The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms I)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local007
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Book pr

εἰ πᾶσι ῥάδιον ἦν τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα, καὶ τοῦ μὲν γράμ-ματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύειν, καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἐρμηνείαν, πάντων εὐπετῶς παρ’ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐφικνουμένων· ἐπειδὴ δὲ μίαν μὲν ἄπαντες φύσιν ἐλάχομεν, οὐκ ἴσην δὲ ἄπαντες γνῶσιν ἐλάβομεν· ἑκάστῳ γὰρ δίδοται, φησίν, ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον· καὶ ἄλλῳ μέν δίδοται διὰ τοῦ πνεύματος πνς λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα πνα , ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαί ρεσιν ἄπαντα διανέμεται· οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τούτων συγγράμματα ἔγγραφον παραδόην διδασκαλίαν· παιδόθεν μὲν αὐτοῖς ἐντραφείς, παρα πολλῶν δὲ συγ-γραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν· διδάξεις γὰρ αὐτὰ φησὶ τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὖ χάριν καὶ ὁ μέγας διδάσκαλος δαβίδ, προσέχετε λαός μου φησὶ τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξωμαι προβλήματα ἀπ’ ἀρχῆς· εἶτα δεικνὺς πόθεν ταῦτα μεμάθηκεν, ὄσα ἠκούσαμεν φησὶ καὶ ἔγνωμεν, αὐτὰ καὶ οἱ πατέρες πρας ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γὰρ φησὶν ἔθετο ἐν ἰσραήλ ἰηλ , ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρῖσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῶ γενεὰ ἐτέρα, υἱοὶ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς, ἐπάγει, ἵνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθονται τῶν ἔργων τοῦ θεοῦ θυ , καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων πρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις τε καὶ ἐσομένοις ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ἡμας ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων συνήθων, θερμῶς ἡμᾶς λιπαρήσαντες, θαῤῥῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν, ὡς ἕνι μάλιστα, σαφῆ τοῖς ἀγνοοῦσι ποιήσωμεν· ἵσως δὲ οὐδὲ τοῖς γνώσεως ἠξιωμένοις ἄχρηστος οὖτος ὁ πόνος γενήσεται· ἢ γὰρ πλείονα εὑρήσουσιν ὦν νενομήκασιν, ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὐρίσκοντες βεβαιώσουσι τῇ κοινωνίᾳ τὸ ὑπὸ σφῶν αὐτῶν θηρευθέν· φιλεῖ γὰρ πάντως ἡ τῶν πλειόνων συγκατάθεσις κρατήνειν τὰ νοηθέντα· τούτον δὲ τὸν προφήτην ἐπὶ τοῦ παρόντος ἐρμηνεύειν πειρώμεθα, οὐχ ὡς τῶν ἄλλων καταφρονοῦντες, μὴ γένοιτο· ἄπαντας γὰρ ἶσμεν τοῦ θείου πνεύματος πνς ὄργανα· ἀλλὰ πρῶτον μὲν, ὅτι τούτου τὴν ἐρμηνείαν ἡμᾶς οἱ συνήθεις ἐπήγγειλαν, καὶ προσήκον ἠγούμεθα ἦ ἢ ν ἠτήθημεν χάριν, ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοιά τε καὶ ἀναίδεια παρασκευάζει τοὺς μὲν ἄλλους ἐν τῷ παρόντι καταλιπεῖν, τὰς δὲ τούτου προῤῥήσεις γυμνοῦν, καὶ δῆλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἤλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν τούτον ἀποσχοινίζειν, καὶ αὐτῆς αὐτὸν τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν· ἔστι δὲ αὐτῶν ἀναιδὲς μέν, οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἀπάντων πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ προεθέσπισε παρουσίαν, οὐ μόνον ἃ ποιήσει προαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς, καὶ τὴν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθεικὼς ἀριθμὸν, καὶ ἄπαντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς μετὰ τὴν ἀπιστίαν καταληψόμενα λυπηρά, εἰκότως, ἅτε δὴ θεομισεῖς καὶ τῆς ἀληθείας ἐχθροὶ, τολμῶσιν ἀναιδῶς λέγειν, ὡς οὐκ ἔστι προφήτης ὁ ταῦτα καὶ μυρία ἔτερα χρησμολογήσας, ἀποχρῆν ἠγούμενοι τὴν οἰκείαν ἀπόφασιν εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν, εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες, τοὺς εὔνους τοῦ δεσπότου συκοφαντοῦσι θεράπον τας· συμβαίνει γὰρ τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησὶν, εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ πάλιν, εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἀπεκάλεσαν, πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν ἀπε διε λέγξωμεν, πυθώμεθα αὐτῶν οὕτω, τί προφήτου ἴδιον εἶναι φατέ; ἀλλὰ γὰρ ἂν ἴσως ἂν εἴποιεν, τὸ τὰ μέλλοντα προειδέναιτε καὶ προλέγειν· ἴδωμεν τοίνυν εἰ μὴ ταῦτα, καὶ προμεμάθηκε, καὶ προείρηκεν ὁ μακάριος δανιήλ· καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν· εὐρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας, πολλὰ δὲ περὶ τῆς περσῶν, καὶ μακεδόνων, πολλὰ δὲ καὶ περὶ τῆς τῶν ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεύς, ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν, ἔπειτα ὅτι τούτους καταλύσας ὁ μακεδὼν, τελευτήσει μὲν αὐτὸς ὡς τάχυστα, τέτταρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τὴς βασιλείας· καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας τίς, μυρία ὄσα ἐργάσεται τοῖς ἰουδαῖοις δεινά, καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας τῆς ἐκείνου θηριότητος ἀπαλλαγήσονται· εἶτα μεταβὰς ἐκεῖθεν προλέγει τὴν ῥωμαίων ἰσχήν, καὶ ὅτι πᾶσας καταγωνισάμενοι τὰς βασιλείας, τὸν παρὰ πάντων κομίοῦνται δασμόν· τί δεῖ λέγειν ὅσα περὶ τοῦ τῶν αἰγυπτίων καὶ τοῦ τῶν σύρων προηγόρευσε βασιλέως, καὶ ὅσα ἀλλήλοις ἐργάσονται δεινὰ, καὶ τὰς μετὰ ταῦτα τῆς εἰρήνης σπονδὰς, καὶ τὰς ἐπιγαμίας καὶ συγγενείας, εἶτα πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προειρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῆν καταλιπόντα, πῶς οὐ δυσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τίνα προφητείας τὰ ἴδια; εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησι λόγων τὸ τάδε λέγει κύριος κς , καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβραὰμ ὁ πατρι πρι άρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ ; περὶ τοῦ γὰρ ἀβραὰμ ἐλέχθη φησί, καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρὶ ὅτι προφήτης ἐστί, καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ περί τε αὐτοῦ καὶ τοῦ υἱέως, καὶ τοῦ ἐγκόνου φησίν, ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς θς βασιλεῖς, λέγων, μὴ ἄπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφῆταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ, ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δ’ ὀνειράτων, ἢ διὰ μεθ’ ἡμερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις, ἐννοίας καὶ προῤῥήσεις ἐδέξατο· πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφανδὸν, καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν καθ’ αὐτοῦ συκοφαντίαν· προφήτης γάρ, καὶ προφήτης ἐπιθυμία καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἰδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδαχθείς, οὐχ ἃ μόνοις ἰουδαῖοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν, εἰ μὴ λίαν ἄδικον, ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰουδαίους μόνον προαγορεύσαντα, καὶ ἰωνὰν δὲ, καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς νινευὶ τοῖς προφήταις ἐγκαταλέγειν, τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, χαλδαϊκῆς, περσικῆς, μακεδονικῆς, ρωμαϊκῆς, καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφιτικῆς προσηγορίας ἀποστερεῖν, καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι λέγειν· καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας, τὸν ναβουχοδονόσορ αἰδεσθῆναι τὸν δυσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμείητον, βοῶντα περὶ τοῦ δανιὴλ, καὶ λέγοντα, ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἐστὶν ἐν αὐτῷ· καὶ γὰρ τῷ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν, καὶ τὸ ἐνύπνιον εἰπεῖν, ὃ ἔτερος θεασάμενος ἀπελίσθη, καὶ τούτου δηλῶσαι τὴν ἐρμηνείαν ἀκριβῶς τε καὶ ἀληθώς· ὑμᾶς δὲ οὐδὲ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου καταλῦσαι μανίαν, ἀλλὰ διὰ τοῦ προφήτου τῷ τοῦ προφήτου πολεμεῖτε δεσπότῃ. ἀλλ’ ὁ μὲν προφήτης οὐδὲν ἐκ τῶν ὐμετέρων βλαβήσεται τεχνασμάτων· προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεία συγγράματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤῥήσεως τέλος· ἀλλὰ γὰρ νῦν ὁρόντες τὰ πράγματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων ῥαδίως λαμβάνομεν τὴν τῶν πραγμάτων κατάληψιν· ὑμεῖς δὲ τὴν οἰκείαν παροινίαν καὶ διὰ τούτων δηλοῦτε· ἀλλὰ νῦν μὲν ἐν κεφαλαίῳ τῆς ὑμετέρας ἀναιδείας τοὺς ἐλέγχους ἐποιησάμεθα. ἡ δὲ κατὰ μέρος ἐρμηνεία ἐναργέστερον ὑμῶν ἐλέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν τε ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν, καὶ τὴν ἰουδαίων κατηγορίαν ἀποχρόντως ποιησάμενοι, τὴν τῆς προφητείας ὑπόθεσιν δήλην πρότερον καταστήσωμεν, εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἐρμηνείας ἀψώμεθα· μετὰ τὸν ἰωσίαν, εὐσεβὴς δὲ οὖτος γεγένηται βασιλεύς, ἐβασίλευσε τῆς ἰουδαίας ἰωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἠμέρας· διώνυμος δὲ οὖτος ἦν· ἐν μὲν γὰρ ταῖς βασιλείαις, καὶ τοῖς παραλειπομένοις, ἰωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος ἰερεμίας αὐτὸν ὁ προφήτης σελεὶμ προσαγορεύει· τούτον δορυάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ νεχαὼ λαβὼν, αἰχμάλωτον εἰς τὴν αἴγυπτον ἀπήγαγεν· ἐχειροτόνησε δὲ ἀντ’ αὐτοῦ βασιλέα ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἰωακεὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὖτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς τούτου βασιλείας ἐπιστρατεύσας ναβουχοδονόσορ ὁ τῆς βαβυλωνίας βασιλεύς, ἔλαβε μὲν οὐκ ὀλίγους δορυαλώτους τῶν ἐπ’ εὐγενείᾳ λαμπρυνομένων, ἔλαβε δὲ καὶ ἔνια τῶν ἱερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων· δασμὸν δέ τινα ἐπιθεὶς τῷ ἰωακεὶμ, ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τούτον τὸν ὀρισθέντα φόρον ἐκτίσαι μὴ βουλομένου, πάλιν ἐπεστράτευσε τοῖς ἱεροσολύμοις, καὶ τὴν πόλιν ἐλὼν, καὶ τούτον ἀνελὼν, καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ, ἰωακεὶμ μὲν ὑπὸ τῶν ἰουδαίων ὀνομασθέντα, ἐλιακεὶμ δὲ πάλιν μετ’ ὀνομασθέντα· καὶ τούτον δὲ ὁ μακάριος προφήτης ἰερεμίας ἰεχονίαν ὀνομάζει· ζῶ γὰρ φησί λέγει κύριος κς , ἐὰν γενόμενος γένηται ἰεχονίας, υἱὸς ἰωακεὶμ βασιλέως ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε, καὶ παραδόσω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου, ὦν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τοίνυν τρεῖς μῆνας πρὸς ὀλίγαις ἠμέραις τὴν βασιλείαν πρυτανεύσαντος, τότε πάλιν ὁ ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς στρατίαν ἀποστείλας, καὶ στρατηγὸν, τούτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλῶνα, τῷ δὲ σεδεκίᾳ θείῳ πρὸς πατρὸς αὐτοῦ ὄντι τὴν βασιλείαν ἐνεχείρισε· καὶ τούτου δὲ ἐνιαυτὸν ἕνα πρὸς τοῖς δέκα βασιλεύσαντος, εἶτα τὸν ἐγκείμενον οὐ δεδοκότος φόρον, μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ἰεροσολύμοις τῶν βαβυλωνίων ὁ βασιλεύς, ἔπειτα πολιορκήσας, καὶ τῷ λιμῷ κατ’ αὐτῶν συμμάχῳ χρησάμενος, καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν, ῥήγνυσι μὲν τὸ τεῖχος, ἀναιρεῖ δὲ τοὺς πλείστους, τοὺς δὲ λοιποὺς ἐξανδραποδήσας ἀπάγει δορυαλώτους, πυρὶ τήν πόλιν καὶ τὸ ἱερὸν παραδούς. ἀλλ’ ὁ τῶν ὅλων θεός, ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων αὐτοὺς παντελῶς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ οἶον τινὰς παιδονόμους ἐδεδώκει, τόν τε οὐρίαν τὸν σαμαίου, καὶ ἰερεμίαν τὸν τοῦ χελκίου, ἄνδρας ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δωριαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν, ἰεζεκιὴλ, καὶ ἀνανίαν, καὶ ἀζαρίαν, καὶ μισαήλ, ἵν’ ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξoνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα. τοσαύτην ὁ τῶν ὅλων θεὸς τῶν ἀμαρτωλῶν ποιῆται προμύθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύωντας, καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κινδύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὀδεῦσαι τὸν βίον· οὕτω γὰρ καὶ διὰ ὠσιὲ τοῦ προφήτου φησίν, ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σρίαν , τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ὠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν· ὃς ὡς νέος ὢν, καὶ τῇ ὤρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρα κίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥησίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κᾳκείνῳ γεγένηται πρόξενος. οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτε διδασκαλίας, εἰς τοὺς ὑπηκόους παρέπεμψε. νόμον τεθηκὼς τὸν διαῤῥήδην παρεγγυόντα ἄπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν· ὅτι μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὖτος ἀπήχθη προφήτης, καὶ τίνος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν. τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἐρμηνείας ἀκριβέστερον θησόμεθα· τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνείας ἀρξώμεθα.

Κεφαλαιον ^ α.

ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασι-λέως ἰούδα, ἦλθε ναβουχοδονόσορ βασιλεὺς βαβυλῶνος βαβυλῶνος εἰς ἰ ἱ ερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν· | ἀναγκαίως πρὸ τῶν ἄλλων ἀπάντων, καὶ τοῦ τηνικάδε βασιλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχομεν εἰδέναι σαφῶς τ ὴ ὸ ν τῆς πρώτης αἰχμαλωσίας καιρόν. ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακεὶμ, ὅς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ, πατὴρ δὲ ἐγένετο τοῦ ἰωάχαζ, ὃς καὶ ἰωακεὶμ καὶ ἰεχονίας ὀνομάζετο, ἡ πρώτη ἄλωσις τῶν ἱεροσολύμων ἐγένετο· καὶ αὐτὸ δὲ τοῦτο τῶν τὸ τε βασιλέων μεμνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα, οὕτω γὰρ καὶ τοὺς ἄλλους προφῆτας ποιοῦντάς ἐστὶν εὐρεῖν· ὄρασις γὰρ φησὶν ἣν εἶδεν ἠσαΐας υἱὸς ἀμὼς ἐν ἡμέραις ὀζίου, καὶ ἰωάθαμ, καὶ ἄχαζ, καὶ ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς ἰουδαίας· καί ἐγενήθη λόγος κυρίου κυ πρὸς ἰερεμίαν ἐν ἡμέραις ἰωσίου υἱοῦ ἀμώς βασιλέως ἰούδα, ἔτους τρις καὶ δεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐζεκιὴλ δὲ, καὶ τῶν ἄλλων προ-φητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτῳ τῷ προοιμίῳ τῆς προφητείας κέχρηται· ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τ ῶ ὴ ν ἰουδαίων ἐλέγξαι παρανομίαν, καὶ διδάξαι προφήτην, τὸν τῷ ὄντι προφήτην· β καὶ ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ θυ · | καὶ τοῦτο δὲ τὴν πνευματικὴν πνικὴν αὐτοῦ δείκνυσι χάριν· οὔτε γὰρ παντων ἐστὶ τὰς θείας οἰκονομίας εἰδέναι. οὖτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ θεοῦ θυ τῶν ὅλων συγχωρήσαντος, διὰ τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἐάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο· καὶ λίαν δὲ ἀναγκαίως ἔθηκα τό, ἔδωκε κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακεὶμ βασιλέα ἰούδα, ἵνα μή τις ὑπολάβῃ οἰκείᾳ δυνάμει τὸν ναβουχοδονόσορ χρησάμενον τῆς τῷ θεῷ θῷ ἀνακειμένης περιγενέσθαι πόλεως· μάθωσιν ἄπαντες καὶ ἀκριβῶς, ὅτι τοῦ θεοῦ θυ προδεδοκότος, καὶ τὴν πᾶλαι φρουροῦσαν τὴν πόλιν ἀποστήσαντος χάριν, ὑπὸ τοὺς πολεμίους ἐγένετο· τοῦτο καὶ διὰ ἠσαΐου τοῦ προφήτου σαφὲς ποιῶν, αὐτὸς ὁ τῶν ὅλων θεὸς θς οὕτω φησί, μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἔλκοντος αὐτόν; διδάσκει δὲ διὰ τούτων ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας, κεχρή ται (10r) ται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδίοις· | καὶ ἤνεγκεν αὐτὰ φησὶν εἰς γῆν σεναὰρ, εἰς οἶκον θεοῦ θυ αὐτοῦ, καὶ τὰ σκεῦη εἰσήνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐτοῦ· | καὶ ἴσως ἄν τις εἴποι, τί δήποτε τῶν ἀνθρώπων ἀνων ἠμαρτηκότων, τὰ ἅγια σκεῦη τὰ τῷ θεῷ θῷ ἀνακείμενα, παρεδόθη δυσεβέσιν ἀνθρώποις ἀνοις ; φασὶ δὲ ταῦτα οἱ τῶν θείων οἰκονομιῶν τὸν σκοπὸν ἀγνοοῦντες· ψυχικὸς γὰρ ἄνθρωπος ἄνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ , μωρία γὰρ αὐτῷ ἐστί· ὁ δὲ πνευματικὸς πνικὸς ἀνακρίνει πάντα, κατὰ τὸν θεῖον ἀπόστολον· καὶ πέπεισται μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμυθείας οἰκονομεῖται, φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου πνεύματος πνς , καὶ τὰς αἰτίας μανθάνει· ὥσπερ ἀμέλει καὶ τὸν νῦν ζητούμενον ἐστὶ καταμαθεῖν τὸν πνευματικῶς πνικῶς νοεῖν προαιρούμενον. πολλὴν γὰρ ἐντεῦθεν, οὐχὶ ἰουδαῖοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς βαρβάροις ὠφέλεια γεγένηται· πρῶτον μὲν γὰρ ἐδιδάχθησαν ἰουδαῖοι τὸ τῆς θείας φύσεως ἀνενδεές· οὐ γὰρ ὡς δεόμενος ὁ τῶν ὅλων θεὸς θς τὰ παρὰ τῶν ἀνθρώπων ἀνων προσφερόμενα δέχεται, ἀλλ’ ἐκείνοις εὐγνωμοσύνην διδάσκων, καὶ διδοὺς θεραπείαν τε καὶ ἀντιδόσεως ἀφορμήν· πῶς γὰρ ἂν ἐτέ ρως ἠδυνήθημεν, ὑπὲρ ὦν εὐεργετήθημεν, ὡς δυνατὸν ἀμείψασθαι τὸν εὐεργέτην θεὸν θν , εἰ μὴ τὰ βραχέα ταῦτα καὶ εὐτελῆ παρὰ τῶν προσφερόντων ἐδέχετο; πεῖσαι τοίνυν βουλόμενος ἰουδαῖους, ὡς οὐ τὴν οἰκείαν χρείαν ἀναπληρῶν, ἀλλὰ πρὸς τὴν ἐκείνων ἀσθένειαν συγκατιὼν, τὰς παρ’ αὐτῶν προσφερομένας θυσίας ἐδέχετο, εἰκότως ἀποστραφεὶς αὐτοὺς, καὶ αἰχμαλωσίᾳ παραδοὺς, καὶ τὰ ὑπ’ αὐτῶν προσενεχθέντα σκεῦη, δι’ ὦν αὐτὸν θεραπεύειν ἐνόμιζον, σὺν αὐτοῖς αἰχμάλωτα δέδωκεν· ὁ γὰρ τοὺς λογικοὺς παραδοὺς τιμωρία, τί δήποτε τῶν ἀψύχων ἐφείδετο; διδάσκει δὲ αὐτοὺς καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι βαβυλωνίων, τῶν βαρβάρων τῶν δυσσεβῶν κατ’ οὐδὲν διαφέρουσιν· ἀσεβοῦσι γὰρ ὥσπερ ἐκεῖνοι· οἱ μὲν γὰρ οὔτε νόμον δεξάμενοι, οὔτε προφητῶν ποδηγῶν ἀπολαύσαντες, ἀγνοίᾳ κατείχοντο· οἱ δὲ ὑπὸ μυρίων παλαιῶν τε καὶ νέων φωτιζόμενοι προφητῶν, καὶ μυρίων ὄσων θαυμάτων αὐτόπται γενόμενοι, κατεφρόνουν μὲν τοῦ τῶν ὅλων θεοῦ θυ , τὰ δὲ ἄψυχα εἴδωλα θεραπεύοντες διετέλουν· παρέδωκε τοίνυν τοῖς βαρβάροις τὰ σκεῦη, μονονουχὶ λέγων δι’ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι κατουδὲν τῶν βαρβάρων διαφέρετε· ὁμοίως γὰρ αὐτὰ καὶ ἡμεῖς ταῖς παρανομίαις μολύνετε, καὶ ἶσον ἐστὶν ὑμᾶς τε ταῦτα ἔχειν, καὶ βαβυλωνίοις· ἀσέβεια γὰρ καὶ ὑμῶν κᾀκείνων κρατεῖ· τοὺς μὲν οὖν ἰουδαίους ἰκανὸν ἦν τοῦτο καὶ ἐλέγξαι, καὶ παιδεῦσαι, καὶ ὠφέλειαν αὐτοῖς οὐ μικρὰν πραγματεύσασθαι· οἱ δὲ βαβυλώνιοι, ἠνίκα μὲν ἐτίμησαν, ὡς ἐνόμησαν, τὰ σκεῦη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ’ αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν· ἐπειδὰν δὲ βαλτάσαρ ὁ βασιλεὺς χρήσασθαι τούτοις ἐτόλμησεν ἐστιόμενος, ἐκολάσθη μὲν παραυτίκα, καὶ τὴν ἀξίαν ἔτισε δίκην, ἐδίδαξε δὲ ἄπαντας διὰ τῆς τιμωρίας πόση ἐκείνων τῶν σκευῶν ἡ δύναμις, καὶ ὅτι οὐκ ἄκων ἀπεστερήθη τῶν ἑ-αυτοῦ, ἀλλ’ ἐκὼν αὐτὰ προύδωκε διὰ τὴν πολ- λὴν τοῦ λαοῦ παρανομίαν· τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν, ἐπειδὴ γὰρ ὡφνὶ καὶ φινεὲς, οἱ ἠλὶ τοῦ ἱερέως παῖδες παράνομοι καὶ βδελυροὶ, ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὀμοφύλων ἐξῆλθον, ἐλέγχει μὲν αὐ τῶν τὴν ἀσέβειαν ὁ θεὸς θς , οὐδεμιᾶς ἀξιώσας προνοίας, ἀξία δὲ σφαγῇ παραδοὺς, τὴν δὲ κιβωτὸν τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῷ χρεία τῆς κιβωτοῦ, ἀλ-λ’ αὐτῶν ἔνεκεν αὐτὴν κατεσκεύασε, περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία, ἀδεῶς τὸν θεῖον νόμον παραβαίνουσι, καὶ ἀσεβείᾳ συζεῖν προαιρουμένοις· ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι, ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ , ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν , τεκμηρίῳ χρώμενοι τῇ τῶν οἰκείων εἰδώλων κατασκευῇ· καὶ ἵνα μὴ πολ-λὴν ἐντεῦθεν ἐπισπάσονται βλάβην, ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν , καὶ οἶον τὶ ἀριστεῖον τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς, παρασκευάζει μὲν τὸν δαγών, τὸ ὑπ’ αὐτῶν προσκυνούμενον εἴδωλον, πεσεῖν τε καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι, καὶ τὸ τῆς προσκυνήσεως ὑποδεῖξαι σχῆμα, καὶ ὀμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἦτταν, καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑποδεῖξαι δουλείαν· καὶ τοῦτο οὐχ’ ἄ-παξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις· ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς, ἔως οὖ τὴν κιβω τὸν τὸν ἀπέδοσαν, καὶ ἀναθέματα δηλοῦντα τὴν τιμωρίαν ἀνέθεσαν· διπλῇ τοίνυν καὶ τηνικαῦτα, καὶ ἐπὶ τοῦ ναβουχοδονόσορ ἡ ὠφέλεια γεγένηται· οὐ γὰρ μόνον ἰουδαῖους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις· | γ· καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομίν· δ· νεανίσκος, ἐν οἶς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ, καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, ἐν οἷς ἐστὶν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἰστᾶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα, καὶ γλῶσσας χαλδαίων· | ὁ μὲν ὅλων θεὸς θς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου, καὶ τὰ ἀσθενῆ, καὶ τὰ ἐξουθενημένα, ἵνα διὰ τούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἄνοι δὲ, σωμάτων ὤραν, καὶ μέγεθος, καὶ ῥώμην ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεία γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίαν κεκομψευμένην· ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὀπόσον θείων καὶ ἀνθρωπίνων ἀνίνων τὸ μέσον· δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἠσαΐου πρόῤῥησις, ἣν ἐζεκία βασιλεῖ προεῖπεν· ἄκουσον φησὶ τὸν λόγον κυρίου κυ σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἠμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἔως τῆς ἠμέρας ταύτης εἰς βαβυλῶνα ἤξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν, εἶπεν ὁ θεός θς · ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὦν γεννήσας λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ φησὶ προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ , καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομὶν· φορθομὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ ἑβραίων φωνῃ, ὁ δὲ σύμμαχος τὸ πόρθμιν ἐπιλέκτους ἠρμήνευσε· | ε καὶ ἔταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἠμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου τοῦ αὐτοῦ καὶ ἐκτρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασι λέ λέως· ϛ· καὶ ἐγένετο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα, δανιὴλ, καὶ ἀνανίας, καὶ ἀζαρίας, καὶ μισαήλ· | ἐνταῦθα μὲν οὖν τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν, ὅτι οὐχ ὡς δορυαλώτους εὐτελῆ τινὰ καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ τῆς βασιλικῆς αὐτοῦ τραπέζης ἀπολαύειν ἐκέλευσε· μετὰ βραχέα δὲ τὴν σφῶν αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει, οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλ’ ὠφελείας διδασκαλίαν τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτριον τοῦ φρονήματος· εἰρηκὼς γὰρ ἄνω, ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίας, κάλλει λάμποντας, καὶ μεγέθει διαπρέποντας, καὶ τεθεικὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα, τῆς ἰούδα φυλῆς ἀπλῶς ἐμνημόνευσε, καὶ τὴν τῆς βασιλείας συγγένειαν ἔκρυψε· | ζ· καὶ ἐπέθεικεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ δανιὴλ, βαλτάσαρ, καὶ τῷ ἀνανία σιδράχ, καὶ τῷ ἀζαρία μισάχ, καὶ τῷ μισαὴλ ἀβδεναγώ· | καὶ τοῦτο δὲ παρά τισι δεσποτείας νενόμισται δίκαιον, ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν· ἵνα καὶ τῇ τῆς προσηγορίας ἐναλλαγῇ τὴν δουλείαν γνωρίζωσι· τοῦτο καὶ ἐνταῦθα ὁ ἀρχιευνοῦχος ἐποίησε, καὶ τὰς ἐβραϊκὰς ἀφελὼν προσηγορίας, χαλδαϊκὰς ἐπιτέθεικεν, ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας ὁ βασιλεὺς παρεγγύησε· | καὶ ἔθετο δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ, τοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μὴ ἀλισγηθῆ· | οἱ γὰρ φιλόθεοι οὐκ ἐν τόπῳ ζητοῦσι τὸν ἐπὶ πάντων θεὸν θν , ἀλλ’ ἔνθα ἂν ἀφίκονται τὴν αὐτὴν αὐτῷ θεραπείαν προσφέρουσι· καὶ ἐν κακοπραγίαις ὄντες ὡσαύτως τὸν οἰκεῖον προσκυνοῦσι δημιουργὸν· ἐνταῦθα δὲ πολ-λὴν ἐστὶν εὐρεῖν θαύματος ὑπερβολήν· παῖδες γὰρ παρὰ ἰουδαῖοις τεθραμένοι, καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες, εἶτα τὴν ξένην οἰκοῦντες, καὶ δουλεύειν ἠναγκασμένοι νέαν ἄγοντες κομιδῆ τὴν ἠλικίαν, ὑπὸ νόμοις ἐτέροις ἀναγκαζόμενοι ζῆν, τὴν πατρώαν εὐσέβειαν φυλάττειν σπουδάζουσι· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἐώρων ταῖς μὲν τῶν εἰδώλων ἐπικλήσεσιν τὰ ὄψα μολύνωντας, σπον σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας, τῆς ὀρωμένης καταφρονήσαντες σωτηρίας σρίας , καὶ τῆς βασιλικῆς πανδαισίας τὴν ἡδονὴν πατήσαντες, τὸν ἀρχιευνοῦχον ἰκετεύουσι παραχωρῆσαι φησὶ τῶν βασιλικῶν σιτίων παραιτουμένοις μεταλαβεῖν· | καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου· | ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία, καὶ ἄμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν· τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἐστὶν εὐρεῖν· ἦν γὰρ φησὶ κύριος κς μετὰ ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον, καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος· διδασκόμεθα τοίνυν κἀντεῦθεν, ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητον πως ποτὲ καταλέλοιπεν ὁ θεός θς · διὸ καὶ ἔτερος προφήτης βοᾶ· ἐρωτήσατε γενεὰς τὰς προτέρας γενομένας ὑμῶν, τίς ἐνεπίστευσε κυρίῳ κῳ , καὶ κατησχύνθη; | καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανιήλ, φοβοῦμαι ἐγὼ τὸν κύριον κν μου τὸν βασιλέα, τὸν ἐντάξαντα τὴν βρῶσιν καὶ τὴν πόσιν ὑμῶν, μήποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ· | οὐ καλὸν γοῦν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος ἄνος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος, ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα ἀνινα , καὶ ἠγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, διαφορά τις ἐν τοῖς προσώποις φανῆ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνει παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως· ἀλλ’ ἐπειδὴ τούτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμηλάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τε καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαὴλ, καί φησί· πείρασον δὴ τοὺς παῖδας σου ἠμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα· καὶ ὠφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἐὰν ἴδης ποίησον μετὰ τῶν παίδων σου· | οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰ ἰσχυρώτερον, καὶ δὴ τοῦτο πολλαχόθεν καὶ ἄλλοθεν ἐστὶ μαθεῖν, οὐχ ἤκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων· τὸ γὰρ πιστεῦσαι τε καὶ θαῤ-ῥῆσαι ὡς τῆς θείας ῥοπῆς ἀπολαύσωται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαβόντων χλυδῆς εὐπρεπέστερός τε καὶ περικαλλέστερος φανήσεται, καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλίπη; καλῶς δὲ καὶ τῷ πειθανῷ τὴν ἰκετίαν ἐκέρασε· πείρασον γὰρ φησὶ τοὺς παῖδας σου ἠμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα, καὶ γενοῦ σὺ τῶν προσώπων κριτής· κἂν εὔρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν· τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὖτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ὁ δὲ τὴν ἰκετείαν ἐδέχετο· | καὶ εἰσήκουσε γὰρ αὐτῶν φησὶν εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἐπείρασεν αὐτοὺς ἠμέρας δέκα. καὶ μετὰ τὸ τέλος τῶν δέκα ἠμερῶν ὠράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως· | ἔτυχε γὰρ ὦν ἠθέλησεν ὁ θεῖος οὖτος προφήτης, καὶ τὰς ὑποσχέσεις ὑπέδειξεν ἀληθεῖς τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐγκεχειρισμένῳ· τῆς γὰρ θείας χάριτος ἀπολαύσαντες ὤφθησαν ἀμείνους πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· | καὶ ἐγένετο ἀμελάσαρ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα· | καὶ διπλοῦν ἐκαρπώσατο κέρδος· πρῶτον μὲν γὰρ μεμάθηκεν, ὡς δυνατὸν καὶ νηστείαν χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι· ἔπειτα δὲ καὶ τὴν ἐκείνοις χορηγουμένην αὐτὸς λαμβάνων τροφὴν, προθυμότερον αὐτοῖς ἐχορήγει τὰ ποθούμενα σπέρματα· εἶτα ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καί φησὶ· | καὶ τοῖς παιδαρίοις τοῖς τέσαρσιν ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ σοφίᾳ -| οὐ γὰρ ἡ χαλδαίων φησὶ παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνε, καὶ σοφίας ἀπάσης ἐνά ἐνάπλησεν, ἀλλ’ ἐκ θείας χάριτος καὶ συνέσεως καὶ σοφίας καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρείττους ἀπάντων ἐδείχθησαν· | καὶ δανιὴλ φησὶ συνῆκεν ἐν πάσῃ ὀράσει, καὶ ἐν ὕπνοις· | παιδόθεν γὰρ θείας ἀποκαλύψεις ἐώρα, οὐκ ὄναρ μόνον, ἀλλὰ καὶ ὕπαρ· καὶ ἐρμηνεύειν δὲ ἠδύνατο τὰ τοῖς ἄλλοις ἀποκαλυψόμενα· τὸ γὰρ συνῆκε τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ κἀντεῦθεν, ὡς οὐκ οἶδεν ἠλικίας διαφορὰν ὁ τῶν ὄλων θεὸς θς , ἀλλ’ εὐσέβειαν μόνον καὶ φιλοθεΐαν ζητεῖ· κἂν εὔρη ταύτην ἐν νέῳ, πολλῶν τούτον προτίθησι πρεσβυτέρων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστὶν αὐτὸν εὐρεῖν πεποιηκότα, καὶ ἐπὶ σαμουὴλ τοῦ προφήτου· παιδίῳ γὰρ ὄντι κομηδῆ νέῳ, καὶ ἐπεφάνη, καὶ τὰς κατὰ τοῦ πρεσβύτου τιμωρίας προαγορεύειν ἐκέλευσεν, εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος, ἀπόδειξιν δὲ τῆς ἐπανθούσης τῷ μειρακίῳ χάριτος· | καὶ μετὰ τὸ τέλος τῶν ἠμερῶν ὦν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον ναβουχοδονόσορ· | καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς, καὶ οὐκ εὐρέθησαν ἐκ πάντων αὐτῶν ὄμοιοι, δανιὴλ, ἀνανία, ἀζαρία, καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὑπὲρ ὦν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς, ηὖρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς, καὶ μάγους τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ· | ἀλλ’ ὁ μὲν ἀμελάσαρ εἶδε τὴν τῶν ἐδεσμάτων διαφορὰν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχήν· ὁ δὲ βασιλεὺς ἴσως ἔγνωκε τούτων οὐδέν· πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὀμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης; ἀλλ’ ὅμως οὐ σμικρὰν καὶ οὖτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξ ἐτέρων ἐθνῶν κελευσθέντων ἀμείνους εὐρὼν, κάλλει τε καὶ μεγέθει σώματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥιθμῷ τε λόγων, καὶ πάσῃ λογικῇ ἐπιστήμῃ· τὰς δὲ συγκρίσεις οὐχ ἀπλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσαγαγὼν, τὴν πείραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον, καὶ ηὖρεν αὐτοὺς οὐχ ἀπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων πάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ταῦτα εἰρηκὼς ἐπήγαγε· | καὶ ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· | οὐχ’ ἀπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἀπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε, καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη, μάθωμεν ἄπαντα τῆς προφητείας τὸν χρόνον· πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει, ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κῦρον· καὶ τῷ παρόντι βίῳ παρὰ ψυχῆς ἀπήλαυσε τὴν τῶν ὀμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθε ί ῖ ν ὁ κῦρος εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους ἰουδαίους προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεὼν, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἠσαΐου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς· ἐκεῖνος γὰρ διαῤῥήδην, ἐβοὰ λέγων, ἱερουσαλὴμ οἰκοδομηθήση, καὶ ταῖς πόλεσι τῆς ἰουδαίας κατοικησθήσεσθε, ὁ λέγων κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσειν· τάδε λέγει κύριος κς τῷ χριστῷ μου κύρῳ, οὗ ἐκράτησα τῆς χειρὸς αὐ τοῦ, ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλησθήσονται· ἐγὼ γὰρ προπορεύσωμαι πρὸ προσώπου σου, καὶ ὄρη ὀμαλιῶ· πύλας χαλκὰς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι· ταῦτα μαθὼν ὁ κῦρος τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶ πρώτου κύρου τοῦ βασιλέως περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου κυ διὰ στόματος ἰερεμίου, ἐξήγειρε κύριος κς τὸ πνεῦμα πνα κύρου τοῦ βασιλέως περσῶν, καὶ παρήγγειλε κῦρος κυρῆξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδ ὲ ε λέγει κῦρος ὁ βασιλεὺς περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ, καὶ αὐτὸν ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἰερουσαλὴμ, τῇ ἐν τῇ ἰουδαίᾳ, τίς ἐν ὑμῖν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ, κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ, καὶ ἀναβήτω. τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον, ἐν ἐντέθεικε τοῖς ἰουδαίων συγγράμμασι τό, ἐγένετο δανιὴλ ἔως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως· ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν δι ἀναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν, τὸν πατάσσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα, τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν · : —

τόμος β -

ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπ’ αὐτοῦ· | ἐντεῦθεν μανθάνομεν, ὡς εὐθὺς καὶ παραχρῆμα τῆς βασιλείας ἀρξάμενος ἐπεστράτευσε τῆς ἰουδαίας ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακείμ, καὶ τὸν μὲν ἐκέλευσε φέρειν δασμόν, τοὺς δὲ λαβὼν αἰχμαλώτους εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἰερεμίας ὁ προφήτης τοῖς χρόνοις, οὐτωσὶ λέγων· ὁ λόγος ὁ γενόμενος ἐπὶ ἰερεμίαν τὸν προφήτην, ἐπὶ πάντα τὸν λαὸν ἰούδα, ἐν τῷ ἔτει τῷ τετάρτῳ ἰωακεὶμ υἱοῦ ἰωσίου βασιλέως ἰούδα, οὖτος ἐνιαυτὸς πρῶτος τῷ ναβουχοδονόσορ βασιλεῖ βαβυλῶνος· εὐρίσκομεν τοίνυν ἐνταῦθα, ὡς τοῦ τρίτου ἔτους τῆς βασιλείας πληρουμένου τῷ ἰωακεὶμ βασιλεύσας ὁ ναβουχοδονόσορ τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατo· ἐν ἀρχῇ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῷ λαῷ προσφέρων, ἔφη πρῶτον εἶναι τούτον τὸν ἐνιαυτὸν τῷ βασιλεῖ ναβουχοδονόσορ· καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενεῖσθαι ἐν ἔτει τρίτῳ τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα, ἐπήγαγε νῦν, ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ̓ ἀπλῶς προστέθηκα, ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν. τούτου χάριν καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν· ἐν τῷ ἔτει τοίνυν τῷ δευτέρῳ τῆς βασιλείας ναβουχοδονόσορ ἐνυπνιάσθη ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· | καὶ εἶπεν ὁ βασιλεὺς τοῦ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς καὶ τοὺς χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ· ἡ μὲν | ἡ μὲν oὖν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσι δήλη· γνώριμον γὰρ αὐτοῦ τὸ ἐνύπνιον ποιῆσαι βουλόμενος τὸν οἰκεῖον προφήτην, ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους ἐντεῦθεν δέξηται παραινέσεις, δεδίττεται μὲν αὐτὸν τῷ ἐνυπνίῳ, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ τῶν ὅλων ἡ προμύθεια, οὕτω γνώριμος ἄπασι τοῖς εὐσεβέσι καὶ ἡ τοῦ βασιλέως παράνοια· πῶς γὰρ οὐκ ἄκρας παραπληξίας τὸ παρ’ ἑτέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην; ἀλλ’ ὅμως, | κληθέντες φησὶν ἦλθον καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς, ἐνυπνιάσθην ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον· καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῷ βασιλεῖ συριστί, καὶ εἶπον· βασιλεῦ εἰς τὸν αἰῶνα ζῆθι· σὺ εἰπὲ τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν·…

τόμος ζ κεφάλαιον ζ

Chapter 1

The complete text is available when the reading interface loads.