ἐν οἴκῳ

τοῦ Ἑρμοῦ, ὁ χειμὼν ἀρχόμενος μὲν ἔσται ψυχρός,

εὔκρατος δὲ μεσάζων, καὶ λήγων χειμεριώδης, πάγους

ἔχων πολλοὺς καὶ ὄμβρους, καὶ ποταμοὺς μεγάλους,

ὡς πολλοὺς θαλασσωθῆναι τόπους.

24

τὸ ἔαρ κάτομ-

βρον καὶ τοῖς δένδρεσι χαλεπόν. λήγοντος δὲ τοῦ

ἔαρος, χάλαζαι κατὰ τόπους ἔσονται. τὸ θέρος ἔπομ-

βρον, καὶ γνοφῶδες.

25

καὶ χρὴ τὴν συγκομιδὴν τῶν

σιτικῶν καρπῶν συντόμως γενέσθαι, ἵνα μὴ ὑπ' ὄμ-

βρων φθαρῶσι.

26

τὸ φθινόπωρον ἀνεμῶδες καὶ

ὑγιεινόν. ἡ ἄμπελος εὐφορήσει. ἐπιτήδειον τὸ ἔτος

πρὸς ἀμπέλων φυτείαν. ὁ σῖτος εὔφθαρτος ἔσται.

ὑγιεινὸν ὅλον τὸ ἔτος, μηδεμίαν ἔχον νόσον. εὔχεσθαι

δὲ δεῖ περὶ τῶν καρπῶν.

27

Ἐν δὲ τῷ οἴκῳ τῆς

Ἀφροδίτης 〈τῷ ζυγῷ〉 γενομένου τοῦ Διός, ὁ χειμὼν

ἀρχόμενος μὲν ἔσται ὑδατώδης, εὔκρατος 〈μεσάζων〉

καὶ ἀνεμώδης, λήγων δὲ κάθυγρος καὶ παχνώδης. τὸ

ἔαρ εὔκρατον, ἔχον ἀσθενήματα ἀπὸ κεφαλῆς. τοῦ δὲ

θέρους ἡ ἀρχὴ ἔαρι ἔσται ὁμοία. ταῖς ἐγκύοις γυναιξὶν

ἐπικίνδυνον ἔσται τὸ ἔτος.

28

Δημόκριτος δέ φησιν,

ἐν τούτῳ τῷ ἔτει μήτε ποταμοὺς ἔσεσθαι μεγάλους,

μήτε χάλαζαν πολλήν· τὸ δὲ φθινόπωρον ἔνυδρον

εἶναι.

29

Ὅτε δὲ ἐν οἴκῳ Ἄρεως τῷ σκορπίῳ γένη-

ται ὁ Ζεύς, ὁ χειμὼν ἀρχόμενος ἔσται μετὰ χαλάζης

ψυχρός, καὶ μεσάζων δὲ θερμός, λήγων δὲ πραΰς. τὸ

ἔαρ ἔσται χειμερινὸν ἕως τροπῶν θερινῶν, ὄμβρων

καὶ βροντῶν γινομένων· λείψουσιν αἱ πηγαὶ τῶν ὑδά-

των· σῖτος μέσος, ἡ ἄμπελος καὶ ἡ ἐλαία εὐφορήσει,

τῶν βοῶν ἔσται φθορά. Δημόκριτος δέ φησι, ποτα-

μοὺς μεγάλους ἔσεσθαι, καὶ νόσους περὶ τὸ φθινό-

πωρον.

30

διὸ εὔχεσθαι δεῖ, ἵνα μὴ λοιμικὰ γένηται

πάθη. χρή, φησί, βρώμασι μὲν ὀλίγοις, ποτῷ δὲ

πλείονι χρῆσθαι.

31

Ὅταν ἐν τῷ ἰδίῳ οἴκῳ ὁ Ζεὺς

γένηται τῷ τοξότῃ, ἕξει χειμῶνα εὔκρατον καὶ ἔνυδρον,

οὔτε θερμὸν οὔτε ψυχρόν. οἱ ποταμοὶ μεγάλοι ἔσον-

ται. παυομένου δὲ τοῦ χειμῶνος, ψύχη καὶ ἄνεμοι

ἔσονται. τὸ ἔαρ νότιον καὶ ἔπομβρον. τὸ δὲ θέρος

εὔκρατον, καὶ μᾶλλον χειμερινόν. δεῖ δὲ ἀσφαλίζε-

σθαι τὰς ἅλωνας διὰ τοὺς ὄμβρους. τὸ φθινόπωρον

ἀσφαλές, διὰ τὸ τοὺς ἐτησίας πνέειν.

32

οἱ πρώϊμοι

καρποὶ καὶ οἱ ὄψιμοι ἔσονται καλοί, οἱ δὲ μέσοι φαῦ-

λοι, εὐφορήσει σῖτον καὶ τὰ πεδινὰ καὶ τὰ τραχέα. ὁ

οἶνος ἔσται παράμονος ὀψιαίτερον τρυγώμενος. εὐφο-

ρήσει πάντα τὰ δένδρα. ἐπιτήδειον τὸ ἔτος πρὸς φυ-

τείαν, καὶ πρὸς τὰ ἄλλα πάντα. τῶν μεγάλων ζώων

πολυπλήθεια, κυνῶν δὲ φθορὰ ἔσται· καὶ θάλασσα

χειμέριος, καὶ ἄνεμοι μεγάλοι ὄψιμοι. ἀνὴρ δὲ περί-

βλεπτος τελευτήσει.

33

Ἐὰν ὁ Ζεὺς ἐν αἰγοκέρωτι

ἐν τῷ οἴκῳ τοῦ Κρόνου γένηται, ὁ χειμὼν ἀρχόμενος

μὲν εὔκρατος ἔσται, μεσάζων δὲ κάθυγρος καὶ κατά-

ψυχρος, λήγων δὲ ἀνεμώδης. τὰ δὲ γινόμενα ὕδατα

ἔσται καὶ τῷ σπόρῳ καὶ τοῖς ἄλλοις ἔργοις βλαβερά.

ἀθρόοι δὲ ἔσονται ἐπιτάσεις ὕδασί τε καὶ ψύξεσι καὶ

χιόσι.

34

τὸ θέρος πρὸ μὲν ἀνατολῆς τοῦ κυνὸς

φαῦλον, μετὰ δὲ ταῦτα καυσῶδες καὶ ἐπίνοσον. πνεύ-

σουσι δὲ καὶ ἐτησίαι λαμπρῶς, γίνονται καὶ σεισμοί.

τὰ δὲ πεδινὰ μᾶλλον οἴσει καρπόν. ὁ οἶνος φθινήσει

ὑπὸ πάχνης· τῶν ξυλικῶν καρπῶν εὐθηνία. τοῖς

μικροῖς ζώοις εὔθετον τὸ ἔτος, τοῖς δὲ μεγάλοις

ἀσύμφορον, μάλιστα δὲ βουσί. τῷ δὲ φθινοπώρῳ

ἔσται νοσήματα ἀπὸ κεφαλαλγίας καὶ ὀφθαλμίας καὶ

κνησμονῆς. εὔχεσθαι δὲ δεῖ, ἵνα μὴ οἱ καρποὶ

ὑπὸ πάγων καὶ ἀνέμων βλαβῶσιν.

35

Ἡνίκα ὁ

Ζεὺς ἐν τῷ ὑδροχόῳ γένηται τῷ οἴκῳ τοῦ Κρόνου,

ἄνεμοι ἔσονται πολλοὶ σύμφοροι τῷ σιτικῷ καρπῷ, καὶ

μάλιστα τῷ ξυλικῷ.

36

ἔσται δὲ ὁ χειμὼν ἀρχόμενος

μὲν κατάψυχρος, λήγων δὲ ἀνεμώδης. τὸ ἔαρ ἔνυδρον

καὶ μᾶλλον χειμερινὸν καὶ παχνῶδες. τὸ δὲ θέρος

ἔμπνουν, διὰ τὸ σφοδρὸν τῶν ἐτησίων ἀνέμων. ἔσον-

ται δὲ καὶ ὄμβροι ἐν τῷ θέρει, ὥστε καὶ ἐπικλυσθῆναι

τὸν Δημητριακὸν καρπὸν ἐκ μέρους. τῷ φθινοπώρῳ

γίνεται πνεύματα ὑδατώδη καὶ τοῖς καρποῖς βλαβερά.

37

ἔσονται δὲ καὶ πάθη ὀξέα ἐξ ὑγρᾶς αἰτίας τοῖς

νέοις, καὶ τοῖς μεσήλιξιν. ἔσται δὲ πάχνη, καὶ βλάψει

τὰς σταφυλὰς ἐν πολλοῖς τόποις. τὰ δὲ σπόριμα ἔσται

κάλλιστα, καὶ τὰ πρώϊμα καὶ τὰ ὄψιμα. ἔσται δὲ

ὀρνέων φθορά, καὶ θηρίων ἀγρίων. ἔσται καὶ ναυάγια

πλεῖστα. ἀνὴρ δὲ πάνυ ἐπίσημος τελευτήσει. εὔχεσθαι

δὲ δεῖ, ἵνα μὴ γένηται λοιμικὰ πάθη, καὶ σεισμοὶ καὶ

κεραυνοί.

38

Τοῦ Διὸς ἐν τοῖς ἰχθύσιν ἐν τῷ οἴκῳ

τῷ ἰδίῳ γενομένου, ὁ χειμὼν ἄρχεται μὲν ὑδατώδης,

μεσάζων δὲ ἀνεμώδης, καὶ λήγων χαλαζώδης καὶ χιονώ-

δης. ἐν τῷ ἔαρι πνέουσιν ἄνεμοι ζέφυροι λαμπροί.

τὸ δὲ θέρος ἔσται καυματῶδες, τὸ φθινόπωρον πυρῶ-

δες, μάλιστα γυναιξὶ καὶ παρθένοις.

39

ἐπιπνέουσι

δὲ καὶ πνεύματα μοχθηρά, ὥστε τὸν ξυλικὸν καρπὸν

ἐπικαυθῆναι. οἱ σπόροι ἔσονται καλοί. τὰς ἅλωνας

ἀσφαλίζεσθαι χρὴ διὰ τοὺς ὄμβρους· ταῖς ἐγκύοις

γυναιξὶν ἐπικίνδυνον τὸ ἔτος·

40

Δημόκριτος δέ φησι,

τὴν ἄμπελον καὶ τὴν ἐλαίαν εὐφορήσειν. εὔχεσθαι δὲ

δεῖ, μὴ γενέσθαι σεισμούς.

13

t

{Περὶ Ἡλίου καὶ Σελήνης. Πτολεμαίου.}

1

Ὁ ἥλιος τῇ ξηρότητι τοῦ οἰκείου πυρὸς ἀνιμᾶ-

ται τὴν ὑγρὰν οὐσίαν. ἡ δὲ σελήνη δι' ἑαυτῆς καθυ-

γραίνουσα κατάλληλον μίξιν καὶ κρᾶσιν ἐργάζεται.

2

Σωτίων δὲ ἀσελήνους ἡμέρας καλεῖ τὰς ἀπὸ κθʹ

σελήνης ἕως βʹ, ἐν αἷς ὑπὸ τὰς ἀκτῖνας τοῦ ἡλίου ἡ

σελήνη κρύπτεται, καὶ οὐ φαίνεται τοῖς ἀνθρώποις.

14

t

{Περὶ χαλάζης. Ἀφρικανοῦ.}

1

Γυνὴ ἔμμηνος δειξάτω τὰ αἰδοῖα αὐτῆς χα-

λάζῃ, καὶ ἀποστρέφει· ὁμοίως δὲ τὴν τοιαύτην θέαν

καὶ πᾶν θηρίον φεύγει.

2

Καὶ παρθένου ῥάκος τὸ

πρῶτον λαβών, ἀνὰ μέσον τοῦ χωρίου χῶσον, καὶ

οὔτε ἡ ἄμπελος, οὔτε τὰ σπέρματα ὑπὸ χαλάζης ἀδι-

κηθήσεται.

3

Καὶ ἀπὸ δέρματος φώκης ἱμάντος ἀπαρ-

τηθέντος ἐκ μιᾶς τῆς περιφανοῦς ἀμπέλου, οὐ γίνεται

βλάβη ἀπὸ χαλάζης, ὡς ἱστορεῖ Φιλόστρατος ἐν τῷ

ἱστορικῷ.

4

Φασὶ δέ τινες, ὅτι κάτοπτρον ἐὰν ἐπι-

δείξῃς τῷ ἐπικειμένῳ νέφει, παρελεύσεται ἡ χάλαζα.

5

Πάλιν ἐὰν ἐν τῷ χωρίῳ περιαγάγῃς ὑαίνης ἢ κρο-

κοδείλου ἢ φώκης δέρμα, καὶ τοῦτο πρὸ πυλῶν τῆς

οἰκήσεως ἀναρτήσῃς, οὐ πεσεῖται χάλαζα.

6

Εἰ δὲ καὶ

κλειδία πολλὰ διαφόρων οἰκημάτων κύκλῳ τοῦ χωρίου

ἐν σχοινίοις ἀπαρτήσεις, παρελεύσεται ἡ χάλαζα.

7

Κἄν

ταύρους ἀναστήσῃς ἐπὶ τῶν δωμάτων ξυλίνους, ὠφελή-

σεις σφόδρα.

8

Καὶ χελώνην δὲ τὴν ἐν τοῖς ἕλεσιν

εὑρισκομένην ἐὰν εἰς τὴν δεξιὰν χεῖρα θῇς ὑπτίαν,

περικομισάτω εἰς τὸν ἀμπελῶνα πάντα· ἐπειδὰν δὲ

περιέλθῃς, τότε εἰς μέσον τοῦ ἀμπελῶνος πορευθείς,

θέτω ὑπτίαν ζῶσαν, ὀλίγην γῆν περιαμησάμενος αὐ-

τῆς, ὅπως μὴ δυνηθῇ στρέψασα ἑαυτὴν ἀποπορευθῆναι·

(οὐ δυνήσεται δέ, τῆς ὑπὸ τοὺς πόδας γῆς κοιλοτέρας

γενομένης, οὐκ ἔχουσα γὰρ ἀντίληψιν, μένει ἐν τῷ

τόπῳ) καὶ εἰς ἄρουραν δὲ καὶ πάντα τόπον οὐκ ἂν

πέσοι χάλαζα, τούτου γινομένου.

9

εἰσὶ δέ τινες καὶ

οἱ φάσκοντες, ἕκτῃ ὥρᾳ ἡμέρας ἢ νυκτὸς δεῖν γίνεσθαι

τὴν περικομιδὴν καὶ κατάθεσιν τῆς χελώνης.

10

Ἀπου-

λήϊος δὲ ὁ Ῥωμαϊκός φησι, σταφυλὴν πίνακι ζωγρα-

φήσαντα καθιεροῦν ἐν τῷ ἀμπελῶνι δυνούσης τῆς

λύρας, καὶ ἀβλαβῆ διαμένειν τὸν καρπόν. ἄρχεται δὲ

δύνειν ἡ λύρα τῇ πρὸ δέκα καλανδῶν Δεκεμβρίων.

τελείως δὲ δύνει τῇ πρώτῃ νόννων Φεβρουαρίων.

11

Ταῦτα μὲν εἴρηται τοῖς ἀρχαίοις. ἐγὼ δὲ ἔνια

τῶν εἰρημένων ἀπρεπῆ λίαν ἡγοῦμαι καὶ φευκτά, καὶ

πᾶσι παραινῶ μηδ' ὅλως τούτοις προσέχειν τὸν νοῦν.

τούτου γὰρ χάριν αὐτὰ συνέγραψα, ἵνα μὴ δόξω τι

παραλιμπάνειν τῶν τοῖς ἀρχαίοις εἰρημένων.

12

Καὶ

ἵππου ποταμίου τῆς δορᾶς ἀποτμήματα, καθ' ἑκάστου

τῶν τερμόνων τεθέντα, τὴν τῆς χαλάζης ἵστησιν

ἀπειλήν.

15

t

{Ἄλλο περὶ Χαλάζης. Ἀφρικανοῦ.}

1

Ξύλα δαφνήσας παρθένου κνήμας ἀλληωρῆσαι·

τῆς δὲ ἕκαστον καθ' ἕκαστον κλῆμα χρὴ εἶναί τε καὶ

χῶσαι.

16

t

{Περὶ Κεραυνοῦ. Ἀφρικανοῦ.}

1

Ἱπποποτάμου δέρμα κατόρυξον ἐντὸς τοῦ χωρίου,

καὶ οὐ πεσεῖται κεραυνὸς ἐκεῖσε.

2

t

1

{ΒΙΒΛΙΟΝ Β}

p

1

Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ, δευτέρα μὲν οὔσῃ

τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δέ, ὁπόσα τοῖς

ἀγροῖς συμβάλλεται, καὶ περὶ διαφόρων γενημάτων,

σίτου φημὶ καὶ κριθῶν καὶ τῶν λοιπῶν φρυγανωδῶν

λεγομένων καρπῶν, κατὰ τὰ ὑποτεταγμένα κεφάλαια.

Δεῖ τοίνυν ὃ πρῶτόν ἐστι κεφαλαιωδέστερον, τουτὶ

προτάξαι.

αʹ. ὅτι πολὺ τῷ ἀγρῷ ὠφέλιμος ἡ τοῦ δεσπότου

παρουσία. βʹ. ὅτι μάλιστα παῖδες πρὸς τὴν γεωργίαν

ἐπιτήδειοι καὶ ὅτι πρὸς τὴν ποιότητα τῶν ἔργων τὰ

σώματα τῶν ἐργαζομένων ἐπιλέγεσθαι προσήκει, καὶ

ἑκάστῳ ἔργῳ τὸν ἁρμόζοντα ἀφορίζειν. γʹ. ἐν ποίοις

τόποις καὶ κλίμασι χρὴ τὰς οἰκήσεις ποιεῖσθαι καὶ

πρὸς ποῖον ἄστρον ἀποβλεπούσας καὶ περὶ βαλανείων.

δʹ. ὑδροσκοπικόν. εʹ. ἄλλο περὶ ὑδροσκοπίας. Ϛʹ. Δη-

μοκρίτου ὑδροσκοπικόν. ζʹ. περὶ ὑδάτων καὶ πῶς δεῖ

τὸ ὄμβριον ὕδωρ συνάγειν. ηʹ. ὅτι δεῖ ἐν τοῖς μεγά-

λοις ἀγροῖς δασέα εἶναι ὄρη καὶ πῶς ἂν φυτευθείη.

θʹ. ποία καλλίων γῆ. ιʹ. περὶ δοκιμασίας γῆς. ιαʹ. ἄλλο

περὶ δοκιμασίας γῆς. ιβʹ. ποῖα σπέρματα ἐν τῇ βαθυ-

γείῳ γῆ, ποῖα δὲ ἐν τῇ μέσως ἐχούσῃ, ποῖα δὲ ἐν τῇ

λεπτοτέρᾳ χρὴ σπείρειν. ιγʹ. ποῖα τῶν σπερμάτων

καθύγρου οὔσης τῆς γῆς, ποῖα δὲ ἐγκαταξήρου χρὴ

σπείρειν. ιδʹ. περὶ καιροῦ σπόρου σίτου καὶ κριθῆς.

ιεʹ. προγνωστικὰ ὥστε εἰδέναι, ποῖα τῶν σπειρομέ-

νων γενήσονται εὐθαλῆ. ιϚʹ. περὶ σπερμάτων ἐκλογῆς

καὶ ποῖα εἶναι δεῖ τὰ καταβαλλόμενα σπέρματα καὶ

πόσου χρόνου. ιζʹ. ὅτι ἐκ τῶν ἐναντίων τόπων εἰς

τοὺς ἐναντίους τόπους χρὴ τὰ σπέρματα καταβάλλειν.

ιηʹ. ὥστε τὰ μέλλοντα σπείρεσθαι γενήματα κατὰ μη-

δένα τρόπον μετὰ τὸν σπόρον ἀδικεῖσθαι. ιθʹ. τί χρὴ

ποιεῖν καὶ τί χρὴ μὴ ποιεῖν εἰς τὸ εὐφορεῖν τὰ σπέρ-

ματα. κʹ. πῶς δεῖ καταλαμβάνειν, εἰ τὰ σπαρέντα ἔχει

τὴν συμμετρίαν. καʹ. περὶ κόπρου. κβʹ. κατασκευὴ

κόπρου. κγʹ. ποίῳ καιρῷ ἑκάστην γῆν ἐξημεροῦν χρή.

κδʹ. περὶ τῆς μετὰ τὸν σπόρον σκαλείας καὶ βοτανι-

σμοῦ. κεʹ. πότε χρὴ θερίζειν. κϚʹ. περὶ ἅλωνος κατα-

σκευῆς. κζʹ. περὶ σιτοβολίου ἤτοι ὡρείου καὶ διαμονῆς

σίτου. κηʹ. ὥστε αὔξησιν λαμβάνειν τὰ ἀποκείμενα ἐν

τοῖς ὡρείοις σπέρματα. κθʹ. ὥστε μύρμηκας μὴ ἅπτε-

σθαι σωροῦ γενημάτων. λʹ. περὶ διαμονῆς κριθῶν

[καὶ] ὥστε ταύτας ὑγιεῖς ἐν τοῖς ὡρείοις φυλάττεσθαι

ἐπὶ πλεῖστον χρόνον. λαʹ. περὶ διαμονῆς ἀλεύρου.

λβʹ. περὶ σίτου δοκιμασίας καὶ πῶς χρὴ τὸ ἐξάγιον

τῶν ἄρτων ποιεῖσθαι. λγʹ. πῶς ἔστιν ἄρτον ἡδύτατον

καὶ δίχα ζύμης ποιῆσαι. λδʹ. περὶ πτισανῶν. λεʹ. περὶ

κυάμων. λϚʹ. περὶ ἐρεβίνθων. λζʹ. περὶ φακῆς. ληʹ.

περὶ κέγχρου. λθʹ. περὶ θέρμων. μʹ. περὶ πάντων

ὀσπρίων καὶ καννάβεως καὶ λίνου. μαʹ. ὥστε ῥαδίως

ἑψεῖσθαι τὰ μέλλοντα σπείρεσθαι ὄσπρια. μβʹ. περὶ

λέοντος βοτάνης, ἣν καὶ ὀροβάκχην καλοῦσιν. μγʹ. ποῖα

γενήματα ὑπὸ ποίας βοτάνης ἀδικεῖται. μδʹ. περὶ τοῦ

ἐν τῷ ἀγρῷ ἐπιτρόπου ἢ οἰκονόμου. μεʹ. ὅτι δεῖ τὸν

ἐφεστῶτα ἐφημερίδα τῶν ἔργων ἔχειν καὶ πῶς αὐτὸν

προσήκει τάξεις τῶν ἐργατῶν ποιεῖσθαι. μϚʹ. περὶ

μέτρου ἐργασίας. μζʹ. περὶ τῆς τῶν γεωργῶν ὑγιείας.

μηʹ. ὅτι οὔτε γεωργοὺς οὔτε φυτὰ προσήκει ἀπὸ καλ-

λιόνων τόπων εἰς ἐλάττους μεταφέρειν. μθʹ. ὅτι χαλ-

κέας καὶ τέκτονας καὶ κεραμέας ἐν τοῖς ἀγροῖς ἔχειν

δεῖ ἢ πλησίον.

1

t

{Ὅτι πολὺ τῷ ἀγρῷ ὠφέλιμος ἡ τοῦ

δεσπότου παρουσία.}

1

Πολλῷ τὸν ἀγρὸν ἀμείνω ποιεῖ δεσπότου συνεχὴς

παρουσία. πάντας γὰρ ἐπὶ τὴν τῶν ἔργων προτρέπε-

ται ἐπιμέλειαν, καὶ τὰ ἐλλιπῆ ὑπομιμνήσκων πληροῦ-

σθαι ποιεῖ, καὶ τοὺς μὲν ἐπὶ ἔργον προθύμους ἐπαι-

νῶν, τοὺς δὲ ῥαθυμοῦντας αἰτιώμενος, ἕνα σκοπὸν

πᾶσι σπουδῆς τε καὶ φιλοκαλίας…

2

t

{Ὅτι…

τήδ…

The complete text is available when the reading interface loads.