The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms B)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local002
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

πρόλογος

εἰ πᾶσι ῥάδιον ἦν· τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν. εἰς δὲ τὸ βάθος καταδύειν. καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλκον. ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν, τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ μίαν μὲν φύσιν ἐλάχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶσιν ἐλάβομεν. ἑκάστω γὰρ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὡς φησὶν ὁ ἀπόστολος· καὶ ὧι μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι . καὶ τὰ ἑξῆς δὲ ὡς αὕτως καταδιαίρεσιν ἅπαντα διανέμεται, οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν. εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα, ἔγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς. παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν. σμι κράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος. ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτά φησι τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβο λαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν. ὅσα ἠκούσα μεν φησὶ καὶ ἔγνωμεν, καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ιηλ , ὅσα ἐνετείλατο τοῖς πατράσι. τοῦ γνωρί σαι αὐτά· ὅπως γνῶ γενεὰ ἑτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς, ἐπήγαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι. χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις ὀφείλομεν· καὶ προσήκει τούτου τὴν ἔκτισιν, εὐγνωμόνως ποιή σασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμας διεγείρειν νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρήσαντες. θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνι μά λιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὔτε τοῖς γνώσεως ἠξιωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν, νενοήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῆ κοινωνία τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις. κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες μὴ γένοι το. ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα, ἀλλὰ πρῶτον μὲν. ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤτησαν· καὶ προσήκειν ἡγούμεθα, ἣν ἠτήμεθα χάριν, ταύτην μεταδοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν, τὰς δὲ τούτου προρρήσεις. γυμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν. τοῦτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορί ας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μὲν. οὐκ ἀπόσκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ προεθέσπισε παρουσίαν· οὐ μόνον ἃ, ποιήσει προσαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ παντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρά, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ. τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν, ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας· ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδὲν εἰ οἱ κατὰ τοῦ μονογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησίν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· καὶ πάλιν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕτως· τί προφήτου ἴδιον εἶναί φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε. καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ χριστοῦ χυ λόγον. τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν. πολλὰ μὲν περὶ τῆς βαβϋλωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβϋλωνίων βασιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψωνται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τις τούτων βλαστήσας. μυρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα· μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας. τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὴ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγό ρευσε βασιλέως. καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους, μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν πάντα ταῦτα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα. πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον. τοῦ τῶν προφη τῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δ’ ὅτι τῶν οἰκείων οὐ προστίθησι λόγων τό τάδε λέγει κύριος κς · καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμoρίας. εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῶ γὰρ ἀβιμέλεχ φησι· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶ ἀνδρὶ. ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήση σὺ καὶ ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περί ἑαυτοῦ· καὶ τοῦ υἱέως. καὶ τοῦ ἐκγό νου φησίν· ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου. καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ· ὁ παιδόθεν νεωκόρος. οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς· ἢ δι’ ὀνειράτων· ἢ διαμεσημβρινῶν τινῶν ἀποκαλύψεων, προγνώσεις ἐνίας, καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κακείνοις ἀναφανδὸν. καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς, ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γὰρ καὶ προφήτης. ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι τε καὶ πόνοις· νηστεία καὶ κακουχία. τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ἰουδαίοις συμβήσεται ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν, καὶ προμαθὼν καὶ προδιδά ξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοῦ μὲν τὸν τὰ κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευῒ, τοῖς προφήταις ἐγκατελέγειν· τὸν δὲ μακάριον δανιὴλ, οὐ περὶ πόλεως μιᾶς· οὐδὲ περὶ ἔθνους βραχεος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς· περσικῆς· μακεδονικῆς· ῥωμαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. καὶ τῆς πνευματι πνι κῆς χάριτος, ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδεσθῆναι· τὸν δυσσεβῆ· τὸν θηριώδη· τὸν βάρβαρον. τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα. ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐστιν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνύπνιον εἰπεῖν ὃ ἕτερος θεασάμενος ἐπελήσθη. καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει. τὴν κατὰ τοῦ προφήτου καταλύσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου, τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν. καὶ τὸ τῆς προρρήσεως τέλος· αὐτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα. νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ δια τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω, τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατα μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν· καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν, δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως, τῆς κατα λέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς. ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς υις αὐτοῦ· τρεῖς ὅλους μῆνας. καὶ ὀλίγας ἡμέ ρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασιλεὺς φαραὼ νεχαὼ, εἰς τὴν αἴγυπτον ἀπήἡ ὑπόθεσις· ὅτι μετὰ ἰωσίαν ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ὃς καὶ σελὴμ κατὰ τὸν ἱερεμίαν ἐξαγορεύται· μετὰ δὲ τοῦτον, ἐλιακεὶμ ὁ ἀδελφὸς αὐτοῦ. ὃν φαραὼ ἰωακεὶμ προσηγόρευσεν· μετὰ δὲ τοῦτον ἐλιακεὶμ ὁ υἱὸς υις αὐτοῦ. ὃς καὶ ἰωακεὶμ μετωνομάσθη· ὃν ἱερεμίας ἰεχονίαν ὀνομάζει· μεθ’ ὃν ὁ πρὸς πατρὸς πρς αὐτοῦ θεῖος σεδεκίας:- γαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ. καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη. πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς. ἔλαβεν μὲν οὐκ ὀλίγους δωριαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων· ἔλαβεν δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν. τῶν ταῖς θείαις λειτουργίαις ἀφϊερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὡρισμένον φόρον ἐκτίσειν μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν καὶ τοῦτον ἀνελὼν. καθ ἵστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἐλιακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα. ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφήτης, ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ἰεχονίας υἱὸς υις ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς. ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώ σω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου. ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μήνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνίων βασιλεὺς. στρατείαν ἀποστείλας καὶ στρατηγὸν. τοῦτον μὲν. αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλωνίαν· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντι. τὴν βασιλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα· τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον. μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύ μοις τῶν βαβϋλωνίων ὁ βασιλεύς· ἔπειτα πολιορκήσας· καὶ τῶ λιμῶ κατ’ αὐτῶν συμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δοριαλώτους, πυρὶ τὴν πόλιν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς · ὁ ταῦτα παθεῖν ἰουδαίους δια τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν· οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύ μνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία, οἷόν τινας παιδονόμους ἐδεδώκει τόν τε οὐρίαν τὸν σαμαίου. καὶ ἱερεμίαν τὸν τοῦ χελκίου· ἄνδρας. ἱερωσύνη καὶ προφητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δοριαλώτους ἀπαχθεῖσιν εἰς βαβυλῶνα. τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν. καὶ ἐζεκιὴλ. καὶ ἀνανίαν. καὶ ἀζαρίαν. καὶ μισαήλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβείας διδασκάλους. μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα, τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς , τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διαπάντων προθυμουμένους. τῆς ἐκείνων ἕνεκεν ὠφελείας. αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι. καὶ πολλοῖς κινδύνοις περιπεσεῖν. καὶ δια κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς δού λους μου τοὺς προφήτας. ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σριαν . τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν. τὰ ἀνά γραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς. τὴν βαβυλῶνα καταλαβεῖν· ὃς, νέος ὢν ἔτί· καὶ ὥρα λάμπων. σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς. καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποὺς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον. ὠφελείας κακείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ, γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψεν· νόμον τεθηκὼς τὸν διαρρήδην παρεγγυῶντα, ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα· ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος. οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις. συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας. ἀκριβέστερον εἰσόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα:

Book 1

ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἦλ θεν ναβουχοδονόσορ ὁ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλήμ ἱλημ , καὶ ἐπολιόρκει αὐτήν: ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσεν· καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ πηρ δὲ ἐγένετο τοῦ ἰωάχαμ ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώ τη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο. τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑπο δείκνυσι χαρακτῆρα· οὕτως γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντάς ἐστιν εὑρεῖν· ὅρασις γάρ φησιν ἣν εἶδεν ἠσαίας υἱὸς ἀμὼς. ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς ἰουδαίας· καί ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἰεζεκιὴλ δὲ· καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τού τω τῶ προοιμίω κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροὖν καὶ τοῦτο, τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν· καὶ δεῖξαι προφήτην, τὸν τῶ ὄντι προφήτην· καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ, βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ · καὶ τοῦτο δὲ, τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν, τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος, καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει. ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος· διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικεν τό ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ, τὸν ἰωακεὶμ βασιλέα ἰούδα· ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον. τῆς τῶ θεῶ θω ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσι δὲ πάντες ἀκριβῶς. ὅτι τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν. ὑπὸ τοῖς πολεμί οις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαίου τοῦ προφήτου σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων θεός θς , οὕτω φησί· μὴ δοξασθήσεται ἀξίνη. ἄνευ τοῦ κόπτοντος ἐν αυτῆ; ἢ ὑψωθήσεται πρίων. ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κεχρημένος ὀργάνοις. τοῖς εἰς τοῦτο ἐπιτηδείοις· καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ. εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγ κεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὐτοῦ· καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων. τὰ ἅγια σκεύη τὰ τῶ θεῶ θω ἀνακείμενα. παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα, οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μώρια γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματι πνι κὸς, ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπόστολον. καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς . καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστιν καταμαθεῖν. τὸν πνευματι πνι κῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν· οὐκ ἰουδαίοις μόνοις. ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι. τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεός θς , τὰ παρὰ ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκείνους εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θεραπείας τε καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐερ γέτην θεόν θν . εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ, παρὰ τῶν προσφε ρόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν. ἀλλὰ τῆ ἐκείνων ἀσθενεία συγκατιὼν. τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο. εἰκότως ἀποστραφεὶς αὐτοὺς. καὶ αἰχμαλωσία παραδοὺς. καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν. κατ ουδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖ νοι. μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπο μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν. καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ , τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη, μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων. ὅτι κατ ουδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς, ταῖς παρανομίαις μολύνετε· καὶ ἶσον ἐστὶν. ὑμᾶς τε ταῦτα ἔχειν. καὶ βαβυλωνίους· ἀσέβεια γὰρ, καὶ ὑμῶν κακείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ϊκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεύσαι. καὶ ὠφέλειαν αὐτοῖς, οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη. ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς θοις , τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παρ’ αὐτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προέδωκε, διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ, καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ἡλὶ τοῦ ἱερέως παῖδες παράνομοι λίαν ὄντες καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεός θς , οὐδεμιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παραδοὺς. τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύ λοις· πάλιν τὸν ἰσραὴλ ιηλ παιδεύων καὶ διδάσκων ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασεν· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία. ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον. καὶ ἀσεβεία συζῆν προαιρουμέ νοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίω χρώμενοι. τῆ τῶν οἰκείων εἰδώλων κατασκευῆ· καὶ πολλὴν ἐντεῦθεν ἐπι.σπάσωνται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν θν · καὶ οἷόν τι ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς θοις · παρασκευάζει μὲν τὸν δαγὼν, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον. πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι. καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἥτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ’ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολ λάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν· καὶ ἀναθήματα, δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα. καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίους. ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν. ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῶ ἀρχιευνούχω αὑτοῦ. εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας. καὶ ἀπὸ τῶν φ π ορθομμὶν νεανίσκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος. καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία. καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν. καὶ δια νοουμένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἑστά ναι ἐν τῶ οἴκω τοῦ βασιλέως. καὶ τοῦ διδάξαι αὐτοὺς γράμ ματα. καὶ γλώσσαν χαλδαίων· ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα δια τούτων. καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ. σωμάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν· οὐ τὴν τὰ θεῖα γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττία κεκομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπινων ἀνινων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχον τας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαίου πρόρρησις. ἣν ἐζεκία προεῖπεν τῶ βασιλεῖ· ἄκουσον γάρ φησι λό γον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρ χονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὅσα συνή γαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβυλῶ να ἥξει. καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεός θς . ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα. εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ιηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασι λείας. καὶ ἀπὸ τῶν φ π ορθομμεὶν νεανίσκους· φ π ορθομμεὶν δὲ. τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραίδι φωνῆ· ὁ δὲ σύμ μαχος τὸ φ π ορθομμεὶν. ἐπιλέκτους ἑρμενεύει· καὶ διέτα ξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ ημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία. καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανιὴλ καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μισαήλ· ἐνταῦθα μὲν οὖν. τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν· ὅτι οὐχ ὡς δοριαλώτοις εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς ἀπολαύειν τραπέζης ἐκέλευσεν· μετὰ βραχέα, τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώμενος, ἀλλ’ ὠφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν. καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέποντας· καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα. τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν, καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψεν· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ, βαλτάσαρ· καὶ τῶ ἀνανία. σεδράχ· καὶ τῶ ἀζαρία, μισάχ· καὶ τῶ μισαὴλ, ἀβδεναγώ· καὶ τοῦτο δὲ, παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας. τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ. τὴν δου λείαν γνωρίζωσι· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησεν· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδαϊκὰς ἐπέθηκεν. ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μα θεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησεν· καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ. τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως. καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῆ· οἱ γὰρ φιλόθεοι. οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν . ἀλλ’ ἔνθα ἂν ἀφίκωνται. τὴν αὐτὴν αὐτῶ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡς αὕτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ, πολλήν ἔστιν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα· τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπου δάζουσιν· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων· ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας σριας . καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι, παραχωρῆσαι σφίσιν αὐτοῖς. τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλα βεῖν· καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν. ἐνώπιον τοῦ ἀρχιευνούχου· ἀκολουθεῖ γὰρ ταῖς γνώμαις. ἡ θεῖα κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θεί ας ἐπικουρίας ἀπήλαυσαν· τὸ αὐτὸ. καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἐστὶν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῶ ἔλεον καὶ χάριν ἐναν τίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων, ἀτημέλητoν πώποτε καταλέλοιπεν ὁ θεός θς · διὸ δὴ, καὶ ἕτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσεν τῶ κυρίω κω καὶ κατησχύνθη· καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασιλέα. τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρω πὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν. καὶ καταδικά σητε τὴν κεφαλήν μου τῶ βασιλεῖ· οὐκ’ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν. πνευματι πνι κῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως ἀνινως δὲ σκοπῶν τὰ ἀνθρώπινα· καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτε λείας. τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικεν, μὴ τῶν μὲν, πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκητικῶς βιωτευόντων. διαφορά τις ἐν τοῖς προσώποις φανείη. καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη, παρὰ τοῦ τὰναν τία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδεν δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τὲ καὶ ἀνανίου, καὶ ἀζαρίου καὶ μισαὴλ· καὶ φησί· πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν. καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τρά πεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδης. ποίησον μετὰ τῶν παίδων σου· οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι μαθεῖν· οὐχ ἥ κιστα δὲ. καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ ὅτι μὴ ἐσθίων. τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς. εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερ βολὴν καταλίπη· καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ἱκετείαν ἐκέρασεν· πείρασον γάρ φησι τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα. καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς. τὸ μὲν δοκοῦν σοι κελεύσεις. ἡμεῖς δὲ οὐκ αντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα. καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσεν αὐτοῦ φησιν εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ. καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν. ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης. καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύοντες. ὤφθησαν ἀμείνω πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελασὰρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν. προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καί φησι· τοῖς παιδαρίοις τοῖς τέσσαρσιν. ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύ νεσιν καὶ φρόνησιν, ἐν πάση γραμματικῆ καὶ σοφία· οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνεν, ἀλλ’ ἐκ θείας χάριτος. καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες. κρείττους ἁπάντων ἀνεδείχθησαν· καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις· παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τε ἠδύνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκεν, τοῦτο παραδηλοῖ· ση διδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός θς , ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθείαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω, πολλῶν τοῦτον προ τίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσήφ ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπι σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω· καὶ ἐπεφάνη, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπόδειξιν δὲ, τῆς ἐπανθούσης τῶ μειρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς. εἰσή γαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον τοῦ ναβουχοδονό σορ, καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν. ὅμοιοι δανιὴλ καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτη σε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίο νας. ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄν τας ἐν τῆ βασιλεία αὐτοῦ· ἀλλ’ ὁ μὲν ἀμελασὰρ ἤδει τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθεν. τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης. ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης· ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὕτως ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλεγέντων, ἀμείνους εὑρών· κάλλει μὲν καὶ μεγέθει, σώματος· σοφία δὲ καὶ συνέσει, ψυχῆς· ῥυθμῶ τε λόγων, καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν, τὴν πείραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς οὐχ’ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἁπάντων ἐθνῶν. ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς. ἐπήγαγεν· καὶ ἐγέ νετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασιλέως· οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον, δῆλον ποιῆσαι θελήσας τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν, καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει. ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν. ἐθεάσατο κύρον· καὶ ἐν τῶ παρόντι βίω παραψυχῆς ἀπήλαυσεν. τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας, ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξεν, καὶ τὸν θεῖον ἀναιγεῖραι νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαίου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ἱλημ οἰκοδομηθήση καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικισθήσεσθε· ὁ λέγων κύρω φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶ χριστῶ μου κύρω· οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι προ προσώπου σου καὶ ὄρη ὀμαλιῶ· πύλας χαλκὰς συντρί ψω. καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκο τεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοῖς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γάρ φησι πρώτου κύρου τοῦ βασιλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα πν κύρου του βασιλέως περσῶν, καὶ παρήγγειλεν κῦρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ. ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῦρος ὁ βασιλεὺς περσῶν, πάσαις ταῖς βασιλείας τῆς γῆς· ἔδωκέ μοι κύριος κυ ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ ἱλημ τῆ ἐν τῆ ἰουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λα οῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ. τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐντέθεικε τοῖς οἰκείοις συγγράμμασι τὸ ἐγένετο δανιὴλ. ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ φιλανθρωπία φιλανια χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :

※ ὅρασις α ※ τόμος β :–

ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ. ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ : ἐντεῦθεν μανθάνομεν. ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία. ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακείμ· καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμὸν. τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγεν χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὕτως λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν. πρὸς πάντα τὸν λαὸν ἰούδα. ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα. αὐτὸς ἐνιαυτὸς πρῶτος τῶι ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιή σατο· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων. ἔφη πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα. ἐπήγαγε νῦν· ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβου χοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα. ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων. καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας, ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους. τοῦ ἀναγγεῖλαι τῶι βασι λεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον ποιῆσαι βουλόμενος προφήτην. ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους δέξηται παραινέσεις δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίωι. ἀ φαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια. οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι. καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄκρας…

+ τόμος γ

ἔτ…

The complete text is available when the reading interface loads.