Interpretatio in Danielem (Ms F)
- Edition reference
- Interpretatio in Danielem, MPG 81: 1256–1546.
- CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local005- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Book pr
εἰ πᾶσι ῥᾴδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν· εἰς δὲ τὸ βάθος καταδύειν καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλκον· ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐπιδεικνυμένων· ἐπειδὴ δέ μίαν μὲν φύσιν ἐλάχομεν ἅπαντες· οὐκ ἴσην δὲ γνῶσιν ἐλάβομεν, ἑκάστω γὰρ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὥς φησιν ὁ ἀπόστολος· καὶ ὧ μὲν, διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας· ἄλλω δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τα εξῆς δὲ ὡσαύτως· κατα διαίρεσιν ἅπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα ἔγγραφον παραδοίην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς· παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐκγόνους διδάσκειν· διδάξεις γὰρ αὐτά φησι τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ · προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν· εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν πα ραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπαρχῆς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν· ὅσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτά· καὶ οἱ πατέρες πρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων· νόμον γάρ φησιν ἔθετο ἐν ἰσραὴλ ἰὴλ · ὅσα ἐνετείλατο τοῖς πατράσιν πράσιν ἡμῶν τοῦ γνωρίαι αὐτά· ὅπως γνῶ γενεᾶ ἑτέρα υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς ἐπήγαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητή σωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γεννωμένοις ὀφείλομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμᾶς διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρήσαντες, θαρρῆσαι πρὸς τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνι μάλιστα τοῖς ἀγνοοῦσι σαφῆ ποιήσωμεν· ἴσως δὲ οὔτε τῆς γνώσεως ἠξιωμένοις ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὧν νενοήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες βεβαιώσουσι· τῆ κοινωνία τὸ ὑπὸ σφῶν αὐτῶν θηραθέν· φιλεῖ γάρ πως ἡ τῶν πλειόνων συγκατάθεσις, κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ θείου πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν ὅτι τούτ’ τὴν ἑρμηνείαν οἱ συνήθεις ᾔτησαν· καὶ προσήκειν ἡγούμεθα ἣν ᾐτήμεθα χάριν, ταύτην μεταδοῦναι τοῖς ᾐτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει· τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν· καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἀποσχοινίζειν καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτοῖς ἀναιδὲς μὲν· οὐκ ἄπο δὲ σκοποῦ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς· καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν· καὶ πάντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς καὶ λίαν ἀπηρυθριασμένως λέγειν· ὡς οὐκ ἦν προφήτης ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας ἀπόχρην ἡγούμενοι τὴν οἰκείαν ἀπόφασιν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν· εἰ οἱ κατὰ τοῦ μονογενοῦς λυττήσαντες τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησι· εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσι· καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐκάλεσε, πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν, πυθώμεθα αὐτῶν οὕτω· τί προφήτου ἴδιον εἶναί φατε· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον, τέως ἐπισχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνυν αὐτὸν· πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειθ’ ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴν βασιλείαν· καὶ ὅτι ἐξ ἑνὸς τούτων τίς βλαστήσας μυρία ὅσα ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηριωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ῥωμαίων ἰσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας, τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δεῖ λέγειν· τί δαὶ ὅσα περὶ τοῦ τῶν αἰγυπτίων· καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας· εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα, πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, ποῖα τῆς προφητείας τὰ ἴδια· εἰ δ’ ὅτι τῶν οἰκείων οὐ προστίθησι λόγων· τὸ τάδε λέγει κύριος κς · καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας εἰπάτωσαν ἡμῖν· τί τοιοῦτον ἀβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῶ γὰρ ἀβιμέλεχ φησί· καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῶ ἀνδρὶ ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ σωθήση σὺ καὶ ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περί τε αὐτοῦ καὶ τοῦ υἱέως καὶ τοῦ ἐκγόνου φησίν· ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς ὁ θεὸς θς λέγων· μὴ ἅπτεσθε τῶν χριστῶν μου· καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουὴλ ὁ παιδόθεν νεωκόρος οὐ κατὰ τοὺς ἄλλους τῆς προφητείας τὸ εἶδος ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων· ἢ διὰ μεσημβρινῶν τινῶν ἀποκαλύψεων προγνώσεις ἐννοίας καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν κἀκείνοις ἀναφανδὸν καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντίαν· προφήτης γάρ καὶ προφήτης ἐπιθυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις· νηστεία καὶ κακουχία τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ἰουδαίοις συμβήσεται· ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν κοινωνίαν· καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον· ἀβδιοὺ μὲν τὸν καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευὶ τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς· οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς καὶ τῶν κατὰ μέρος ὑπὸ ταύταις γεγενημένων τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν· ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν ναβουχοδονόσορ αἰδεσθῆναι· τὸν δυσσεβῆ· τὸν θηριώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα· ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐστὶν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι θείου πνεύματος πνς ἔργον ἦν· καὶ τὸ ἐνύπνιον εἰπεῖν· ὃ ἕτερος θεασάμενος ἐπελήσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀληθῶς τὲ καὶ ἀκριβῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν· ἀλλὰ διὰ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖτε δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προρρήσεως τέλος· ἀυτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων ῥᾳδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίω τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτω, τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν· εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεὺς, ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ· τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις καὶ ταῖς παραλειπομέναις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελὴμ προσαγορεύει· τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασιλεὺς φαραὼ νεχαὼ εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα, ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος ἕν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησὶν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδόνοσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς, ἔλαβε μὲν, οὐκ ὀλίγους δοριαλώτους τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων· ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῶ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τοῦτον τὸν ὡρισμένον φόρον ἐκτίσειν μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν· καὶ τοῦτον ἀνελὼν, καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ· ἐλιακεὶμ δὲ ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα· ἰωακεὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μακάριος ἱερεμίας ὁ προφήτης ἱεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησι λέγει κύριος κς ἐὰν γενόμενος γένηται ἱεχονίας υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα· ἀποσφράγισμα ἐκ τῆς χειρός μου τῆς δεξιᾶς· ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου· ὃν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος· πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεὺς στρατείαν ἀποστείλας καὶ στρατηγὸν, τοῦτον μὲν, αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλωνίαν· τῶ δὲ σεδεκία θείω πρὸς πατρὸς αὐτῶ ὄντι, τὴν βασιλείαν ἐνεχείρισε. καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος· εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἱεροσολύμοις ὁ τῶν βαβυλωνίων βασιλεὺς· ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ’ αὐτῶν συμμάχω χρησάμενος· καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δοριαλώτους· πυρὶ τὴν πόλιν καὶ τὸ ἱερὸν παραδοὺς· ἀλλ’ ὁ τῶν ὅλων θεὸς θς ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν· οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῆ ἰουδαία οἶόν τινας παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμαίου καὶ ἱερεμίαν τὸν τοῦ χελκίου· ἄνδρας ἱερωσύνη καὶ προφητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν, δοριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλε· καὶ ἱεζεκιήλ· καὶ ἀνανίαν· καὶ ἀζαρίαν καὶ μισαὴλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβείας διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην· ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν· ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύοντας· καὶ θεραπεύειν αὐτὸν διὰ πάντων προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι· καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον· οὕτω γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτ’ φησὶν· ὅτι ἀπέκτεινα δι’ ὑμᾶς, τοὺς δούλους μου τοὺς προφήτας· ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ, ᾠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὃς νέος ὢν ἔτι καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι παρρησίαν· τὸν δὲ τῆς ὠφελείας κηρύξας λόγον, ὠφελείας κἀκείνω πρόξενος γεγένηται· οὐκ ἐκείνω δὲ μόνω, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτ’ διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε· νόμον τεθεικὼς τὸν διαρρήδην παρεγγυῶντα, ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεὸν θν · πότε μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης· καὶ τίνος ἕνεκεν καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον· ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον εἰσόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα:
.:· λόγος α:
Ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα· ἦλθεν ναβου χοδονόσορ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν: ναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων· καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημονευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν· ἵνα ἔχωμεν εἰδέναι σαφῶς, τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ τοῦ καὶ ἐλιακεὶμ· ὃς ἐβασίλευσε μετ’ αὐτὸν ἰωάχαζ· πατὴρ πὴρ δὲ ἐγένετο ἰωάχαμ· ὃς καὶ ἰωακεὶμ καὶ ἱεχονίας ὠνομάζετο ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο τὸ τῶν βασιλέων μεμνῆσθαι καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντας ἐστὶν εὑρεῖν· ὄρασις γάρ φησιν ἣν εἶδεν ἡσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὁζίου καὶ ἰωάθαμ καὶ ἄχαζ καὶ ἐζεκίου· οἳ ἐβασίλευσαν τῆς ἰουδαίας· καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμὼς βασιλέως ἰούδα· ἔτους τρεισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ· καὶ ἱεζεκιὴλ δὲ· καὶ τῶν ἄλλων προφητῶν ἕκαστος ὡς τὰ πολλὰ τούτω τῶ προοιμίω κέχρηνται τῆς προφητείας· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρα νομίαν· καὶ δεῖξαι προφήτην τὸν τῶ ὄντι προφήτην: καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ : καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντὸς ἦν τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος· καὶ ἔγνω σαφῶς καὶ τοὺς ἄλλους διδάσκει· ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικε τὸ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον· τῆς τῶ θεῶ θω ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσι δὲ δὲ πάντες ἀκριβῶς ὅτι τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησί· μὴ, δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῆ; ἢ ὑψωθήσεται πρίων, ἄνευ τοῦ ἔλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρων τὰς τιμωρίας κέχρηται ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις: καὶ ἤνεγκεν αὐτά φησιν εἰς γῆν σενναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς οἶκον τοῦ θη σαυροῦ τοῦ θεοῦ αὐτοῦ: καὶ ἴσως ἄν τις εἴποι· τί δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων· τὰ ἅγια σκεύη τὰ τῶ θεῶ θω ἀνακείμενα, παρεδόθη ταῦτα δυσσεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος , οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ · μωρία γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματικὸς πνικὸς ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν, ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον· ἔστιν οὖν μαθεῖν τὸν πνευματικῶς πνικῶς νοεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν οὐκ ἰουδαίοις μόνοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν ἐδιδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεὲς· οὐ γὰρ ὡς δεόμενος ὁ τῶν ὅλων θεὸς θς τὰ παρὰ ἀνθρώπων ἀνων προσφερόμενα δέχεται· ἀλλ’ ἐκείνους εὐγνωμοσύνην διδάσκων καὶ διδοὺς θεραπείας τὲ καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδυνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν · εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνυν βουλόμενος ἰουδαίους ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ τῆ ἐκείνων συγκατιὼν τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο· εἰκότως ἀποστραφεὶς αὐτοὺς καὶ αἰχμαλωσία παραδοὺς· καὶ τὰ ὑπ’ αὐτων προσενεχθέντα σκεύη· δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμιζον. σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο· διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτι βαβυλωνίων τῶν βαρβάρων τῶν δυσσεβῶν, κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἥπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι· οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοία κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τὲ καὶ νέων φωτιζόμενοι προφητῶν· καὶ μυρίων ὅσων θαυμάτων αὐτόπται γενόμενοι· κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψυχα εἴδωλα, θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μονονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων ὅτι κατ’ οὐδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ὑμεῖς ταῖς παρανομίαις μολύνετε· καὶ ἴσον ἐστὶν ὑμᾶς τὲ ταῦτα ἔχειν καὶ βαβυλωνίους· ἀσέβεια γὰρ καὶ ὑμῶν κἀκείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι καὶ παιδεῦσαι· καὶ ὠφέλειαν αὐτοῖς οὐ σμικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι· ἡνίκα μὲν ἐτίμησαν τὰ σκεύη ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἑστιώμενος, ἐκολάσθη μὲν παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην· ἐδίδαξε δὲ ἅπαντας διὰ τῆς τιμωρίας, πόση τοῦ θεοῦ θυ ἡ δύναμις τῶν σκευῶν ἐκείνων· καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ· ἀλλ’ ἑκὼν αὐτὰ παρέδωκε· διὰ τὴν πολλὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνεὶ καὶ φινεὲς οἱ ἠλεὶ τοῦ ἱερέως παῖδες· παράνομοι λίαν ὄντες καὶ βδελυροὶ· ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον· ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεὸς θς · οὐδεμιᾶς ἀξιώσας προνοίας· ἀξία δὲ σφαγῆ παραδοὺς· τὴν δὲ κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ἰὴλ διδάσκων καὶ παιδεύων· ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ, ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε· περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία· ἀδεῶς τὸν θεῖον παραβαίνουσι νόμον· καὶ ἀσεβεία συζῆν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι· ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ · ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίω χρώμενοι τὴν τῶν οἰκείων εἰδώλων κατάλυσιν· καὶ πολλὴν ἐντεῦθεν ἐπισπάσωνται βλάβην· ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν θν · καὶ οἷόν τι ἄριστον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς παρασκευάζει μὲν τὸν δαγὼν· τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον· πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι· καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ· ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν· καὶ ἀναθήματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῆ τοίνυν καὶ τηνικαῦτα καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίους· ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώ ρησις: καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῶ ἀρχιευνούχω αὐτοῦ εἰσα γαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρ ματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φορθομμειν νεανίσκους· ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος· καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν· καὶ διανοουμένους φρό νησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἐστάναι ἐν τῶ οἴκω τοῦ βασιλέως· καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν χαλδαίων: ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ τὰ ἀσθενῆ· καὶ τὰ ἐξουθενημένα· ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατοὺς· ἄνθρωποι ἄνοι δὲ σωμάτων ὥραν· καὶ μέγεθος· καὶ ῥώμην ἐπιζητοῦσι· καὶ σοφίαν· οὐ τὴν τὰ θεῖα γινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττίαν κεκοσμημένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν· ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν· τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν· ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαΐου πρόρρησις· ἣν ἐζεκία προεῖπε τῶ βασιλεῖ· ἄκουσον γάρ φησι λόγον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου ἕως τῆς ἡ μέρας ταύτης εἰς βαβυλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπε δὲ ὁ θεὸς θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήψονται· καὶ ποιήσουσι σπάδονας ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιήλ φησιν· προστάξαι τὸν βασιλέα εισαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας· καὶ ἀπὸ τῶν φορθομμεὶν νεανίσκους· φορθομμεὶν δὲ τοὺς παρθένους ἐκάλεσε τῆ ἑβραΐδι φωνῆ· ὁ δὲ σύμμαχος τὸ φορθομμεὶν ἐπιλέκτους ἑρμηνεύει: καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας· καθημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως· καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς· ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα· δανιὴλ· καὶ ἀνανίας· καὶ ἀζαρίας· καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν· ὅτι οὐχ ὡς δοριαλώτους· εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφήν· ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοὺς τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ δὲ βραχέα τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει· οὐ φιλοτιμία χρώμενος· ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προστεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλλει λάμποντας καὶ μεγέθει διαπρέποντας καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσε· καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρϋψε· καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ, βαλτάσαρ· καὶ τῶ ἀνανία σεδρὰχ· καὶ τῶ ἀζαρία, μισάχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ· καὶ τοῦτο δὲ παρά τισι, δεσποτείας νενόμισται δίκαιον· ὠνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῆ τῆς προσηγορίας ἐναλλαγῆ τὴν δουλείαν γνωρίζωσι· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίσκους ὁ βασιλεὺς παρηγγύησε: καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως καὶ ἐν τῶ οἴνω τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλισγηθῆ: οἱ γὰρ φιλόθεοι· οὐκ ἐν τόπω ζητοῦσι τὸν ἐπὶ πάντων θεόν θν · ἀλλ’ ἔνθα ἂν ἀφίκωνται, τὴν αὐτὴν αὐτῶ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες, ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι· καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην κατοικοῦντες καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἡλικίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἑώρων· ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας· τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας· καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παραχωρῆσαί φησιν αὐτοῖς τῶν βασιλικῶν σιτίων παραιτούμενοι μεταλαβεῖν: καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου: ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλοντο· καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· καὶ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν· ἦν γάρ φησι κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ κατέχεεν αὐτῶ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος· διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτιμέλητον πώποτε καταλέλοιπεν ὁ θεὸς θς · διὸ δὴ καὶ ἕτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν· τίς ἐνε πίστευσε τῶ κυρίω κω καὶ κατησχύνθη: καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῶ δα νιὴλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν· μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ κα ταδικάσηται τὴν κεφαλήν μου τῶ θανάτω: οὐκ ἄλογον τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς πνικῆς χάριτος οὐ γεγευμένος· ἀνθρωπίνως γὰρ σκοπῶν τὰ ἀνθρώπινα ἀνίνα · καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικε· μὴ τῶν μὲν πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκητικῶς βιοτευόντων διαφορὰ τίς ἐν τοῖς προσώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπομείνη παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελασὰρ τὴν παράκλησιν· ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα· αὐτοῦ τὲ καὶ ἀνανίου· καὶ ἀζαρίου· καὶ μι σαὴλ, καὶ φησί: πείρασον δὴ τοὺς παῖδας σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιό μεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἱ ἰ δέαι ὑμῶν καὶ αἱ ἱ ἰ δέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδης, ποίησον μετὰ τῶν παίδων σου: οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστι μαθεῖν· οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ ὅτι μὴ ἐσθίων, τῶν ἐσθιόντων καὶ τρυφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος καὶ μείζων φανήσεται, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει· καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ἱκετείαν ἐκέρασε· πείρασον γάρ φησι τοὺς παῖδας σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων· καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμεθα· καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις· ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν· ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο: καὶ εἰσήκουσεν αὐτοῦ φησιν εἰς τὸ ῥῆμα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν· ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ· καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως: ἔτυχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῶ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένω· τῆς γὰρ θείας χάριτος ἀπολαύοντες, ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης: καὶ ἐγένετο ἀμελάσαρ· ἀναιρού μενος τὸ δεῖπνον αὐτῶν· καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν· καὶ ἐδίδου αὐτοῖς σπέρματα: καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δυνατὸν καὶ νηστεία χρώμενον, σωματικὴν ῥώμην θέλει καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· ἐπειδὴ δὲ περὶ αὐτοῦ μόνου διεξῆλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ· καὶ φησί· τοῖς παιδαρίοις τοῖς τέσσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάση γραμματικῆ καὶ σοφία: οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνεν· ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας· καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρείττους ἁπάντων ἀνεδείχθησαν: καὶ δανιὴλ φησὶ συνῆκεν, ἐν πάση ὁράσει καὶ ἐνυπνίοις: παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν τὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυπτόμενα· τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ καὶ ἐντεῦθεν· ὡς οὐκ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὕρη ταύτην ἐν νέω πολλῶν τοῦτον προτίθησι πρεσβυτέρων· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστὶν αὐτὸν εὑρεῖν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω· καὶ ἐπεφάνη καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῶ μειρακίω χάριτος: καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρ χιευνοῦχος ἐνώπιον τοῦ ναβουχοδονόσορ· καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βα σιλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι· δανιὴλ· καὶ ἀνα νία· καὶ ἀζαρία· καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ὑπὲρ ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μὲν ἀμελασὰρ ᾔδει τὴν τῶν ἐδεσμάτων διαφοράν· καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθε· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης· ὑπὸ δὲ τοῦ ἀμελασὰρ ἀναλισκομένης· ἀλλ’ ὅμως, οὐ μικρὰν καὶ οὕτος ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων αὐτοὺς ἐθνῶν ἐκλεγέντων, ἀμείνους εὑρών· κάλλει μὲν καὶ μεγέθει σώματος· σοφία δὲ καὶ συνέσει ψυχῆς· ῥυθμῶ τὲ λόγων· καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν, τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον· καὶ εὗρεν αὐτοὺς, οὐχ ἁπλῶς ὑπερκειμένους· ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγε: καὶ ἐγένετο δανιὴλ ἕως ἑνὸς ἔτους κύρου τοῦ βασιλέως: οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν· ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδί δαξε· καὶ τὸ τέλος προστέθεικεν· ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει· ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κύρον· καὶ ἐν τῶ παρόντι βίω παραψυχῆς ἀπήλαυσε· τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών. ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξε καὶ τὸν θεῖον ἀνεγεῖραι ναόν· παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθείς· ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ἱλὴμ οἰκοδομηθήση καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικηθήσεσθαι· ὁ λέγων κύρω φρονεῖν· καὶ πάντα τὰ θεληματά μου ποιήσεις· τάδε λέγει κύριος κς τῶ χρηστῶ μου κύρω οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ· ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συγκλεισθήσονται· ἐγὼ προπορεύσομαι πρὸ προσώπου σου καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκὰς συντρίψω· καὶ μοχλοὺς σιδηροὺς συνθλάσω· θησαυροὺς σκοτεινοὺς ἀοράτους ἀποκρύφους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γάρ φησι πρώτου· κύρου τοῦ βασιλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν· καὶ παρήγγειλε κύρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ· ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος ὁ βασιλεὺς περσῶν· πάσας τὰς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ · καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ ἱλὴμ τῆ ἐν τῆ ἰουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ· καὶ ἀναβήτω τούτου χάριν ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον ἐντέθεικε τοῖς ἰδίοις συγγράμμασιν, τὸ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ ανθρωπία φιλανία χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν +
·:·λογος β :
ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνιάσθη ναβουχοδονόσορ ἐνύπνιον· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ: ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺ καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσε τῆ ἰουδαία· ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακεὶμ· καὶ τὸν μὲν, ἐκέλευσε φέρειν δασμὸν· τοὺς δὲ, λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτω λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν πρὸς ἅπαντα τὸν λαὸν ἰούδα· ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα αὐτὸς ἐνιαυτὸς πρῶτος τῶ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατιὰν ἐποιήσατo· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων ἔφη· πρῶτον εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν· ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσορ· ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας, ἐνυπνιάσθη ἐνύπνιον ναβουχοδονόσορ· καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς· καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους· καὶ τοὺς φαρμακοὺς· καὶ τοὺς χαλδαίους· τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ: ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτῶ τὸν οἰκεῖον βουλόμενος ποιήσασθαι προφήτην· ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σριους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω· ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώριμος πᾶσι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας, τὸ παρ’ ἑτέρου ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντές φησιν ἦλθον· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς· ἐνυπνιάσθην ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστὶ καὶ εἶπον· βασιλεῦ εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν: καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι, ἀκόλουθον ἐποιήσαντο· ἀλαζονικὴν δὲ τὴν ὑπόσχεσιν· οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀποκαλύψεις δίχα τῆς ἄνωθεν ἐνεργείας· συριστὶ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποίηνται τοὺς…
·:·λογος γ :
ἔτ…
The complete text is available when the reading interface loads.