The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms A)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local001
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Book pr

πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν· εἰς δὲ τὸ βάθος καταδύνειν· καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθην· πάρεργον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς παρ αὐτὴν τὴν ἀνάγνωσιν, τῆς προφητείας ἐφικνουμένων. ἐπειδὴ δὲ μίαν ἅπαντες φύσιν ἐλάχομεν· οὐκ ἴσην δὲ γνῶσιν πάντες ἐλάβομεν· ἑκάστωι γὰρ δίδοται φησὶν ὁ ἀπόστολος ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον καὶ ὧι μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας. ἄλλωι δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα . ἑτέρωι δὲ πίστις ἐν τῶι αὐτῶ αὐτῶν πνεύματι πνι καὶ τὰ ἑξῆς δὲ ὡς αὕτως κατὰ διαίρεσιν πάντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα ἔγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς συγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτὰ φησὶ τοὺς υἱούς σου· καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τῶι νόμωι μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ αρχῆς· εἶτα διδάσκων πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτά· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων· νόμον γάρ φησὶν ἔθετο ἐν ἰσραήλ ἰηλ · ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν· τοῦ γνωρίσαι αὐ τὰ τοῖς υἱοῖς αὐτῶν· ὅπως ἂν γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι καὶ ἀνα στήσονται καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφελειαν δεικνὺς ἐπάγει ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐκζητήσω σι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι· χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις καὶ ἐσομένοις, ὀφείλομεν· καὶ προσήκει τούτου τὴν αἴτησιν εὐγνωμόνως ποιεῖσθαι: οὐ μόνος δὲ ὁ θεῖος ἡμας διεγείρει νόμος ἀλλὰ καὶ πολλοὶ τῶν συνήθων ἡμᾶς λιπαρήσαντες, θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν, ὡς ἔνι μάλιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομίκασιν ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες· βεβαιώσουσι τῆι κοινωνίαι τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκαταθεσις κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην· ἐπὶ τοῦ παρόντος ἑρμηνευειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες μὴ γένοιτο· ἅπαντες γὰρ ἴσμεν αυτοὺς τοῦ θείου πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν ὅτι τὴν ἑρμηνείαν τούτου ἡμᾶς οἱ συνήθεις ἤιτησαν· καὶ προσῆκον ἡγούμεθα· ἣν ἠτήμεθα χάριν ταύτην δοῦναι τοῖς ἠιτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶι παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἥλασαν. ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν· καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μέν· οὐκ ἄπο σκοποῦ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶι σαφέστερον· τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας· ἀλλὰ καὶ τὸν χρόνον προειρηκώς· καὶ τῶν μέχρι τῆς αὐτοῦ παρουσίας ἐτῶν ἐντεθεικὼς τὸν ἀριθμόν· καὶ ἅπαντα σαφῶς καταλέξας· τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν· ὡς οὐκέστι προφήτης ὁ ταῦτα καὶ μυρία ἄλλα χρησμολογήσας· ἀποχρην ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θερά ποντας συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριὸς κς φησίν. εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσι· καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἀπε κάλεσαν πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ καὶ ἐκ πολλοῦ τοῦ περιόντος· τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν· πυθώμεθα αὐτῶν οὕτωσί· τί προφήτου ἴδιον εἶναι φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι τὲ καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν. εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πεί σεται ὁ βαβυλωνίων βασιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν· τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέτταρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τ ὴν ῆς βασιλεί αν ας · καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τίς· μυρία ὅσα ἐργάσεται τοῖς ἰουδαίοις δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας· τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχὺν· καὶ ὅτι πάσας καταγωνισαμένοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομιοῦνται δασμόν· τί δεῖ λέγειν περὶ τοῦ τῶν αἰγυπτίων· καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέως· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς επιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα προειρηκότα καὶ προεγνωκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα, πὼς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια· ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ τάδε λέγει κύριος κς τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας; τί τοιοῦτον ὁ πατριάρχ’ ἀβραὰμ εἰ πάτωσαν εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ τῶ γὰρ ἀβιμέλεχ φησί καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶι ἀνδρὶ ὅτι προφή της ἐστὶ καὶ προσεύξεται περὶ σοῦ· καὶ σωθήση σύ· καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μα κάριος δὲ δαβὶδ δαδ περί τε ἑαυτοῦ καὶ τοῦ υἱέος· καὶ τοῦ ἐγγόνου φησίν. ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου· καὶ ἐν τοῖς προφή ταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ ὁ παιδόθεν νεωκόρος οὐ κατὰ τοὺς ἄλλους προφήτας τῆς προφητείας τὸ εἶδος ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων· ἢ διὰ μεθ’ ἡμερινῶν τινῶν ἀποκαλύψεων· προγνώσεις ἐνίας καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κἀκείνοις ἀναφανδὸν· καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παράνοιαν· φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γὰρ καὶ προφήτης ἐπιθυμίαι καὶ πόθωι τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος· ἱδρῶσι καὶ πόνοις νηστείαι καὶ κακουχία τὰ ἐσόμενα διδαχθεὶς· καὶ διδαχθεὶς οὐ τίνα μόνοις ἰουδαίοις συμβήσεται ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντα τῆς νινευὴ, τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ ἔθνους βραχέος ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς περσικῆς μακεδονικῆς· ῥωμαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων· τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας· τὸν ναβουχοδονόσορ αἰδεσθῆναι τὸν δυσσεβῆ. τὸν θηριώδη τὸν βάρβαρον τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα, ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶι· καὶ γὰρ τῶι ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν· καὶ τὸ ἐνύπνιον εἰπεῖν ὃ ἕτερος θεασάμενος ἐπελήσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν ἀλλὰ διὰ τοῦ προφήτου τῶι τοῦ προφήτου πολεμεῖτε δεσπότηι. ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν· καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα· νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τούτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίωι τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ποιησόμεθα. ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν διελέγξει τὴν διάνοιαν· φέρε τοίνυν τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι. τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἴθ’ οὕτω τῆς καταλέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς· ἐβασίλευσε δὲ τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μήνας ὅλους· καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις· ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελεὶμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ, νεχὼ λαβὼν, ἀπήγαγεν εἰς αἴγυπτον ἐχειροτόνησε δὲ ἀντ αὐτοῦ βασιλέα τὸν ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἕνδεκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶι τρίτωι τῆς τούτου βασιλείας ἔτει· ἐπιστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς. ἔλαβε μὲν οὐκ ὀλίγους δοριαλώτους τῶν ἐπ εὐγενείαι λαμπρυνομένων. ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν· τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶι ἰωακεὶμ, ἀπῆρεν εἰς τὴν βαβυλῶνα εἶτα τούτου τὸν ὁρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου· πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν καθίστησιν ἀνταὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ· ἐλιακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα· ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφή της ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι κύριος κς · ἐὰν γενόμενος γένηται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα τῆς χειρός μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου· ὧν σὺ εὐ λαβῆ ἀπὸ προσώπου αὐτῶν· εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος· πάλιν ὁ ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατείαν ἀποστείλας καὶ στρατηγὸν· τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγον εἰς τὴν βαβυλῶνα· τῶι δὲ σεδεκίαι θείωι πρὸς πατρὸς πρς αὐτοῦ ὄντι, τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν συγκείμενον φόρον οὐ δεδωκότος· μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις· τῶν βαβυλωνίων ὁ βασιλεύς· ἔπειτα πολιορκήσας καὶ τῶι λιμῶι κατ’ αὐτῶν συμμάχω χρησάμενος καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· αἵρει δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δοριαλώτους πυρὶ τήν τε πόλιν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παραν ό ο μίαν· οὐδὲ κολάζων παντελῶς αὐτοὺς, τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆι ἰουδαίαι οἷόν τινας παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμαίου· καὶ ἱερεμίαν τὸν τοῦ χελκίου ἄνδρα ἱερωσύνηι καὶ προφητείαι λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλε· καὶ ἰεζεκιὴλ καὶ ἀνανίαν· καὶ ἀζαρίαν καὶ μισαὴλ· ἵν’ ἔχοντες τῆς νομικῆς πολιτείας διδασκάλους ἀκριβεῖς μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην· ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς· καὶ φιλοσοφίας ἀναμιμνήσκοντας· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς , τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διὰ πάντων προθυμουμένους τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινας δι’ ὑμᾶς τοὺς προφήτας· ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευσάμενος σωτηρίαν σρίαν . τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους· ἐκεῖνα παθειν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν. ὃς νέος ὢν ἔτι καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφείς· καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς· πολλὴν μὲν ἐκτήσατο παρὰ τῶι κρατοῦντι τὴν παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον· ὠφελείας κἀκείνωι γεγένηται πρόξενος· οὐκ ἐκείνωι δὲ μόνον· ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας· εἰς τοὺς ὑπηκόους παρέπεμψεν νόμον τεθεικὼς τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου κηρυττόμενον καὶ πρεσβευόμενον προσκυνεῖν θεόν θν · πότε μὲν οὖν εἰς βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος· οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον μαθησόμεθα τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν τῆς σαφηνειας ἀρξώμεθα:

λόγος πρῶτος: ὅρασις δευτέρα:

ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἦλθεν ναβουχοδο νόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ ἱλημ καὶ ἐπολιόρκει αὐτήν: ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε· καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν. ἵν’ ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῶι τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ. πατὴρ πηρ δὲ ἐγένετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο. καὶ αὐτὸ δὲ τοῦτο τὸ τῶν βασιλέων καὶ τῶν χρόνων μεμνῆσθαι, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦντας εὑρεῖν· ὅρασις γάρ φησιν ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ. καὶ ἄχαζ καὶ ἐζεκίου· οἳ ἐβασίλευσαν τῆς ἰουδαίας. καὶ ἐγενήθη λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασι λέως ἰούδα ἔτους τρισκαιδεκά του ἐν τῆι βασιλείαι αὐτοῦ. καὶ ὁ ἰεζεκιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτω τῶι προοιμίωι κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν καὶ δεῖξαι προφήτην τὸν τῶι ὄντι προφήτην· καὶ ἔδω κε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα. καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ . καὶ τοῦτο δὲ τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν οὔτε γὰρ πάντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι. οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος διὰ τήν τε τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω. καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τὸ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα. ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον τῆς τῶι θεῶι θωι ἀνακειμένης περιγενέσθαι πόλεως. μάθωσι δὲ ἅπαντες ἀκριβῶς. ὅτι θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς , οὕτω φησί· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον τος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας κέχρη ται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤνεγκε ταῦτα φησὶν εἰς γῆν ἐν ναάρ. εἰς οἶκον θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ: καὶ ἴσως ἄν τις εἴποι τί δηποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων τὰ ἅγια σκεύη τὰ τῶι θεῶι θωι ἀνακείμενα παρεδόθη δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μώρια γὰρ αὐτῶ ἐστὶν· ὁ δὲ πνευματι πνι κὸς ἀνακρίνει πάντα κατὰ τὸν θεῖον ἀπόστολον καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς · καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστι καταμαθεῖν τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις. ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν οἱ ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀν α ε νδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεὸς θς · τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται. ἀλλ’ ἐκείνους εὐγνωμοσύνην διδάσκων καὶ διδοὺς θεραπείαν τὲ καὶ ἀντιδόσεως ἀφορμήν. πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν . εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ, παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν. ἀλλὰ τῆι ἐκείνων ἀσθενεία συγκατιὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο. εἰκότως αὐτοὺς αἰχμαλωσίαι παραδ ού οὺ ς καὶ ἀποστραφεὶς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη. δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίαι; τί δηποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν. ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι. οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι. οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν. παραδέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη. μονονουχὶ λέγων δι αὐτῶν τῶν πραγμάτων· ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἶσον ἐστὶν ὑμᾶς τὲ ταῦτα ἔχειν καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κακείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι. καὶ ὠφέλειαν οὐ μικρὰν πραγματεύσασθαι. οἱ δὲ βαβυλώνιοι ἡνίκα μὲν ἐτίμησαν· ὡς ἐνόμισαν τὰ σκεύη. ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας· πόση τοῦ θεοῦ θυ τῶν σκευῶν ἐκείνων ἡ δύναμις· καὶ οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ. ἀλλ’ ἑκὼν αὐτὰ προδέδωκε; διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πέποίηκεν. ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἠλεὶ τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελλυροὶ ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς . οὐδὲ μιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παραδοὺς, τήν τε κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων. ὡς οὐκ αὐτῶι χρεῖα τῆς κιβωτοῦ. ἀλλ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον. καὶ ἀσεβεία συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν , τὴν κιβωτόν. τεκμηρίωι χρώμενοι τῆι τῶν οἰκείων εἰδώλων κατασκευῆι. καὶ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν · καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς. παρασκευάζει μὲν τὸν δαγὼ τὸ ὑπ αὐτῶν προσκυνούμενον εἰδωλον· πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος, ὑποδεῖξαι δουλείαν καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγάς· ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν. καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν. διπλὴ τοίνυν καὶ τηνικαῦτα. καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγενηται· οὐ γὰρ μόνον ἰουδαίους ἀλλὰ καὶ βαρβάρους ὠ φέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲχ τῶι ἀρχιευνούχωι αὐτοῦ. εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. καὶ ἀπὸ τῶν πορθμὶν νε ανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῆι ὄψει· καὶ συνιέντας ἐν πάσηι σοφίαι· καὶ γινώσκοντας γνῶσιν. καὶ σοφίαν. καὶ διανοουμένους φρόνησιν· καὶ οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἐστάναι ἐν οἴκωι τοῦ βασιλέως· καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα. καὶ γνῶσιν γλῶσσαν χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς · ἐξελεξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σωμάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι. καὶ σοφίαν οὐ τὴν τὰ θεῖα γινώσκουσαν· ἀλλὰ τὴν εὐγλωττίαι κεκομψευμένην. ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν· τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόρρησις, ἣν ἐζεκίαι προεῖπεν τῶι βασιλεῖ. ἄκουσον γάρ φησὶ λόγον κυρίου κυ σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται. καὶ λή ψονται πάντα τὰ ἐν τῶι οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν. εἶπεν δὲ ὁ θεὸς θς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήψονται· καὶ ποιήσουσι σπάδοντας ἐν τῶι οἴκωι βασιλέως τῶν βαβυλωνίων. ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ιηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν πορθμὶν νεανίσκους· πορθμὶν δὲ τοὺς πάρθους ἐκάλεσε τῆι ἑβραΐδι φω νῆι ὁ δὲ σύμμαχος τὸ πορθμὶν ἐπιλέκτους ὠνόμασε· καὶ ἡρμήνευσε· καὶ διέτα ξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως. καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία. καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα. δανιήλ. καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν. ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν. ἀλλὰ τῆς βασιλικῆς αὐτοὺς τραπέζης, ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμίαι χρώμενος ἀλλ’ ὠφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. ἔστι δὲ αὐτοῦ ἰδεῖν. καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω. ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας. καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε καὶ τὴν τῆς βασιλείας συγ γένειαν ἔκρυψε· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῶ δανιὴλ βαλτάσαρ καὶ τῶ ἀνανία σεδρὰχ καὶ τῶ ἀζαρία μισὰχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ: καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον. ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆι τῆς προσηγοριας ἐναλλαγῆι τὴν δουλείαν γνωρίζωσι· τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας; χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν ὁ βασιλεὺς παρηγγύησε· καὶ ἔθετο δανιὴλ ἐν τῆι καρδίαι αὐτοῦ τοῦ μὴ ἁλισγηθῆναι ἐν τῆι τραπέζηι τοῦ βασιλέως. καὶ ἐν τῶι οἴνω τοῦ πότου αὐτοῦ· καὶ ἠξί ωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἁλισγηθ’: οἱ γὰρ φιλόθεοι οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν . ἀλλ’ ἔνθα ἂν ἀφίκωνται, τὴν αὐτὴν αὐτῶι θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡς αὓτως τὸν οἰκεῖον προσκυνοῦσι δημιουργόν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομιδὴ τὴν ἡλικίαν ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας. καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες· τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαι σφῖσιν αὐτοῖς τῶν βασιλικῶν σιτίων, παραιτουμένοις μεταλαβεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν, ἐνώπιον τοῦ ἀρχι ευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεῖα κηδεμονία. καὶ ἅμα τὰ θεῖα προείλοντο καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν. τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενήμενον ἐστὶν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτοῦ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καντεῦθεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητoν πώποτε καταλέλοιπεν ὁ θεός θς . διὸ δὴ καὶ ἕτερος προφήτης βοᾶ. ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν· τίς ἐνεπίστευσε κυρίωι κωι καὶ κατησχύν θη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶι δανιὴλ. φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπά· παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν. καὶ καταδικάσητε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐκ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος ἄνθρωπος ἄνος γὰρ ἦν πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα. καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας, τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα. διὸ ἐδεδοίκει μὴ τῶν μὲν πολυτελῶς τρεφομένων. τούτων δὲ ἀσκητικῶς βιοτευόντων. διαφορά τις ἐν τοῖς προσώποις φανῆ. καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως. ἀλλ’ ἐπειδὴ τοῦτον εἶδεν δειμαίνοντα ὁ μακάριος δανιὴλ. μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν. ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα. αὐτῶι τὲ καὶ ἀνανία καὶ ἀζαρίαι καὶ μισαήλ· καὶ φησί· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότω σαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα. καὶ ὕδωρ πιόμεθα. καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν· καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως. καὶ καθὼς ἂν ἴδης ποίησον μετὰ τῶν παίδων σου: oὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρότερον. καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλαχόθεν ἐστὶ μαθεῖν. οὐχ’ ἥκιστα δὲ. καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαι τὲ καὶ θαρρῆσαι ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς χλιδῆς ἀπολαυόντων· εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποῖαν εὐσεβείας ὑπερβολὴν καταλείπει· καλῶς δὲ καὶ τῶι πιθανῶι τὴν ἱκετείαν ἐκέρασε· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα. καὶ γενοῦ σὺ τῶν προσώπων κριτής κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν· ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν. τοσαύτην εἶχε παιδόθε ὁ θεῖος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα. καὶ πίστιν περὶ τὸν νομοθέτην. καὶ ὁ μὲν ταῦτα ἐλεγεν. ὁ δὲ, τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσε γάρ φησιν αὐτῶν εἰς τὸ ῥῆμα τοῦτο καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ τέλος τῶν δέ κα ἡμερῶν, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαί· καὶ αὐτοὶ ἰσχυ ροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἤθελησεν ὁ θεῖος οὗτος προφήτης καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῶι τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένωι τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες· ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τροφῆς· καὶ ἐγένετο ὁ ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν· καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν. καὶ νηστείαι χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι. ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην. αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἔπειτα ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καὶ φησί. καὶ τοῖς παι δαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρό νησιν ἐν πάση γραμματικῆι καὶ σοφίαι· οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνε καὶ σοφίας ἁπάσης ἐνέπλησεν ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας· καὶ πάσης ἐπιστήμης ἀξιωθέντες· κρείτ τους ἁπάντων ἐδείχθησαν· καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσηι ὁράσει καὶ ἐνυπνίοις· παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον. ἀλλὰ καὶ ὕπαρ. καὶ ἑρμηνευειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκε, τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κἀντεῦθεν ὡς ὅτι οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρη αὐτὴν ἐν νέωι· πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδὴ νέωι καὶ ἐπιφανεῖ, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· εἰς ἀπόδειξιν δὲ, τῆς ἐπαν θούσης τῶι μειρακίωι χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς· εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευ νοῦχος ἐνώπιον ναβουχοδονόσορ. καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν, ὅμοιοι δανιὴλ καὶ ἀνανία, καὶ ἀζαρία· καὶ μισαήλ καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπι στήμης ὑπὲρ ὧν ἐζήτησεν ὁ βασιλεὺς παρ’ αὐτῶν· εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν πάσηι τῆι βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μὲν ἀμελασὰρ, ἤιδει τὴν τῶν ἐδεσμάτων διαφοράν. καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς, τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν. τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης. ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης· ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως οὖτος ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλεγέντων ἀμείνους εὑρών. κάλλει μὲν καὶ μεγέθει, σώματος σοφία δὲ καὶ συνέσει ψυχῆς, ῥυθμῶι τὲ λόγων. καὶ πάση λογικῆι ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν· τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον καὶ εὗρεν αὐτοὺς, οὐχ ἁπλῶς ὑπερκειμένους. ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγε· καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη· μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον. πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει. ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· κἂν τῶι παρόντι βίω παραψυχῆς ἀπήλαυσε τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών. ἐν αὐτῶι γὰρ τῶι πρώτωι ἔτει τῆς βασιλείας ὁ κῦρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν· τοὺς βουλομενους τῶν ἰουδαίων προσέταξε· καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαρρήδην ἐβόα λέγων ἱερουσαλὴμ ἰλημ ὠκοδομήθη. καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικηθήσεσθαι. ὁ λέγων κύρω φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶι χριστῶι μου κύρωι οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ· ὑπακούσει ἔμπροσθεν αὐτοῦ ἔ θνη καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι πρὸ προ σώπου σου· καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων· τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο. καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτει γάρ φησι κύρου πρώτωι τοῦ βασιλέως περσῶν. μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ · διὰ στόματος ἱερεμίου· ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν. καὶ παρήγγειλε κύρος κηρύξαι ἐν πάσηι τῆι βασιλείαι αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος βασιλεὺς περσῶν πάσας τὰς βασιλείας τῆς γῆς· ἔδωκέ μοι κύριος κυ ὁ θεὸς θς τοῦ οὐρανοῦ· καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶι οἶκον ἐν ἱερουσαλὴμ ἱλημ τῆι ἐν τῆι ἰουδαίαι, εἴ τις ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ αὐ τοῦ, καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον· ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἠ θ ι κ όν ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρίαι καὶ ανθρωπία φιλανια χρώμενον αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν : --

λόγος δεύτερος: ὅρασις τρίτη:–

ἐν τῶι ἔτει τῶ δευτέρωι τῆς βασιλείας ναβουχοδονόσορ ἐνυ πνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ· ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος· ἐπεστράτευσε τῆι ἰουδαία ἐν τῶι τρίτω ἔτει τῆς βασιλείας ἰωακείμ· καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμόν. τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν ἰούδα ἐν τῶι ἔτει τῶι τετάρτωι ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα. οὗτος ἐνιαυτὸς πρῶτος τοῦ ναβουχοδονόσορ βασιλέως βαβυλῶνος. εὑρίσκομεν τοίνυν ἐνταῦθα ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας τῶι ἰωακεὶμ, βασιλεύσας ὁ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατιὰν ἐποιήσατο· ἐν ἀρχῆι δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶι λαῶι προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν, τῶι βασιλεῖ ναβουχοδονόσορ καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι· ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν. ἐν τῶι ἔτει τῶι δευτέρωι τῆς βασιλείας ναβουχοδονόσορ, ἐνυ πνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ’ ἁπλῶς προστέθεικα ἀλλ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου χάριν γὰρ οἱ ὅσιοι προ φῆται μεμνημένοι τῶν βασιλέων· καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγρά φουσιν· ἐν τῶι ἔτει τοίνυν τῶι δευτέρωι τῆς βασιλείας ναβουχοδονό σορ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀ πέστη ἀπ’ αὐτοῦ καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μά γους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν οὖν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσι δήλη γνώριμον γὰρ αὐτοῦ ποιῆσαι βουληθεὶς τὸν οἰκεῖον προφήτην. ἵνα τὰς ἀγαθὰς ἐντεῦθεν καὶ σωτηρίους σρίους δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶι ἐνυπνίωι ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια. οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσιν ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας· τὸ παρ’ ἑτέρον ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ ὅμως κληθέντες φησὶ ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμά πνα μου. τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι συριστὶ τῶ βασιλεῖ· καὶ εἶπον βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου καὶ τὴν…

λόγος τρίτος ὅρασις δ

The complete text is available when the reading interface loads.