The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms H)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local006
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

θεοδωρήτου ἐπισκόπου κύρου· ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ

Chapter 1

εἰ πᾶσϊ ῥάδϊον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπϊφάνειαν· εἰς δὲ τὸ βάθος καταδύνειν, καὶ τὸν ἐκεῖ κρϋπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν ἐνομίσθη παρέλκον, ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν· πάντων εὐπετῶς, παρ’ αὐτὴν τὴν ἀνάγνωσϊν τῆς προφητϊκῆς δϊανοίας ἐπϊδεικνϋμένων καὶ ἐφϊκνουμένων· ἐπειδὴ δέ μϊᾶς μὲν ἅπαντες φύσεως ἐλάχομεν· οὐκ ἴσην δὴ ἅπαντες γνῶσϊν ἐλάβομεν, ἑκάστῳ γὰρ δίδοται ἡ φανέρωσϊς τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον ὡς φησὶν ὁ ἀπόστολος· καὶ ἄλλῳ μὲν δϊὰ τοῦ πνεύματος πνς , δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρῳ δὲ πίστϊς ἐν τῷ αὐτῷ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡς αὔτως κατὰ δϊαίρεσϊν ἅπαντα δϊανέμεται· οὐδὲν δὲ ἀπεικῶς οἶμαι ποιεῖν· εἰ τοῖς ἀγνοοῦσϊ τὴν θείαν τούτων ἔγγραφον παραδείην δϊδασκαλίαν· ΝΗ παιδόθεν γὰρ αὐτοῖς ἐντραφεὶς· παρὰ πολλῶν δὲ σϋγγραφέων εὐσεβῶν σμϊκρὰν τϊνὰ γνῶσϊν ἐραννϊσάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος· ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν τοὺς ἐγγόνους δϊδάσκειν· δϊδάξεις γὰρ αὐτά φησϊ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάρϊν καὶ ὁ μέγας δαβὶδ δαδ , προσέχετε φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δείκνϋσϊ πόθεν ταῦ τα μεμάθηκεν· ὄσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέρες πρες ἡμῶν δϊηγήσαντο ἡμῖν· οὐ κ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν δϊδάσκων· νόμον γάρ φησϊν ἔθετο ἐν ἰσραὴλ ἰὴλ · ὅσα ἐνετείλατο τοῖς πα τράσϊν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δϊδασκαλίας ὠφέλειαν, δεικνὺς ἐπή γαγεν· ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπϊλάθωνται τῶν ἔργων τοῦ θεοῦ θυ · καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσϊ· ταύτην τοίνϋν τὴν δϊδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γεννομένοις τε καὶ ἐσομένοις, ὀφείλομεν· καὶ προσήκει τούτων τὴν ἔκτησϊν, εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμᾶς δϊεγείρει νόμος· ἀλλὰ καὶ πολλοὶ τῶν ἐπϊσήμων θερμῶς ἡμᾶς λϊπαρήσαντες, θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν ὡς ἔνϊ μάλιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἴσως δὲ οὔτε τοῖς γνώσεως ἠξϊωμένοις, ἄχρηστος οὗτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσϊν ὧν νενοήκασϊν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες, βεβαιώσουσϊ τῇ κοινωνίᾳ, τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φϊλεῖ γάρ πως ἡ τῶν πλειόνων σϋγκατά γνω’θεσϊς, κρατύνειν τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν τοῦ πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν, ὅτϊ τούτων τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ᾔτησαν· καὶ προσῆκον ἡγούμεθα ἣν ἠτήθημεν χάρϊν, ταύτην δοῦναι τοῖς ἠτηκόσϊν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια, παρασκευάζει· τοὺς μὲν ἄλλους ἐπὶ τοῦ παρόντος καταλϊπεῖν· τὰς δὲ τούτου προρρήσεις γϋμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τοῦτον ἐκσχοινίζειν· καὶ αὐτῆς αὐτὸν τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· ἔστϊ δὲ αὐτοῖς, ἀναιδὲς μὲν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπϊσε παρουσίαν· οὐ μόνον ἃ ποιήσει προαγορεύσας· ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὸν μέχρϊ τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικώς ἀρϊθμόν· καὶ πάντα σοφῶς καταλέξας, τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπϊστίαν καταληψόμενα λϋπηρά· εἰκότως ἄτε δὴ θεομϊσεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσϊν ἀναιδῶς καὶ λίαν ἀπηρϊθρϊασμένως λέγειν· ὡς οὐκ ἦν προφήτης, ὁ ταῦτα καὶ μϋρία ἕτερα χρησμολογήσας· ἀποχρῆν ἡγούμενοι τὴν οἰκείαν ἔκβασϊν, εἰς τὴν τοῦ ψεύδους βεβαίωσϊν· θαυμαστὸν δὲ οὐδὲν, εἰ κατὰ τοῦ μονογενοῦς λϋττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου σϋκοφαντοῦσϊ θεράποντας· σϋμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· δϊὸ καὶ ὁ κύριός κς φησίν· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς δϊώξουσϊν· εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκαλέσαντο, πόσω μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ· ἵνα δὲ ἐκ πολλοῦ τοῦ περϊόντος τὴν ἀναίδειαν αὐτῶν δϊελέγξωμεν, πϋθώμεθα αὐτοὺς οὕτως· τί τοῦ προφήτου ἴδϊον εἶναι φατέ· ἀλλὰ γὰρ ἴσως ἂν εἴποιεν τὸ τὰ μέλλοντα προειδέναι τε καὶ προλέγειν· ἴδωμεν δὲ τοίνϋν εἰ μὴ ταῦτα καὶ προμεμάθηκε καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον, τέως ἐπίσχωμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας, εἰς μέσον ἀγάγωμεν· εὑρίσκομεν τοίνϋν αὐτὸν, πολλὰ μὲν περὶ τῆς βαβϋλωνίων βασϊλείας· πολλ’ δὲ, περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλ’ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ τῶν βαβϋλωνίων βασϊλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασϊλείαν· ἔπειτα δὲ, ὅτϊ τούτους καταλύσας ὁ μακεδὼν· τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα· τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονο μήσουσϊ τὴν βασϊλείαν· καὶ ὅτϊ ἐξ ἑνὸς τούτων βλαστήσας τίς, μϋρία ἐργάσεται τοὺς ἰουδαίους δεινά· καὶ ὅτϊ θείας ἀπολαύσαντες βοηθείας, τῆς ἐκείνου θηρϊωδίας ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ἰσχύν· ὅτι πάσας καταγωνϊσαμένη τὰς βασϊλείας, τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὲ λέγειν, ὅσα περὶ τῶν αἰγϋπτίων καὶ σύρων προηγόρευσε βασϊλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδάς· καὶ τὰς ἐπϊγαμίας καὶ σϋγγενείας· εἶτα πάλϊν τοὺς ἀκηρύκτους πολέμους· μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνϋν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλϊπόντα· πῶς οὐ δϋσσεβὲς καὶ ἀνόσϊον, τοῦ ἐκ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας ἐστὶν ἀλλότρϊα, ποῖα τῆς προφητείας τὰ ἴδϊα· εἰ δ’ ὅτϊ τὸν οἰκεῖον οὐ προστίθησϊ λόγον τὸ, τάδε λέγει κύριος κς · καὶ τούτου χάρϊν ἀποστεροῦσϊν αὐτὸν τῆς προφητϊκῆς σϋμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς, προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ · τῷ γὰρ ἀβϊμέλεχ φησί· καὶ νῦν ἀπόδος τὴν γϋναῖκα τῷ ἀνδρὶ, ὅτϊ προφήτης ἐστί· καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου· καὶ ὁ μακάρϊος δὲ δαβὶδ δαδ , περί τε ἑαυτοῦ καὶ τοῦ υἱέως καὶ τοῦ ἐγκόνου φησίν· ὅτϊ ἤλεγξεν ὁ θεὸς θς ὑπὲρ αὐτῶν βασϊλεῖς λέγων· μὴ ἅπτεσθε τῶν χρηστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγϊστος δὲ προφήτης σα μουὴλ· ὁ παιδόθεν νεοκόρος· οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος· ἀλλὰ καὶ αὐτὸς, ἢ δι’ ὀνειράτων, ἢ διὰ μεσημβρϊνῶν τϊνῶν ἀποκαλύψεων, προγνώσεις ἐνίας καὶ προρρήσεις ἐδέξατο· πολεμεῖτε τοίνϋν κᾀκείνα ἀναφανδὸν, καὶ τοῦ σϋλλόγου τῶν προφητῶν, αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροίνϊαν, φεύγετε καὶ τὴν κατὰ τοῦδε σϋκοφαντίαν· προφήτης γὰρ, καὶ προφήτης, ἐπϊθϋμίᾳ καὶ πόθῳ τῶν μελλόντων, τὴν γνῶσϊν δεξάμενος· ἱδρῶσϊ καὶ πόνοις· νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα δϊδαχθείς· οὐχ ἅτϊνα μόνοις ἰουδαίοις σϋμβήσεται· ἅπερ ἔνϊοι τῶν προφητῶν προειρήκασϊν· ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων, τὴν οἰκονονίαν καὶ προμαθὼν καὶ προδϊδάξας· σκοπήσατε τοίνϋν, εἰ μὴ λίαν ἄδϊκον· ἀβδϊοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα· καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ περὶ μϊᾶς πόλεως προθεσπίσαντας τῆς νϊνευῒ, τοῖς προφήταις ἐγκαταλέγειν· τὸν δὲ μακάρϊον δανιὴλ οὐ περὶ πόλεως μϊᾶς· οὐδὲ περὶ πόλεως βραχείας· ἀλλὰ περὶ τῶν μεγίστων βασϊλείων προειρηκότα· χαλδαϊκῆς· περσϊκῆς· μακεδονϊκῆς· ῥωμαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητϊκῆς προσηγορίας ἀποστερεῖν· καὶ τῆς πνευματικῆς πνικῆς χάρϊτος, ἀλλότρϊον εἶναι λέγειν· καὶ μὴν ἔδει, κᾂν λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδεσθῆναι· τὸν δϋσσεβῆ· τὸν θηρϊώδη· τὸν βάρβαρον· τὸν τῶν θείων ἀμύητον· βοῶντα περὶ τοῦ δανϊὴλ καὶ λέγοντα· ὅτϊ πνεῦμα πνα θεοῦ θυ ἅγϊον ἦν ἐν αὐτῷ· καὶ γὰρ τωόντϊ τοῦ θείου πνεύματος πνς ἔργον ἦν· τὸ καὶ τὸ ἐνύπνϊον εἰπεῖν· ὃ ἕτερος θεασάμενος ἀδώλεσε· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν, ἀκρϊβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει· τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν· ἀλλὰ δὴ μετὰ τοῦ προφήτου, καὶ τῷ τοῦ προφήτου πολεμῆσα δεσπότῃ· ἀλλ’ ὁ μὲν προφήτης, οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνϋσϊ τὰ θεῖα σϋγγράμματα· βεβαιοῖ δὲ τὴν πρόγνωσϊν, καὶ τὸ τῆς προρρήσεως τέλος· ἀυτὰ γὰρ νῦν ὁρῶντες τὰ πράγματα, νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα· καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων, ῥαδίως λαμβάνομεν τὴν τῶν γραμμάτων κατάληψϊν· ὑμεῖς δὲ τὴν οἰκείαν πονηρίαν, καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα· ἡ δὲ κατὰ μέρος ἑρμηνεία, ἐναργέστερον ὑμῶν δϊελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τὴν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν καὶ τὴν ἰουδαίων κατηγορίαν, ἀποχρώντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσϊν δήλην πρότερον καταστήσωμεν· εἶθ’ οὕτως τῆς κατὰ λέξϊν ἑρμηνείας ἁψώμεθα· μετὰ τὸν ἰωσίαν, ἐβασίλευσε τῆς ἰουδαίας, ἰωάχατζ ὁ υἱὸς αὐτοῦ· τρεῖς μῆνας ὅλους, καὶ ὀλίγας ἡμέρας· διώνυμος δὲ οὗτος ἦν· ἐν μὲν γὰρ ταῖς βασϊλείαις καὶ ταῖς παραλϊπομέναις, ἰωάχατζ ὀνομάζεται· ὁ δὲ μακάρϊος αὐτὸν ἱερεμίας ὁ προφήτης, σελεὶμ προσαγορεύει· τοῦτον δορϋάλωτον ὁ τῆς αἰγύπτου λαβὼν βασϊλεὺς φαραὼ λαβὼν εἰς τὴν αἴγϋπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασϊλέα, ἐλϊακεὶμ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἰ ωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος, ἕν καὶ δέκα ἔτη; πρὸς ὀλίγοις μησὶν· ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς αὐτοῦ βασϊλείας ἐπϊστρατεύσας ὁ τῶν βαβϋλωνίων βασϊλεὺς ναβουχοδόνοσορ, ἔλαβε μὲν, οὐκ ὀλίγους δορϋαλώτους τῶν ἐπ’ εὐγενείᾳ λαμπρϋνομένων· ἔλαβε δὲ καὶ ἔνϊα τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφϊερωμένων· δασμὸν δέ τϊνὰ ἐπϊθεὶς τῷ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβϋλῶνα· εἶτα τὸν τούτω ὁρϊσθέντα φόρον ἐκτίσειν μὴ βουλομένου, πάλϊν ἐπεστράτευσεν τοῖς ἱεροσο-λύμοις· καὶ τὴν πόλϊν ἑλὼν καὶ τοῦτον ἀνελὼν, καθίστησϊν ἀντ’ αὐτοῦ βασϊλέα τὸν ἐξ αὐτοῦ· ἐλια κεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα, ἰωακεὶμ δὲ πάλϊν μετονομασθέντα· καὶ τοῦτον δὲ ὁ μα κάριος ἱερεμίας ὁ προφήτης, ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγὼ φησὶ λέγει κύριος κς · ἐὰν γενόμενος γένησεται ἱεχωνίας υἱὸς ἰωακεὶμ βασϊλέως ἰούδα ἀποσφράγϊσμα ἐκ τῆς χειρός μου τῆς δεξϊᾶς, ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώσω σε εἰς χεῖρας ζητούντων τὴν ψϋχήν σου· ὧν σὺ εὐλαβῆ ἐκ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνϋν τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασϊλείαν πρυτανεύσαντος, πάλιν ναβουχοδονόσορ ὁ τῶν βαβϋλωνίων βασϊλεὺς ἐκστρατεύσας, τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβϋλωνίαν· τῷ δὲ σεδεκία θείῳ πατρὸς αὐτοῦ ὄντϊ, τὴν βασϊλείαν ἐνεχείρησε· καὶ τούτου δὲ ἐνϊαυτὸν ἕνα πρὸς τοῖς δέκα βασϊλεύσαντος, εἶτα τὸν ἐπϊκείμενον οὐ δεδωκότος φόρον, μετὰ πολλῆς μὲν τῆς δϋνάμεως ἐπϊστρατεύει τοῖς ἱεροσολύμοις ὁ τῶν βαβϋλωνίων βασϊλεύς· ἔπειτα πολϋορκήσας· καὶ τῷ λϊμῷ κατ’ αὐτῶν σϋμμάχῳ χρησάμενος, καὶ μηχανήματα τοῖς περϊβόλοις προσενεγκὼν, ῥήγνϋσϊ μὲν τὸ τεῖχος· ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς ἐξανδραποδίσας, ἀπάγει δορϋαλώτους· πϋρὶ τὴν πόλϊν καὶ τὸ ἱερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεὸς θς · ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν σϋγχωρήσας παρανομίαν, οὔτε κολάζων, παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ, οἷον τϊνὰς παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμαίου, καὶ ἱερεμίαν τὸν τοῦ χελκίου· ἄνδρας ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορϋαλώτοις ἀπαχθεῖσϊν εἰς βαβϋλῶνα, τοὺς περὶ τὸν μακάρϊον δανϊὴλ σϋναπέστειλε· καὶ ἱεζεκϊὴλ καὶ ἀνανίαν καὶ ἀζαρίαν καὶ μϊσαὴλ· ἵνα ἔχοντες τῆς νομϊκῆς πολιτείας ἀκρϊβεῖς δϊδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπϊμϊξίας δέξωνται τὴν λώβην· ἀλλ’ ἔχωσϊν ἀρχέτϋπα τῆς προγονϊκῆς αὐτοὺς ἀρετῆς καὶ φϊλοσοφίας ἀναμϊμνήσκοντα· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν· ὅτ’ ἂν τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύοντας· καὶ θεραπεύειν αὐτὸν διὰ πάντων προθϋμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας, αἰχμαλώτους σϋνεχώρησεν ἀπαχθῆναι· καὶ δουλείαν χαλεπὴν ὑ πομεῖναι· καὶ πολλοῖς κϊνδύνοις περϊπεσεῖν, καὶ διὰ κϋμάτων καὶ κλύδονος ὁδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν· ὅτϊ ἀπέκτεινᾳ δι’ ὑμᾶς τοὺς προφήτας μου ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους παρεχώρησεν ἀποστόλους, ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν· καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ, ὠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὃς νέος ὢν ἔτϊ καὶ ὥρᾳ λάμπων σὺν τοῖς φϊλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασϊλείοις ἀναγραφεὶς· καὶ παιδόθεν τὴν θείαν χάρϊν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποῦς καὶ σϋνέσεως ἔμπλεω γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντϊ παρρησίαν· τὸν δὲ τῆς ὠφελείας κηρύξας λόγον, ὠφελείας κᾀκείνω γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνον, ἀλλὰ καὶ πᾶσϊ τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου δϊδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε· νόμον τεθεικὼς, τὸν δϊαῤῥήδην παρεγγϋῶντα, ἅπαντας τοὺς ἀρχομένους, τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκϋνεῖν θεόν θν · πότε μὲν οὖν εἰς τὴν βαβϋλῶνα ὁ θεσπέσϊος οὗτος προφήτης ἀνήχθη· καὶ τίνος ἕνεκεν· καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος· οὐ τοῖς ὁμοφύλοις μόνον ἀλλὰ καὶ τοῖς βαρβάροις· τῆς τε προφητείας τὴν δύναμϊν, ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκρϊβέστερον δείξωμεν· τὴν θείαν τοίνϋν χάρϊν καλέσαντες σϋνεργὸν, τῆς σαφηνείας ἀρξώμεθα· +

Book 1

Chapter 1

ἐν ἔ τει τρίτῳ τῆς βασϊλείας ἰωακεὶμ βασϊλέως ἰούδα, ἦλθεν ναβουχοδονόσορ ὁ βασϊλεὺς βαβϋλῶνος εἰς ἱερουσαλήμ ἱλήμ , ἑρμηνεία καὶ ἐπολϋόρκει αὐτήν· + ἅμα καὶ πρὸ τῶν ἄλλων ἁπάντων, καὶ τοῦ τηνϊκάδε βασϊλέως ἐμνημονευσε· καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν· ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασϊλείας ἰωακεὶμ βασϊλέως ἰούδα τοῦ καὶ ἐλϊακεὶμ· ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχατζ· πατὴρ πὴρ δὲ ἐγένετο ἰωάχαμ· ὃς καὶ ἰωακεὶμ καὶ ἰεχωνίας ὠνομάζετο, ἡ πρώτη ἅλωσϊς τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο· τὸ τῶν τότε βασϊλέων καὶ τὸν χρόνον μεμνῆσθαι, τὸν προφητϊκὸν ὑποδείκνυσϊ χαρακτῆρα· οὕ α̅ oὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας, ποιοῦντας ἐστὶν εὑρεῖν· ὅρασϊς γάρ φησϊν ἣν εἶδεν ἡσαΐας υἱὸς υς ἀμῶς· ἐν ἡμέραις ὀζίου καὶ ἰωάχαμ καὶ ἄχατζ καὶ ἐζεκίου· οἳ ἐ ἐβασίλευσαν τῆς ἰουδαίας· καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ἱερεμίαν, ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμῶς, βασϊλέως ἰούδα· ἔτους τρισκαιδεκάτου ἐν τῇ βασϊλείᾳ αὐτοῦ· καὶ ἰεζεκϊὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν, ἕκαστῳ ὡς τὰ πολλὰ τοῦ προοιμίου τῆς προφητείας κέχρηνται· ἀπόχρη τοιγα ροῦν καὶ τοῦτο, τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν· καὶ δεῖξαι προφήτην, τῶ ὄντϊ προφήτην· + καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐ τοῦ τοῦ ναβουχοδονόσορ τὸν ἰωακεὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου θεοῦ θυ · + καὶ τοῦτο δὲ, τὴν ἑρμηνεία πνευματικὴν πνικὴν αὐτοῦ δείκνϋσϊ χάρϊν· οὕτω γὰρ πάντων ἦν, τὰς θείας οἰκονομίας εἰδέναι· οὗτω δὲ τοῦ θείου πνεύματος πνς ἠξϊωμένος, καὶ ἔγνω σαφῶς καὶ τοὺς ἄλλους δϊδάσκειν· ὅτϊ τοῦ θεοῦ θυ τῶν ὅλων σϋγχωρήσαντος· διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασϊλέως παρανομίαν καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνϊα ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθεικεν τὸ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασϊλέα ἰούδα· ἵνα μή τϊς ὑπολάβῃ οἰκείᾳ δϋνάμει τὸν ναβουχοδονόσορ χρησάμενον·, τῆς τῷ θεῷ θῷ ἀνακειμένης περϊγενέσεσθαι πόλεως· μάθωσϊ δὲ πάντες ἀκρϊβῶς, ὅτϊ τοῦ θεοῦ θυ προδεδωκότος· καὶ τὴν πάλαι φρουροῦσαν τὴν πολλὴν ἀποστήσαντος χάρϊν, ὑπὸ τοῖς πολεμίοις ἐγένετο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφὲς ποιῶν ὁ τῶν ὅλων θεὸς θς , οὕτως φησί· μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος αὐτήν, ἢ δοξασθήσεται πρίων, ἄνευ τοῦ ἕλκοντος αὐτόν; δϊδάσκει δὲ διὰ τούτων, ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπϊφέρει τὰς τϊμωρίας· κέχρηται δὲ ὀργάνοις, τοῖς εἰς τοῦτο ἐπιτηδείοις· + καὶ ἤνεγκεν αὐτά φησϊν εἰς γῆν σεναὰρ, εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν, εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· + καὶ ἴσως ἄν τϊς εἴποι· τι δήποτε τῶν ἀνθρώπων ἀνων ἑρμηνεία ἡμαρτηκότων, τὰ ἅγϊα σκεύη τὰ τῷ θεῶ θῷ ἀνακείμενα, παρεδόθη δϋσσεβέσϊν ἀνθρώποις ἀνοις ; φασὶ δὲ ταῦτα, οἱ τῶν θείων οἰκονομϊῶν ἀγνοοῦντες τὸν σκοπόν· ψϋχϊκὸς δὲ ἄνθρωπος ἄνος , οὐ δέχεται τὰ τοῦ πνεύματος πνς · μωρία γὰρ αὐτῷ ἐστϊν· ὁ δὲ πνευματικὸς πνικὸς , ἀνακρίνει μὲν πάντα κατὰ τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν, ὅτϊ πάντα ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται· φωτϊζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον ἐστὶ καταμαθεῖν, τὸν πνευματικῶς πνικῶς μαθεῖν προαιρούμενον· πολλὴ γὰρ ἐντεῦθεν· οὐχ’ ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδϊδάχθησαν οἱ ἰουδαῖοι, τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς ἐνδεόμενος ὁ τῶν ὅλων θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται· ἀλλ’ ἐκείνους εὐγνωμοσύνην δϊδάσκων, καὶ δϊδοὺς θεραπείαν τε καὶ ἀντϊδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἑτέρως ἠδϋνήθημεν ὑπὲρ ὧν εὐεργετήθημεν, ὡς δϋνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεόν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ, παρὰ τῶν προσφερόντων ἐδέχετο· πεῖσαι τοίνϋν βουλόμενος ἰουδαίους· ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν· ἀλλὰ τῇ ἐκείνων ἀσθενείᾳ σϋγκατϊὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θϋσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐτοὺς καὶ αἰχμαλωσίᾳ παραδοὺς· καὶ τὰ ὑπ’ αὐτων προσενεχθέντα σκεύη δι’ ὧν αὐτὸν θεραπεύειν ἐνόμϊζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογϊκοὺς παραδοὺς τϊμωρίᾳ, τί δήποτε τῶν ἀψύχων ἐφείδετο· δϊδάσκει δὲ αὐτοὺς, καὶ δι’ αὐτῶν τῶν πραγμάτων· ὅτϊ βαβϋλωνίων τῶν βαρβάρων τῶν δϋσσεβῶν κατ’ οὐδὲν δϊαφέρουσϊν· ἀσεβοῦσϊ γὰρ ὥσπερ ἐκεῖνοι· μᾶλλον δὲ πλέον ἥπερ ἐκεῖνοι· οἱ μὲν γὰρ, οὔτε νόμον δεξάμενοι, οὔτε προφητῶν ἀκούσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ, ὑπὸ μϋρίων παλαιῶν τε καὶ νέων φωτϊζόμενοι προφητῶν· καὶ μϋρίων θαυμάτων αὐτόπται γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ · τὰ δὲ ἄψϋχα εἴδωλα θεραπεύοντες δϊετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεύη· μο νονουχὶ λέγων δι’ αὐτῶν τῶν πραγμάτων· ὅτϊ κατ’ οὐδὲν τῶν βαρβάρων δϊαφέρετε· καὶ ἶσον ἐστὶν, ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβϋλωνίους· ἀσέβεια γὰρ - καὶ ὑμῶν κᾀκείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους, ἱκανὸν ἦν τοῦτο, καὶ ἐλέγξαι καὶ παιδεῦσαι· καὶ ὠφέλειαν αὐτοῖς οὐ μϊκρὰν πραγματεύσασθαι· οἱ δὲ βαβϋλώνϊοι, ἡνίκα μὲν ἐτίμησαν ὡς ἐνόμϊσαν τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως πεποιηκότες ἐκτὸς· τοῖς ὑπ’ αὐτῶν δὲ προσκϋνουμένοις ἀνατεθηκότες θεοῖς, τῶν λϋπηρῶν οὐδαμῶς ἐπειράθησαν· ἐπειδὴ δὲ βαλτάζαρ ὁ βασϊλεὺς· χρήσασθαι τούτοις ἐτόλμησεν ἑστϊώμενος, ἐκολάσθη μὲν παραυτίκα, καὶ τὴν ἀξίαν ἔτϊσε δίκην· ἐδίδαξε δὲ ἅπαντας· διὰ τῆς τϊμωρίας, πόση τῶν σκευῶν τοῦ θεοῦ θυ ἡ δύναμϊς· καὶ ὅτϊ οὐκ ἄκων ἀπεστερήθη τῶν ἑαυτοῦ· ἀλλ’ ἑκὼν αὐτὰ προὔδωκε, δϊὰ τὴν πολλὴν αὐτοῦ τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κϊβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φϊνεὲς οἱ ἠλὶ τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελϋροὶ· ταύτην λαβόντες εἰς ἐπηκουρίαν τῶν ὁμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐτῶν τὴν ἀσέβειαν ὁ θεός θς · οὐδὲ μϊᾶς ἀξϊώσας προνοίας· ἀξίᾳ δὲ σφαγῇ παραδοὺς, τὴν κϊβωτὸν παραδίδωσϊ τοῖς ἀλλοφύλοις· πάλϊν τὸν ἰσραὴλ ἰὴλ παιδεύων καὶ δϊδάσκων· ὡς οὐκ αὐτῷ χρεία τῆς κϊβωτοῦ· ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασε, περϊττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀσεβῶς τὸν θεῖον παραβαίνουσϊ νόμον, καὶ ἀσεβείᾳ σϋζῆν προαιρούμενοι· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφϋλοι· ὡς αὐτοὶ περϊγενόμενοι τοῦ θεοῦ θυ , ἐνόμϊζον γὰρ τὴν κϊβωτὸν, αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεόν θν · τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰκείων εἰδώλων κατάσκευῇ· καὶ ἵνα μὴ πολλὴν ἐντεῦθεν ἐπϊσπάσωνται βλάβην, ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεόν θν · καὶ οἷόν τϊ ἀρϊστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, παρασκευάζει μὲν τὸν δαγὼν τὸ ὑπ’ αὐτοῦ προσκϋνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κϊβωτοῦ σϋν-τρϊβῆναι· καὶ τὸ τῆς προσκϋνήσεως ὑποδεῖξαι σχῆμα· καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἧτταν· καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκϊς· ἐπϊφέρει δὲ αὐτοῖς δϊαφόρους πληγάς, ἕως οὗ τὴν κϊβωτὸν ἀπέδοσαν· καὶ ἀναθήματα δηλοῦντα τὴν τϊμωρίαν ἀνέθεσαν· δϊπλὴ τοίνϋν καὶ τηνϊκαῦτα καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ παρὰ τοῦ θεοῦ θυ πρὸς βραχὺ γενομένη σϋγχώρησϊς· + καὶ εἶπεν ὁ βασϊλεὺς, ἀφανὲχ τῷ ἀρχϊευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασϊλείας· καὶ ἐκ τῶν φορθομεὶν νεανίσκους· ἐν οἷς οὐκ ἔστϊν ἐν αὐτοῖς μῶμος· καὶ καλοὺς τῇ ὄψει· καὶ σϋνϊέντας ἐν πάσῃ σοφίᾳ, καὶ διανοουμένους φρόνησϊν· καὶ οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἐστᾶναι ἐν τῷ οἴκῳ τοῦ βασϊλέως· καὶ τοῦ δϊδάξαι αὐτοὺς γράμματα γλῶσσαν χαλδαίων· + ὁ μὲν οὖν τῶν ὅλων θεός θς , ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου· καὶ ἑρμηνεία τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα· ἵνα διὰ τούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δϋνατούς· ἄνθρωποι ἄνοι δὲ σωμάτων ὥραν· καὶ μέγεθος καὶ ῥώμην ἐπϊζητοῦσϊ καὶ σοφίαν· οὐ τὴν τὰ θεῖα ἀναγϊνώσκουσαν· ἀλλὰ τὴν εὐγλωττίᾳ κεκομψεμένην· ἔστϊ τοίνϋν καὶ ἐντεῦθεν μαθεῖν, πόσον τῶν θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασϊλέως τὴν ἀλαζονίαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας θελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασϊλϊκοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα, ἡ ἡσαΐου πρόῤῥησϊς· ἣν ἐζεκίας προεῖπε τῷ βασϊλεῖ· ἄκουσον γάρ φησϊ λόγον κυρίου κυ σαβαώθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται· καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου· καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου, ἕως τῆς ἡμέρας ταύτης, εἰς βαβϋλῶνα ἥξει· καὶ οὐδὲν οὐ μὴ καταλίπωσϊν· εἶπε δὲ ὁ θεός θς , ὅτϊ καὶ ἐκ τῶν τέκνων σου ὧν ἐγέννησας λήψονται· καὶ ποιήσουσϊ σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασϊλέως τῶν βαβϋλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμϊμνήσκων ὁ μακάρϊος δανιὴλ, φησί· προστάξαι τὸν βασϊλέα εἰσαγαγεῖν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραήλ ἰήλ · καὶ ἐκ τοῦ σπέρματος τῆς βασϊλείας· καὶ ἐκ τῶν φορθομεῖν νεανίσκους· φορθομεῖν δὲ, τοὺς παρθένους ἐκάλεσε τῇ ἑβραΐδϊ φωνῇ· + καὶ δϊέταξεν αὐτοῖς ὁ βασϊλεὺς τὸ τῆς ἡμέρας, καθημέραν ἐκ τῆς τραπέζης τοῦ βασϊλέως· καὶ ἐκ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ· καὶ ἐκθρέψαι αὐτοὺς, ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς· ἐνώποιον τοῦ βασϊλέως· καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν ἰούδα· δανιὴλ· καὶ ἀνανίας καὶ ἀζαρίας καὶ μϊσαήλ· + ἐνταῦθα μὲν οὖν, τὴν ἑρμηνεία τοῦ βασϊλέως ἡμᾶς δϊδάσκει φϊλοτϊμίαν· ὅτϊ οὐχ ὡς δορϋαλώτοις εὐτελῆ τϊνὰ καὶ δουλοπρεπῆ παρέχει τροφήν, ἀλλὰ τῆς βασϊλϊκῆς αὐτοὺς τραπέ ζης ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα, τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φϊλοσοφίαν δϊδάσκει· οὐ φϊλοτϊμίᾳ χρώμενος· ἀλλ’ ὠφελείαν δϊδασκαλίας τοῖς ὠφελεῖσθαι προαιρουμένοις προστεθεικώς· ἔστϊ δὲ τοῦ ἰδεῖν, καὶ τὸ μέτρϊον τοῦ φρονήματος· καὶ προσέταξεν ὁ βασϊλεὺς ἐκλέγειν νεανίσκους κάλλει λάμποντας, καὶ μεγέθει δϊαπρέποντας· καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς ἰούδα φϋ λῆς ἁπλῶς ἐμνημόνευσε· + καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρ χιευνοῦχος ὀνόματα· τῷ δανιὴλ βαλτάσαρ· καὶ τῷ ἀνανίᾳ, σεδρὰζ· καὶ τῷ ἀζαρία, μϊσὰχ· καὶ τῷ μϊσαὴλ, ἀβδεναγώ + καὶ τοῦτο δὲ παρά τϊσϊ νενόμϊ ἑρμηνεία σται δίκαιον· ὀνούμενοι γὰρ οἰκέτας, τὰς προσηγορίας ἀμείβουσϊν· ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ, τὴν δουλείαν γνωρίζουσϊ· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχϊευνοῦχος ἐποίησε· καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν, μαθεῖν τοὺς νεανίας ὁ βασϊλεὺς παρεγγύησε· + καὶ ἔθετο δανϊὴλ ἐν τῇ καρδίᾳ αὐτοῦ, τοῦ μὴ ἀλϊσγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασϊλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πό τοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχϊευνοῦχον ὅπως μὴ ἀλισγηθῇ· + οἱ γὰρ φϊλόθεοι· οὐκ ἐν τόπῳ ζητοῦσϊ ἑρμηνεία τὸν ἐπὶ πάντων θεόν θν · ἀλλ’ ἔνθα ἂν ἀφίκωνται, τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσϊ· καὶ ἐν κακοπραγείαις ὄντες ὡς αὔτως, τὸν οἰκεῖον προσκϋνοῦσϊ θεὸν θν καὶ δημϊουργόν· ἐνταῦθα δὲ πολλὴν ἐστὶν εὑρεῖν θαυμάτων ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαίοις τεθραμμένοι· καὶ τὴν τοπϊκὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες κομϊδῆ τὴν ἡλϊκίαν· ὑπὸ νόμοις ἑτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φϋλάττειν σπουδάζουσϊ· καὶ ἐπειδὴ τοὺς βαβϋλωνίους ἑώρων· ταῖς μὲν τῶν εἰδώλων ἐπϊκλήσεσϊ, τὰ ὄψα μολύνοντας· σπονδαῖς δὲ τὸν οἶνον μϊαίνοντας· τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας σρίας · καὶ τῆς βασϊλϊκῆς πανδεσίας τὴν ἡδονὴν πατήσαντες· τὸν ἀρχϊευνοῦχον ἱκέτευσαν, παραχωρῆσαι αὐτοῖς τῶν βασϊλϊκῶν σιτίων μεταλαβεῖν· + καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανϊὴλ, εἰς ἔλεον καὶ οἰκτϊρμὸν ἐνώποιον τοῦ ἀρ χϊευνούχου· + ἀκολουθεῖ γὰρ ταῖς γνώμαις, ἡ θεία κηδεμονία· καὶ ἅμα τὰ θεῖα προείλαντο, καὶ τῆς θείας ἐ ἑρμηνεία πηκουρίας ἀπήλαυσαν· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ, γεγενημένον ἔστϊν ευρεῖν· ἦν γάρ φησϊ κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπϊτϋγχάνων· καὶ κατέχεεν αὐτῷ κύριος κς ἔλεον καὶ χάρϊν ἔναντϊ τοῦ δεσμοφύλακος· δϊδασκόμεθα τοίνϋν καὶ ἐντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπϊστευκότων ἀτϊμέλητον πώποτε καταλέλοιπεν ὁ θεὸς θς · διὸ δὴ, καὶ ἕτερος προφήτης βοᾷ· ἐρωτήσατε γενεὰς, τὰς γενομένας προτέρας ὑμῶν· τίς ἐνεπίστευσε τῷ θεῷ θῷ καὶ κατησχύνθη· + καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανϊήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν κν μου τὸν βασϊλέα· τὸν ἐκτάξαν τα τὴν βρῶσϊν ὑμῶν, καὶ τὴν πόσϊν ὑμῶν· μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκϋθρωπὰ, παρὰ τὰ παιδάρϊα, τὰ σϋνήλϊκα ὑμῶν, καὶ καταδϊκάσητε τὴν κεφαλήν μου τῷ βασϊλεῖ· + οὐκ ἄλογον τοῦ ἀρχϊευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς πνικῆς χάρϊτος οὐ γεγευμένος· ἀνθρωπίνως ἑρμηνεία δὲ σκοπῶν τὰ ἀνθρώπινα ἀνίνα · καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε· μὴ τῶν μὲν πολυτελῶς τρεφομένων· τούτων δὲ ἀσκητϊκῶς βϊοτευόντων, δϊαφορὰ τίς ἐν τοῖς προσώποις φανῇ· καὶ τϊμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχότος βασϊλέως· = ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δϊαμένοντα ὁ = καὶ εἶπε δανιὴλ πρὸς ἀμελσὰλ· ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ δανιὴλ καὶ ἀνανίαν καὶ μισαὴλ καὶ ἀζαρίαν μακάρϊος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελδασὰρ τὴν παράκλησϊν· ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα· αὐτοῦ τε, καὶ ἀνανία, καὶ ἀζαρία, καὶ μϊσαὴλ· καὶ φησί· + πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέ κα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγό μεθα· καὶ ὕδωρ πϊόμεθα· καὶ ὀφθήτωσαν ἐνώποιόν σου αἱ ἰδέαι ὑμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων, τῶν ἐσθϊόντων τὴν τράπεζαν τοῦ βασϊλέως· καὶ καθὼς ἐὰν ἴ δῃς, ποίησον μετὰ τῶν παίδων σου· + οὐδὲν τῆς εἰς θεὸν θν ἑρμηνεία πίστεως ἰσχϋρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν, καὶ ἀλλαχόθεν ἐστὶ μαθεῖν· οὐχ ἥκϊστα δὲ, καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανϊὴλ ῥημάτων· τὸ γὰρ πϊστεῦσαί τε καὶ θαῤῥῆσαι ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται· καὶ ὅτϊ τῶν ἐσθϊόντων καὶ τρεφομένων καὶ τῆς βασϊλϊκῆς ἀπολαβόντων χλϊδῆς, εὐπρεπέστεροί τε καὶ περϊκαλλέστεροι καὶ μείζον φανήσονται, ποίας εὐσεβείας ὑπερβολὴν καταλείπῃ· καλῶς δὲ καὶ τῷ πϊθανῷ τὴν ἱκετείαν ἐκέρασε· πείρασον γάρ φησϊ τοὺς παῖδας σου, ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων· καὶ φαγόμεθα· καὶ ὕδωρ πϊόμεθα· καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὕρῃς βλάβην τϊνὰ γενομένην τοῖς σώμασϊν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις· ἡμεῖς δὲ οὐκ ἀντϊλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ τῶν θείων νόμων φροντίδα καὶ πίστϊν πε ρὶ τὸν νομοθέτην· καὶ ὁ μὲν, ταῦτα ἔλεγεν· ὁ δὲ, τὴν ἱκετείαν ἐδέχετο· + καὶ εἰσήκουσε γὰρ αὐτοῦ φησϊ εἰς τὸ ῥῆμα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα· καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαί· καὶ αὐτοὶ ἰσχϋροὶ ταῖς σαρ- ξὶν, ὑπὲρ πάντα τὰ παιδάρϊα, τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασϊλέως· + ἔτϋχε γὰρ ὧν ἠθέλησεν ὁ θεῖος ἑρμηνεία οὗτος προφήτης· καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς, τῷ τὴν ἐπϊμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ θείας χάρϊτος ἀπολαύοντες, ὤφθησαν ἀμείνους πολλῷ, τῶν τῆς βασϊλϊκῆς ἀπολαυσάντων τραπέζης· + καὶ ἐ γένετο ἀμελδασὰρ, ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν· καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν· καὶ ἐδίδου αὐτοῖς σπέρματα· + καὶ δϊπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν ὡς δϋνατὸν καὶ νηστείᾳ χρώμενον, σωματϊκὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνων χορηγουμένην τροφὴν λαμβάνων· προθϋμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα ἐπειδὴ περὶ αὐτοῦ μόνου δϊεξῆλθεν ὁ δανϊὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσϊν· + ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσϊν καὶ φρόνησϊν ἐν πάσῃ γρα ἑρμηνεία μματϊκῇ καὶ σοφίᾳ· + οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία, σϋνετοὺς αὐτοὺς ἀπέφηνεν· ἀλλ’ ἐκ θείας χάρϊτος καὶ σϋνέσεως καὶ σοφίας καὶ πάσης ἐπϊστήμης ἀξϊω θέντες, κρείττους ἁπάντων ἐδείχθησαν· + καὶ δανϊὴλ φη σὶ σϋνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις· + παιδόθεν ἑρμηνεία γγὰρ θείας ἀποκαλύψεις ἑώρα· οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἑρμηνεύειν ἐδύνατο· τὰ τοῖς ἄλλοις ἐγκαλϋπτόμενα· τὸ γὰρ σϋνῆκε, τοῦτο παραδηλοῖ· δϊδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς οὐκ οἶδεν ἡλϊκίας δϊαφορὰν ὁ τῶν ὅλων θεός θς · ἀλλ’ εὐσέβειαν μόνην καὶ φϊλοθεΐαν ζητεῖ· κἂν εὕρῃ ταύτην ἐν νέῳ, πολλῷ τοῦτον προτίθησϊ πρεσβυτέρων· τοῦτο δὲ, καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστϊν εὑρεῖν αὐτὸν πεποιηκότα· καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ ὄντϊ κομϊδῆ νέῳ καὶ ἐπεφάνεῖ, τὰς κατὰ τῶν πρεσβυτέρων τϊμωρίας προαγορεύειν ἐκέλευσεν· εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος· ἔνδειξϊν δὲ, τῆς ἐπανθούσης τῷ μειρακίῳ χά ρϊτος· + καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, εἶπεν ὁ βασϊλεὺς εἰσαγαγεῖν αὐτούς· καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχϊευνοῦχος ἐνώποιον τοῦ βασϊλέως ναβουχοδονόσορ· καὶ ἐ λάλησε μετ’ αὐτῶν ὁ βασϊλεὺς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι δανιὴλ καὶ ἀνανίᾳ· καὶ ἀ ζαρία· καὶ μϊσαήλ· καὶ ἔστησαν ἐνώπoιον τοῦ βασϊλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπϊστήμης, ὑπὲρ - ὧν ἐζήτησεν παρ’ αὐτῶν ὁ βασϊλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονα ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους, τοὺς ὄντας ἐν ἐν πάσῃ τῇ βασϊλείᾳ αὐτοῦ· + ἀλλ’ ὁ μὲν ἀμελδασὰρ, τὴν τῶν ἐδεσμάτων δϊαφοράν· ἑρμηνεία ἔμαθε δὲ πάντως, τῆς θείας χάρϊτος τὴν ἰσχύν· ὁ δὲ βασϊλεὺς, ἐγνώκει τούτων οὐδέν· πῶς γὰρ ἂν ἔμαθε τῆς μὲν τροφῆς παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελδασὰρ ἀναλϊσκομένης· ἀλλ’ ὅμως οὐ μϊκρὰν καὶ οὕτω ὠφέλειαν ἐδέξατο· πάντων αὐτοὺς τῶν ἐξ ἑτέρων ἐθνῶν ἐκλεγέντων, ἀμείνους εὑρών· κάλλει μὲν καὶ μεγέθει σωμάτων· σοφία δὲ καὶ σϋνέσει ψϋχῆς, ῥυθμῷ τε λόγων, καὶ πάσῃ λογϊκῇ ἐπϊστήμῃ· τὰς δὲ σϋγκρίσεις, οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ’ ἐρωτήσεις τϊνὰς προσενεγκὼν, τὴν πείραν ἔλαβε τῆς ἀληθείας δϊδάσκαλον· καὶ εὗρεν αὐτοὺς, οὐχ ἁπλῶς ὑπερκειμένους· ἀλλὰ δέκα μοίραις, ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτϊ τῶν ἄλλων ἁπάντων ἐθνῶν, ἰουδαῖοι σοφότεροι· ταῦτα εἰρηκὼς ἐπήγαγε, + καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς, κύ ἑρμηνεία ρου τοῦ βασϊλέως· + οὐχ ἁπλῶς δὲ τοῦτο προσέθηκεν· ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάρϊν, καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξεν καὶ τὸ τέλος προσέθηκεν· ἵνα τῶν μεταξὺ βασϊλέων ἀρϊθμοῦντες τὰ ἔτη, μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς δϊδάσκει, ὅτϊ καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσϊν, ἐθεάσατο κύρον· καὶ ἐν τῷ παρόντϊ βίῳ, παρὰ ψϋχῆς ἀπήλαυσε, καὶ τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασϊλείας, ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν, τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξε· καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν παρ’ αὐτοῦ τοῦ μακαρίου δα νιὴλ, τὴν ἠσαΐου τοῦ προφήτου πρόῤῥησϊν δϊδάσκων· ἐκεῖνο γὰρ δϊαῤῥήδην ἐβόα λέγων· ἰσραὴλ ἰὴλ οἰκοδομηθήσῃ· καὶ ταῖς πόλεσϊ τῆς ἰουδαίας κατοικηθήσεσθε· καὶ πάντα τὰ θελήματά μου ποιήσεις· τά δε λέγει κύριος κς τῷ χρηστῶ μου κύρῳ· οὗ ἐκράτησα τῆς χει ρὸς αὐτοῦ ὑπακοῦσαι, ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ σϋγκλεισθήσονται· ἐγὼ γὰρ προπορεύσομαι πρὸ προ σώπου σου· καὶ ὄρη ὁμαλϊῶ· πύλας χαλκὰς σϋντρί ψω· καὶ μοχλοὺς σϊδηροὺς σϋνθλάσω· θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κύρος, τοὺς βουλομένους τῶν ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλϊπομένων, τὸν χρόνον ἡμᾶς δϊδάσκει· ἔτους γάρ φησϊ πρώτου κύρου τοῦ βασϊλέως περσῶν· μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου, ἐξήγηρε κύριος κς τὸ ῥῆμα κύρου τοῦ βασϊλέως περσῶν, καὶ παρήγγειλε κηρύξαι ἐν πάσῃ τῇ βασϊλείᾳ αὐτοῦ, ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κύρος βασϊλεὺς περσῶν, πάσαις ταῖς βασϊλείαις τῆς γῆς· ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνοῦ , καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἰσραὴλ ἰὴλ ἐν τῇ ἰουδαία· τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ· κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ· καὶ ἀναβήτω· τούτου χάρϊν καὶ ὁ μακάριος δανϊὴλ τὸν τῆς προφητείας - δϊδάσκων χρόνον, ἐντέθεικε τοῖς ἰδίοις σϋγγράμμασϊ, τὸ, ἐγένετο δανϊὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασϊλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν δϊαναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν· τὸν πατάσσοντα καὶ ἰώμενον· μαστϊγοῦντα καὶ ἰατρεύοντα· τϊμωρίᾳ καὶ φϊλ ανθρωπίᾳ ανιᾳ χρώμενον· αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν:—

ὅρασις α̅η λόγος β̅

Chapter 1

+ ν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασϊλείας ναβουχοδονόσορ · ἐνϋπνϊάσθη ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ, ἀπεγένετο ἀπ’ αὐτοῦ· + ἐντεῦθεν μανθάνομεν ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασϊλείας ἀρξάμενος, ἐπεστράτευσε τῇ ἰουδαίᾳ· ἐν τῷ τρίτῳ ἔτει τῆς βασϊλείας ἰωακείμ· καὶ τὸν μὲν, ἐκέλευσε φέρειν δασμόν· τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσϋρίων ἀπήγαγε χώραν· μαρτϋρεῖ δὲ καὶ ἱερε μίας πρὸς πάντα τὸν λαὸν ἰούδα· ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ ἰωακεὶμ, υἱοῦ ἰωσίου βασϊλέως ἰοῦδα· οὗτὸς ἐνϊαυτὸς πρῶτος τοῦ ναβουχοδονόσορ βασϊλέως βαβϋλῶνος· εὑρίσκομεν τοίνϋν ἐνταῦθα, ὡς τοῦ τρίτου ἔτους τῆς βασϊλείας πληρουμένου τῷ ἰωακεὶμ, βασϊλεύσας ὁ ναβουχοδονόσορ, τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῇ δὲ τοῦ τετάρτου ἔτους, ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη· πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνϊαυτὸν, τῷ βασϊλεῖ ναβουχοδονόσορ· καὶ ὁ μακάρϊος δὲ δανιὴλ πρώτην ἅλωσϊν αἰχμαλω σίαν εἰρηκὼς γεγενῆσθαι· ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασϊλέως ἰούδα ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασϊλείας ναβουχοδονόσορ, ἐνϋπνϊάσθη ἐνύπνιον· ταῦτα δὲ, οὐχ ἁπλῶς προστέθεικα· ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκρϊβῶς καταμάθωμεν· τούτου γὰρ χάρϊν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασϊλέων, καὶ τὸν ἀρϊθμὸν τῶν ἐτῶν ἀναγράφουσιν, ἐν τῷ ἔτει τοίνϋν τῷ δευτέρῳ τῆς βασϊλείας ναβουχοδονόσορ, ἐνϋπνϊάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· + καὶ εἶπεν ὁ βασϊλεὺς· καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασϊλεῖ τὸ ἐ νύπνϊον αὐτοῦ· + ἡ μὲν οὖν τοῦ θεοῦ θυ οἰκονομία, τοῖς ἐχέφροσϊ δήλη· γνώρϊμον γὰρ αὐτῷ βουλόμενος ποιῆσαι τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σρίους ἐντεῦθεν δέξηται παραινέσεις· δεδείττεται μὲν αὐτῷ τὸ ἐνύπνϊον· ἀφαιρεῖται δὲ τοῦ ἐνϋπνίου - τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμήθεια, οὕτω γνώρϊμον πᾶσϊ τοῖς εὐσεβέσϊ, καὶ ἡ τοῦ βασϊλέως παροίνϊα· πῶς γὰρ οὐκ ἄκρας παρα πληξίας, τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνϋπνίου τὴν μνήμην· ἀλλ’ ὅμως κληθέντές φησίν + ἦλθον καὶ ἔστησαν ἐνώποιον τοῦ βασϊλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασϊλεύς· ἐνϋπνιά σθην ἐνύπνϊον, καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασϊλεῖ συριστὶ καὶ εἶπον· βασιλ’, εἰς τοὺς αἰῶνας ζῆθϊ· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παι σί σου, καὶ τὴν σύγκρϊσϊν αὐτοῦ…

+ λόγος — τρίτος

Chapter 1

τους…

λόγος δ̅ κεφάλαιον γ̅

Chapter 1

αβουχοδο…

The complete text is available when the reading interface loads.