Ἁρπαγὴ Ἑλένης
- Scientific editors
- A. W. Mair
- Edition reference
- Oppian, Colluthus, Tryphiodorus · London · William Heinemann, Ltd. · 1928
- CTS identifier
urn:cts:greekLit:tlg4081.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
2αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
3πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
4ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
5δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
6εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
7ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
8ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
9ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
10βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
11ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
12τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
13Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
14Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
15καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
16καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
17ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
18νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
19Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
20πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη
21αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
22Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
23ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος
24Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
2539 χρυσείοις Il. 39, 40 were transposed to precede 25 by Graefe. δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
2640 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
27τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
28οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
29ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
30καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
31τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
32καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
33ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
34οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
35Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
36οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
37ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
38τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
39μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας
40οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
41ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
42πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
43φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
44τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
45πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
46πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
47ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
48οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
49ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
50ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
51οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
52ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
53Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
54καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
55καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
56εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
57ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
58Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
59ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
60ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
61μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
62χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
63ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
64Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
65ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
66πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
67μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
68Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
69Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
70τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
71εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
72παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
73Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
74κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
75κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
76ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
77κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
78ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
79αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
80εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
81πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
82Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
83λαὶ περόνην θυόεντα So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M. διαστήσασα κομάων
84χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
85τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
86ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
87σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
88δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
89Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
90φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·
91καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
92μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
93κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
94ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
95ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
96κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
97κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
98πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
99τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
100οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
101φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
102ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
103ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
104κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
105ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
106νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
107νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
108καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
109ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
110ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
111τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
112ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
113πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
114καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
115ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
116Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
117οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
118μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
119Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
120ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
121κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
122ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
123τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
124δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
125καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
126μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
127τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
128γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
129δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
130δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
131φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
132τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
133ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
134δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
135χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
136καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
137χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
138τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
139δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
140καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
141ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
142φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
143δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
144μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
145πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
146ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
147τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
148εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
149πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
150ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
151κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
152οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
153ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
154τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
155ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
156κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
157χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
158στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
159τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
160δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
161ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
162ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
163ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
164ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
165ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
166νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
167οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
168ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
169φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
170χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
171Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
172εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
173ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
174φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
175ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
176σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
177οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
178οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
179οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
180οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
181ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
182ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
183πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
184οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
185καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
186ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
187ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
188τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
189κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
190τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
191ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
192Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
193ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
194Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
195ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
196ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
197ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
198ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
199νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
200αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
201νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
202ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
203καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
204πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
205ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
206τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
207κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
208οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
209εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
210ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
211τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
212Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
213αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
214Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
215καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
216ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
217δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
218ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
219τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
220ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
221Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
222ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
223Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
224κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
225ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
226γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
227οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
228δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
229καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
230πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
231αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
232ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
233μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
234μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
235ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
236ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
237δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
238ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
239χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
240ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
241οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
242ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
243δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
244κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
245οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
246γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
247ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
248ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
249ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
250ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
251οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
252ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
253καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
254ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
255ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
256καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
257ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
258καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
259ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
260ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
261κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
262ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
263πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
264παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
265ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
266πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
267ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
268ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
269ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
270ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
271πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
272οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
273—Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
274οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
275οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
276ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
277ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
278τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
279αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
280εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
281Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
282εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
283ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
284ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
285εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
286εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
287ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
288πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
289ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
290τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
291αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
292καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
293Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
294ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
295νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
296ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
297ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
298δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
299μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
300οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
301οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
302οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
303καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
304ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
305ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
306δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
307ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
308ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
309τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
310ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
311καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
312ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
313πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
314ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
315ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
316οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
317τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
318νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
319ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
320ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
321τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
322ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
323τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
324αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
325ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
326κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
327φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
328Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
329ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
330πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
331ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
332παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
333ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
334ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
335ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
336ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
337Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
338τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
339νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
340οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
341πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
342ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
343ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
344ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
345ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
346ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
347ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
348τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
349οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
350ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
351ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
352ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
353μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
354πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
355θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
356ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
357σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
358ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
359δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
360σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
361μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
362νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
363ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
364νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
365ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
366ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
367ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
368ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
369ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
370πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
371ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
372μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
373ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
374χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
375κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
376ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
377οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
378τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
379τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
380ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
381ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
382ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
383ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
384εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
385χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
386ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
387ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
388μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
389καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
390Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
391πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
392Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
393Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
394δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.