Interpretatio in Danielem (Ms C)
- Edition reference
- Interpretatio in Danielem, MPG 81: 1256–1546.
- CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local003- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Book pr
ω · καὶ αύτως· κα δισιν διανέμεται· ἀ οἶμαι ποιεῖν ἰ τοῖς τὰ θεῖα τούττα ἔγγραφον δϊ λίαν· παιδόθεν αραφεὶς· παρὰ πλῶν δὲ σϋγ εὐσεβῶν σμϊκράν τϊνα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ παρακελαμος παρὰ τῶν πατέρων πρων μμ γόνους διδάξ γὰρ τά φησι τοὺς υἱούς οὺς τῶν υἱῶ σο· ου ιν καὶ ὁ μέγας δαβὶδ δαδ · προσέχετε μου τὸν νό· κ οὖς ὑμῶν τὰ μα ματος · ἀνίξω ἐν παραβολαῖς τὸ στόμ· φθέγξομαι βλατα ς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν· εν φησὶ καὶ ἔγνωμεν αὐτὰ· καὶ οἱ πατέρες πρες ἡμῶν ντο ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέρα· ὴν αἰτίαν διδάσκων· νόμον γάρ ἔθ ἰσραὴλ ἰὴλ · πατράσϊ πράσϊ τοῦ γνωρίσαι τὰ· ὅπς γνενεα όμενοι καὶ ἀναστήσονται καὶ ααγγσϊν αὐτὰ τοῖς ἐκ τῆς δϊδασκαλίας ὠφέλει δεικνὺ ἐπήεν τὸν θεὸν θν τὴν ἐλπΐδα αὐτῶν, καὶ μὴ ἐπϊλάθωναι τῶν ντολὰς αὐτοῦ ἐκζητήσωσϊ· ταύτην τοίνυν τὴν δϊδσ ν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις κει τούτου τὴν ἔκτϊσϊν εὐγνωμόνως· ποιήσασθαι· δὲ ὁ θς ἡμα δϊεγείρει νόμος· ἀλλὰ καὶ ποοὶ ῶν ἐπϊσήμν ῶς ἡμς ιπσαντες· θαρρῆσαι πρὸς τνα τοῦτον ναγ έρε τοίνυν οῦ θειοάτυ δανιὴλ τὴν προ ηγορί ητεί αν ὡ ἔ οῖς οσϊ ποιήσωεν· ἴσως δὲ οὐδὲ τοῖς γ ώσε οις αχρης οὗτος πόνος γενήσεται· ἢ γὰρ πλεί εὑρήσουν νοήκαὰ αὐ εν τοῖς ἡμετέροις εὑρίσκοντες, βεαιώσουσϊ η κοινφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ ῶν πλει ων σαταθτύνειν τα νοηθέντα· τοῦτον δὲ τὸν πρτην ἐπῒ παρ ερνεύειν πειρώμεθ οὐχ’ ὡς τῶν ἄλλων καταφρο τες μ νοιτο· αντας γὰρ ἴσμευ θείου πνεύματος πνς ὄργα ἀ τον μ ὅτϊ ἑρηνείαν ἡμᾶς οἱ σνής ν· προσήκει ἡγν ἠτήμεθα άριν ταύτην μεταδοῦναι τοῖς ἠτκόσϊν· ἔπειμᾶς ἡ ἰουδαν ἄνοιά καὶ ἀναίδεια πασκ ζει· ὺς μὲν ἄλλους ϊ κατιπειν προρρήσεις γϋμνοῦν καὶ ς π εἰς γὰρ τοσαυ χϋνταν ἤλασαν· ὡς καὶ τοῦ χοροῦς ροφητῶν τοῦτον ἀ καὶ αὐτῆς αὐτὸν τῆς προφητϊκσηγορίας ἀποστερεῖν· αὐτοῖς ἀναιδὲς μὲν κ ἀποσκοποῦ δὲ τὸ τέχνασμα· ἐπει τῶν ἄλων ἁπάν πολλῶ σέερον τοῦ μεγάλου θεοῦ θυ καὶ χριστοῦ χυ προεθέσπϊσε παρυσΐαν· ὐ μόνον ἃ ιήσει προαγορ λλὰ καὶ τὸν χρόνον πρρηκὼς τὸν μέχρϊ τῆς αὐτοῦ π ρ τῶν ἐτῶν ἐντκὼς ἀριθμὸν· τα σαφταλέξας τὰ τού αὐτοὺς μετ ἀπϊστΐαν καταληψόμενα λυπηρὰ, κότως ἅ δὴ θ μϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσϊν ἀναιδ καὶ λίαν ἀρϋθι μ ως λέγειν ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μϋρΐα ἕτερα χρη γή ἀπόχρην ἡγούμενοι τὴν οἰκείαν ἀπόφασϊν, εἰς τὴν τοῦ ψεύδους βεβ ωσϊν· θαυμαστὸν δὲ οὐδὲν εἰ οἱ κατὰ τοῦ μονο τοὺς εὔνους τοῦ δεσπότου σϋκοφαντοῦσϊ θεράπ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ κύριός κς φησι· εἰ εμ δϊώξους καὶ π ιν· εἰ τὸν οἰκοδεσπότην βεελζ πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλ τοῦ τὴν ἀναίδεια αὐτῶν δϊελέγξωμεν, πϋθώμεθα αὐτῶ τΐ προφήτου ἴδϊον εἶναι φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν, τὸ τ λοντα προιδέναι τὲ καὶ προλέγειν· ἴδωμεν τοίνυν μὴ ταῦτα καὶ π μάθηκε καὶ πρκεν ὁ μακάριος δανιήλ· καὶ τ με περὶ τοῦ του χριστοῦ χυ λόγον, τες ἐΐσχωμεν· τὰς δὲ ἄλλας τοῦ προφητεία ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν πλλὰ ὲν περὶ τ βϋλίων βασϊίας πολλὰ δὲ περὶ τ καὶ μαδ ων πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύ καὶ τΐνα μὲν πείσεται ὁ βαβϋλωνίων βασιλεύς· ὅπως δὲ ἐκείνου π ραλήψονται βασϊλείαν· ἔπειθ’ ὅτϊ τούτους κα εδὼν τε λευτήσει μὲν ατς ὡς τάχιστα· τέσσαρες δὲ α κληνομήσο σ τὴν βασϊλείαν· καὶ ὅτϊ ὸς τούτων τΐς στήσ μϋρία ὅσα γά τοὺς ἰουδαίους δει· καὶ ὅτι θε ἀπολαύσαντες β η είας, της ἐκείνου θηριωδίας ἀπαλλαγήσ εἶτα μεταβὰς ἐκεῖ ρολέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτϊ πάσ καταγωνισαμένη τὰς βα λείας, τὸν παρὰ πων κομίσεται δν· λέγειν· ὅσα περὶ τοῦ τῶν αἰγυπ ν σύρων προηγόρευσε βασϊλέως· κὶ α ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς ἐπϊγαμίας καὶ σϋ είας· εἶτα πάλιν τ ς ἀκηρύκτυς πολέμους μετὰ τὴν γεγεν μέ καταλλαγήν· τὸίνυν αα πάντα πεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνή μην κατπόντα, πῶς οὐ δϋσσεβὲς καὶ ἀνόσϊον· τοῦ τῶν προφητῶν ξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, ποῖα τῆς προ ητ τὰ ἴδια· εἰ δ’ ὅτι τῶν οἰκείων οὐ προτΐθηϊ λγων· τὸ τάδε λ γει · καὶ τούτου χάριν τῆς προφητϊκῆς αὐτὸν ἀποστερ ϊ μμο ίας, πάτωσαν ἡμῖν τΐ τοιοῦτον ἁβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῶ γὰρ ἀβιμλεχ ἀπόδος τὴν γϋναῖκα τῶ ἀνδρὶ· ὅτϊ προφήτης ἐστῒ κὶ οσε περὶ σοῦ καὶ σωθήση σὺ καὶ ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ π αὐτοῦ καὶ τοῦ υἱέος καὶ τοῦ ἐκγόνου φησίν· ὅτϊ ἤγξεν ὑπὲρ αὐτῶν βασϊεῖς ὁ θεὸς θς λέγν· μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταου μὴ πνηρεύεσθε· καὶ ὁ μέγϊστος δὲ προφήτης σ μουὴλ ὁ παιδόθεν νωκόρος, οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος ἀλλὰ καὶ αὐτός· ἢ δι’ ὀνειράτων· ἢ διὰ μεσημβρινῶν τϊνῶν ἀποκ ψεων προγνώσεις ἐνίας καὶ προρρήσεις ἐδέξατο· ολεεῖτε τοί υν κακείνοις ἀναφανδὸν· καὶ τοῦ σϋλλόγου τῶν προφητῶν αὐτοὺς ἐκ άλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείυς παραιτεῖ · φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντΐαν· προφής καὶ της· ἐπϊθυμία καὶ πόθω τῶν μελλν τὴν γνῶσϊν δεξά ρῶσϊ καὶ πόνοις· νηστεία κακΐα τὰ διδαχθ ν μόνοις ἰουδαίοις σϋμ ήσ ἅπρ ἔνοις· πρφησ ήκασιν· ἀλλὰ τῶν κοι ν τῆς οἰκουμένς πραγμά· τὴν αν καὶ προὼν καὶ άξας· σκπήσατε τοίνυν εἰ μὴ λί δικον· ῦ μὲαληψόμενα κκὰ τοὺς ἰουδαυς· μόν ροαγορε· καὶ ἰνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπΐσαντας νινευὶ οῖς προήταις ἐγκαταλέγειν· τὸν μακάρϊον δανιὴλ περὶ πόλεως μιᾶς· οὐδὲ περὶ ἔθνου ος· ἀλ περὶ τῶν μεγΐστν βασϊλειαν προειρηκότα· χαλδαϊῆς τῶν κατὰ μ ρος ὑπ ούτ ν γεγενηω τοφητϊκῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματι πνι κῆς χ ς ἀλλότριο λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ϋμᾶς ὄντας χοδονόσορ αἰδεσθῆναι, τὸν δϋσσεβῆ, τὸν θηριώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα ὅτϊ πνεῦμα πνα θεοῦ θυ ἅγιόν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν καὶ τὸ ἐνύπνιον εἰπεῖν· ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τὲ καὶ ἀληθῶς· ϋμᾶς δὲ οὐδὲ τοῦτο πείθει κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν· ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ϋμετέρων βλαβήσεται τεχνασμά· προφήτην γὰρ αὐτὸν δείκνυσϊ τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσϊν, καὶ τὸ τῆς προρρήσεως τέλος. αὐτὰ γὰρ νῦν τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπΐσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν καὶ δϊὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω τῆς ϋμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογΐαν· καὶ τὴν ϊουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ϋπόθεσϊν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψόμεθα· μετὰ τὸν ϊωσΐαν· εὐσεβὴς δὲ γεγέν βασιλεὺς· ἐβασΐλευσε τῆς ϊουδαίας ϊωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας. διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς ϊωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ϊερεμίας ὁ προφήτης. σελὴμ προσαγορεύει· τοῦτον άλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασϊλεὺς φαραὼ νεχαὼ, εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασϊλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ϊωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασΐλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησΐν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασϊλείας· ἐπϊστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνίων βασϊλεύς· ἔλαβε μὲν οὐκ ὀλίγους δορυαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ϊερῶν σκευῶν. τῶν ταῖς θείαις λειτουργΐαις ἀφιερωμένων· δασμὸν δέ τϊνα ἐπϊθεὶς τῶ ϊωακεὶμ εἶτα τούτου τὸν ὡρισμένον φόρον ἐκτίσειν μὴ βουλομένου, πάλιν ἐπεστράτευσεν τοῖς ϊεροσολύμοιςκαὶ τὴν πόλιν ἑλὼν· καὶ τοῦτον ἀνελὼν καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ· ἐλιακεὶμ μὲν ὑπὸ τῶν ϊουδαίων ὀνομασθέντα, ϊωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ϊερεμίας ὁ προφήτης ϊεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς · ἐὰν γενόμενος γένηται ϊεχονίας υἱὸς ϊωακεὶμ βασϊλέως ϊούδα· ἀποσφράγϊσμα ἐκ τῆς χειρής μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου· ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασϊλείαν πρυτανεύσαντος πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνίων βασϊλεὺς στρατϊὰν ἀποστείλας καὶ στρατηγὸν· τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλωνίαν· τῶ δὲ σεδεκία θείῳ πρὸς πατρὸς πρς αὐτῶ ὄντϊ τὴν βασϊλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασϊλεύσαντ· εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δϋνάμεως ἐπϊστρατεύει τοῖς ϊεροσολύμοις τῶν βαβϋλωνίων ὁ βασϊλεὺς· ἔπειτα πολιορκήσας. καὶ τῶ λιμῶ κατ’ αὐτῶν σϋμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας ἀπάγει δοριαλώτους, πυρὶ τήν πόλιν καὶ τὸ ἱερὸν παραδούς. ἀλλ’ ὁ τῶν ὅλων θεός θς ὁ ταῦτα παθεῖν ϊουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσ παρανομίαν· οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐπεγύμνωσεν, ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία οἷόν τιν παιδονόμους ἐδεδώκει τόν τε οὐρίαν τὸν σίου καὶ ϊερεμίαν τὸν τοῦ χελκίου, ἄνδρας, ϊερωσύνη καὶ προφητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσΐαν δορυαλώτοις ἀπαχθεῖσϊν εἰς Βαβϋλῶνα· τοὺς περὶ τὸν μακάριον δανιὴλ σϋναπέστειλε· καὶ ἐζεκιὴλ καὶ ἀνανίαν καὶ ἀζαρίαν καὶ μισαήλ· ΐνα ἔχοντες τῆς νομικῆς ἀκριβείας διδασκάλους. μὴ πολλὴν ἐκ τῶν βαρβά ἐπϊμιξίας δέξωνται λώβην. ἀλλ’ ἔχωσϊν ἀρχέτυπα. τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτϊ τοὺς εὐνοϊκῶς δουλεύοντας καὶ θεραπεύ αὐτὸν διαπάντων προθυμουμένους. τῆς ἕνεκεν ὠφελεί ἐκείνεν αἰχμαλώτους σϋνεχώρησεν ἀπαχθῆναι καὶ δουλείαν πὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν, ὅτϊ ἀπέκτεινα δι’ ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ἐν ῥήματϊ στόματός μου· 12Οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη. ταύτην τῶν ϊουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάρι δανιὴλ ὠκονόμησε σῢν αὐτοῖς τὴν βαβϋλῶνα καταλαβεῖν· ὃς νέος ὢν ἔτϊ καὶ ὥρα λάμπων σῢν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασϊλείοις ἀνατραφεὶς· καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαπῆς καὶ σϋνέσεως ἔμπλεως γεγονὼς πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντϊ παρρησΐαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον. ὠφελείας κἀκείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνον. ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου δϊδαςκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε· νόμον τεθεικὼς τὸν αρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους. τὸν ὑπὸ τούτου πρεσβευόμενον· καὶ προσκυνεῖν θεόν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα ὁ θεσπέσϊος οὗτος ἀηνέχθη προφήτης· καὶ τΐνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον. ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμϊν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκρϊβέστερον εἰσόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν τίς σαφηνείας ἀρξώμεθα:–
Book 1
τει τρίτω τῆς βασϊλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἦλθεν ναβουχοδονόσορ βασϊλεὺς βαβϋλῶνος εἰς ἱερουσαλὴμ ἱλημ . καὶ ἐπολιόρκ ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων, καὶ τοῦ τηνικάδε βασϊλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν· ΐνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσΐας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασϊλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσεν μετὰ τὸν ἰωάχαζ· πατὴρ πηρ δὲ ἐγένετο τοῦ ἰωάχαμ. ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο· ἡ πρώτη ἅλωσϊς τῶν ἱερος ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο τὸ τῶν βασϊλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητϊκὸν ϋποδείκνυσϊ χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντ ἐστϊν εὑρεῖν· ὅρασις γὰρ φησὶν ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμώς· ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ. καὶ ἄχαζ καὶ ἐίου, οἳ αν τῆς αίας· καί· ἐγένετο λό ἱερεμίαν ἐν ἡμέραις ἀμὼς βασϊλέως ἰούδα· τρϊσκαιδεκάτου ἐν τῆ βτοῦ· καὶ ἰεζεκιὴλ δὲ καὶ τῶν προφητῶν ἕκαστος ὡς τὰ τούτω τῶ προοιμίω κέχρην τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων παρανομίαν, καὶ δεῖξαι προφήτην, τὸν τῶ προφήτην· καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασϊλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ : καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικην αὐτοῦ δείκνυσϊ χάριν· οὔτε γὰρ παντὸς ἦν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος· καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων σϋγχωρήσαντος διά τε τὴν τοῦ λαοῦ καὶ τὴν τοῦ βασϊλέως παρανομίαν· καὶ τὴν πολλὴν ἀσέβειαν, ἡ πόλϊς ἑάλω· καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσΐαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασϊλέα ἰούδα· ἵνα μή τϊς ὑπολάβη οἰκεία δϋνάμει τὸν ναβουχοδονόσορ χρησάμενον. τῆς τῷ θεῷ θῳ ἀνακειμένης περϊγενές πόλεως· μάθωσϊ δὲ πάντες ἀκριβῶς ὅτϊ τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς . οὕτω φησὶ· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ϋψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπϊφέρει τὰς τϊμωρίας· κέχρηται δὲ ὀργάνοις τοῖς εἰς ταῦτ ἐπϊτηδείοις· καὶ ἤνεγκεν αὐτὰ φησὶν εἰς γῆν σενναὰρ οἶκον τοῦ θεοῦ θυ αὐτοῦ καὶ τὰ σκεύη εἰσήεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· καὶ ΐσως ἄν τϊς εἴποι· τΐ δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων, τὰ ἅγια τὰ τῶ θεῶ θω ἀνακείμενα, παρεδόθη ταῦτα δϋσσεβέσϊν ἀνθρώποις ἀνοις · φασῒ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· χικὸς γὰρ ἄνθρωπος ἀνος οὐ δέχε τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μωρία γὰρ αὐτῶ ἐστϊν· ὁ δὲ πνευματικὸς πνικὸς , ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν. ὅτϊ μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖτε· φωτϊζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς · καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον ἔστϊ καταμαθεῖν τὸν πνευματικῶς πνικῶς νοεῖν προανον· πολλὴ γὰρ ἐντεῦθεν οὐχϊ ἰουδαίοις μόνως, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶ γὰρ ἐδϊδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεὸς θς ὰ ἀν προσφερόμενα δέ ἀλλ’ ἐκείνους εὐγνωμοσύνην δν· καὶ διδοὺς θεραπείας τε ἀντϊδόσεως ἀφορμήν· πῶς ἑτέρως ἠδϋνήθημεν ὑπὲρ ὧν εργετήθημεν ὡς δϋνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεὸν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ ἐντελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους· ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆ ἐκείνων ἀσθένεια σϋγκατϊὼν. τὰς παρ’ αὐτῶν προσφερομένας θυσΐας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐτοὺς καὶ αἰχμαλωσΐα παραδοὺς· καὶ τὰ ϋπ’ αὐτῶν προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σῢν αὐτοῖς αἰχμάλωτα δέδωκα· ὁ γὰρ τοὺς λογϊκοὺς παραδοὺς τϊμωρία, τΐ δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτϊ βαβϋλωνίων τῶν βαρβάρων τῶν δϋσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσϊ γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἤπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι. οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μϋρίων παλαιῶν τὲ καὶ νέων φωτϊζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων, ὅτϊ κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ἡμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ΐσον ἐστῒν ὑμᾶς ταῦτα ἔχειν καὶ βαβϋλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ· τοὺς μὲν ἰουδαίους ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦ καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι, ἡνίκα μὲν ἐτΐμησαν ὡς ἐνόμισαν, τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν, ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασϊλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτΐκα. καὶ τὴν ἀξίαν ἔην· ἐδίδαξε δὲ ἅπαντας δϊὰ τῆς τϊμωρίας, πόση τοῦ θεοῦ θυ μις τῶν σκευῶν ἐκείνων· καὶ ὅτϊ οὐκ ἄκων ἀπεστερήθη τῶν ἑ ἀλλ’ ἑκὼν αὐτὰ προέδωκεν δϊὰ τὴν πολλὴν τοῦ λαοῦ μίαν· τοῦτο δὲ καὶ ἐπῒ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀ καὶ φινεὲς οἱ ἠλεὶ τοῦ ἱερίως παῖδες παράνομοι λίαν ὄντες καὶ λαβόντες εἰς ἐπϊκουρίαν τῶν ὁμοφύλων αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς οὐδεμιᾶς ἀξιώσας σφαγῆ παραδοὺς, τὴν κϊβωτὸν παραδίδωσϊ το λιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων ὡς οὐκ αὐτῶ ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασεν· περιτ ταύτης χρεία· ἀδεῶς τὸν θεῖον παραβαίνουσϊν νό συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντ ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κ εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν · τεκμηρίω χρώμενοι τ εἰδώλων κατάλυσϊν· καὶ πολλὴν ἐντεῦθεν ἐπϊσπάς ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν · καὶ τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, παρασκευάζει μὲν τὸν ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον πεσεῖν τὲ καὶ πρὸ σϋντριβῆναι· καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα· γῆσαι δϊὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δ ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ· ἀλλὰ καὶ δῒς καὶ πολλά ἐπϊφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς ἕως οὗ τὴν κιβωτ ἀπέδωσαν· καὶ ἀναθήματα δηλοῦντα τὴν τϊμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα καὶ ἐπῒ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ϊουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρης καὶ εἶπεν ὁ βασϊλεὺς ἀσφαῷ ἀρχϊευνούχω αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσΐ τῶν υἱῶν ἰσραὴλ ἰηλ · καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασϊλείας καὶ ἀπὸ τῶν φορθομμὶν νεανίκους ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος; καὶ ὺς τῆ ὄψει· καὶ σϋνϊέντας ἐν πάση σοφία· καὶ γϊνώσκοντας ν καὶ σοφίαν· καὶ διανοουμένους φρόνησϊν· καὶ οἷς ἐστϊν ϊσχὺς αὐτοῖς τοῦ ἑστάναι ἐν τῶ οἴκω τοῦ βασϊλέως· καὶ τοῦ διδάξαι αὐάμματα γλώσσαν χαλδαίων· ὁ μὲν οὖν λων θεὸς θς , ἐξελέξα τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουμένα· ἵνα δϊὰ τούτων κα τοὺς σοφοὺς καὶ δϋνατούς· ἄνθρωποι ἀνοι δὲ σωμάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ζητοῦσϊν καὶ σοφίαν, οὐ τὴν ωττία κεκομψευμένην· ἔστϊ τοίνυν καὶ ἐντεῦ μαθῶν θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασϊλέ αν· τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασϊλϊκοῦ γένους ὑπάρχοντας· πλη ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόρρησϊς ἣν ἐζεκία προεῖπε εῖ ἄκουσον γάρ φησὶ λόγον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ αι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβυλῶνα ἥξει· καὶ καταλίπωσϊν· εἶπεν δὲ ὁ θεός θς ὅτϊ καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήψονται· καὶ ποιήσουσϊ σπάδοντας ἐν τῶ οἴκω τοῦ βασϊλέως τῶν βαβϋλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμϊμνήσκων ὁ μακάριος δανιὴλ· φησὶ προστάξαι τὸν βασϊλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσΐας τῶν υἱῶν ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασϊλείας· καὶ ἀπὸ τῶν φορθομμὶν νεανίσκους· φορθομμὶν δὲ τοὺς παρθένους ἐκάλεσεν τῆ ἑβραΐδι διαλέκτω· ὁ δὲ σΰμμαχος τὸ φορθομμὶν, ἐπι λέκτους ἑρμενεύει· καὶ δϊέταξεν αὐτοῖς ὁ βασϊλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασϊλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ· πότου αὐτοῦ καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπϊον τοῦ βασϊλέως· καὶ ἐγένοντο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα δανιὴλ καὶ ἀνανίας· καὶ ἀζαρίας καὶ μϊσαήλ· ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασϊλέως ἡμᾶς διδάσκει φιλοτϊμίαν· ὅτϊ οὐχ ὡς δορυαλώτοις εὐτελῆ τϊνα καὶ δουλοπρεπῆ παρεῖχεν τροφὴν· ἀλλὰ καὶ τῆς βασϊλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτϊμΐα χρώμενος· ἀλλ’ ὠφελείας διδασκαλία τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστϊ δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φνήματος· εἰρηκὼς γὰρ ἄνω ὅτϊ ἀπὸ τοῦ τῆς βασϊλείας σπέρματος προσέταξεν ὁ βασϊλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει δϊαπρέποντας· καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε καὶ τὴν τῆς βασϊλείας σϋγγένειαν ἔκρυψε· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ βαλτάσαρ καὶ ἀνανία σεδράχ· καὶ τῶ ἀζαρία μισάχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ· καὶ τοῦτο δὲ παρά τϊσϊ δεσποτείσται δΐκαιον· ὠνούμενοι γὰρ οἰκήτας· τὰς προσηγορίας ἀμείβουσϊν· ἵνα καὶ τῆ τῆς hier fehlen mind. 2 Seiten, vielleicht mehr. Da Nummerierung der Folianten fehlt, weiß ichs nicht genau, aber wahrscheinlich sind sie nachträglich ausgefallen. Vielleicht sind die falsch eingebunden? hier setzt der Text wieder ein ἐγκεχειρισμένων· τῆς γὰρ θείας χάριτος ἀπολαύο ὤφθησαν ἀμείνω πολλῶ τῶν τῆς βασϊλϊκῆς ἀπολ των τραπέζης: καὶ ἐγένετο ἀμελασὰρ ἀναιρούμεν τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν. καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δϋνατὸν καὶ νηστεία χρώμενον, σωματϊκὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ καί φησι· τοῖς παιδαρίοις τοῖς τέσσαρσϊν ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσϊν καὶ φρόνησϊν ἐν πάση γραμματϊκῆ σοφία· οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία σϋνετοὺς αὐτοὺς ἀπέφηνεν· ἀλλ’ ἐκ θείας χάριτος καὶ σϋνέσεως καὶ σοφίας καὶ πάσης ἐπϊστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἀνεδείχθησαν· καὶ δανιὴλ φησὶ σϋνῆκεν ἐν πάση ὁράσει καὶ ἐνϋπνίοις· παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον. ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ σϋνῆκεν τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεὸς θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φϊλοθεΐαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω πολλῶν τοῦτον προτΐθησϊ πρεσβϋτέρων· τοῦτο δὲ καὶ ἐπῒ τοῦ ἰωσὴφ ἔστϊν εὑρεῖν αὐτὸν πεποιηκότα. καὶ ἐπῒ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντϊ κομιδῆ νέω, καὶ ἐπεφάνη· καὶ τὰς κατὰ τοῦ πρεςβΰτου τϊμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῶ μειρακίω χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασϊλεὺς εἰσαγαγεῖν αὐτοὺς· εἰσήγαγεν αὐτοὺς ὁ ἀρχϊευνοῦχος ἐνώπϊον τοῦ ναβουχοδονόσορ· καὶ ἐλάλησεν μετ’ αὐτῶν ὁ βασϊλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι δανιὴλ καὶ ἀνανία καὶ ἀζαρία καὶ μϊσαήλ· καὶ ἔ αν ἐνώπϊον τοῦ βασιλέως· καὶ ἐν παντῒ ῥήματϊ σοφίας καὶ ἐπϊστήμης ὑπὲρ ὧν ἐζήτησε π αὐτῶν ὁ βασϊλεὺς, εὗρεν αὐτοὺς δεκαπλασΐονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασϊλεία αὐτοῦ· ἀλλ’ ὁ μὲν ἀμελάσαρ ᾔδει τὴν τῶν ἐδεσμάτων διαφορὰν καὶ ἔμαθε πάντως τῆς θείας χά τὴν ϊσχύν· ὁ δὲ βασϊλεὺς τέως ἐγνώκει τούτων οὐδέν· γὰρ ἂν ἔμαθε· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγου ϋπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης· ἀλλ’ ὅμως οὐ μϊκρ καὶ οὕτως ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρ ἐθνῶν ἐκλεγέντων ἀμείνους εὑρὼν· κάλλει μὲν καὶ μεγέθει σώματος· σοφία δὲ καὶ σϋνέσει ψυχῆς· ῥϋθμῷ τε λόγων καὶ πάση λογϊκῆ ἐπϊστήμη· τὰς δὲ σϋγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τϊνὰς προσενεγκὼν. τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑποκειμένους· ἀλλὰ δέκα μήραις ἀμείνους ϋπάρχοντας· καὶ τέως μεμάθηκεν ὅτϊ τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς· ἐπήγαγεν καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασϊλέως· οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν. ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας, τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν. καὶ τὸ τέλος προστέθεικεν. ἵνα τῶν μεταξὺ βασϊλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει. ὅτϊ καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσΐας τὴν ἄφεσϊν. ἐθεάσατο κῦρον· καὶ ἐν τῶ παρόντϊ βΐω παραψυχῆς ἀπήλαυσαν. τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών. ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασϊλείας ὁ κῦρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξεν. καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν· παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησϊν διδαχθείς· ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἰσραὴλ ἰηλ οἰκοδομηθήση. καὶ ταῖς πόλεσϊ τῆς ἰουδαίας κατοικισθήσεσθε· ὁ λέγων κύρω φρονεῖν καὶ πάντα τὰ θελήματά ποιήσεις τάδε λέγει κύριος κς τῷ χριστῷ μου κύρω, οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι, ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ σϋγκλεισθήσονται· ἐγὼ προπορεύσομαι πρὸ προσώπου σου. καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω. καὶ μοχλοὺς σϊδηροῦς συνθλάσω· θησαυροὺς σκοτεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κῦρος· τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βΐβλος δὲ τῶν παραλειπομένων, τὸν χρόνον ἡμᾶς δϊδάσκει· ἔτους γὰρ φησὶ πρώτου κύρου τοῦ βασϊλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ δϊὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς · τὸ πνεῦμα πνα κύρου τοῦ βασϊλέως περσῶν· καὶ παρήγγειλε κῦρος κηρύξαι ἐν πάση τῆ βασϊλεία αὐτοῦ. ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῧρος ὁ βασϊλεὺς περσῶν πάσαις ταῖς βασϊλείαις τῆς γῆς ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου · καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἱημ ἐν τῆ ἰουδαία· τΐς ἐν ϋμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ, τὸν τῆς προφητείας δϊδάσκων χρόνον. ἐντέθεικε τοῖς ἰδΐοις σϋγγράμμασϊ τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασϊλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν δϊαναπαύσαντες τὸν ἀγαθὸν δεσπότην ϋμνήσομεν, τὸν πατάςσοντα καὶ ἰώμενον· μαστϊγοῦντα καὶ ἰατρεύοντα· τϊμωρία καὶ φιλανθρωπία φιλανα χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν+ +
+ ὅρασις γ + λογος β:
ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ:- ἐντεῦθεν μανθάνομεν ὡς εὐθέως καὶ παραχρῆμα τῆς βασι ας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία ἐν τῶ τρίτω ἔτει τῆ βασιλείας ἰωακείμ· καὶ τῷ μὲν ἐκέλευσεν φέρειν δασμὸν· τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτως λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν πρὸς πάντα τὸν λαὸν ἰούδα· ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα αὐτὸς ἐνιαυτὸς πρῶτος τῶ ναβουχοδονόσορ· τὴν κατὰ τῶν ἰουδαίων στρατιὰν ἐποιήσατo· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ πρ φήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προφέρων ἔφη· πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι· ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν· ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων. καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρῶ τῆς βασιλείας ναβουχοδονόσορ. ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀπέστη αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς· καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους· καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους· τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ: ἡ μὲν τοῦ θεοῦ θῦ οἰκονομία τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον ποιῆσαι βουλόμενος προφήτην ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σρίους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω· ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θῦ τῶν ὅλων ἡ προμήθεια, οὕτως γνώριμος ἅπασι τοῖς εὐσεβοῦσι καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντες φησὶν, ἦλθον· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐνυπνιάσθην ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνᾶ μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστὶ· καὶ εἶπον· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ανινης διανοίας, θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν ἐνεργείας· συριστὶ δὲ τὴν διάλεξιν πεποίηνται οἱ χαλδαῖοι, τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν καὶ ἰδίαν μὲν γλῶτταν ἑκάστων ἐχόντων· κοινῆ δὲ πάντων τῇ σύρων χρωμένων φωνῆ· διδάξαι βουλόμενοι τὸ τῆς ἀποκρίσεως ἀκόλουθον· ἀλλ’ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ανων τὰ πέρα τῆς φύσεως· ἀπεκρίθη γάρ φησι καὶ εἶπεν τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη ἀπ᾿ ἑμοῦ· ἐὰν δὲ μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε· καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι. δόματα καὶ δωρεὰς· καὶ τιμὴν πολλὴν λήψεσθε παρ’ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι· ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες, ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑποδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομίσαι ἢ τῆ ἀπειλῆ τῶν κακῶν. ἢ τῆ ὑποσχέσει τῶν ἀγαθῶν, πλείονα τοῖς χαλδαίοις ἐγγενήσεσθαι γνῶσιν· αὐτίκα τοίνυν ἐκεῖνοι πάλιν, πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν· ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν· καὶ ἑρμηνεῦσαι μὲν εἰ μάθοιμεν τὸ ἐνύπνιον δυνησόμεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μὲν γνωρισθὲν· εἶτα λήθη παραδοθὲν, οὐ δυνάμεθα· ἀλλ’ οὐδὲν ἧττον ὁ μάταιος ἐπέκειτο τοῦ ἐνυπνίου ζητῶν τὴν ἀνάμνησιν· ἀπεκρίθη γὰρ ὁ βασιλεὺς καὶ εἶπεν· ἐπ’ ἀληθείας ἐγὼ οἶδα ὅτι τὸν καιρὸν ὑμεῖς ἐξαγοράζεσθε· καθότι οἴδατε ὅτι ἀπέστη ἀπ’ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἐπαγγείλητέ μοι, ἕν ἐστιν τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου ἕως οὗ ὁ καιρὸς παρέλθη· τὸ ἐνύπνιόν μου εἴπατέ μοι· καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖτέ μοι· τούτων δὲ τῶν λόγων ἡ μὲν ἀπαίτησις αὐθάδης καὶ μανικὴ· ἡ δὲ κατηγορία λίαν ἀληθής· βούλεσθε γάρ φησι μαθεῖν τὸ ἐνύπνιον· ἵνα κοινήν τινα πλασάμενοι ἑρμηνείαν, ψευδῆ φενακίσητέ με συνήθως συνεργὸν λαμβάνοντες τοῦ χρόνου τὸ μῆκος τῆς ἐκβάσεως τὸν καιρὸν ἀναμένοντες· τούτων ἀκούσαντες οἱ χαλδαῖοι· ὡς γὰρ εἴοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ’ αὐτῶ παρρησίαν, ἀποφατικῶς διαλέγονται καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν· οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ανος ἐπι τῆς ξηρᾶς ὅστις δύναται γνωρίσαι τῶ βασιλεῖ· καθότι πᾶς βασιλεὺς μέγας ἄρχων· ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾶ· πάντα μάγον· χαλδαῖον· ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐρωτᾶ, βαρύς· καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως· ἀλλ’ ἢ θεοὶ· ὧν οὐκ ἔστιν ἡ κατοικία αὐτῶν μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει· ἀνθρώπινα φησὶ παρ’ ἡμῶν ἐπιζήτησον· μὴ τὰ πέρα τῆς φύσεως· πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασιλείαν ἰθύνειν· καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν· ἃ δὲ νῦν ἀπαιτεῖς, οὐ δικαίως ἀπαιτεῖς· οὐ γάρ ἐστιν ἀνθρώπων ανων τῶν σάρκα περικειμένων ἡ τοιάδε γνῶσις· ἀλλὰ τῆς ἀσωμάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης· ταῦτα μὲν οὖν παρὰ τῶν χαλδαίων ἐῤρήθη· προωκονήμητο δὲ ἡ τοῦ δανιὴλ ἀνάρρησις· τούτων γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων ανων ἀλλὰ θεῶν τoῦ ταῦτα γινώσκειν, ὁ θεσπέσιος δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα· ἀκριβῶς δὲ λέγει καὶ σαφῶς ἑρμηνεύει· διδάσκει δὲ τὸν βασιλέα· ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπων ἀνών ἐστὶ τῶν ἐπὶ γῆς ἑρπόντων· οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων· ἀλλὰ τοῦ τὰ πάντα πεποιηκότος θεοῦ θυ · ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῶ οἰκείω χωρίω, τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξεται· ἐπὶ δὲ τὰ συνεχῆ τῆς ἱστορίας τὸν λόγον μετενέγκομεν· τότε φησὶν ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ πολλῇ εἶπεν ἀπολέσθαι πάντας τοὺς σοφοὺς βαβυλῶνος· καὶ τὸ δόγμα ἐξῆλθεν. καὶ οἱ σοφοὶ ἀπεκτένοντο· καὶ ἐζήτησαν τὸν δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν· τυραννικὸν ἀλλ’ οὐ βασιλικὸν τὸ ἐγχείρημα καὶ ἄδικον προφανῶς καὶ δικαιοσύνης ἔρημον· ἀλαζονεία γὰρ καὶ τῦφος προσλαβὼν ἐξουσίαν, ὄλεθρον μηχανᾶται τοῖς ὑπηκόοις· ἀλλ’ ὁ θειότατος δανιὴλ τὴν ἄδικον ταύτην αγὴν θεασάμενος, πυνθάνεται τοῦ ἀριὼχ ὃς τὸν ὠμότατον τοῦτον ἐνεχειρίσθη φόνον λέγων· ἄρχων τοῦ βασιλέως περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς αὕτη ἐκ προσώπου τοῦ βασιλέως· ἠγνόει γὰρ ὡς ἔοικεν· ἅτε δὴ μὴ κληθεὶς εἰς τὸν σύλλογον τῶν σοφῶν βαβυλῶνος· οὐδέπω γὰρ τὰ τρία παρεληλύθει ἔτη ἐν οἷς αὐτοὺς τῇ βασιλικῆ τραφέντας τροφῆ. μετὰ τὸν τρίτον χρόνον εἰσαχθῆναι αὐτοὺς προσέταξεν αὐτῶ τῶν βαβυλωνίων ὁ βασιλεύς· εἰ δὲ πρὸ τούτων διηγήσατο τῶν λόγων ὅτι καὶ εἰσῆλθον καὶ τῶν ἄλλων προεκρίθησαν ἀμείνους ὀφθέντες, θαυμαζέτω μηδείς· ἐκεῖνο γὰρ τὸ διήγημα συμπερᾶναι βουλόμενος, ἅπαντα σαφῶς ἐδίδαξεν τὰ τηνικαῦτα συμβάντα· εἶτα μεταβαίνει λοιπὸν ἐφ’ ἕτερον διήγημα τῶν ἐν τῶ μεταξὺ χρόνων γεγενημένων· ὅτι γὰρ οὐδέπω τῶν παρρησίαν ἐχόντων ἦν πρὸς τὸν βασιλέα ἡνίκα τοὺς σοφοὺς συνήγαγε βαβυλῶνος, ἡ τῆς ἀδίκου σφαγῆς ἄγνοια μαρτυρεῖ· ταύτης γὰρ ἀγνοῶν τὴν αἰτίαν, τὸν ἀριὼχ ἠρώτα· καὶ ἐπειδὴ ἔμαθε, θαρρεῖ μὲν τὴν πρὸς τὸν βασιλέα διάλεξιν· ἀξιοῖ δὲ αὐτὸν ὀλίγον αὐτῷ χρόνον ἐνδοῦναι εἰς τὴν τοῦ ἐνυπνίου ζήτησιν. καὶ τῆς ἑρμηνείας τὴν εὕρεσιν· εἶτα διδάσκει ἡμᾶς τὸν τῆς εὑρέσεως τρόπον· οὐκ αὐτὸς φιλοτιμούμενος. ἀλλ’ ἡμᾶς ἐπὶ τὴν ὁμοίαν σπουδὴν ἐκκαλούμενος· εἰσῆλθε γάρ φησι δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ· καὶ τῷ ἀνανία καὶ τῷ ἀζαρία καὶ τῷ μισαὴλ τοῖς φίλοις αὐτοῦ ἐγνώρισεν τὸ ῥῆμα· καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ θυ τοῦ οὐρανοῦ ουνου ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἀπόλωνται δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν λοιπῶν σοφῶν βαβυλῶνος· ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον· οἱ μὲν γὰρ τοῦ ψεύδους ἐργάται, τῆς θείας εἰσὶν ἔρημοι συμμαχίας· καὶ λογισμοῖς μόνοις ἀνθρωπίνοις ανινοις εὐσεβείας γεγυμνωμένοις χρώμενοι, πάντα καὶ λέγουσι καὶ πράττουσιν εἰς ἀπάτην ἀνθρώπων ανων · οἱ δὲ τρόφιμοι τῆς ἀληθείας, οὐδὲν δίχα τῆς ἄωθεν βοηθείας λέγειν ἢ πράττειν ἀνέχονται· τὰ δὲ σφῶν αὐτῶν πείσματα· τῆς πάντα ἐφορώσης προμηθείας ἐξάπτοντες, ἑστᾶσιν ἀκίνητοι μὴ κλονούμενοι· ηδὲ τῆδε κακεῖσε περιφερόμενοι· ἀλλὰ τῆς ζάλης τῶν ἀνθρωπίνων ανινων λογισμῶν ἀπηλλαγμένοι· καὶ τούτου μάρτυς ὁ θεσπέσιος δανιὴλ· ὀλίγον μὲν χρόνον αἰτήσας εἰς τὴν τοῦ ἐνυπνίου εὕρεσιν· οὐκ εἰς λογισμοὺς δὲ ἁπλῶς τὸν καιρὸν δαπανήσας· ἀλλ’ εἰς ἱκετείαν καὶ προσευχὴν· καὶ οὐδὲ αὐτῶ μόνω θαρρήσας· ἀλλὰ καὶ τοὺς ὁμοτρόπους εἰς κοινωνίαν τῆς ἱκετείας λαβὼν· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· τότε γάρ φησι τῶ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησεν τὸν θεὸν θν τοῦ οὐρανοῦ ουνου δανιὴλ. καὶ εἶπεν· εἴη τὸ ὄνομα κυρίου κυ τοῦ θεοῦ θυ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ· ἕως τοῦ αἰῶνος· ὅτι ἡ σοφία καὶ ἡ σύνεσις. αὐτοῦ ἐστιν· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους· καθιστᾶ βασιλεῖς καὶ μεθιστᾶ· διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν· αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα· γινώσκων τὰ ἐν τῶ σκότει· καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστιν· διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι· καὶ πλέκει τὸν ὕμνον· οὐχ ἁπλῶς· ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν· προσήκει γάρ φησι τὸν ἀίδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν θν · σοφίας ὄντα καὶ συνέσεως πηγὴν· ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύοντα· καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης ανινης εὐημερίας ἀβέβαιον· δεικνύντα δὲ ἅπασιν…
Book 3
λογ…
The complete text is available when the reading interface loads.