The Greek Library Author

Zosimus

Historia Nova

Scientific editors
Ludwig Mendelssohn
Edition reference
Zosimi Historia Nova · Leipzig · Teubner · 1887
CTS identifier
urn:cts:greekLit:tlg4084.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 1

Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, μνήμῃ παραδοῦναι τὰ καθ̓ ἑαυτὸν ἀξιόλογα τῶν ἔργων προελομένῳ, καλῶς ἔχειν ἐφάνη δἰ αὐτῶν ἐπιδεῖξαι τῶν πράξεων ὅπως οἱ Ῥωμαῖοι μετὰ τὸν τῆς πόλεως οἰκισμὸν ἑξακοσίοις ἔτεσι τοῖς περιοίκοις προσπολεμήσαντες μεγάλην ἀρχὴν οὐκ ἐκτήσαντο, μέρος δέ τι τῆς Ἰταλίας ὑφ̓ ἑαυτοὺς ποιησάμενοι, καὶ τούτου μετὰ τὴν Ἀννίβα διάβασιν καὶ τὴν ἐν Κάνναις ἧτταν ἐκπεπτωκότες, αὐτοῖς δὲ τοῖς τείχεσι τοὺς πολεμίους ὁρῶντες ἐπικειμένους, εἰς τοσοῦτον μέγεθος ἤρθησαν τύχης ὥστε ἐν οὐδὲ ὅλοις τρισὶ καὶ πεντήκοντα ἔτεσιν μὴ μόνον Ἰταλίαν ἀλλὰ καὶ Λιβύην κατακτήσασθαι πᾶσαν, ἤδη δὲ καὶ τοὺς ἑσπερίους Ἴβηρας ὑφ̓ ἑαυτοὺς καταστῆσαι, ἐπεὶ δὲ τοῦ πλείονος ἐφιέμενοι τὸν Ἰόνιον ἐπεραιώθησαν κόλπον, Ἑλλήνων τε ἐκράτησαν καὶ Μακεδόνας παρέλυσαν τῆς ἀρχῆς, αὐτόν τε ὃς τηνικαῦτα τούτων ἐβασίλευε ζωγρίαν ἑλόντες εἰς τὴν Ῥώμην ἀνήγαγον.

ἀλλὰ τούτων μὲν οὐκ ἄν τις ἀνθρωπίνην ἰσχὺν αἰτιάσαιτο, Μοιρῶν δὲ ἀνάγκην ἢ ἀστρῴων κινήσεων ἀποκαταστάσεις ἢ θεοῦ βούλησιν τοῖς ἐφ̓ ἡμῖν μετὰ τὸ δίκαιον ἀκόλουθον οὖσαν. ταῦτα γὰρ εἱρμόν τινα αἴτιον τοῖς ἐσομένοις εἰς τὸ τοιῶσδε δοκεῖν ἐκβαίνειν ἐπιτιθέντα, δόξαν τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν ἐμποιεῖ τοῦ θείᾳ τινὶ προνοίᾳ τὴν τῶν ἀνθρωπίνων ἐπιγεγράφθαι διοίκησιν, ὥστε εὐφορίας μὲν συνιούσης ψυχῶν εὐθενεῖν, ἀφορίας δὲ ἐπιπολαζούσης ἐς τὸ νῦν ὁρώμενον σχῆμα κατενεχθῆναι. χρὴ δὲ ἐπὶ τῶν πραγμάτων ὃ λέγω διασαφῆσαι.

Chapter 2

Μετὰ τὴν ἐν Τροίᾳ στρατείαν ἄχρι τῆς ἐν Μαραθῶνι μάχης ἐλλόγιμον οὐδὲν οἱ Ἕλληνες φαίνονται πεπραχότες οὔτε πρὸς ἑαυτοὺς οὔτε πρὸς ἕτερον. Δαρείου δὲ αὐτοῖς διὰ τῶν ὑπάρχων πολλαῖς μυριάσιν ἐπιστρατεύσαντος, Ἀθηναίων ὀκτακισχίλιοι θείᾳ τινὶ ῥοπῇ γενόμενοι κάτοχοι, τοῖς παρατυχοῦσιν ἐξοπλισάμενοι καὶ ὑπαντήσαντες δρόμῳ, τοσοῦτον ἐκράτησαν ὥστε ἐννέα μὲν ἀνελεῖν μυριάδας, τοὺς δὲ λειπομένους ἀποδιῶξαι τῆς χώρας.

αὕτη πεποίηκεν ἡ μάχη περιφανέστερα τῶν Ἑλλήνων τὰ πράγματα. Ξέρξου δὲ μετὰ τὴν Δαρείου τελευτὴν πολλῷ μείζονι παρασκευασαμένου δυνάμει καὶ πᾶσαν τοῖς Ἕλλησι τὴν Ἀσίαν ἐπαγαγόντος, πληρώσαντός τε τὴν μὲν θάλατταν νεῶν πεζῶν δὲ τὴν γῆν, ἐπειδὴ διαβαίνειν ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην ἐχρῆν, ὡς οὐκ ἀρκούντων αὐτῷ τῶν στοιχείων εἰς ὑποδοχὴν τοῦ στρατεύματος εἰ μὴ καὶ τὰς ἀλλήλων ὑφαρπάσαιεν χρείας, ἐζεύγνυτο μὲν ὁ Ἑλλήσποντος πάροδον διδοὺς τοῖς πεζῇ διαβαίνουσιν, ὠρύττετο δὲ ὁ Ἄθως ἅμα τῇ θαλάττῃ καὶ τὰς ναῦς εἰσδεχόμενος.

ἐκπεπληγμένη δὲ καὶ πρὸς αὐτὴν τὴν ἀκοὴν ἡ Ἑλλὰς ἐκ τῶν ὄντων ὅμως παρεσκευάζετο, ναυμαχίας τε ἐν Ἀρτεμισίῳ καὶ πάλιν ἐν Σαλαμῖνι γενομένης τοσούτῳ λαμπροτέρᾳ τῆς προτέρας ἐχρήσατο νίκῃ, ὥστε Ξέρξην μὲν ἀγαπητῶς περισωθέντα φυγεῖν, τὸ πλεῖστον τῆς δυνάμεως ἀποβαλόντα, τοὺς δὲ περιλελειμμένους ἐν Πλαταιαῖς ἄρδην ἀπολομένους μεγάλην τοῖς Ἕλλησι δόξαν καταλιπεῖν, δἰ ἧς καὶ τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἠλευθέρωσαν καὶ σχεδὸν πασῶν τῶν νήσων ἐκράτησαν.

Chapter 3

Εἰ μὲν οὖν ἐφ̓ ἑαυτῶν διετέλεσαν ὄντες καὶ τοῖς παροῦσιν ἀρκούμενοι, καὶ μὴ διέστησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι περὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀλλήλοις φιλονεικοῦντες, οὐκ ἂν ἕτεροί ποτε τῆς Ἑλλάδος ἐγένοντο κύριοι. τοῦ δὲ Πελοποννησιακοῦ πολέμου τὰς δυνάμεις τοῖς Ἕλλησιν ἐλαττώσαντος, περιστήσαντός τε εἰς χρημάτων ἀπορίαν τὰς πόλεις, γέγονεν χώρα Φιλίππῳ τὴν βασιλείαν, ἣν διεδέξατο πρὸς οὐδένα τῶν πλησιοχώρων ἀξιόμαχον οὖσαν, τέχναις τισὶ καὶ περινοίαις αὐξῆσαι:

χρήμασι γὰρ τὰς οὔσας αὐτῷ δυνάμεις καὶ τῶν συμμάχων ὅσοι προσεγίνοντο θεραπεύων, οὕτω τε μέγας ἐκ μικροῦ γεγονώς, τὸν ἐν Χαιρωνείᾳ πρὸς Ἀθηναίους διηγωνίσατο πόλεμον. πᾶσι δὲ μετὰ τὴν νίκην χειροήθως καὶ ἠπίως προσενεχθεὶς ἤδη καὶ τῇ Περσῶν ἐπιθέσθαι βασιλείᾳ διενοεῖτο, δύναμίν τε ἀξιόχρεων πρὸς τοῦτο συναγαγὼν ἐν παρασκευαῖς τὸν βίον ἀπέλιπεν.

Chapter 4

Ἀλέξανδρος δὲ παραλαβὼν τὴν βασιλείαν, καὶ παραχρῆμα τὰ κατὰ τοὺς Ἕλληνας διαθείς, τρίτῳ τῆς βασιλείας ἔτει μετὰ δυνάμεως ἀρκούσης ἐπὶ τὴν Ἀσίαν ἐστέλλετο ῥᾳδίως δὲ τοὺς ἀντιστάντας αὐτῷ σατράπας νενικηκὼς ἐπ’ αὐτὸν προῄει Δαρεῖον, ἀναριθμήτῳ στρατῷ τοὺς ἐν Ἰσσῷ τόπους κατειληφότα. συμπεσὼν δὲ τοῖς Πέρσαις εἰς χεῖρας καὶ τὸ πάσης ἐπέκεινα πίστεως τρόπαιον στήσας Δαρεῖον μὲν ἔτρεψεν εἰς φυγήν, αὐτὸς δὲ εἴχετο τῆς ἐπὶ Φοινίκην καὶ Συρίαν τὴν Παλαιστίνην ὁδοῦ.

τὰ μὲν οὖν ἐν Τύρῳ καὶ Γάζῃ πραχθέντα μαθεῖν ἔνεστιν ἐξ ὧν οἱ τὰ περὶ Ἀλεξάνδρου γράψαντες ἱστορήκασιν: αὐτὸς δὲ παρελθὼν ἐπὶ τὴν Αἴγυπτον, τῷ τε Ἄμμωνι προσευξάμενος καὶ τὰ περὶ τὸν Ἀλεξανδρείας οἰκισμὸν εὖ μάλα διοικησάμενος, ἐπανῄει τὰ λειπόμενα τοῦ πρὸς Πέρσας πολέμου πληρώσων.

πάντας δὲ φιλίους εὑρὼν ἐπὶ τὴν μέσην διέβη τῶν ποταμῶν, καὶ πυθόμενος Δαρεῖον μείζονι πολλῷ στρατῷ παρεσκευάσθαι, μετὰ τῆς οὔσης αὐτῷ δυνάμεως ὡς εἶχεν ὁρμήσας καὶ τὴν μάχην εἰς Ἄρβηλαν πρὸς αὐτὸν ποιησάμενος τοσοῦτον ἐκράτησεν ὥστε πάντας μὲν σχεδὸν ἀνελεῖν, Δαρείου δὲ σὺν ὀλίγοις φυγόντος τὴν ἀρχὴν καταλῦσαι Περσῶν.

Chapter 5

Ἐπεὶ δὲ Δαρεῖον μὲν Βῆσος ἀνεῖλεν, Ἀλέξανδρος δὲ μετὰ τὰς ἐν Ἰνδοῖς πράξεις ἐπανελθὼν εἰς Βαβυλῶνα τοῦ βίου μετέστη, τότε δὴ τῆς Μακεδόνων ἀρχῆς εἰς σατραπείας διαιρεθείσης, οὕτω τε τοῖς πρὸς ἀλλήλους συνεχέσι πολέμοις ἐλαττωθείσης, ἡ τύχη Ῥωμαίοις τὰ λειπόμενα τῆς Εὐρώπης πεποίηκεν ὑποχείρια.

καὶ διαβάντες εἰς τὴν Ἀσίαν καὶ πρὸς τοὺς ἐν τῷ Πόντῳ βασιλεῖς καὶ πρὸς Ἀντίοχον πολεμήσαντες, ὕστερον δὲ καὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ δυνάστας, ἕως μὲν ὅτε τὰ τῆς ἀριστοκρατίας ἐφυλάττετο, προστιθέντες ἔτους ἑκάστου τῇ ἀρχῇ διετέλουν, τῶν ὑπάτων ὑπερβαλέσθαι ταῖς ἀρεταῖς ἀλλήλους φιλονεικούντων: τῶν δὲ ἐμφυλίων πολέμων Σύλλα τε καὶ Μαρίου καὶ μετὰ ταῦτα Ἰουλίου Καίσαρος καὶ Πομπηίου Μάγνου διαφθειράντων αὐτοῖς τὸ πολίτευμα, τῆς ἀριστοκρατίας ἀφέμενοι μόναρχον Ὀκταβιανὸν εἵλοντο, καὶ τῇ τούτου γνώμῃ τὴν πᾶσαν διοίκησιν ἐπιτρέψαντες ἔλαθον ἑαυτοὺς κύβον. ἀναρρίψαντες ἐπὶ ταῖς πάντων ἀνθρώπων ἐλπίσιν καὶ ἑνὸς ἀνδρὸς ὁρμῇ τε καὶ ἐξουσίᾳ τοσαύτης ἀρχῆς καταπιστεύσαντες κίνδυνον.

εἴτε γὰρ ὀρθῶς καὶ δικαίως ἕλοιτο μεταχειρίσασθαι τὴν ἀρχήν, οὐκ ἂν ἀρκέσοι πᾶσιν κατὰ τὸ δέον προσενεχθῆναι, τοῖς πορρωτάτω που διακειμένοις ἐπικουρῆσαι μὴ δυνάμενος ἐξ ἑτοίμου, ἀλλ̓ οὔτε ἄρχοντας τοσούτους εὑρεῖν οἳ σφῆλαι τὴν ἐπ’ αὐτοῖς αἰσχυνθήσονται ψῆφον, οὔτε ἄλλως ἠθῶν τοσούτων ἁρμόσαι διαφοραῖς. εἴτε διαφθείρων τῆς βασιλείας τοὺς ὅρους εἰς τυραννίδα ἐξενεχθείη, συνταράττων μὲν τὰς ἀρχάς, περιορῶν δὲ τὰ πλημμελήματα, χρημάτων δὲ τὸ δίκαιον ἀλλαττόμενος, οἰκέτας δὲ τοὺς ἀρχομένους ἡγούμενος, ὁποῖοι τῶν αὐτοκρατόρων οἱ πλείους, μᾶλλον δὲ πάντες σχεδὸν πλὴν ὀλίγων γεγόνασι, τότε δὴ πᾶσα ἀνάγκη κοινὸν εἶναι δυστύχημα τὴν τοῦ κρατοῦντος ἄλογον ἐξουσίαν:

οἵ τε γὰρ κόλακες παρὰ τούτου δωρεῶν καὶ τιμῶν ἀξιούμενοι τῶν μεγίστων ἀρχῶν ἐπιβαίνουσιν, οἵ τε ἐπιεικεῖς καὶ ἀπράγμονες μὴ τὸν αὐτὸν ἐκείνοις αἱρούμενοι βίον εἰκότως σχετλιάζουσιν οὐ τῶν αὐτῶν ἀπολαύοντες, ὥστε ἐκ τούτου τὰς μὲν πόλεις στάσεων πληροῦσθαι καὶ ταραχῶν, τὰ δὲ πολιτικὰ καὶ στρατιωτικὰ κέρδους ἥττοσιν ἄρχουσιν ἐκδιδόμενα καὶ τὸν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖς χαριεστέροις ποιεῖν καὶ τῶν στρατιωτῶν τὴν ἐν τοῖς πολέμοις προθυμίαν ἐκλύειν.

Chapter 6

Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, αὐτὴ σαφῶς ἔδειξε τῶν ἐκβεβηκότων ἡ πεῖρα καὶ τὰ εὐθὺς συμπεσόντα κατὰ τὴν Ὀκταβιανοῦ βασιλείαν. ἥ τε γὰρ παντόμιμος ὄρχησις ἐν ἐκείνοις εἰσήχθη τοῖς χρόνοις, οὔπω πρότερον οὖσα, Πυλάδου καὶ Βαθύλλου πρώτων αὐτὴν μετελθόντων, καὶ προσέτι γε ἕτερα πολλῶν αἴτια γεγονότα μέχρι τοῦδε κακῶν.

Ὀκταβιανοῦ δὲ ὅμως δόξαντος μετρίως μεταχειρίζεσθαι τὴν ἀρχήν, ἐξ οὗ μάλιστα ταῖς Ἀθηνοδώρου τοῦ Στωικοῦ συμβουλαῖς ἐπείσθη, Τιβέριος ὁ παρὰ τούτου διαδεξάμενος τὴν ἀρχὴν εἰς ἔσχατον ὠμότητος ἐκτραπεὶς ἀφόρητός τε δόξας εἶναι τοῖς ὑπηκόοις ἀπεδιώκετο καὶ ἔν τινι νήσῳ κρυπτόμενος ἐτελεύτησεν. Γάϊος δὲ Καλλίγουλα πᾶσι τοῖς ἀτοπήμασι τοῦτον ὑπερβαλόμενος ἀνῃρέθη, Χαιρέου διὰ τοῦ τοιούτου τολμήματος ἐλευθερώσαντος πικρᾶς τὸ πολίτευμα τυραννίδος.

Κλαυδίου δὲ τὰ καθ̓ ἑαυτὸν εὐνούχοις ἀπελευθέροις ἐκδόντος καὶ μετ̓ αἰσχύνης ἀπαλλαγέντος, Νέρων τε καὶ οἱ μετ̓ αὐτὸν εἰς μοναρχίαν παρῄεσαν, περὶ ὧν ἔκρινα μηδὲν παντάπασιν διελθεῖν, ὡς ἂν μηδὲ ἐπ’ ἐκμελέσι καὶ ἀλλοκότοις πράξεσιν αὐτῶν καταλείποιτο μνήμη.

Οὐεσπασιανοῦ δὲ καὶ τοῦ παιδὸς αὐτοῦ Τίτου τῇ ἀρχῇ μετριώτερον χρησαμένων, Δομετιανὸς ὠμότητι καὶ ἀσελγείᾳ καὶ πλεονεξίᾳ πάντας ὑπεράρας καὶ πεντεκαίδεκα τοὺς πάντας ἐνιαυτοὺς τῷ πολιτεύματι λυμηνάμενος, ἀναιρεθεὶς ὑπὸ Στεφάνου τῶν ἀπελευθέρων ἑνὸς ἔδοξε δίκας τῆς πονηρίας ἐκτίνειν.

Chapter 7

Ἐντεῦθεν ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν παραλαβόντες, Νέρουας τε καὶ Τραϊανὸς καὶ μετὰ τοῦτον Ἀδριανὸς ὅ τε εὐσεβὴς Ἀντωνῖνος καὶ ἡ τῶν ἀδελφῶν συνωρὶς Βῆρος καὶ Λούκιος, πολλὰ τῶν λελωβημένων ᾐξίωσαν διορθώσεως, καὶ οὐ μόνον ἅπερ εἶχον ἀπολωλεκότες οἱ πρὸ αὐτῶν ἀνεκτήσαντο, ἀλλὰ καί τινα τῶν οὐκ ὄντων προσέθεσαν. Κομμόδου δὲ τοῦ Μάρκου παιδὸς τὴν βασιλείαν παραλαβόντος, καὶ οὐ τυραννίδι μόνον ἀλλὰ καὶ πράξεσιν ἑαυτὸν ἀλλοκότοις ἐκδόντος, εἶτα ὑπὸ Μαρκίας τῆς παλλακῆς φρόνημα ἀνδρεῖον ἀνελομένης ἀναιρεθέντος, Περτίναξ ἄρχειν ᾑρέθη.

τῶν δὲ περὶ τὴν αὐλὴν στρατιωτῶν οὐκ ἐνεγκόντων αὐτοῦ τὴν περὶ τὴν στρατιωτικὴν ἄσκησίν τε καὶ ἐπιστήμην ἀκρίβειαν, ἀλλὰ παρὰ τὸ καθῆκον αὐτὸν ἀνελόντων, μικροῦ μὲν ἡ Ῥώμη συνεταράχθη, τοῦ περὶ τὴν φυλακὴν τῶν βασιλείων τεταγμένου στρατιωτικοῦ τὴν τοῦ καταστῆσαι μόναρχον ὑφαρπάσαντος ἐξουσίαν, παρελομένου τε βίᾳ τὴν γερουσίαν ταύτης τῆς κρίσεως: ὠνίου δὲ τῆς ἀρχῆς προτεθείσης Δίδιος Ἰουλιανὸς ὑπὸ τῆς γυναικὸς ἐπαρθείς, ἀνοίᾳ μᾶλλον ἢ γνώμῃ φρενήρει, χρήματα προτείνας ὠνεῖται τὴν βασιλείαν, θέαμα δοὺς ἰδεῖν ἅπασιν οἷον οὔπω πρότερον ἐθεάσαντο:

εἰσήγετο γὰρ εἰς τὰ βασίλεια μήτε τῆς γερουσίας ἡγουμένης μήτε ἄλλης ἐννόμου δορυφορίας, μόνων δὲ τῶν καταστησάντων αὐτὸν εἰς τοῦτο στρατιωτῶν σὺν βίᾳ παραδόντων αὐτῷ τὰ βασίλεια καὶ τὴν ἐν τούτοις πᾶσαν ἀποσκευήν. ἀλλ̓ οὗτος μὲν ἅμα τε ἀνερρήθη καὶ παῤ αὐτῶν διεφθάρη τῶν εἰς τοῦτο παραγαγόντων αὐτόν, τῶν ἐν τοῖς ὀνείροις φαντασιῶν οὐδὲν ἀλλοιότερον διαγεγονώς:

Chapter 8

τῆς δὲ γερουσίας εἰς τὸ διασκοπῆσαι τίνι δέοι παραδοῦναι τὴν ἀρχὴν ἀναβαλλομένης, Σεβῆρος ἀναδείκνυται βασιλεύς. παρελθόντων δὲ εἰς τὴν αὐτὴν ἀρχὴν Ἀλβίνου καὶ Νίγρου, πόλεμοι συνέστησαν αὐτοῖς οὐκ ὀλίγοι πρὸς ἀλλήλους ἐμφύλιοι, καὶ πόλεις διέστησαν, αἳ μὲν τῷδε αἳ δὲ τῷδε προσθέμεναι. ταραχῆς δὲ οὐκ ὀλίγης κατὰ τὴν ἑῴαν καὶ τὴν Αἴγυπτον κινηθείσης, Βυζαντίων τε ὡς τὰ Νίγρου φρονούντων καὶ ὑποδεξαμένων αὐτὸν εἰς ἔσχατον ἐλθόντων κινδύνου, κρατεῖ μὲν ἡ Σεβήρου μερίς: ἀναιρεθέντος δὲ Νίγρου, καὶ μετὰ τοῦτον Ἀλβίνου μετὰ τῆς ἀρχῆς καὶ τὸν βίον ἀπολιπόντος εἰς μόνον Σεβῆρον τὰ τῆς ἡγεμονίας περιίστατο.

τρέπεται τοίνυν ἐπὶ τὴν τῶν ἐκμελῶς πεπραγμένων διόρθωσιν, καὶ πρό γε ἁπάντων τοῖς στρατιώταις τοῖς ἀνελοῦσι Περτίνακα καὶ Ἰουλιανῷ παραδοῦσι τὴν βασιλείαν πικρῶς ἐπεξῆλθεν. ἔπειτα διαθεὶς ἐπιμελῶς τὰ στρατόπεδα, Πέρσαις μὲν ἐπελθὼν ἐφόδῳ μιᾷ Κτησιφῶντα εἷλε καὶ Βαβυλῶνα, διαδραμὼν δὲ τοὺς σκηνίτας Ἄραβας καὶ πᾶσαν Ἀραβίαν καταστρεψάμενος, ἄλλα τε πολλὰ γενναίως οἰκονομήσας, ἐγένετο μὲν περὶ τοὺς ἁμαρτάνοντας ἀπαραίτητος, τῶν ἐπὶ τοῖς ἀτόποις εὐθυνομένων δημοσίας ποιῶν τὰς οὐσίας,

Chapter 9

πολλὰς δὲ τῶν πόλεων οἰκοδομήμασι πολυτελέσιν κοσμήσας ἀνέδειξεν Ἀντωνῖνον τὸν παῖδα τὸν ἑαυτοῦ βασιλέα. καὶ ἐπειδὴ τελευτᾶν ἔμελλεν, διαδόχους τῆς ἀρχῆς αὐτὸν καὶ Γέταν τὸν ἕτερον υἱὸν καταστήσας ἐπίτροπον αὐτοῖς Παπινιανὸν καταλέλοιπεν, ἄνδρα δικαιότατον καὶ ἐπὶ νόμων γνώσει τε καὶ εἰσηγήσει πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ̓ αὐτὸν Ῥωμαίους νομοθέτας ὑπερβαλόμενον.

τοῦτον ὕπαρχον ὄντα τῆς αὐλῆς δἰ ὑποψίας εἶχεν ὁ Ἀντωνῖνος, δἰ οὐδὲν ἕτερον ἢ ὅτι δυσμενῶς ἔχοντα πρὸς τὸν ἀδελφὸν Γέταν αἰσθανόμενος ἐπιβουλεῦσαι, καθ̓ ὅσον οἷός τε ἦν, διεκώλυεν. τοῦτο τοίνυν ἐκ μέσου βουλόμενος ποιῆσαι τὸ κώλυμα, τῷ μὲν Παπινιανῷ τὴν διὰ τῶν στρατιωτῶν ἐπιβουλεύει σφαγήν, εὐρυχωρίαν δὲ ἔχων ἀναιρεῖ τὸν ἀδελφόν, οὐδὲ τῆς μητρὸς αὐτὸν προσδραμόντα ῥύσασθαι δυνηθείσης.

Chapter 10

Ἐπεὶ δὲ καὶ Ἀντωνῖνος ἔδωκε τῆς ἀδελφοκτονίας μετ̓ οὐ πολὺ δίκην, καὶ αὐτοῦ τοῦ παίσαντος τοῦτον ἀγνοηθέντος, τὰ μὲν ἐν Ῥώμῃ στρατόπεδα Μακρῖνον ὕπαρχον ὄντα τῆς αὐλῆς ἀναδείκνυσι βασιλέα, τὰ δὲ κατὰ τὴν ἑῴαν Ἐμισηνόν τι μειράκιον ὡς γένει τῇ Ἀντωνίνου μητρὶ συναπτόμενον.

ἑκάστου δὲ στρατεύματος τῆς οἰκείας ἀναρρήσεως ἀντεχομένου στάσις ἐμφύλιος ἦν, τῶν μὲν περὶ τὸν Ἐμισηνὸν Ἀντωνῖνον ἀγόντων αὐτὸν ἐπὶ τὴν Ῥώμην, τῶν δὲ Μακρίνου στρατιωτῶν ἐξορμησάντων ἀπὸ τῆς Ἰταλίας.

συμπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἐν τῇ κατὰ Συρίαν Ἀντιοχείᾳ, τῷ παντὶ Μακρῖνος ἐλαττωθεὶς καὶ φυγῇ τὸ στρατόπεδον καταλιπὼν εἰς τὸν μεταξὺ πορθμὸν Βυζαντίου καὶ Χαλκηδόνος ἁλίσκεται, καὶ τὸ σῶμα ξαινόμενος τελευτᾷ.

Chapter 11

Τοῦ δὲ Ἀντωνίνου κρατήσαντος καὶ τοῖς τὰ Μακρίνου φρονήσασιν ὡς δυσμενέσιν ἐπεξελθόντος, τά τε ἄλλα αἰσχρῶς καὶ ἐπονειδίστως βεβιωκότος, μάγοις τε καὶ ἀγύρταις ἐσχολακότος καὶ περὶ τὰ θεῖα ἠσεβηκότος, οὐκ ἐνεγκόντες οἱ Ῥωμαῖοι τὴν τῆς ἀσελγείας ὑπερβολήν, κατασφάξαντες καὶ τὸ σῶμα διασπάσαντας Ἀλέξανδρον ἀνέδειξαν βασιλέα, καὶ αὐτὸν ἐκ τῆς Σεβήρου γενεᾶς καταγόμενον.

οὗτος νέος ὤν ἔτι καὶ φύσεως εὖ ἔχων ἀγαθὰς ἅπασιν ἐπὶ τῇ βασιλείᾳ δέδωκεν ἔχειν ἐλπίδας, ἐπιστήσας ὑπάρχους τῇ αὐλῇ Φλαυιανὸν καὶ Χρῆστον, ἄνδρας τῶν τε πολεμικῶν οὐκ ἀπείρους καὶ τὰ ἐν εἰρήνῃ διαθεῖναι καλῶς ἱκανούς. Μαμαίας δὲ τῆς τοῦ βασιλέως μητρὸς ἐπιστησάσης αὐτοῖς Οὐλπιανὸν ἐπιγνώμονα καὶ ὥσπερ κοινωνὸν τῆς ἀρχῆς, ἐπειδὴ καὶ νομοθέτης ἦν ἄριστος καὶ τὸ παρὸν εὖ διαθεῖναι καὶ τὸ μέλλον εὐστόχως συνιδεῖν δυνατός, ἐπὶ τούτῳ δυσχεράναντες ἀναίρεσιν αὐτῷ μηχανῶνται λαθραίαν οἱ στρατιῶται.

αἰσθομένης δὲ τούτου Μαμαίας, καὶ ἅμα τῷ φθάσαι τὴν ἐπίθεσιν τοὺς ταῦτα βουλεύσαντας ἀνελούσης, κύριος τῆς τῶν ὑπάρχων ἀρχῆς Οὐλπιανὸς καθίσταται μόνος. ἐν ὑποψίᾳ δὲ τοῖς στρατοπέδοις γενόμενος ʽτὰς δὲ αἰτίας ἀκριβῶς οὐκ ἔχω διεξελθεῖν: διάφορα γὰρ ἱστορήκασιν περὶ τῆς αὐτοῦ προαιρέσεωσ̓ ἀναιρεῖται στάσεως κινηθείσης, οὐδὲ τοῦ βασιλέως ἀρκέσαντος αὐτῷ πρὸς βοήθειαν.

Chapter 12

ἐντεῦθεν οἱ στρατιῶται κατὰ βραχὺ τῆς πρὸς Ἀλέξανδρον εὐνοίας ἀποστατοῦντες ἀπρόθυμοι περὶ τὰς τούτου προστάξεις ἐφαίνοντο, καὶ δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν ῥᾳθυμίαν εἰς στάσεις ἐχώρουν, συστραφέντες τε παρήγαγον Ἀντωνῖνον εἰς βασιλείαν.

ἐπεὶ δὲ τὸν ὄγκον οὐκ ἐνεγκὼν τῆς ἀρχῆς φυγῇ κατέστησεν ἑαυτὸν ἀφανῆ, καὶ Οὐράνιος δέ τις ἐκ δουλείου γένους ἀναρρηθεὶς παραχρῆμα μετὰ τῆς ἁλουργίδος Ἀλεξάνδρῳ προσήχθη, τὸ μὲν κατὰ τοῦ βασιλέως ηὐξάνετο μῖσος, ὃ δὲ ἐπὶ τοῖς πανταχόθεν περιεστῶσιν ἀπορούμενος τῷ τε σώματι καὶ τοῖς κατὰ φύσιν λογισμοῖς ἀλλοιότερος ἦν, ὥστε καὶ φιλαργυρίας αὐτῷ νόσον ἐνσκῆψαι καὶ χρημάτων ἐγκεῖσθαι συλλογῇ, ταῦτά τε παρὰ τῇ μητρὶ θησαυρίζειν.

Chapter 13

ἐχόντων δὲ αὐτῷ τῶν πραγμάτων οὐχ ὑγιῶς, τὰ περὶ Παιονίαν καὶ Μυσίαν στρατεύματα καὶ πρότερον ἀλλοτρίως πρὸς αὐτὸν διακείμενα, τότε δὴ μᾶλλον πρὸς ἀπόστασιν ἐξηρέθιστο. τραπέντα δὲ εἰς νεωτερισμὸν ἄγει Μαξιμῖνον εἰς βασιλείαν, τότε τῆς Παιονικῆς ἴλης ἐξηγούμενον. καὶ Μαξιμῖνος μὲν τὰς περὶ αὐτὸν δυνάμεις ἀγείρας ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἀπαρασκεύῳ τῷ βασιλεῖ ῥᾷον οἰόμενος ἐπιθήσεσθαι:

Ἀλέξανδρος δὲ ἐν τοῖς περὶ τὸν Ῥῆνον ἔθνεσι διατρίβων, κἀκεῖσε τὰ νεωτερισθέντα μαθών, τῆς ἐπὶ τὴν Ῥώμην εἴχετο πορείας. ἐπαγγελλόμενος δὲ τοῖς στρατιώταις καὶ αὐτῷ Μαξιμίνῳ συγγνώμην εἰ τοῖς ἐγχειρηθεῖσιν ἐνδοῖεν, ὡς οὐχ οἷός τε γέγονεν τούτους ὑπαγαγέσθαι, πάσαις ἀπογνοὺς ταῖς ἐλπίσιν ἑαυτὸν ἐπιδέδωκεν τρόπον τινὰ τῇ σφαγῇ. Μαμαία δὲ προσελθοῦσα μετὰ τῶν ὑπάρχων ἐκ τῆς αὐλῆς ὡς δὴ τὴν ταραχὴν καταπαύσουσα αὐτή τε κατασφάττεται καὶ οἱ ὕπαρχοι σὺν αὐτῇ.

Τῆς δὲ βασιλείας ἤδη βεβαίως παρὰ Μαξιμίνου κατεχομένης, ἐν μεταμελείᾳ πάντες ἦσαν ὡς τυραννίδα πικρὰν μετρίας ἀλλαξάμενοι βασιλείας. γένους γὰρ ὢν ἀφανοῦς, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ὅσα φύσει προσῆν αὐτῷ πλεονεκτήματα, τῇ τῆς ἐξουσίας ἐξέφαινεν παρρησίᾳ καὶ πᾶσιν ἀφόρητος ἦν, οὐχ ὑβρίζων εἰς τοὺς ἐν τέλει μόνον, ἀλλὰ καὶ μετὰ πάσης ὠμότητος τοῖς πράγμασι προσιών, μόνους δὲ θεραπεύων τοὺς συκοφάντας, ὅσοι μάλιστα τοὺς ἀπράγμονας κατεμήνυον ὡς ὀφείλοντάς τι τοῖς βασιλικοῖς ταμιείοις. ἤδη δὲ καὶ εἰς φόνους ἀκρίτους ἐχώρει χρημάτων ἐπιθυμίᾳ, καὶ ὅσα τῶν πόλεων ἦν οἰκεῖα ἐποίει, μετὰ τοῦ καὶ τοὺς οἰκήτορας τῶν οὐσιῶν ἀφαιρεῖσθαι.

Chapter 14

βαρυνομένων δὲ τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἐπὶ τῇ λίαν ὠμότητι καὶ συνταραττομένων ἐπὶ ταῖς προφανέσι πλεονεξίαις, οἱ τὴν Λιβύην οἰκοῦντες Γορδιανὸν καὶ τὸν ὁμώνυμον τούτῳ παῖδα βασιλέας ἀναδείξαντες, ἔστειλαν ἐν Ῥώμῃ πρέσβεις ἄλλους τε καὶ Βαλεριανόν, ὃς τοῦ ὑπατικοῦ τάγματος ὢν ἐβασίλευσεν ὕστερον. ἡ δὲ σύγκλητος τὸ πραχθὲν ἀσμενίσασα παρεσκευάζετο πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, τούς τε στρατιώτας εἰς ἐπανάστασιν ἐρεθίζουσα καὶ τὸν δῆμον ἀναμιμνήσκουσα τῶν εἰς ἕκαστον ἰδίᾳ καὶ κοινῇ πάντας ἀδικημάτων.

ἐπεὶ δὲ πᾶσι ταῦτα ἐδόκει, προχειρίζονται τῆς βουλῆς ἄνδρας εἴκοσι στρατηγίας ἐμπείρους: ἐκ τούτων αὐτοκράτορας ἑλόμενοι δύο, Βαλβῖνον καὶ Μάξιμον, προκαταλαβόντες τὰς ἐπὶ τὴν Ῥώμην φερούσας ὁδοὺς ἕτοιμοι πρὸς τὴν ἐπανάστασιν ἦσαν.

Chapter 15

τοῦ δὲ Μαξιμίνου τούτων ἀπαγγελθέντων ἐπὶ τὴν Ῥώμην ὁρμήσαντος ἅμα τοῖς Μαυρουσίοις καὶ Κελτικοῖς τέλεσιν, οἱ μὲν τὴν Ἀκυληίαν τεταγμένοι φυλάττειν ἀποκλείσαντες αὐτῷ τὰς πύλας ἐς πολιορκίαν καθίσταντο, τῶν δὲ συναραμένων αὐτῷ μόλις τὸ κοινῇ λυσιτελοῦν ἑλομένων συμφρονησάντων τε τοῖς καθελεῖν τὸν Μαξιμῖνον ἐσπουδακόσιν, εἰς ἔσχατον ἐληλακὼς κινδύνου προσάγει τὸν παῖδα τοῖς στρατιώταις ἱκέτην, ὡς ἀρκέσοντα διὰ τὴν ἡλικίαν εἰς οἶκτον ἐκ τῆς ὀργῆς αὐτοὺς μεταστῆσαι.

τῶν δὲ θυμῷ μείζονι τόν τε νέον οἰκτρῶς ἀνελόντων καὶ αὐτὸν παραχρῆμα κατασφαξάντων, ἐπελθών τις καὶ τὴν κεφαλὴν χωρίσας τοῦ σώματος ἐπὶ τὴν Ῥώμην ἐπήγαγεν, σημεῖον ἐμφανὲς τοῦτο τῆς νίκης ποιούμενος. ταύτῃ τοίνυν ἀπαλλαγέντες τοῦ δέους τὴν ἐκ Λιβύης τῶν βασιλέων ἀνέμενον ἄφιξιν.

Chapter 16

Τῶν δὲ βίᾳ χειμῶνος ἐν τῷ πλεῖν ἀπολομένων, Γορδιανῷ θατέρου τούτων ὄντι παιδὶ τὴν τῶν ὅλων ἡγεμονίαν ἡ γερουσία παρέδωκεν, ἐφ̓ οὗ τῆς προλαβούσης κατηφείας ὁ Ῥωμαίων ἀνίετο δῆμος, τοῦ βασιλέως σκηνικοῖς τε καὶ γυμνικοῖς ἀγῶσι τοὺς πολίτας ἀπαγαγόντος.

πάντων δὲ ὥσπερ ἐκ κάρου βαθέος ἀνασφηλάντων, ἐπιβουλὴ κατὰ. τοῦ βασιλεύοντος λαθραία συνίσταται, Μαξίμου καὶ Βαλβίνου στρατιώτας αὐτῷ τινὰς ἐπαναστησάντων: ἧς φωραθείσης αὐτοί τε οἱ τῆς σκευωρίας ἄρξαντες ἀναιροῦνται καὶ τῶν κοινωνησάντων αὐτοῖς οἱ πολλοί.

Chapter 17

μετ̓ οὐ πολὺ δὲ καὶ Καρχηδόνιοι τῆς τοῦ βασιλέως εὐνοίας ἀλλοτριωθέντες Σαβινιανὸν εἰς βασιλείαν παράγουσιν: Γορδιανοῦ δὲ κινήσαντος τὰς ἐν Λιβύῃ δυνάμεις, ἐπανελθόντες πρὸς αὐτὸν τῇ γνώμῃ τὸν μὲν ἐπιθέμενον τῇ τυραννίδι παραδιδόασι, συγγνώμης δὲ τυχόντες τῶν περισχόντων αὐτοὺς κινδύνων ἠλευθερώθησαν.

ἐν τούτῳ δὴ πρὸς γάμον ἄγεται Γορδιανὸς Τιμησικλέους θυγατέρα, τῶν ἐπὶ παιδεύσει διαβοήτων ἀνδρός, ὃν ὕπαρχον τῆς αὐλῆς ἀναδείξας ἔδοξεν τὸ διὰ τὸ νέον τῆς ἡλικίας τῇ κηδεμονιᾳ τῶν πραγμάτων ἐλλεῖπον ἀναπληροῦν.

Chapter 18

Ἤδη δὲ τῆς βασιλείας οὔσης ἐν ὀχυρῷ, Πέρσαι τοῖς κατὰ τὴν ἑῴαν ἔθνεσιν ἐπιέναι προσεδοκῶντο, τὴν ἀρχὴν Σαπώρου παραλαβόντος μετὰ Ἀρταξέρξην τὸν ἀπὸ Παρθυαίων αὖθις εἰς Πέρσας τὴν ἀρχὴν μεταστήσαντα: μετὰ γὰρ Ἀλέξανδρον τὸν Φιλίππου καὶ τοὺς διαδεξαμένους τὴν Μακεδόνων ἀρχήν, Ἀντιόχου τῶν ἄνω σατραπειῶν ἄρχοντος Ἀρσάκης ὁ Παρθυαῖος διὰ τὴν εἰς τὸν ἀδελφὸν Τηριδάτην ὕβριν ἀγανακτήσας, πόλεμον πρὸς τὸν Ἀντιόχου σατράπην ἀράμενος, αἰτίαν δέδωκεν Παρθυαίοις ἐκβαλοῦσι Μακεδόνας εἰς ἑαυτοὺς τὴν ἀρχὴν περιστῆσαι.

τότε τοίνυν ἐπὶ Πέρσας ὁ βασιλεὺς ᾔει παρασκευῇ τῇ πάσῃ. τοῦ δὲ Ῥωμαϊκοῦ στρατοῦ δόξαντος ἐν τῇ πρώτῃ μάχῃ κεκρατηκέναι, Τιμησικλῆς ὁ τῆς αὐλῆς ὕπαρχος τελευτήσας ἠλάττωσε πολὺ τῷ βασιλεῖ τὴν ἐπὶ τῇ ἀσφαλείᾳ τῆς ἡγεμονίας πεποίθησιν. Φιλίππου γὰρ ὑπάρχου προχειρισθέντος, κατὰ βραχὺ τὰ τῆς εἰς τὸν βασιλέα τῶν στρατιωτῶν εὐνοίας ὑπέρρει.

ὁρμώμενος γὰρ ἐξ Ἀραβίας, ἔθνους χειρίστου, καὶ οὐδὲ ἐκ τοῦ βελτίονος εἰς τύχης ἐπίδοσιν προελθών, ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν εἰς ἐπιθυμίαν βασιλείας ἐτράπη: καὶ τῶν στρατιωτῶν τοὺς εἰς τὸ νεωτερίζειν ἐπιρρεπεῖς οἰκειούμενος, ἐπειδὴ τὴν τῶν στρατιωτικῶν σιτήσεων συγκομιδὴν ἅλις ἔχουσαν εἶδεν, ἔτι τοῦ βασιλέως περὶ Κάρρας καὶ Νέσσεβιν σὺν τῷ στρατῷ διατρίβοντος αὐτὸς ἐνδοτέρω τὰς ναῦς, αἳ τὴν στρατιωτικὴν τροφὴν εἶχον, εἰσιέναι διέταττεν, ὡς ἂν ἡ στρατιὰ λιμῷ πιεζομένη καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀνασταίη πρὸς στάσιν.

Chapter 19

ἐκβάσης δὲ εἰς ἔργον αὐτῷ τῆς σκέψεως, οἱ στρατιῶται πρόφασιν τὴν τῶν ἀναγκαίων ἔνδειαν ποιησάμενοι, σὺν οὐδενὶ κόσμῳ τὸν Γορδιανὸν περιστάντες ὡς αἴτιον τῆς τοῦ στρατοπέδου φθορᾶς ἀναιροῦσι, Φιλίππῳ τὴν ἁλουργίδα κατὰ τὸ συγκείμενον περιθέντες. ὃ δὲ πρὸς μὲν Σαπώρην ἔθετο φιλίαν ἐνώμοτον, λύσας δὲ τὸν πόλεμον ἐπὶ τὴν Ῥώμην ἐξώρμα, τοὺς μὲν στρατιώτας ἁδραῖς διαδόσεσιν θεραπεύων, εἰς δὲ τὴν Ῥώμην ἐκπέμπων τοὺς ὅτι νόσῳ τετελεύτηκεν Γορδιανὸς ἀγγελοῦντας.

ἐπεὶ δὲ εἰς τὴν Ῥώμην ἀφίκετο, τοὺς ἐν τέλει τῆς βουλῆς λόγοις ἐπιεικέσιν ὑπαγαγόμενος ᾠήθη δεῖν τὰς μεγίστας τῶν ἀρχῶν τοῖς οἰκειότατα πρὸς αὐτὸν ἔχουσιν παραδοῦναι, καὶ Πρίσκον μὲν ἀδελφὸν ὄντα τῶν κατὰ Συρίαν προεστήσατο στρατοπέδων, Σεβηριανῷ δὲ τῷ κηδεστῇ τὰς ἐν Μυσίᾳ καὶ Μακεδονίᾳ δυνάμεις ἐπίστευσεν.

Chapter 20

τούτῳ δὲ βεβαίως ἕξειν τὴν ἀρχὴν οἰηθεὶς αὐτὸς ἐπὶ Κάρπους ἐστράτευεν ἤδη τὰ περὶ τὸν Ἴστρον λῃσαμένους. μάχης δὲ γενομένης οὐκ ἐνεγκόντες οἱ βάρβαροι τὴν προσβολήν, εἴς τι φρούριον συμφυγόντες ἐν πολιορκίᾳ καθίσταντο. θεασάμενοι δὲ τοὺς ἐξ αὑτῶν ἄλλους ἄλλῃ διασπαρέντας αὖθις συνειλεγμένους, ἅμα τε ἀνεθάρρησαν καὶ ὑπεξελθόντες τῷ Ῥωμαϊκῷ στρατοπέδῳ συνέπιπτον.

οὐχ ὑποστάντες δὲ τὴν τῶν Μαυρουσίων ὁρμὴν λόγους περὶ σπονδῶν ἐποιήσαντο, οἷς ὁ Φίλιππος ῥᾷον θέμενος ἀνεχώρει. πολλῶν δὲ κατὰ ταὐτὸν ἐμπεσουσῶν ταραχῶν τοῖς πράγμασι, τὰ μὲν κατὰ τὴν ἑῴαν ταῖς τῶν φόρων εἰσπράξεσι καὶ τῷ Πρίσκον, ἄρχειν τῶν ἐκεῖσε καθεσταμένον ἐθνῶν, ἀφόρητον ἅπασιν εἶναι βαρυνόμενα, καὶ διὰ τοῦτο πρὸς τὸ νεωτερίζειν τραπέντα, Ἰωταπιανὸν παρήγαγον εἰς τὴν τῶν ὅλων ἀρχήν, τὰ δὲ Μυσῶν τάγματα καὶ Παιόνων Μαρῖνον.

Chapter 21

συνταραχθέντος δὲ ἐπὶ τούτοις Φιλίππου, καὶ δεομένου τῆς γερουσίας ἢ συλλαβέσθαι οἱ πρὸς τὰ καθεστῶτα ἢ γοῦν, εἰ τῇ αὐτοῦ δυσαρεστοῖεν ἀρχῇ, ταύτης ἀφεῖναι, μηδενὸς δὲ τὸ παράπαν ἀποκριναμένου, Δέκιος καὶ γένει προέχων καὶ ἀξιώματι, προσέτι δὲ καὶ πάσαις διαπρέπων ταῖς ἀρεταῖς, μάτην ἔλεγεν αὐτὸν ἐπὶ τουτοις ἀγωνιᾶν: ῥᾷον γὰρ ἐν ἑαυτοῖς ταῦτα διαφθαρήσεσθαι,

τὸ βέβαιον ἔχειν οὐδαμόθεν δυνάμενα. ἐκβάντων δὲ εἰς ἔργον ὧν ὁ Δέκιος ἐκ τῆς τῶν πραγμάτων ἐτεκμήρατο πείρας, Ἰωταπιανοῦ τε καὶ Μαρίνου σὺν οὐ πολλῷ πόνῳ καθαιρεθέντων, οὐδὲν ἧττον ἐν φόβοις ὁ Φίλιππος ἦν, τὸ τῶν στρατιωτῶν μῖσος περὶ τοὺς ἐκεῖσε ταξιάρχους καὶ ἡγεμόνας εἰδώς. παρεκάλει τοίνυν τὸν Δέκιον τῶν ἐν Μυσίᾳ καὶ Παιονίᾳ ταγμάτων ἀναδέξασθαι τὴν ἀρχήν. τοῦ δὲ διὰ τὸ καὶ ἑαυτῷ καὶ Φιλίππῳ τοῦτ̓ ἀξύμφορον ἡγεῖσθαι παραιτουμένου, τῇ Θετταλικῇ λεγομένῃ πειθανάγκῃ χρησάμενος ἐκπέμπει κατὰ τὴν Παιονίαν αὐτόν, σωφρονιοῦντα τοὺς ἐκεῖσε τὰ Μαρίνου φρονήσαντας.

οἱ δὲ ταύτῃ στρατιῶται τὸν Δέκιον ὁρῶντες τοῖς ἡμαρτηκόσιν ἐπεξιόντα, κάλλιον εἶναι σφίσιν ἡγήσαντο καὶ τὸν παρὰ πόδας ἀποσείσασθαι κίνδυνον καὶ ἅμα προστήσασθαι μόναρχον, ὃς καὶ τῶν κοινῶν ἂν ἐπιμεληθείη κρεῖσσον καὶ οὐ σὺν πόνῳ περιέσται Φιλίππου, πολιτικῇ τε ἀρετῇ καὶ πολεμικῇ πείρᾳ προήκων.

Chapter 22

περιθέντες οὖν αὐτῷ τὴν ἁλουργίδα, καὶ ἐφ̓ ἑαυτῷ λοιπὸν ὀρρωδοῦντα πρὸς τὴν τῶν πραγμάτων καὶ ἄκοντα συνωθοῦσι κηδεμονίαν. Φίλιππος τοίνυν, τῆς Δεκίου προσαγγελθείσης ἀναρρήσεως αὐτῷ, τὰ στρατόπεδα συναγαγὼν ἤλαυνεν ὡς ἐπιθησόμενος. οἱ δὲ σὺν τῷ Δεκίῳ, καίπερ πολλῷ πλείους εἶναι τοὺς ἐναντίους εἰδότες, ὅμως ἐθάρρουν, τῇ Δεκίου πεποιθότες ἐπιστήμῃ καὶ περὶ πάντα προνοίᾳ.

συμπεσόντων δὲ τῶν στρατοπέδων ἀλλήλοις, καὶ τοῦ μὲν τῷ πλήθει τοῦ δὲ τῇ στρατηγίᾳ πλεονεκτοῦντος, ἔπεσον μὲν ἐκ τῆς Φιλίππου μερίδος πολλοί, καὶ αὐτὸς δὲ σὺν αὐτοῖς ἀναιρεῖται, καὶ τοῦ παιδός, ὃν ἔτυχεν τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμήσας, ἀποσφαγέντος. οὕτω μὲν οὖν Δέκιος τῆς τῶν ὅλων ἀρχῆς ἐγένετο κύριος.

Chapter 23

Τῶν δὲ πραγμάτων διὰ τὴν Φιλίππου περὶ πάντα ἐκμέλειαν ταραχῆς πληρωθέντων, Σκύθαι τὸν Τάναϊν διαβάντες ἐλῄζοντο τὰ περὶ τὴν Θρᾴκην χωρία: οἷς ἐπεξελθὼν Δέκιος καὶ ἐν πάσαις κρατήσας ταῖς μάχαις, παρελόμενος δὲ καὶ τῆς λείας ἣν ἔτυχον εἰληφότες, ἀποκλείειν αὐτοῖς ἐπειρᾶτο τὴν οἴκαδε ἀναχώρησιν, διαφθεῖραι πανωλεθρίᾳ διανοούμενος, ὡς ἂν μὴ καὶ αὖθις ἑαυτοὺς συναγαγόντες ἐπέλθοιεν.

Γάλλον δὴ ἐπιστήσας τῇ τοῦ Τανάϊδος ὄχθῃ μετὰ δυνάμεως ἀρκούσης αὐτὸς τοῖς λειπομένοις ἐπῄει. χωρούντων δὲ τῶν πραγμάτων αὐτῷ κατὰ νοῦν, εἰς τὸ νεωτερίζειν ὁ Γάλλος τραπεὶς ἐπικηρυκεύεται πρὸς τοὺς βαρβάρους, κοινωνῆσαι τῆς ἐπιβουλῆς τῆς κατὰ Δεκίου παρακαλῶν. ἀσμενέστατα δὲ τὸ προταθὲν δεξαμένων, ὁ Γάλλος μὲν τῆς ἐπὶ τῇ τοῦ Τανάϊδος ὄχθῃ φυλακῆς εἴχετο, οἱ δὲ βάρβαροι διελόντες αὑτοὺς τριχῇ διέταξαν ἔν τινι τόπῳ τὴν πρώτην μοῖραν, οὗ

προβέβλητο τέλμα. τοῦ Δεκίου δὲ τοὺς πολλοὺς αὐτῶν διαφθείραντος, τὸ δεύτερον ἐπεγένετο τάγμα: τραπέντος δὲ καὶ τούτου, ἐκ τοῦ τρίτου τάγματος ὀλίγοι πλησίον τοῦ τέλματος ἐπεφάνησαν. τοῦ δὲ Γάλλου διὰ τοῦ τέλματος ἐπ’ αὐτοὺς ὁρμῆσαι τῷ Δεκίῳ σημήναντος, ἀγνοίᾳ τῶν τόπων ἀπερισκέπτως ἐπελθών, ἐμπαγείς τε ἅμα τῇ σὺν αὐτῷ δυνάμει τῷ πηλῷ καὶ πανταχόθεν ὑπὸ τῶν βαρβάρων ἀκοντιζόμενος μετὰ τῶν συνόντων αὐτῷ διεφθάρη, διαφυγεῖν οὐδενὸς δυνηθέντος. Δεκίῳ μὲν οὖν ἄριστα βεβασιλευκότι τέλος τοιόνδε συνέβη:

Chapter 24

παρελθόντος δὲ εἰς τὴν ἀρχὴν τοῦ Γάλλου, καὶ συναναδείξαντος ἑαυτῷ τὸν παῖδα Οὐολουσιανὸν βασιλέα, μόνον τε οὐχὶ βοῶντος ὡς ἐξ ἐπιβουλῆς αὐτοῦ Δέκιος μετὰ τοῦ στρατεύματος διεφθάρη, τὰ τῆς εὐημερίας τῶν βαρβάρων αὔξην ἐλάμβανεν:

οὐ γὰρ μόνον ἐπανελθεῖν αὐτοῖς εἰς τὰ οἰκεῖα ξυνεχώρει μετὰ τῆς λείας ὁ Γάλλος, ἀλλὰ καὶ χρημάτων τι μέτρον ἔτους ἑκάστου χορηγεῖν ὑπέσχετο, καὶ τοὺς αἰχμαλώτους, οἳ μάλιστα τῶν εὐπατριδῶν ἦσαν, ἐνεδίδου κατ̓ ἐξουσίαν ἀπάγειν, ὧν οἱ πλείους ἐκ τῆς ἐν Θρᾴκῃ Φιλιππουπόλεως ἁλούσης ἔτυχον εἰλημμένοι.

Chapter 25

Ταῦτα οὕτως οὕτως ὁ Γάλλος διῳκηκὼς εἰς τὴν Ῥώμην ἀφίκετο, μέγα φρονῶν ἐπὶ τῇ τεθείσῃ πρὸς τοὺς βαρβάρους εἰρήνῃ. καὶ τὴν μὲν ἀρχὴν εὐφήμως τῆς Δεκίου βασιλείας ἐμέμνητο, καὶ τὸν ἔτι περιόντα τῶν αὐτοῦ παίδων ἐποιεῖτο:

χρόνου δὲ προϊόντος εἰς δέος καταστὰς μή ποτέ τινες τῶν εἰς τὰ πράγματα νεωτερίζειν εἰωθότων εἰς μνήμην τῶν Δεκίου βασιλικῶν ἀρετῶν ἀνατρέχοντες τῷ τούτου παιδὶ τὴν τῶν ὅλων ἀρχὴν παραδοῖεν, ἐπιβουλεύει θάνατον αὐτῷ, οὔτε τῆς ποιήσεως οὔτε τοῦ καλῶς ἔχοντος λόγον τινὰ ποιησάμενος.

Chapter 26

ἐκμελῶς δὲ τοῦ Γάλλου τὴν ἀρχὴν μεταχειριζομένου, Σκύθαι πρῶτον μὲν τὰ πλησιόχωρα σφίσι συνετάραττον ἔθνη, προϊόντες δὲ ὁδῷ καὶ τὰ μέχρι θαλάττης αὐτῆς ἐλῄζοντο, ὥστε μηδὲ ἓν ἔθνος Ῥωμαίοις: ὑπήκοον ἀπόρθητον ὑπὸ τούτων καταλειφθῆναι, πᾶσαν δὲ ὡς εἰπεῖν ἀτείχιστον πόλιν καὶ τῶν ὠχυρωμένων τείχεσι τὰς πλείους ἁλῶναι.

οὐχ ἧττον δὲ τοῦ πανταχόθεν ἐπιβρίσαντος πολέμου καὶ ὁ λοιμὸς πόλεσίν τε καὶ κώμαις ἐπιγενόμενος, εἴ τι λελειμμένον ἦν ἀνθρώπειον γένος, διέφθειρεν, οὔπω πρότερον ἐν τοῖς φθάσασι χρόνοις τοσαύτην ἀνθρώπων ἀπώλειαν ἐργασάμενος.

Chapter 27

Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, καὶ τῶν κρατούντων οὐδαμῶς οἵων τε ὄντων ἀμῦναι τῷ πολιτεύματι, πάντα δὲ τὰ τῆς Ῥώμης ἔξω περιορώντων, αὖθις Γότθοι καὶ Βορανοὶ καὶ Οὐρουγοῦνδοι καὶ Κάρποι τὰς κατὰ τὴν Εὐρώπην ἐλῄζοντο πόλεις, εἴ τι περιλελειμμένον ἦν οἰκειούμενοι.

Πέρσαι δὲ τὴν Ἀσίαν ἐπῄεσαν, τήν τε μέσην καταστρεφόμενοι τῶν ποταμῶν καὶ ἐπὶ Συρίαν προϊόντες ἄχρι καὶ Ἀντιοχείας αὐτῆς, ἕως εἷλον καὶ ταύτην τῆς ἑῴας πάσης μητρόπ̔??ʼλιν οὖσαν, καὶ τοὺς μὲν κατασφάξαντες τῶν οἰκητόρων τοὺς δὲ αἰχμαλώτους ἀπαγαγόντες ἅμα λείας ἀναριθμήτῳ πλήθει οἴκαδε ἀπῄεσαν, πᾶν ὁτιοῦν ἴδιον ἢ δημόσιον τῆς πόλεως οἰκοδόμημα διαφθείραντες, οὐδενὸς παντάπασιν ἀντιστάντος. Πέρσαις μὲν οὖν ἐξεγένετο ῥᾳδίως τὴν Ἀσίαν κατακτήσασθαι πᾶσαν, εἰ μὴ τῇ τῶν λαφύρων ὑπερβολῇ περιχαρεῖς γεγονότες ἀσμένως ταῦτα περισῶσαι καὶ ἀπαγαγεῖν οἴκοι διενοήθησαν:

Chapter 28

τῶν δὲ Σκυθῶν ὅσον ἦν τῆς Εὐρώπης ἐν ἀδείᾳ πολλῇ νεμομένων, ἤδη δὲ καὶ διαβάντων εἰς τὴν Ἀσίαν καὶ τὰ μέχρι Καππαδοκίας καὶ Πισινοῦντος καὶ Ἐφέσου λῃσαμένων, Αἰμιλιανὸς Παιονικῶν ἡγούμενος τάξεων, ἀτόλμους ὄντας τοὺς ὑφ̓ ἑαυτὸν στρατιώτας ἀντιστῆναι τῇ τῶν βαρβάρων εὐημερίᾳ παραθαρσύνας ὡς οἷός τε ἦν, καὶ τοῦ Ῥωμαίων ἀξιώματος ἀναμνήσας, ἐπῄει τοῖς εὑρεθεῖσιν ἐκεῖσε βαρβάροις ἀπροσδοκήτως.

καὶ τοὺς πολλοὺς ἀνελών, ἤδη δὲ καὶ ἐπὶ τὴν ἐκείνων γῆν τοὺς στρατιώτας διαβιβάσας καὶ παραδόξως πᾶν τὸ προσπεσὸν διαφθείρας, παρὰ πᾶσάν τε ἐλπίδα τὰ Ῥωμαίοις ὑπήκοα τῆς ἐκείνων μανίας ἐλευθερώσας, αἱρεῖται παρὰ τῶν τῇδε στρατιωτῶν αὐτοκράτωρ. συναγαγὼν δὲ τὰς αὐτόθι δυνάμεις ἐκ τῆς κατὰ τῶν βαρβάρων νίκης ἐρρωμενεστέρας γεγενημένας ἐπὶ τὴν Ἰταλίαν ἤλαυνεν, ἀπαρασκεύῳ τῷ Γάλλῳ βουλόμενος εἰς μάχην ἐλθεῖν.

ὃ δὲ τῶν κατὰ τὴν ἑῴαν πεπραγμένων ἀνήκοος ὢν αὐτὸς μὲν τοῖς παρατυχοῦσι παρεσκευάζετο, Βαλεριανὸν δὲ ἔστελλεν τὰ ἐν Κελτοῖς καὶ Γερμανοῖς τάγματα οἴσοντα. μετὰ πολλοῦ δὲ τάχους Αἰμιλιανοῦ τῇ Ἰταλίᾳ προσαγαγόντος, ἐπειδὴ πλησίον ἀλλήλων γέγονε τὰ στρατεύματα, πολλῷ τὸν Γάλλον ἐλαττούμενον ταῖς δυνάμεσιν ὁρῶντες οἱ σὺν αὐτῷ, καὶ ἅμα πρὸς τὸ ἐκμελὲς καὶ ἀνειμένον τοῦ ἀνδρὸς ἀποβλέποντες, ἀναιροῦσιν αὐτὸν μετὰ τοῦ παιδός, καὶ προσχωρήσαντες Αἰμιλιανῷ κρατύνειν ἔδοξαν αὐτῷ τὴν ἀρχήν.

Chapter 29

Βαλεριανοῦ δὲ μετὰ τῶν ὑπὲρ τὰς Ἄλπεις δυνάμεων ἐπὶ τὴν Ἰταλίαν ἐλαύνοντος καὶ σὺν πολλῷ πλήθει τὸν Αἰμιλιανὸν καταπολεμῆσαι προθυμουμένου, θεωροῦντες οἱ σὺν αὐτῷ στρατιωτικῶς μᾶλλον αὐτὸν ἤ ἀρχικῶς προσιόντα τοῖς πράγμασιν, ὡς πρὸς βασιλείαν ἀναρμόδιον ἀναιροῦσιν.

Παρελθὼν δὲ Βαλεριανὸς κοινῇ γνώμῃ πρὸς τὴν τῶν ὅλων ἀρχὴν σπουδὴν ἐποιεῖτο τὰ πράγματα εὖ διαθεῖναι. Σκυθῶν δὲ ἐξ ἠθῶν ἀναστάντων καὶ Μαρκομαννῶν πρὸς τούτοις ἐξ ἐφόδου τὰ πρόσοικα τῇ Ῥωμαίων ἀρχῇ χωρία λεηλατούντων, εἰς ἔσχατον μὲν ἡ Θεσσαλονίκη περιέστη κινδύνου, μόλις δὲ καὶ σὺν πόνῳ πολλῷ τῆς πολιορκίας λυθείσης τῶν ἔνδον καρτερῶς ἀντισχόντων, ταραχαῖς ἡ Ἑλλὰς ἐξητάζετο πᾶσα.

καὶ Ἀθηναῖοι μὲν τοῦ τείχους ἐπεμελοῦντο μηδεμιᾶς, ἐξότε Σύλλας τοῦτο διέφθειρεν, ἀξιωθέντος φροντίδος, Πελοποννήσιοι δὲ τὸν Ἰσθμὸν διετείχιζον, κοινὴ δὲ παρὰ πάσης φυλακὴ τῆς Ἑλλάδος ἐπ’ ἀσφαλείᾳ τῆς χώρας ἐγίνετο.

Chapter 30

συνιδὼν δὲ ὁ Οὐαλεριανὸς τὸν πανταχόθεν ἐπικείμενον τῇ Ῥωμαίων ἀρχῇ κίνδυνον, αἱρεῖται Γαλιηνὸν τὸν παῖδα τῆς ἀρχῆς κοινωνόν. ἐνοχλουμένων δὲ τῶν πραγμάτων ἁπανταχόθεν, αὐτὸς μὲν ἐπὶ τὴν ἑῴαν ἤλαυνεν Πέρσαις ἀντιστησόμενος, τῷ δὲ παιδὶ τὰ ἐν τῇ Εὐρώπῃ στρατόπεδα παρεδίδου, τοῖς πανταχόθεν ἐπιοῦσι βαρβάροις μετὰ τῶν ἐκεῖσε δυνάμεων ἀντιστῆναι παρεγγυήσας.

ὁρῶν δὲ ὁ Γαλλιηνὸς τῶν ἄλλων ἐθνῶν ὄντα τὰ Γερμανικὰ χαλεπώτερα σφοδρότερόν τε τοῖς περὶ τὸν Ῥῆνον οἰκοῦσιν Κελτικοῖς ἔθνεσιν ἐνοχλοῦντα, τοῖς μὲν τῇδε πολεμίοις αὐτὸς ἀντετάττετο, τοῖς δὲ τὰ περὶ τὴν Ἰταλίαν καὶ τὰ ἐν Ἰλλυριοῖς καὶ τὴν Ἑλλάδα προθυμουμένοις λῄσασθαι τοὺς στρατηγοὺς ἅμα τοῖς ἐκεῖσε στρατεύμασιν ἔταξε διαπολεμεῖν. αὐτὸς μὲν οὖν τὰς τοῦ Ῥήνου διαβάσεις φυλάττων ὡς οἷόν τε ἦν, πῇ μὲν ἐκώλυεν περαιοῦσθαι, πῇ δὲ καὶ διαβαίνουσιν ἀντετάττετο.

πλήθει δὲ παμπόλλῳ μετὰ δυνάμεως ἐλάττονος πολεμῶν, ἐν ἀπόροις τε ὤν, ἔδοξεν ἐν μέρει τὸν κίνδυνον ἐλαττοῦν τῷ σπονδὰς πρός τινα τῶν ἡγουμένων ἔθνους Γερμανικοῦ πεποιῆσθαι: τούς τε γὰρ ἄλλους βαρβάρους ἐκώλυεν οὗτος συνεχεῖς διὰ τοῦ Ῥήνου ποιεῖσθαι τὰς διαβάσεις, καὶ τοῖς ἐπιοῦσιν ἀνθίστατο. καὶ τὰ μὲν παροικοῦντα τὸν Ῥῆνον ἐν τούτοις ἦν,

Chapter 31

Βορανοὶ δὲ καὶ Γότθοι καὶ Κάρποι καὶ Οὐρουγοῦνδοι ʽγένη δὲ ταῦτα περὶ τὸν Ἴστρον οἰκοῦντἀ μέρος οὐδὲν τῆς Ἰταλίας ἢ τῆς Ἰλλυρίδος καταλείποντες ἀδῄωτον διετέλουν, οὐδενὸς ἀνθισταμένου πάντα ἐπινεμόμενοι. Βορανοὶ δὲ καὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως ἐπειρῶντο, καὶ ῥᾷόν γε κατεπράξαντο ταύτην διὰ τῶν οἰκούντων τὸν Βόσπορον, δέει μᾶλλον ἢ γνώμῃ πλοῖά τε δεδωκότων καὶ ἡγησαμένων τῆς διαβάσεως.

ἕως μὲν γὰρ βασιλεῖς αὐτοῖς ἦσαν παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν ἀρχήν, διά τε τὴν πρὸς Ῥωμαίους φιλίαν καὶ τὸ τῶν ἐμποριῶν εὐσύμβολον καὶ τὰ παρὰ τῶν βασιλέων αὐτοῖς ἔτους ἑκάστου πεμπόμενα δῶρα διετέλουν εἴργοντες ἐπὶ τὴν Ἀσίαν διαβῆναι βουλομένους τοὺς Σκύθας:

ἐπεὶ δὲ τοῦ βασιλείου γένους διαφθαρέντος ἀνάξιοί τινες καὶ ἀπερριμμένοι τῆς ἡγεμονίας κατέστησαν κύριοι, δεδιότες ἐφ̓ ἑαυτοῖς τὴν διὰ τοῦ Βοσπόρου τοῖς Σκύθαις ἐπὶ τὴν Ἀσίαν δεδώκασιν πάροδον, πλοίοις αὐτοὺς οἰκείοις διαβιβάσαντες, ἃ πάλιν ἀναλαβόντες ἀνεχώρησαν ἐπ’ οἴκου.

Chapter 32

τῶν δὲ Σκυθῶν τὰ ἐν ποσὶ πάντα λῃζομένων, οἱ μὲν τὴν παραλίαν οἰκοῦντες τοῦ Πόντου πρὸς τὰ μεσόγεια καὶ ὀχυρώτατα ἀνεχώρουν, οἱ δὲ βάρβαροι τῷ Πιτυοῦντι πρώτῳ προσέβαλλον, τείχει τε μεγίστῳ περιβεβλημένῳ καὶ λιμένα εὐορμότατον ἔχοντι. Σουκεσσιανοῦ δὲ τῶν ἐκεῖσε στρατιωτῶν ἡγεμόνος καθεσταμένου μετὰ τῆς οὔσης αὐτόθι δυνάμεως ἀντιστάντος καὶ τοὺς βαρβάρους ἀποδιώξαντος, δεδιότες οἱ Σκύθαι μή ποτε καὶ ἐν τοῖς ἄλλοις φρουρίοις πυθόμενοι καὶ συστάντες τοῖς ἐν τῷ Πιτυοῦντι στρατιώταις ἄρδην αὐτοὺς ἀπολέσωσιν, ὅσων δεδύνηντο πλοίων ἐπιλαβόμενοι, σὺν κινδύνῳ μεγίστῳ τὰ οἰκεῖα κατέλαβον, ἐν τῷ κατὰ Πιτυοῦντα πολέμῳ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες.

οἱ μὲν οὖν τὸν Εὔξεινον πόντον οἰκοῦντες τῇ Σουκεσσιανοῦ στρατηγίᾳ περισωθέντες, ὡς διεξήλθομεν, οὐδεπώποτε τοὺς Σκύθας ἤλπισαν αὖθις περαιωθήσεσθαι, τὸν εἰρημένον μοι τρόπον ἀποκρουσθέντας: Οὐαλεριανοῦ δὲ Σουκεσσιανὸν μετάπεμπτον ποιησαμένου καὶ ὕπαρχον τῆς αὐλῆς ἀναδείξαντος καὶ σὺν αὐτῷ τὰ περὶ τὴν Ἀντιόχειαν καὶ τὸν ταύτης οἰκισμὸν οἰκονομοῦντος, αὖθις οἱ Σκύθαι πλοῖα παρὰ τῶν Βοσπορανῶν λαβόντες ἐπεραιώθησαν.

κατασχόντες δὲ τὰ πλοῖα, καὶ οὐχ ὥσπερ πρότερον τοῖς Βοσπορανοῖς ἐνδόντες μετὰ τούτων ἐπανελθεῖν οἴκαδε, πλησίον τοῦ Φάσιδος ὡρμίσθησαν, ἔνθα καὶ τὸ τῆς Φασιανῆς Ἀρτέμιδος ἱδρῦσθαι λέγουσιν ἱερὸν καὶ τὰ τοῦ Αἰήτου βασίλεια. πειραθέντες δὲ τὸ ἱερὸν ἑλεῖν καὶ οὐ δυνηθέντες εὐθὺ Πιτυοῦντος ἐχώρουν.

Chapter 33

ἑλόντες δὲ ῥᾷστα τὸ φρούριον καὶ τῆς ἐν αὐτῷ φυλακῆς ἐρημώσαντες ἐχώρουν εἰς τὸ πρόσω. πλοίων δὲ πολλῶν εὐπορήσαντες καὶ τῶν αἰχμαλώτων τοῖς ἐρέττειν ἐπισταμένοις εἰς ναυτιλίαν χρησάμενοι, γαλήνης παρὰ πάντα σχεδὸν τὸν τοῦ θέρους καιρὸν γενομένης τῷ Τραπεζοῦντι προσέπλευσαν, πόλει μεγάλῃ καὶ πολυανθρώπῳ καὶ πρὸς τοῖς ἐθάσι στρατιώταις μυρίων ἑτέρων δύναμιν προσλαβούσῃ.

καταστάντες δὲ εἰς πολιορκίαν κρατήσειν μὲν ἤλπιζον οὐδὲ ὄναρ τῆς πόλεως δύο τείχεσι περιειλημμένης: αἰσθανόμενοι δὲ τοὺς στρατιώτας ῥᾳθυμίᾳ καὶ μέθῃ κατειλημμένους, καὶ οὔτε εἰς τὸ τεῖχος λοιπὸν ἀνιόντας, οὐδένα δὲ καιρὸν τὴν τρυφὴν καὶ τὰ συμπόσια παριέντας, δένδρα πάλαι πρὸς τοῦτο εὐτρεπισθέντα προσθέντες τῷ τείχει καθ̓ ὃ βάσιμον ἦν, κατ̓ ὀλίγους τε διὰ τούτων νυκτὸς οὔσης ἀναβάντες, αἱροῦσι τὴν πόλιν, τῶν μὲν στρατιωτῶν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τῆς ἐφόδου καταπλαγέντων καὶ τοῦ ἄστεως ὑποδραμόντων δἰ ἑτέρας πύλης, τῶν δὲ ἄλλων παρὰ τῶν πολεμίων ἀναιρεθέντων.

τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον ἁλούσης, γεγόνασι πλήθους ἀφάτου χρημάτων καὶ αἰχμαλώτων οἱ βάρβαροι κύριοι: πάντας γὰρ σχεδὸν τοὺς πέριξ οἰκοῦντας συνέβη κατ̓ αὐτὴν ὡς εἰς ὀχυρὸν χωρίον συναλισθῆναι. διαφθείραντες δὲ τά τε ἱερὰ καὶ τὰ οἰκοδομήματα καὶ πᾶν ὅ τι πρὸς κάλλος ἢ μέγεθος ἤσκητο, καὶ προσέτι τὴν ἄλλην χώραν καταδραμόντες, ἅμα πλήθει παμπόλλῳ νεῶν ἀνεχώρησαν ἐπ’ οἴκου.

Chapter 34

Τῶν δὲ ὁμορούντων Σκυθῶν θεασαμένων τὸν πλοῦτον ὃν ἐπηγάγοντο, καὶ εἰς ἐπιθυμίαν ἐλθόντων τοῦ δρᾶσαι τὰ παραπλήσια, πλοῖα μὲν κατεσκευάζετο, τῶν συνόντων αὐτοῖς αἰχμαλώτων ἢ ἄλλως κατ̓ ἐμπορίαν ἐπιμιγνυμένων ὑπουργησάντων εἰς τὴν τούτων δημιουργίαν, τὸν αὐτὸν δὲ τοῖς Βορανοῖς τρόπον ποιήσασθαι τὸν ἔκπλουν οὐκ ἔγνωσαν ὡς μακρὸν ὄντα καὶ δύσκολον καὶ διὰ τόπων ἤδη πεπορθημένων.

ἀναμείναντες δὲ τὸν χειμῶνα, τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ καταλιπόντες, τῆς πεζῆς δυνάμεως αὐτοῖς διὰ τῶν ᾐόνων κατὰ τὸ παρεῖκον συμπαραθεούσης, Ἴστρον καὶ Τομέα καὶ Ἀγχίαλον κατὰ τὸ δεξιὸν παραμείψαντες μέρος ἐπὶ τὴν Φιλεατίναν ἔβησαν λίμνην, ἣ…

οὔση…

The complete text is available when the reading interface loads.