The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms E)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local004
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Book pr

εἰ πᾶσϊ ῥᾴδιον ἦν, τὰ τῶν θείων προφητῶν ἀναπτΰσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπϊφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν, καὶ τὸν ἐκεῖ κρϋπτόμενον τοῦ νοήμα-τος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλ-κον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν. πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσϊν τῆς προφητϊκῆς δϊανοίας ἐφϊ-κνουμένων ἴσος, ἐφϊκνουμένων · ἐπειδὴ δὲ, μίαν μὲν ἅπαντες φΰσιν ἐλάχομεν, οὐκ- ἴσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν, ἑκάστῳ γὰρ δίδοται φησιν ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ σϋμφέρον; καὶ ἄλλῳ μὲν, δίδοται διὰ τοῦ πνεύματος διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ, λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματϊ· καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσϊν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσϊ τὰ θεῖα, τούτων ἔγγραφον παραδοίεν δϊδασκαλίαν· παιδόθεν γὰρ μὲν αὐτοῖς, ἐντραφείς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμϊκράν τϊ-να γνῶσιν ἐρανϊσόμενοις ἐρανϊσάμενος , καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν τοὺς ἐκγόνους δϊδάσκειν· διδάξεις γὰρ αὐτά φησὶ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάρϊν, καὶ ὁ μέγας διδάσκαλος δαβὶδ δαδ , προσέχετε λαός μου φησὶ τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόμα- τός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προ- βλήματα ἀπ’ ἀρχῆς· εἶτα δείκνυσϊ πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμέν φησϊ, καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων εἰς γενεὰν ἑτέραν καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γὰρ φησὶν ἔθετο ἐν ἰσραὴλ ἰὴλ , ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν· τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσϊν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. καὶ τὴν ἐκ τῆς δϊδασκαλείας ὠφέλειαν δεικνῢς, ἐπαγει· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσ ου ω σϊ· ταύτην τοίνυν τὴν διδασ-καλίαν παρὰ τῶν πατέρων δεχόμενοι, χρέος δίκαιον τοῖς με-θ’ ἡμᾶς γενομένοις τὲ καὶ ἐσομένοις ὀφείλομεν· καὶ προσήκει τούτου τὴν ἔκτησϊν ἔκτισϊν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ἡμας ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων σϋνή-θων, θερμῶς ἡμᾶς λειπαρήσαντες, θαῤῥῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνϋν τοῦ θειοτάτου δανϊὴλ τὴν προφη-τείαν, ὡς ἔνϊ μάλιστα σαφῆ τοῖς ἀγνοοῦσι ποιήσομεν· ἴσως δὲ, οὔδε τοῖς γνώσεως ἠξιομένοις, ἄχρηστως ἴσος ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· εἰ γὰρ πλείονα εὑρήσουσιν ὧν νενομίκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσι τῇ κοινωνίᾳ, τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων σϋγ-κατάθεσϊς κρατΰνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ εἴσμεν τοῦ θείου πνεύματος ὄργανα· ἀλλὰ πρῶτον μὲν, ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ σϋνήθεις ἐπήγγειλαν, καὶ προσήκον ἡγούμεθα, ἣν ᾐτήθημεν χάρϊν, ταύτην δοῦναι τοῖς ᾐτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια, παρασκευάζει, τοὺς μὲν ἄλλους ἐν τῷ παρόντϊ καταλϊπεῖν· τὰς δὲ τούτου προῤῥή-σεις γϋμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχϋν-τίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοι-νίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδεσμένον, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπει-δὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῷ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χρϊστοῦ προεθέσπϊσε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προσαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς καὶ τῶν τὸν μέχρϊ τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθηκὼς ἀρϊθμὸν, καὶ ἅπαντα σαφῶς καταλέξας τὰ τούτοις αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λϋπηρά· εἰκότως ἅτε δὴ θεομϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσϊν ἀναιδῶς λέγειν, ὡς οὐκ ἔστϊ προφήτης ὁ ταῦτα καὶ μϋρία ἕτερα χρησ-μολογήσας, ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἀπόφασϊν εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν. θαυμαστὸν δὲ οὐδέν εἰ κατὰ τοῦ μο-νογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου σϋκοφαντοῦσι θεράποντας· σϋμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριος κς φησὶν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσϊν· καὶ πάλϊν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναί-δειαν αὐτῶν διελέγξωμεν, πϋθώμεθα αὐτῶν οὕτως· τί προφή-του ἴδιον εἶναί φατέ; ἀλλὰ γὰρ ἴσως ἂν εἴποιμεν, τὸ τὰ μέλ-λοντα προειδέναι τέ, καὶ προλέγειν· εἴδωμεν τοίνϋν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μακάρϊος δανϊήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χρϊστοῦ λόγον, τέως ἐπισχῶμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγομεν· εὑρίσκομεν τοίνϋν αὐτὸν, πολλὰ μὲν, περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ, περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς τῶν ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβϋ-λωνίων βασιλεὺς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειτα, ὅτι τούτους καταλύσας ὁ μακεδὼν· τελευτή-σει μὲν αὐτὸς, ὡς τάχιστα· τέτταρεις δὲ ἀνθ’ ἑνὸς κληρονομή-σουσϊ τῆς βασϊλείας· καὶ ὅτϊ ἐξ ἑνὸς τούτων βλαστήσας τὶς, μϋρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαν-τες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα, μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχΰν· καὶ ὅτϊ πάσας καταγωνϊσαμένοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομϊσουνται δασμόν· τί δεῖ λέγειν, ὅσα περὶ τοῦ τῶν αἰγϋπτίων, καὶ τοῦ τῶν σΰρων προηγόρευσε βασιλέων, καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ σϋγγενείας· εἶτα πάλϊν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνϋν ταῦτα πάντα προε-γνωκότα, καὶ προεἰρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν κα-ταλϊπόντα, πῶς οὐ δϋσσεβὲς καὶ ἀνόσϊον, τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τὶνα προφητείας τὰ ἴδια; εἰ δὲ, ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγ ον ων τό, τάδε λέγει κΰριος, καὶ τούτου χάρϊν τῆς προφητϊκῆς αὐτὸν ἀποστεροῦσϊ σϋμμωρίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβ-ραὰμ ὁ πατρϊάρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῷ γὰρ ἀβραὰμ ἐλέχθη φησὶ· καὶ νῦν ἀπόδος τὴν γϋναῖκα τῷ ἀνδρί, ὅτϊ προφήτης ἐστϊ, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήση σῢ καὶ πᾶς ὁ οἶκός σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ , περί τε αὐτοῦ καὶ τοῦ υἱέως, καὶ τοῦ ἐκγόνου φησίν· ὅτϊ ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς, λέγων· μὴ ἅπτεσθε τῶν χρϊστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ· ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς. ἢ δι’ ὀνειράτων, ἢ διὰ μεσημερϊνῶν τϊνῶν ἀποκαλΰ-ψεων προγνώσεις, ἐννοίας, καὶ προῤῥήσεις ἐδέξατο· πολεμῆτε τοίνϋν κᾀκείνοις ἀναφανδὸν, καὶ τοῦ σϋλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς, εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινΐαν, φεύγετε καὶ τὴν κατ’ ἀυτοῦ σϋκοφαντΐαν· προφήτης γάρ· καὶ προφήτης ἐπιθϋμΐᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσϊν δεξάμενος, ἱδρῶσϊ καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα δϊδαχθείς· οὐχ ἃ μόνοις ἰουδαίοις σϋμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομΐαν, καὶ προμαθὼν καὶ προδϊδάξας· σκοπήσατε τοίνϋν, εἰ μὴ λίαν ἄδϊκον, ἀβδϊοῦν μὲν, τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ, περὶ μϊᾶς πόλεως προθεσπίσαντας τῆς νϊνευεὶ, τοῖς προ-φήταις ἐγκατελέγειν· τὸν δὲ μακάρϊον δανϊὴλ, οὐ περὶ πό-λεως μϊᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγί-στων βασϊλειῶν προειρηκότα χαλδαϊκῆς περσικῆς, μα-κεδονϊκῆς, ῥωμαϊκῆς, καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενη-μένων. τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν. καὶ τῆς πνευ-ματϊκῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει· καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδε-σθῆναι, τὸν δϋσσεβῆ· τὸν θηρϊώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμΰητον. βοῶντα περὶ τοῦ δανϊὴλ, καὶ λέγοντα, ὅτϊ πνεῦ-μα θεοῦ ἅγιον ἐστῒν ἐν αὐτῷ· καὶ γὰρ τῶ ὄντϊ τοῦ θείου πνεύ-ματος ἔργον ἦν καὶ τὸ ἐνύπνϊον εἰπεῖν, ὃ ἕτερος θεασά-μενος ἀπελέσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφή-του καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προ-φήτου πολεμεῖτε δεσπότῃ· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνϋσι τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσϊν καὶ τὸ τῆς προῤῥήσεως τέλος· ἀλλὰ γὰρ νῧν ὁρῶντες τὰ πράγ-ματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν γραμμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάληψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τοῦτο δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐνκεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνϋν, τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν ἰουδαίων κατηγορίαν, ἀποχρών-τος ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα:- μετὰ τὸν ἰωσίαν, εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς, ἐβα-σίλεθσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ, τρεῖς μῆνας ὅλους, καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλεί-αις, καὶ τ αῖς οῖς παραλειπομέν αις οις , ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μα-κάριος ἰερεμίας αὐτὸν ὁ προφήτης, σελεὶμ προαγορεύει· τοῦτο δορϋάλωτον ὁ τῆς αἰγΰπτου βασϊλεὺς φαραὼ ἐχαῶ λα-βὼν αἰχμάλωτον, εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασϊλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἓν καὶ δέκα ἔτη. πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῷ τρίτω ἔτει τῆς τούτου βασιλείας, ἐπϊστρατεύ-σας ναβουχοδονόσ ω ο ρ ὁ τῶν βαβϋλωνίων βασιλεύς, ἔλαβε μὲν οὐκ ὀλίγους δορϋαλώτους, τῶν ἐπ’ εὐγενΐᾳ λαμπρϋνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν, τῶν ταῖς θείαις λειτουρ-γίαις ἀφϊερωμένων· δασμὸν δέ τϊνα ἐπιθεὶς τῷ ἰωακεὶμ, ἀπῇρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὁρϊσθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλϊν ἐπεστράτευσε τοῖς ἱεροσολύ-μοις· καὶ τὴν πόλϊν ἑλὼν, καὶ τοῦτον ἀνελὼν, καθίστησϊν ἀντ’ αὐτοῦ βασϊλέα, τὸν ἐξ αὐτοῦ ἰωακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομα-σθέντα, ἐλιακὶμ δὲ πάλϊν μετωνομασθέντα· καὶ τοῦτον δὲ, ὁ μακά- ρϊος ἱερεμίας ὁ προφήτης ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ φησὶ λέγει κύριος κς , ἐὰν γενόμενος γενήται ἰεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξϊᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψϋ- χήν σου, ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλ- δαίων· καὶ τούτου τοίνϋν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρϋτανεύσαντος, τότε πάλϊν ὁ ναβουχοδονόσ ω ο ρ, ὁ τῶν βαβυλωνίων βασιλεύς στρατειὰν ἀποστείλας καὶ στρατηγὸν, τοῦ-τον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλῶνα· τῷ δὲ σεδε-κίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι, τὴν βασιλείαν ἐνεχείρϊσε· καὶ τούτου δὲ ἐνϊαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα, τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δϋνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις τῶν βαβϋλωνίων ὁ βασιλεὺς· ἔπειτα πολϊορκήσας, καὶ τῷ λϊμῷ κατ’ αὐτῶν σϋμμάχῳ χρησά-μενος, καὶ μηχανήματα τοῖς περϊβόλοις προσενεγκὼν, ῥή-γνυσϊ μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δορϋαλώτους, πυρὶ τήν τε πόλϊν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς , ὁ ταῦτα παθεῖν ἰουδαίους δϊὰ τὴν πολλὴν αὐτῶν σϋγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς, τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ, οἷόν τϊνας παιδο-νόμους ἐδεδώκει· τόν, τε οὐρίαν τὸν σαμαίου, καὶ ἱερεμίαν τὸν τοῦ χαλκίου, ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορϋαλώτοις ἀπαχ-θεῖσϊν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάρϊον δανϊὴλ, σϋναπέστειλεν ἐζεκϊὴλ, καὶ ἀνανίαν, καὶ ἀζαρίαν, καὶ μϊ-σαήλ· ἵν’ ἔχοντες τῆς νομϊκῆς πολιτείας ἀκρϊβεῖς διδασ-κάλους, μὴ πολλὴν, ἐκ τῆς τῶν βαρβάρων ἐπϊμιξείας δέ-ξωνται λώβην· ἀλλ’ ἔχωσϊν ἀρχέτϋπα τῆς προγονϊκῆς αὐτοὺς ἀρετῆς καὶ φϊλοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅ-λων θεὸς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν. ὅτι τοὺς εὐ-νοϊκῶς αὐτῷ δουλεύσαντας, καὶ θεραπεύειν αὐτὸν διαπαν-τὸς προθϋμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας. αἰχμα- λώτους σϋνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδΰνοις περϊπεσεῖν, καὶ διὰ κϋμάτων καὶ κλΰδωνος ὁδεῦσαι τὸν βίον οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου. οὕτω τὴν τῆς οἰκουμένης πραγματευό-μενος σωτηρίαν, τοὺς ἁγίους σϋνεχώρησεν ἀποστόλους, ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν. καὶ τοὺς περὶ τὸν μακάριον δανϊὴλ ᾠκονόμησε σῢν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὡς ὃς νέος ὢν, καὶ τῇ ὥρᾳ λάμπων, σῢν τοῖς φϊλοθέοις ἐκείνοις μειρακίοις, ἐν τοῖς βασϊλείοις ἀνατραφεὶς, καὶ παιδόθεν τὴν θείαν χάρϊν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας δὲ παντοδαπὴς καὶ σϋνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κᾀκείνῳ γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε, νόμον τεθαι-κὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκϋνεῖν θεόν· ὅτε μὲν οὖν εἰς τὴν βαβϋλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης, καὶ τί-νος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμο-φύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, σϋντόμως εἰρήκα-μεν· τῆς δὲ προφητείας τὴν δΰναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκρϊβέστερον θησόμεθα. τὴν θείαν τοίνϋν χάρϊν καλέσαντες σϋνεργὸν, σαφηνείας ἀρξώμεθα·

Book 1

λογος α ος Ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ, βασιλέως ἰούδα, ἦλθε ναβουχοδονόσ ω ο ρ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτήν· ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδί δαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρότης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ, τοῦ καὶ ἐλιακεὶμ, ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ· πατὴρ δὲ ἐγένετο τοῦ ἰωάχαζ, ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο, τῶν τότε βασιλέων μεμνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδεί κνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦν τας εὑρεῖν· ὅρασις γὰρ φησὶν, ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς, ἐν ἡμέραις ὀζίου καὶ ἰωάθαμ, καὶ ἄχαζ καὶ ἐζεκίου, οἳ ἐβα σίλευσαν τῆς ἰουδαίας· καὶ ἐγένὴθη λόγος κυρίου πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρισ καιδεκάτου ἐν τῆ βασιλείᾳ αὐτοῦ· καὶ ἰεζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ, τοῦτῳ τῳ προοιμίῳ τῆς προφητείας κέχρηται· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν· καὶ διδάξαι προφήτην τὸν τῷ ὄντι προφήτην· καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ· καὶ τοῦτο δὲ τὴν πνευματικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ πάντὼν ἐστι τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τό, ἔδωκε κύριος ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν ναβουχοδονόσ ω ο ρ χρησάμενον, τ οῖς ῆς τῷ Θεῷ ἀνακειμέν οις ης περιγενέσθαι πόλεως· μάθωσιν ἅπαντες δὲ ἀκριβῶς, ὅτι τοῦ Θεοῦ προδεδωκότος, καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένετο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς Θς , οὕτώ φησι· μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτον τος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρΐὼν, ἄνευ τοῦ ἕλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἐπιφέρει τὰς τιμωρίας· κέχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις: καὶ ἤνεγκεν αὐτὰ φησιν εἰς γῆν σενναὰρ, εἰς οἶκον θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ αὐτοῦ ∴ καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἡμαρτηκότων, τὰ ἅγια σκεύη, τὰ τῷ Θεῷ ἀνακείμενα, παρεδόθη δυσσεβέσιν ἀνθρώποις ἀνοίς ; φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ θυ · μωρία γὰρ αὐτῷ ἐστὶν· ὁ δὲ πνευματικός, ἀνακρίνει πάντα, κατὰ Τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθίας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος. καὶ τὰς αἰτίας μανθάνει, ὥσπερ ἀμέλει καὶ τὸ νῦν ζητούμενόν ἐστι καταμαθεῖν τὸν πνευματικῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν, οὐχὶ ἰουδαίοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος τῶν ὅλων Θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκείνους εὐγνωμοσΰνην διδάσκων, καὶ διδοὺς θεραπείαν τὲ καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν. ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δυνατὸν, ἀμείψασθαι τὸν εὐεργέτην Θεὸν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο; πεῖσαι τοίνυν βουλόμενος ἰουδαί οις ους , ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆν ἐκείνων ἀσθενείαν συγκατιὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο· εἰκό τως των , ἀποστραφεὶς αὐτοὺς. καὶ αἰχμαλωσίᾳ παραδοὺς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεύη, δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον, σῢν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρίᾳ, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι, οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ, ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι. κατεφρόνουν μὲν τοῦ τῶν ὅλων Θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς, ταῖς παρανομίαις μολΰνετε· καὶ ἴσόν ἐστιν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κᾳ’ κείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι, ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμισαν τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες. τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν, ἑτιώμενος, ἐκολάσθη μὲν, παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας πόση ἐκείνων τῶν σκευῶν ἡ δύναμις· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ, ἀλλ’ ἑκὼν αὐτὰ προσέδωκε, διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν. ἐπειδὴ γὰρ ὁ φνὶ καὶ φινεὲς, οἱ ἡλὶ, τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ Θεὸς θς , οὐδεμιᾶς ἀξιώσας προνοίας· ἀξίᾳ δὲ σφαγῇ παραδοὺς· τὴν δὲ κιβω τὸν παραδίδωσι τοῖς ἀλλοφΰλοις· πάλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς. τὸν θεῖον νόμον παραβαίνουσι παραβαίνουσι νόμον , καὶ ἀσεβείᾳ συζῇν προαιρουμένοις. ἵνα δὲ, μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενόμενοι τοῦ Θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν, αὐτὸν εἶναι τῶν τῶν ἰουδαίων Θεὸν, τεκμῃρίῳ χρώμενοι τὴν τῶν οἰκείων εἰδώλων κατασκευὴν· καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπισπάσονται βλάβην, ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων Θεὸν, καὶ οἷόν τι ἄριστον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, παρασκευάζει μὲν τὸν δαγὼν, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς, καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν, καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσ ω ο ρ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαί οις ους , ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν, ἡ πρὸς βραχὺ παρὰ τοῦ Θεοῦ γενομένη συγχώρησις ∵ καὶ εἶ πεν ὁ βασιλεὺς ἀσφανὲχ τῷ ἀρχιευνούχῳ αὑτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν πορθομεῖν φορθομμὶν νεανίσκους, ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πᾶσι σοφίᾳ· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἱστάναι ἐν τῷ οἴκω τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν χαλ δαίων· ὁ μὲν οὖν τῶν ὅλων Θεὸς θς , ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διατούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι δὲ σώματων ὧραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι· καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίαν κεκομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὁ πόσον τῶν θεῖων καὶ ἀνθρωπίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόῤῥησις, ἣν ἐζεκίᾳ προεῖπεν τῷ βασιλεῖ· ἄκουσον γὰρ φησὶν· ὁ λόγος κυρίου σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου, ἕως τῆς ἡμέ ρας ταύτης, εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλΐπω σιν εἶπεν ὁ Θεός θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου εἶπεν ὁ θεός θς ὧν γέν νησεις λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ, φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν πότῶν πόρθμιν· πόρθμιν δὲ τοὺς παρθένους ἐκάλεσε τῇ ἑβραί ᾳ ων φωνῇ· ὁ δὲ σύμμαχος, τὸ πορθμιν ἐπιλέκτους ἐκαλεσε εἱρμήνεθσε : καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέ ζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου ἀπὸ τοῦ αὐτοῦ, καὶ ἐκ θρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπι ον ων τοῦ βασιλέως· καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανι ὴλ καὶ ἀνανίας, καὶ ἀζαρίας, καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν· ὅτι οὐχ ὡς δορυαλώτους εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασιλικῆς αὐτοῦς τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς. ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν Ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε· καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψε ∵ καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχι ευνοῦχος ὀνόματα· τῷ δανιὴλ βαλτάσαρ· καὶ τῷ ἀνανίᾳ, σε δράχ· καὶ τῷ μισαὴλ, ἀβδεναγώ ∴ καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσι· ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνωρίζωσι· καὶ τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραικὰς ἀφελὼν προσηγορίας, χαλδαικὰς ἐπιτέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βα σιλεὺς παρενεγγύησε: καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὑτοῦ τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγη θῇ: οἱ γὰρ φιλόθεοι, οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων Θεὸν· ἀλλ’ ἔνθα ἂν ἀφήκονται, τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι δημιουργὸν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι, καὶ τὴν τοπικὴν τοῦ Θεοῦ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦντες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν, ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρῶαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολΰναντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὁρωμένης καταφρονήσαντες σω τηρίας, καὶ τῆς βασιλικῆς πανδεισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαι φησὶ τῶν βασιλικῶν σιτίων παραιτούμενοις μεταλαβεῖν: καὶ ἔδωκεν ὁ Θεὸς θς τὸν δα νιὴλ εἰς ἐλέον καὶ οἰκτιρμῶν ἐνώπιον τοῦ ἀρχιευνούχου: ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν· ἦν γὰρ φησὶ κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον καὶ χάριν ἐναν τίον τοῦ δεσμοφύλακος: διδασκόμεθα τοίνυν κἀντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητόν πως ποτὲ καταλέλοιπεν ὁ Θεός θς · διὸ καὶ ἕτερος προφήτης βοᾷ: ἐρωτή σατε γενέ ́ὰς τὰς γεναμένας προτέρας ἠ ὑ μῶν, τίς ἐνεπίστευσε κυρίῳ κῳ . καὶ κατησχύνθη; καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανιήλ φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασιλέα τὸν ἐντάξαντά με τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυ θρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδι κάσ η ε τ αι ε τὴν κεφαλήν μου τῷ βασιλεῖ: οὐ καλόν γοῦν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια, καὶ ἡγούμενος ἐκ μόνης δΰνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε. μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, διαφορά τις ἐν τοῖς προσώποις φανῇ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμε λάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμὸνα αὐτοῦ τε καὶ ἀνανία, καὶ ἀζαρία, καὶ μισαὴλ, καὶ φησί: πεί ρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγ ό ώ μεθα, καὶ ὕδωρ πιώμεθα, καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παι δαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδῃς ποίησῳν μετὰ τῶν παίδων σου ∵ οὐδὲν τῆς εἰς Θεὸν πίστεως ἰσχυρότερον· καὶ δία τοῦτο πολλαχόθεν, καὶ ἀλλόθεν ἔστι μαθεῖν· οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥωπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαβόντων χλιδῆς, εὐπρεπέστερός τε, καὶ περικαλλέτερος φανήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει; καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασε· πείρασον γὰρ φησὶ· τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερ μάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σΰ τῶν προσώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μὲν δοκοῦν σοι κελεύσεις· ἡμεῖς δὲ, οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέ την· καὶ ὁ μὲν, ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο: καὶ εἰσή κουσε γὰρ αὐτῶν φησὶν εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν, ὡράθησαν αἰ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν, ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης, καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς, τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες, ὤφθησαν ἀμείνους, πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμενος τὸν δεῖπνον αὐτῶν· καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα, καὶ διπλοῦν ἐκαρπώσατο κέρδος: πρῶτον μὲν γὰρ μεμαθήκαμεν ὡς δυνατὸν καὶ νηστείᾳ χρώμενον σωματικὴν ῥώμην καὶ εὐ πρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καὶ φησί· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρ σιν ἔδωκεν αὐτοῖς ὁ Θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμ ματικῇ καὶ σοφίᾳ ∵ οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς εποίησε ἀπέφηνε , καὶ σοφίας ἁπάσης ἐνέπλησεν, ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας, καὶ πάσης ὐθιστή μης ἀξιωθέντες κρείττους ἁπάντων εδείχθησαν: καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσῃ ὁράσει, καὶ ἐν ὕπνοις: παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν δε ἠδΰνατο, τὰ τοῖς ἄλλοις ἀποκαλυψόμενα· τὸ γὰρ συνῆκε, τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κᾀντεῦθεν ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων Θεὸς θς · ἀλλ’ εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρῃ ταύτην ἐν νέῳ, πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἔστιν αὐτὸν εὑρεῖν πεποιηκότα, καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ ὄντι κομιδῆ νέῳ, καὶ ἐπιφανῆ, καὶ τὰς κατὰ τοῦ πρεσβυτέρου τιμωρίας προαγορεύειν ἐκάλεσεν ἐκέλευσεν · εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῷ μει ρακΐῳ χάριτος· καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βα σιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον ναβουχοδονόσορ, καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς· καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι, δανιὴλ ἀνανίᾳ ἀζαρίᾳ καὶ μισαήλ· καὶ ἕστησαν ἐνώπιον τοῦ βασιλέως. καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὑπὲρ ὧν ἐζήτη σε παρ’ αὐτοῦ ὁ βασιλεὺς, ηὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄντας ἐν τῇ βασιλεία αὐτοῦ :- ἀλλ’ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχΰν· ὁ δὲ βασιλεὺς, ἴσως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἔμαθε τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης; ἀλλ’ ὅμως οὐ σμικρὰν καὶ οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν κελευσθέντων ἀμείνους εὑρὼν· κάλλει μὲν καὶ μεγέθει σώματος, σοφίᾳ δὲ καὶ συνέσει ψυχῆς, ῥυθμῷ τε λόγων, καὶ πάσῃ λογικῇ ἐπιστήμῃ· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσαγαγὼν προσενεγκὼν , τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον· καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίρας ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν, ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς, ἐπήγαγε: καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κῦρον· καὶ τῷ παρόντι βίῳ παραψυχῆς ἀπήλαυσε, τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ κῧρος εἰς τὴν ἰουδαίαν. τοὺς βουλομένους ἰουδαίων προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖ νος γὰρ διαῤῥήδην ἐβόα, λέγων ἰηλ ἱλημ οἰκοδομηθήσῃ, καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικησθήσεσθαι, ὁ λέγων κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τάδε λέγει κύριος τῷ χριστῷ μου κύρῳ· οὐκ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθή σονται· ἐγὼ γὰρ προπορεύσομαι πρὸ προσώπου σου, καὶ ὄρη ὁμα λιῶ· πύλας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συν θλάσω· θησαυροὺς σκοτινοὺς ἀποκρύφους ὀρατοὺς ἀοράτους ἀνοίξώ σοι· ταῦτα μαθὼν ὁ κῦρος, τῆς βουλομένοις τῶν ἰουδαίων, τὴν εἰς τῆν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶ πρώ του κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος ἱερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα κύρου τοῦ βασιλέως περσῶν, καὶ παρήγγειλε κῦρος κηρύξαι ἐν πάσῃ τῇ βα σιλείᾳ αὐτοῦ ἐν λόγοις γραφῆς, λέγων· τάδε λέγει κῦρος ὁ βασι λεὺς περσῶν, πάσ αις ας ταῖς τὰς βασιλεί αις ας τῆς γῆς, ἔδωκέ μοι κύριος ὁ Θεὸς θς τοῦ οὐρανοῦ, καὶ αὐτὸν ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἱερουσαλὴμ, τῇ ἐν τῇ ἰουδαίᾳ· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ, κύριος κς ὁ Θεὸς θς ἔσται μετ’ αὐτοῦ, καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐντέθεικε τοῖς ἰουδαίων συγγράμμασι, τό ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Book 2

λογος β ος ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ:· ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῇ ἰουδαίᾳ, ἐν τῷ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ· καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμον· τοὺς δὲ, λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὕτωσι λέγων· ὁ λόγος ὁ γενόμενος ἐπὶ ἱερεμίαν τὸν προφήτην επὶ πάντα τὸν λαὸν ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῷ ἰωακεὶμ υἱοῦ ἰωσίου βα σιλέως ἰούδα οὗτὸς ἐνιαυτὸς πρῶτος τῷ ναβουχοδονόσορ βασι λεῖ βαβυλῶνος: εὑρίσκομεν τοίνυν ἐνταῦθα, ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας πληρουμένου τῷ ἰωακείμ, βασιλεύσας ὁ ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῷ βασιλεῖ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ, τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἐπήγαγε νῦν ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασι λείας ναβουχοδονόσορ, ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικ ε α , ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν: ἐν τῶ ἔτει τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ, ἐνυπνιάσθη ἐνύ πνιον καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ:· ἡ μὲν οὖν τοῦ Θεοῦ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμενος, τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὥσπερ δήλη τοῦ Θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος ἅπασι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην; ἀλλ’ ὅμως, κληθέντές φησιν, ἦλθον. καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέ ως: καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἐνυπνιάσθην ἐνύπνιον· καὶ ἐξέστη τὸ…

Book 3

λο…

The complete text is available when the reading interface loads.