The Greek Library Author

Theodoretus Cyrensis

Interpretatio in Danielem (Ms P)

Edition reference
Interpretatio in Danielem, MPG 81: 1256–1546.
CTS identifier
urn:cts:greekLit:tlg4089.tlg028.local009
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Book pr

εἰ πᾶσιν ῥάδιον ἦν, τὰ τῶν θείων προφητῶν ἀναπτύσσειν θεσπίσματα· καὶ τοῦ μὲν γράμματος ὑπερβαίνειν τὴν ἐπιφάνειαν. εἰς δὲ τὸ βάθως καταδύειν. καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην. θηρεύειν· ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκων· ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν πάντων εὐπετῶς παρ αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφητικῆς διανοίας ἐπιδεικνυμένων· ἐπειδὴ δέ μίαν ἅ παντες. φύσιν ἐλάχομεν· οὐ φύσιν οὐκίσην δὲ ἅπαντες γνῶσιν ἐλάβομεν. ἑκάστω γὰρ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πνς πρὸς τὸ συμφέρον. ὡς φησὶν ὁ ἀπόστολος· καὶ ἄλλω μὲν διὰ τοῦ πνεύματος πνς δίδοται λόγος σοφίας ἄλλω δὲ λόγος γνώσεως· κατὰ τὸ αὐτὸ πνεῦμα πνα · ἑτέρω δὲ πίστις. ἐν τῶ αὐτῶ πνεύματι πνι · καὶ τὰ ἑξῆς δὲ ὡσαύτως κατὰ διαίρεσιν ἅπαντα διανέμεται· οὐδὲν δὲ ἀπεικὼς οἶμαι ποιεῖν εἰ τοῖς ἀγνωοῦσι τὰ θεῖα τούτων ἔγγραφον παραδοῖεν διδασκαλίαν· παιδόθεν γὰρ αὐτοῖς ἐντραφείς. παρὰ πολλῶν δὲ συγγραφων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανισάμενος· καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος. ἃ παρὰ τῶν πατέρων πρων μεμαθήκαμεν. τοὺς ἐκγόνους διδάσκειν. διδάξεις γὰρ αὐτά φησιν τοὺς υἱούς σου. καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας δαβίδ δαδ . προσέχετε φη σιν λαός μου τὸν νόμον μου. κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ρήματα τοῦ στόματός μου· ἀ νοίξω ἐν παραβολαῖς τὸ στόμα μου φθέγ ξομαι προβλήματα ἀπ ἀρχῆς· εἶτα, δει κνύς. πόθεν ταῦτα μεμάθηκεν. ὅσα ἠκούσαμεν φησιν καὶ ἔγνωμεν αὐτα· καὶ οἱ πατέρες πρες ἡμῖν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύ βη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν· καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων. νόμον γάρ φησιν ἔθετο ἐν ἰσραήλ ἰηλ . ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν ὅπως γνῶ γενεὰ ἑτέρα υἱ τεχθησόμε νοι. καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐ τὰ τοῖς υἱοῖς αὐτῶν· καὶ τὴν ἐκ τῆς δι δασκαλείας ὠφέλειαν. δεικνὺς ἐπήγα γεν. ΐνα θῶνται ἐπὶ τὸν θεὸν θν τὴν ἐλπί δα αὐτῶν καὶ μὴ ἐπιλάθονται τῶν ἔρ γων τοῦ θεοῦ θυ . καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζη τήσουσιν· ταύτην τοίνυν τὴν διδας καλίαν. παρὰ τῶν πατέρων πρων δεχόμενοι. χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις. ὀφείλομεν καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι· οὐ μόνον δὲ ὁ θεῖος ἡμας διεγείρειν νόμος. ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων θερμῶς ἡμᾶς λιπαρήσαντες. θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασεν· φέρε τοίνυν τοῦ θειοτάτου δανιὴλ τὴν προφητείαν. ὡς ἐνὶ μάλιστα σαφῆ τοῖς ἀγνοοῦσι ποιήσομεν· ἴσως δὲ, οὔτε τοῖς γνώσεως ἠξιομένοις, ἄχρηστος τοῦτος ὁ πόνος γενήσεται· εἰ γὰρ πλείονα εὑρήσουσιν ὧν νενοήκασιν. ἢ τὰ αὐτῶν ἐν τοῖς ἡμετέροις εὑρίσκοντες βεβαιώσουσιν τῆ κοινωνία τὸ ϋπὸ σφῶν αὐτῶν θηρευθὲν φιλεια γὰρ πῶς ἡ τῶν πλειόνων συγκατάθεσις κρατύνει τὰ νοηθέντα· τοῦτον δὲ τὸν προφήτην. ἐπὶ τοῦ παρόντος ἑρμηνεύειν πειρώμεθα· οὐχ ὡς τῶν ἄλλων κατὰ φρονοῦντες μὴ γένοιτο· ἅπαντας γὰρ ἴσμεν. τοῦ θείου πνεύματος πνς ὄργανα. ἀλλὰ πρῶτον μὲν. ὅτι τούτου τὴν ἑρμηνείαν ἡμᾶς οἱ συνήθεις ἤτησαν καὶ προσηκειν ἡγούμεθα. ἣν ἠτήμεθα χάριν ταύτην δοῦναι τοῖς ἠτηκόσιν· ἔπειτα δὲ ἡμᾶς ἡ ἰουδαίων ἄνοια τε καὶ αιδεια παρὰ σκευάζει τοὺς μὲν ἄλλους ἐν τῶ παρόντι καταλιπεῖν· τὰς δὲ τούτου προρρήσεις γυμνοῦν καὶ δήλας ποιεῖν· εἰς γὰρ τοσαύτην ἀναισχυντίαν ἥλασαν, ὡς καὶ τοῦ χοροῦ τῶν προφητῶν ἀποσχοινίζειν· καὶ αὐτῆς αὐτον τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν. ὅτι δὲ αὐτοῖς ἀναιδεσμένον. οὐκ ἀπὸ σκοποῦ δὲ τὸ τέχνασμα· ἐπειδὴ γὰρ τῶν ἄλλων ἁπάντων. πολλῶ σαφέστερον τὴν τοῦ μεγάλου θεοῦ θυ . καὶ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰυ χριστοῦ χυ πρὸ εθέσπισε παρουσίαν. οὐ μόνον ἀποιήσει προσαγορεύσας, ἀλλὰ καὶ τὸν χρόνον προειρηκὼς. καὶ τὸν μέχρι τῆς αὐτοῦ παρουσίας τῶν ἐτῶν ἐντεθηκὼς ἀριθμὸν· καὶ παντα σαφῶς καταλέξας τὰ τούτους αὐτοὺς, μετὰ τὴν ἀπιστίαν καταληψόμενα· λυπηρὰ· εἰκότως ἅτε δὴ θεομισεῖς· καὶ τῆς ἀληθείας ἐχθροὶ τολμῶσιν ἀναιδῶς· καὶ λίαν ἀπηρυθριασμένως λέγειν. ὡς οὐκ ἦν προφήτης. ὁ ταῦτα καὶ μυρία ἕτερα χρησμολογήσας ἀποχρῆν ἠγούμενοι τὴν οἰκείαν ἀπόφασιν. εἰς τὴν τοῦ ψεύδους βεβαίωσιν· θαυμαστὸν δὲ οὐδέν. εἰ κατὰ τοῦ μονογενοῦς λυττήσαντες. τοὺς εὔνους τοῦ δεσπότου. συκοφαντοῦσι θεράποντας· συμβαίνει γὰρ. τοῖς προτέροις τὰ δεύτερα· διὸ καὶ ὁ κύριός κς φησιν εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. καὶ πάλιν εἰ τὸν οἰκοδεσπότην βεελζεβοὺλ ἐπεκάλεσαν πόσω μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ· ΐνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀναίδειαν αὐτῶν διελέγξωμεν. πυθώμεθα αὐτῶν οὕτως· τί τοῦ προφήτου ΐδιον εἶναί φατε· ἀλλὰ γὰρ ΐσως ἂν εἴποιμεν τὸ τὰ μέλλοντα προειδέναι καὶ προλέγειν· εἴδωμεν τοίνυν. εἰ μὴ ταῦτα καὶ προμεμάθηκεν καὶ προείρηκεν ὁ μακάριος δανιήλ. καὶ τὸν μὲν περὶ τοῦ δεσπότου χριστοῦ χυ λόγον τέως ἐπισχῶμεν· τὰς δὲ ἄλλας αὐτοῦ προφητείας. εἰς μέσον ἀγάγομεν εὑρίσκομεν τοίνυν αὐτὸν πολλὰ μὲν περὶ τῆς βαβυλωνίων βασιλείας· πολλὰ δὲ περὶ τῆς περσῶν καὶ μακεδόνων· πολλὰ δὲ καὶ περὶ τῆς ῥωμαίων προαγορεύσαντα· καὶ τίνα μὲν πείσεται ὁ βαβυλωνίων βασιλεύς· ὅπως δὲ πέρσαι τὴν ἐκείνου παραλήψονται βασιλείαν· ἔπειτα δὲ τούτους καταλύσας. ὁ μακεδὼν τελευτήσει μὲν αὐτὸς ὡς τάχιστα, τέσσαρες δὲ ἀνθ’ ἑνὸς κληρονομήσουσι τῆς βασιλείας. καὶ ὅτι ἐξ ἑνὸς τούτων βλαστήσας, μυρία ὅσα ἐργάσεται τοὺς ϊουδαίους δεινά· καὶ ὅτι θείας ἀπολαύσαντες βοηθείας. τῆς ἐκείνου θηριωδείας ἀπαλλαγήσονται· εἶτα, μεταβὰς ἐκεῖθεν, προλέγει τὴν ῥωμαίων ϊσχύν· καὶ ὅτι πάσας καταγωνισαμένη τὰς βασιλείας τὸν παρὰ πάντων κομίσεται δασμόν· τί δὲ λέγει ὅσα περὶ τοῦ τῶν αἰγυπτίων. καὶ τοῦ τῶν σύρων προηγόρευσεν βασιλέων· καὶ ὅσα ἀλλήλους ἐργάσονται δεινά· καὶ τὰς μετὰ ταῦ τα τῆς εἰρήνης σπονδὰς καὶ τὰς ἐπιγαμείας καὶ συγγενείας· εἶτα, πάλιν τοὺς ἀκηρύκτους πολέμους μετὰ τὴν γεγενημένην καταλλαγήν· τὸν τοίνυν ταῦτα πάντα πρὸ ἐγνωκότα καὶ εἰρηκότα· καὶ ἀνάγραπτον αὐτῶν τὴν μνήμην καταλιπόντα· πῶς οὐ δυσεβὲς καὶ ἀνόσιον. τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ· εἰ γὰρ ταῦτα προφητείας τὰ ΐδια. εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προτίθησιν λόγων. τὸ τάδε λέγει κύριος κς , καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀπὸ στεροῦσι συμμωρίας· εἰπάτωσαν ἡμῖν τί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ θυ , τῶ γὰρ ἀβιμελεχ φησὶν. καὶ νῦν ἀπόδως τὴν γυναῖκα τῶ ἀνδρί. ὅτι προφήτης ἦν καὶ προσεύξεται περι σοῦ καὶ σωθήση σὺ καὶ πᾶς ὁ οἶκος σου· καὶ ὁ μακάριος δὲ δαβὶδ δαδ περί τε ἑαυτοῦ καὶ τοῦ υἱέος καὶ τοῦ ἐκγόνου φησίν. ὅτι ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. ὁ θεὸς θς λέγων μὴ ἅπτεσθε τῶν χρηστῶν μου. καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ ὁ παιδόθεν νεοκόρος. οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων ἢ διὰ μεσημερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις αἰνίας. καὶ πρὸς ῥήσεις ἐδέξατο· πολεμῆτε τοίνυν κακείνοις ἀναφανδὸν. καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς· εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν· φεύγετε καὶ τὴν κατὰ τοῦδε συκοφαντείαν· προφήτης γὰρ. καὶ προφήτης. ἐπὶ θυμία καὶ πόθω τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ϊδρῶσι καὶ πόνοις. νηστείας καὶ κακουχία τὰ ἐσόμενα διδαχθείς· οὐ τίνα μόνοις ϊουδαίοις συμβήσεται· ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης. πραγμάτων τὴν οἰκονομίαν. καὶ προμαθὼν καὶ προδιδάξας· σκοπήσατε τοίνυν εἰ μὴ λίαν ἄδικον ἀβδιοῦν μὲν τὰ καταληψόμενα κακὰ τοὺς ϊουδαίους· μόνον πρὸ ἀγορεύσαντα· καὶ ϊωνᾶν δὲ καὶ ναοὺμ περὶ μιᾶς πόλεως προθεσπίσαντας τὴν νινευὴ τοῖς προφήταις ἐγκατελέγειν· τὸν δὲ μακάριον δανιὴλ. οὐ περὶ πόλεως μιᾶς οὐδὲ περὶ πόλεως βραχείας· ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα· χαλδαϊκῆς· περσικῆς· μακεδονικῆς· ῥωμαϊκῆς· καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων τῆς προφητικῆς προσηγορίας, ἀποστερεῖν. καὶ τῆς πνευματικῆς πνικῆς χάριτος ἀλλότριον εἶναι καὶ λέγειν. καὶ μηδὲν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας· τὸν ναβουχοδονόσωρ ἐδεσθῆναι τὸν δυσσεβῆ· τὸν θηριώδη τὸν βάρβαρον. τὸν τῶν θείων ἀμύητον. βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα. ὅτι πνεῦμα πνα θεοῦ θυ ἅγιον ἦν ἐν αὐτῶ· καὶ γὰρ τῶ ὄντι τοῦ θείου πνεύματος πνς ἔργον ἦν. καὶ τὸ ἐνύπνιον εἰπεῖν. ὃ ἕτερος θεασάμενος ἀπελέσθη· καὶ τούτου δηλῶσαι τὴν ἑρμηνίαν ἀκριβῶς τε καὶ ἀληθῶς· ὑμᾶς δὲ οὐ τοῦτο πείθει τὴν κατὰ τοῦ προφήτου κατὰ λῦσαι μανίαν ἀλλὰ δ καὶ τοῦ προφήτου τῶ τοῦ προφήτου πολεμεῖται δεσπότη· ἀλλ’ ὁ μὲν προφήτης· οὐδὲν ἐκ τῶν ὑμετέρων βλαβήσεται τεχνασμάτων. προφητιῶν γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμματα νοοῦμεν ἐκεῖνα τὰ παλαιὰ θεσπίσματα, καὶ ὑπ’ αὐτῶν ποδηγούμενοι τῶν πραγμάτων. ῥαδίως λαμβάνομεν. τὴν τῶν γραμμάτων κατάληψιν· ϋμεῖς δὲ τὴν οἰκείαν πονηρίαν. καὶ διὰ τοῦτο δηλοῦται, ἀλλὰ νῦν μὲν ἐγκεφαλαίω τῆς ὑμετέρας ἀναιδείας, τοὺς ἐλέγχους ἐποιησάμεθα. ἡ δὲ κατὰ μέρος ἑρμηνεία. ἐνεργέστερον ὑμῶν. διελέγξει τὴν ἄνοιαν· φέρε τοίνυν τήν ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογίαν. καὶ τὴν ϊουδαίων κατηγορίαν ἀποχρώντως, ποιησάμενοι τὴν τῆς προφητείας ϋπόθεσιν δήλην πρότερον κατὰ στήσωμεν. εἶθ’ οὕτως τῆς κατὰ λέξιν ἑρμηνείας ἁψώμεθα. μετὰ τὸν ϊωσίαν. εὐσεβὴς δὲ οὗτος γεγένηται βασιλεύς. ἐβασιλεύσεν τῆς ϊουδαίας, ἰωάχαζ ὁ υἱὸς αὐτοῦ τρεῖς μῆνας ὅλους καὶ ὀλίγας ἡμέρας. διώνυμος γὰρ οὗτος ἦν, ἐν μὲν γὰρ ταῖς βασιλείαις. καὶ ταῖς παραλιπομέναις, ϊωάχαζ ὀνομάζεται· ὁ δὲ μακάριος αὐτὸν ϊερεμίας ὁ προφήτης, σελὴμ πρὸ ἀγορεύει. τοῦτον δοριάλωτον ὁ τῆς αἰγύπτου βασιλεὺς φαραὼ λαβὼν. εἰς τὴν αἴγυπτον ἀπήγαγεν. ἐχειροτόνησεν δὲ ἀντ’ αὐτοῦ βασιλέα ἐλιακὶμ τὸν ἀδελφὸν αὐτοῦ. καὶ ϊωακὶμ αὐτὸν προσηγόρευσεν· ἐβασίλευσε δὲ οὗτος ἓν καὶ δέκα ἔτη πρὸς ὀλίγοις μησίν· ἐν δὲ τῶ τρίτω ἔτει τῆς τούτου βασιλείας. ἐπιστρατεύσας ναβουχοδονόσορ ὁ τῶν βαβυλωνίων βασιλεύς, ἔλαβεν μὲν οὐκ ὀλίγους δοριαλώτους, τῶν ἐπ’ εὐγενεία λαμπρυνομένων. ἔλαβεν δὲ καὶ ἔνια τῶν ϊερῶν σκευῶν τῶν ταῖς θείαις λειτουργίαις ἀφιερωμένων δαισμὸν δέ τινα ἐπιθεὶς τῶ ϊωακὶμ ἀπῆρεν εἰς βαβυλῶνα· εἶτα τούτου τὸν ὁρισθέντα φόρον ἐκτίσειν. μὴ βουλομένου πάλιν ἐπεστρατευσεν τοῖς ϊεροσολύμοις· καὶ τὴν πόλιν ἑλὼν. καὶ τοῦτον ἀνελὼν. καθίστησιν ἀντ’ αὐτοῦ βασιλέα τὸν ἐξ αὐτοῦ. ἐλιακὶμ μὲν ὑπὸ τῶν ϊουδαίων ὀνομασθέντα ϊωακὶμ δὲ πάλιν μετονομασθέντα· καὶ τοῦτον δὲ, ὁ μακάριος ϊερεμίας ὁ προφή της, ϊεχονίαν ὀνομάζει· ζῶ γὰρ ἐγώ φησίν λέγει κύριος κς , ἐὰν γενώμενος γενήσεται ϊεχο νίαν υἱὸς ϊωακὶμ βασιλέως ϊούδα. ἀ ποσφράγισμα ἐκ τῆς χειρός μου τῆς δε ξιᾶς, ἐκεῖθεν ἐκσπάσω σε καὶ παραδώ σω σε εἰς χεῖρας ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῆ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων· καὶ τούτου τρεῖς μῆνας πρὸς ὀλίγαις ἡμέραις τὴν βασιλείαν πρυτανεύσαντος, πάλιν ναβουχοδονόσωρ. ὁ τῶν βαβυλωνίων βασιλεύς, στρατιὰν ἀποστείλας καὶ στρατηγὸν. τοῦτον μὲν αἰχμάλωτον ἀπήγαγεν εἰς τὴν βαβυλωνίαν· τῶ δὲ σεδεκία, θείω πρὸς πατρὸς πρς αὐτῶ ὄντι τὴν βασιλείαν ἐνεχείρισεν· καὶ τούτου δὲ ἐνι αυτὸν ἕνα. πρὸς τοῖς δέκα βασιλεύσαντος. εἶτα τὸν ἐπικείμενον οὐ δεδωκότος φόρον μετὰ πολλῆς μὲν δυνάμεως ἐπιστρατεύει τοῖς ϊεροσολύμοις τῶν βαβυλωνίων ὁ βασιλεύς, ἔπειτα πολιορκήσας καὶ τῶ λιμῶ κατ’ αὐτῶν συμμάχω χρησάμενος. καὶ μηχανήματα τοῖς περιβόλοις προσενεγκὼν ῥήγνυσι μὲν τὸ τεῖχος. ἀναιρεῖ δὲ τοὺς πλείστους· τοὺς δὲ λοιποὺς, ἐξανδραποδίσας. ἀπάγει δοριαλώτους. πυρὶ τήν πόλιν. καὶ τὸ ϊερὸν παραδούς· ἀλλ’ ὁ τῶν ὅλων θεός θς ὁ ταῦτα παθεῖν ϊουδαίους· διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν. οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. ἀλλὰ τοὺς μὲν ἐν τῆ ϊουδαία. οἷόν τινας παιδονόμους ἐδεδώκει· τόν τε οὐρίαν τὸν σαμέου καὶ ϊερεμίαν τὸν τοῦ χελκίου. ἄνδρας ϊερωσύνη καὶ προφητεία λάμποντας· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δωριαλώτους ἀπαχθεῖσιν εἰς βαβυλῶνα τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλεν. καὶ ϊεζεκιὴλ. καὶ ἀνανίαν· καὶ ἀζαρίαν καὶ μισαήλ· ἵνα ἔχοντες τῆς νομικῆς ἀκριβεῖς διδασκάλους· μὴ πολλὴν ἐκ τῆς τῶν βαρβαρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντας· τοσαύτην ὁ τῶν ὅλων θεὸς θς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν. ὅτι τοὺς εὐνοϊκῶς αὐτῶ δουλεύσαντας καὶ θεραπεύειν αὐτὸν διαπάντων προθυμουμένους τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι. καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι καὶ πολλοῖς κινδύνοις περιπεσεῖν· καὶ διὰ κυμάτων καὶ κλύδωνος ὠδεῦσαι τὸν βίον· οὕτως γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φη του φησίν ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου· οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν σριαν . τοὺς ἁγίους παρεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη· ταύτην τῶν ϊουδαίων ποιούμενος πρόνοιαν. καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ. ὠκονόμησεν σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν. ὃς νέος ὢν ἔτει καὶ ὥρα λάμπων σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς. καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν· σοφίας δὲ παντοδαποὺς καὶ συνέσεως ἔμπλεος γεγονὼς. πολλὴν μὲν ἐκτήσατο παρὰ τῶ κρατοῦντι τὴν παρρησίαν· τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον. ὠφελείας κἀκείνω πρόξενος, οὐκ ἐκείνω δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις, ἃ γὰρ ἔμαθεν ἐκεῖνος. διὰ τῆς τούτου διδασκαλίας. εἰς τοὺς ὑπηκόους παρέπεμψεν. νόμον τεθηκὼς τὸν διαρρήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν θεόν θν · πό θεν μὲν οὖν εἰς τὴν βαβυλῶνα. ὁ θεσπέσιος οὗτος ἀνήχθη προφήτης καὶ τίνος ἕνεκεν. καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος. οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον:—

Book 1

+ ἐνέτει τρίτωι τῆς βασιλείας ἰωακεὶμ βασιλέως ἰούδα ἦλθεν ναβουχοδονόσωρ βασιλεὺς βαβυλῶνος εἰς ἱερουσαλὴμ καὶ ἐπιόρκει αὐτήν· ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων. καὶ τοῦ τηνικάδε βασιλεως ἐμνημόνευσε. καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν. ἵνα ἔχωμεν εἰδέναι σαφῶς. τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν· ἐν γὰρ τῶ τρίτῳ ἔτει τῆς βασιλείας ἰωακὶμ τοῦ καὶ ἐλιακὶμ. ὃς ἐβασίλευσε μετὰ τὸν ἰωάχαζ. πατὴρ πηρ δὲ ἐγένετο τοῦ ιωχὰμ ὃς καὶ ἰωακὶμ καὶ ἰεχονίας ὀνομάζετο· ἡ πρώτη ἅλωσις τῶν ἱεροσολύμων ἐγένετο. καὶ αὐτὸ δὲ τοῦτο τῶν τότε βασιλέων. καὶ τῶν χρόνων μεμνῆσθαι τὸν προφητικον. ὑποδείκνυσι χαρακτῆρα· οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ποιοῦντάς ἔστιν εὑρεῖν· ὅρα σις γάρ φησιν ἣν ἴδεν ἡσαΐας υἱὸς υς ἀμὼς ἐν ἡμέραις ὀζίου καὶ ἰωαθὰμ καὶ ἄχαζ καὶ ἐζεκίου. οἳ ἐβασίλευσαν τῆς ἰου δαίας. καὶ ἐγένετο λόγος κυρίου κυ πρὸς ιερε μίαν. ἐν ἡμέραις ἰωσίου. καὶ υἱοῦ ἀμὼς βασιλέως ἰούδα. ἔτους τρισκαιδεκάτου ἐν τῆ βασιλεία αὐτοῦ. καὶ ἰεζεκιὴλ δὲ. καὶ τῶν ἄλλων προφητῶν. ἕκαστος ὡς τὰ πολλὰ τοῦτο προοιμίω τῆς προφητείας κεχρηται· ἀπόχρητοι γὰρ οὖν καὶ τοῦτο τὴν ἰουδαίων ἐλέγξαι παρανομίαν. καὶ δεῖξαι προφήτην τὸν τῶ ὄντι προφήτην: καὶ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ἰούδα· καὶ ἀπὸ μέρους τῶν σκευῶν οἶκου τοῦ θεοῦ θυ : καὶ τοῦτο δε τὴν πνευματι πνι κὴν αὐτοῦ δείκνυσι χάριν. οὔτε γὰρ παντὸς ἦν, τὰς θείας οἰκονομίας εἰδέναι· οὗτος δὲ τοῦ θείου πνεύματος πνς ἠξιωμένος. καὶ ἔγνω σαφῶς. καὶ τοὺς ἄλλους διδάσκει. ἔτει τοῦ θεοῦ θυ τὸν λόγον συγ χωρήσαντος. διά τε τὴν τοῦ λαοῦ. καὶ τὴν τοῦ βασιλέως παρὰ νομίαν. καὶ τὴν πολλὴν ἀ σέβειαν. ἡ πόλις ἑάλω. καὶ τῶν ἱερῶν σκευῶν ἔνια. ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐ γένετο· καὶ λίαν δὲ ἀναγκαίως τέθηκεν. τὸ ἔδωκεν κύριος κς ἐν χειρὶ αὐτοῦ τὸν ἰωακὶμ βασιλέα ἰούδα. ἵνα μή τις ὑπολάβη οἰκεία δυνάμει τὸν ναβουχοδονόσωρ χρησά μενον. τῆς τῶ θεῶ θω ἀνακειμενης περὶ γενέ σθαι πόλεως· μάθωσιν δὲ πάντες ἀκρι βῶς ὅτι τοῦ θεοῦ θυ προδεδωκότος. καὶ τὴν πάλαι φρουροῦσαν τὴν πόλιν ἀπὸ στήσαντος χά ριν. ὑπὸ τοῖς πολεμίοις ἐγένοντο· τοῦτο δὲ καὶ διὰ ἡσαΐου τοῦ προφήτου σαφες ποιῶν ὁ τῶν ὅλων θεὸς θς . οὕτω φησιν· μὴ δοξασθή σεται ἀξίνη ἄνευ τοῦ κόπτοντος αὐτήν· ἠ ὑψω θήσεται πριων ἄνευ τοῦ ἕλκοντος αὐτόν. διδάσκει δὲ δίὰ τούτων. ὡς αὐτὸς τοῖς ἀνθρώποις ἀνοις ἐπιφέρει τὰς τιμωρίας· κεχρηται δὲ ὀργάνοις τοῖς εἰς τοῦτο ἐπιτηδείοις :– ⁘ καὶ ἤνεγκεν αὐτὰ φησὶν εἰς γῆν ἐννααρ εἰς οἶκον τοῦ θεοῦ θυ αὐτοῦ: καὶ τὰ σκεύη ἤνεγκεν εἰς οἶκον τοῦ θησαυροῦ τοῦ θεοῦ θυ αὐ τοῦ. καὶ ἴσως ἄν τις εἴποι. τι δήποτε τῶν ἀνθρώπων ἀνων ἡμαρτηκότων. τὰ ἅγια σκεύη τὰ τῶ θεῶ θω ἀνακείμενα. παρεδόθη ταῦτα δυσ σεβέσιν ἀνθρώποις ἀνοις · φασὶ δὲ ταῦτα. οἱ τῶν θείων οἰκονομιῶν. τὸν σκοπον ἁγνοοῦντες. ψυχι κὸς δὲ ἄνθρωπος ἀνος οὐ δέχεται τὰ τοῦ πνεύματος πνς τοῦ θεοῦ θυ μωρία γὰρ αὐτῶ ἐστιν· ὁ δὲ πνευματι πνι κὸς ἀνα Blattausfall τοῦτο δὲ καὶ ἐπὶ τῆς κιβωτοῦ πάλαι πεποίηκεν· ἐπειδὴ γὰρ ὀφνὶ καὶ φινεὲς οἱ ηλὶ τοῦ ἱερέως παῖδες. παράνομοι καὶ βδελυροὶ ταύτην λαβόντες εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξῆλθον. ἐλέγχει μὲν αὐτῶν τὴν ἀσεβειαν ὁ θεὸς θς . οὐδεμιας ἀξιώσας προνοίας. ἀξια δὲ σφαγη παραδοὺς, τὴν κιβωτὸν παραδίδωσι τοῖς ἀλλοφύλοις· πάλιν τὸν ἰσραὴλ ἰηλ παιδεύων καὶ διδάσκων, ὡς οὐκ αὐτῶ χρεία τῆς κιβωτοῦ. ἀλλ’ αὐτῶν ἕνεκεν αὐτὴν κατεσκεύασεν. περιττὴ δὲ αὐτοῖς ἡ ταύτης χρεία. ἀδεῶς τὸν θειον παραβαίνουσιν νόμον. καὶ ἀσεβεῖα συζῆν προαιρουμένοις. ἵνα δὲ μὴ μέγα φρονήσαντες οἱ ἀλλόφυλοι ὡς αὐτοὶ περιγενόμενοι τοῦ θεοῦ θυ . ἐνόμιζον γὰρ τὴν κιβωτὸν αὐτὸν εἶναι τὸν τῶν ἰουδαίων θεὸν θν · τεκμηρίω χρώμενοι τῆ τῶν οἰκείων εἰδώλων κατασκευὴν. πολλὴν ἐντεῦθεν ἐπισπάσονται βλάβην. ὡς αἰχμάλωτον λαβόντες τὸν τῶν ἰουδαίων θεὸν θν · καὶ οἷον τι ἄριστον. τοῖς οἰκείοις ἀνατεθεικότες θεοῖς. παρασκευάζει μεν τὸν δαγων. τὸ ὑπ’ αὐτὸν προσκυνούμενον εἴδωλον πεσεῖν τὲ καὶ πρὸ τῆς κιβωτοῦ συντριβῆναι. καὶ τὸ τῆς προσκυνήσεως ὑπὸ δεῖξαι σχῆμα. καὶ ὁμολογῆσαι διὰ τῶν πραγμάτων τὴν ἡτταν. καὶ τὴν τοῦ ἐνοικοῦντος δαίμονος ὑπὸ δεῖξαι δουλείαν. καὶ τοῦτο οὐχ’ ἅπαξ ἀλλὰ καὶ δὶς. καὶ πολλάκις. ἐπιφέρει δὲ καὶ αὐτοῖς διαφόρους πληγὰς. ἕως οὗ τὴν κιβωτὸν ἀπέδοσαν. καὶ ἀναθηματα δηλοῦντα τὴν τιμωρίαν ἀνεθεσαν· διπλὴ τοίνυν, τηνικαῦτα καὶ ἐπὶ τοῦ ναβουχοδονόσωρ ὠφελεια γεγένηται. οὐ γὰρ μόνον ἰουδαίους, ἀλλὰ καὶ τοὺς βαρβάρους ὠφέλησεν ἡ πρὸς βραχὺ παρὰ τοῦ θεοῦ θυ γενομένη συγχώρησις: καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανέχ τῶ ἀρχιευνούχω αὐτοῦ εἰς ἀγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμειν νεανίσκους ἐν οἷς οὐκ έστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῆ ὄψει· καὶ συνιέντας ἐν πάση σοφία· καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν καὶ διανοουμένους φρόνησιν· καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς τοῦ ἑστάναι ἐν τῶ οἴκω τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλώσσαν χαλδαίων:– Ὁ μὲν οὖν τῶν ὅλων θεὸς θς , ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα. ἵνα διὰ τούτων καταισχύνη τοὺς σοφοὺς καὶ δυνατούς· ἄνθρωποι ἀνοι δὲ σώματα ὁρᾶν καὶ μέγεθος. καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν. οὐ τὴν τὰ θεῖα ἀναγινώσκουσαν. ἀλλὰ τὴν εὐγλωττίαν κεκομψευμένην. ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν πόσω τὸ θεῖον καὶ ἀνθρωπίνων τὸ μέσον δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονίαν τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας θελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας· πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἱ σαΐου πρόρρησις. ἣν ἐζεκία πρὸ εἶπεν τῶ βασιλεῖ· ἄκουσον γάρ φησιν λόγον κυρίου κυ σαβαὼθ ὃν ἐλάλησεν πρός με· ἰδοὺ ἡ μέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῶ οἴκω σου. καὶ ὅσα συνήγαγον οἱ πατέρες πρες σου. ἕως τῆς ἡμέρας ταύτης. εἰς βαβυλῶνα ἤξει. καὶ οὐδὲν οὐ μὴ κατὰ λείπωσιν. εἶπεν δὲ ὁ θεός θς . ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὃν ἐγέννησας. λή ψονται. καὶ ποιήσωσι σπονδὰς ἐν τῶ οἴκω τοῦ βασιλέως τῶν βαβυλωνίων· ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιὴλ φησὶν προστάξαι τὸν βασιλέα. εἰς ἀγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ ἰηλ . καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμεῖν νεανίσκους φορθομμειν δὲ τοὺς παρθένους ἐκάλεσεν τῆ ἑβραΐδι φωνῆ· ὁ δε σύμμαχος τὸ φορθομμεῖν ἐπιλέκτους ἑρμηνεύει: καὶ διέτα ξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ ημέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως· καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτου. καὶ ἐκθρέψαι αὐτοὺς ἔτη τρία· καὶ μετὰ ταῦτα στῆναι αὐτοὺς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐγένοντο αὐτοῖς ἐκ τῶν υἱῶν ἰούδα· δανιὴλ· καὶ ἀνανίας· καὶ ἀζαρίας· καὶ μισαήλ: ἐνταῦθα μὲν οὖν. τὴν τοῦ βασιλέως ἡμᾶς διδάσκει φιλοτιμίαν. ὅτι οὐχ’ ὡς δοριαλώτους εὐτελῆ τινα καὶ δουλοπρεπῆ παρεῖχε τροφὴν, ἀλλὰ καὶ τῆς βασιλικῆς αὐτοῦ τραπέζης ἀπολαύειν ἐκέλευσεν· μετὰ βραχέα δὲ, τὴν σφων αὐτῶν ἐγκράτειαν καὶ φιλοσοφίαν διδάσκει. οὐ φιλοτιμία χρώμενος. ἀλλ ωφελείας διδασκαλίαν. τοῖς ὠφελεῖσθαι προαιρουμένοις προτεθεικώς· ἔστι δὲ αὐτοῦ ἰδεῖν καὶ τὸ μέτρον τοῦ φρονήματος. εἰρηκὼς γὰρ ἄνω. ὅτι ἀπὸ τοῦ τῆς βασιλείας σπέρματος προσέταξεν ὁ βασιλεὺς ἐκλεγῆναι νεανίσκους κάλει λάμποντας καὶ μεγέθει διαπρέποντας· καὶ τεθηκὼς ἐνταῦθα τὰ τῶν προσώπων ὀνόματα. τῆς ἰούδα φυλῆς ἁπλῶς ἐμνημόνευσεν: καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῶ δανιὴλ βαλτάσαρ· καὶ τῶ ἀνανία σεδράχ· καὶ τῶ ἀζαρία μισάχ· καὶ τῶ μισαὴλ ἀβδεναγώ: καὶ τοῦτο δὲ παρά τὴν δεσποτείαν ἐνόμισται δίκαιον. ὠνούμενοι γὰρ οἰκέτας τὰς προσηγορίας ἀμείβουσιν. ἵνα καὶ τῆς προσηγορίας ἐναλλαγὴ τὴν δουλείαν γνωρίζωσιν· τὸ αὐτὸ καὶ ἐνταῦθα ὁ ἀρχιευνουχος ἐποίησεν. καὶ τὰς ἑβραϊκὰς ἀφελὼν προσηγορίας. χαλδαϊκὰς ἐπέθηκεν· ἐπειδὴ καὶ τὴν χαλδαίων γλῶσσαν μαθεῖν τοὺς νεανίας. ὁ βασιλεὺς παρεγγύησεν: καὶ ἔθετο δανιὴλ ἐν τῆ καρδία αὐτοῦ. τοῦ μὴ ἀλισγηθῆναι ἐν τῆ τραπέζη τοῦ βασιλέως· καὶ ἐν τῶ οἴνω τοῦ πότου αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὅπως μη αλιςγηθῆ: oἱ γὰρ φιλόθεοι οὐκ εν τόπω ζητοῦσι. τὸν ἐπὶ πάντων θεὸν θν . ἀλλ ένθα ἂν ἀφήκονται τὴν αὐτὴν αὐτῶ θεραπείαν πρὸς φέρουσιν. καὶ ἐν κακοπραγίαις ὄντες. ὡς αὕτως τὸν οἰκεῖον προσκυνοῦσι θεὸν θν καὶ δημιουργόν. ἐνταῦθα δὲ πολλὴν ἐστιν εὑρεῖν θαύματος ὑπὲρ βολήν. παῖδες γὰρ παρὰ ιουδαίοις τεθραμμένοι. καὶ τὴν τοπικὴν τοῦ θεοῦ θυ λατρείαν μεμαθηκότες· εἶτα, τὴν ξένην οἰκοῦντες καὶ δουλεύειν ἠναγκασμένοι· νέαν ἄγοντες· κομιδῆ τὴν ἡλικίαν. ὑπὸ νόμοις ἑτέροις ἀναγκα ζόμενοι ζῆν. τὴν πατρῶαν εὐσεβειαν φυλάττειν σπουδάζουσιν· καὶ ἐπειδὴ τοὺς βαβυλωνίους ἐώρων ταῖς μὲν των εἰδώλων ἐπικλήσεσι τὰ ὄψα μολύναντας. σπονδαῖς δὲ τὸν οἶνον μιαίνοντας. τῆς ὁρωμένης καταφρονήσαντες σωτηρίας σριας . καὶ τῆς βασιλικῆς πανδεσίας τὴν ἡδονὴν πατήσαντες. τὸν ἀρχιευνοῦχον ἱκετεύουσι παρὰ χωρῆσαι σφῖσι τῶν βασιλικῶν σιτίων παραιτούμενοι μεταλαβεν:-- καὶ ἔδωκεν ὁ θεὸς θς τὸν δανιὴλ εἰς ἔλαιον καὶ οἰκτιρμῶν ἐνώπιον τοῦ ἀρχιευνουχου:– ἀκολουθεῖ γὰρ ταις γνώμαις ἡ θεια κηδεμονία. καὶ ἅμα τὰ θεῖα προείλοντο. καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν; τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἐστιν εὑρεῖν. ἦν γάρ φησιν κύριος κς μετὰ ἰωσὴφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτὸ ἔλεον. καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυν καὶ ἐντεῦθεν. ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκοτων ἀτημελητὸν πώποτε καταλέ λοιπεν ὁ θεός θς . διὸ δὴ καὶ ἕτερος προφήτης· ἐρωτήσατε γενεαῖς τὰς γεναμένας προτέρας ὑμῶν. τίς ἐνεπίστευσεν τῶ κυρίω κω καὶ καταισχύνθη: καὶ εἶπεν ὁ ἀρ χιευνοῦχος τῶ δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν. καὶ τὴν πόσιν ὑμῶν μή ποτε ἴδη τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν· καὶ κατὰ δικάσηται τὴν κεφαλήν μου τῶ βασιλεῖ: οὐκ άλογον τοῦ ἀρχιευνούχου τὸ δέος. ἄνθρωπος ἀνος γὰρ ἦν πνευματι πνι κῆς χάριτος οὐ γεγευμενος. ἀνθρω πίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα· καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι. τῆς τῶν ἐδεσματων πολυτελείας τρέφεσθαι καὶ ἀνθεῖν τὰ σώματα· διὸ δέδοικεν. μὴ τῶν πολυτελῶς μὲν τρεφομένων. τούτων δὲ ἀσκητικῶς βιωτευόντων διαφορὰ τίς ἐν τοῖς προσώποις φανείη· καὶ τιμωρίαν ἐσχάτην ὑπὸ μείνη. παρὰ τοῦ τὰ ναντία προστεταχότος βασιλέως: ἀλεπει δὴ τοῦτον εἶδεν διαμένοντα ὁ μακάριος δανιὴλ μετὰ φέρει πρὸς τὸν ἀμελάσαρ την παράκλησιν ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμον αὐτοῦ τε καὶ ἀνανία κ ἀζαρία καὶ μισαὴλ καὶ φησιν πείρασον δ τοὺς παῖδάς σου ἡμέρας δέκα· καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμεθα· καὶ ὠφθήτωσαν ἐνώπιόν σου αἱ ειδέαι ἡμῶν καὶ αἰ ειδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐαν ἴδης ποίησον μετὰ τῶν παίδων σου: οὐδὲν τῆς εἰς θεὸν θν πίστεως ἰσχυρότερον· καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἐστιν μαθεῖν. οὐχ ἥκιστα δὲ, καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαρρῆσαι. ὡς τῆς θείας ῥωπῆς ἀπὸ λαύσεται. καὶ ὅτι τῶν ἐσθιόντων καὶ τρεφομένων. καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλίδης. εὐπρεπέστερός τε καὶ περὶ καλλέστερος. καὶ μεῖζων φανήσεται. ποίαν εὐσεβείας ὑπὲρ βολὴν κατὰ λίπη καλῶς δὲ καὶ τῶ πιθανῶ τὴν ικετείαν ἐκέρασεν: πείρασον γάρ φησιν, τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν. ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα· καὶ ὕδωρ πιόμ θα· καὶ γενοῦ σὺ προσώπων κριτης· καν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς· τὸ μεν δοκοῦν σοι κελεύσεις. ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν: τὸ σαύτην εἶχεν παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ. καὶ τῶν θείων νόμων φροντίδα καὶ πίστιν περὶ τὸν νομοθέτην. καὶ ὁ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο· καὶ εἰσήκουσεν αὐτοῦ φησὶν εἰς τὸ ρῆ μα τοῦτο· καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν. ὡράθησαν αἱ ειδέαι αὐτῶν ἀγαθαὶ. καὶ αὐτοὶ ισχυροὶ τοῖς σαρξὶν υπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν ράπεζαν τοῦ βασιλέως· ἔτυχεν γὰρ ὦν ἠθέλησεν ὁ θεῖος οὗτος προφήτης. καὶ τὰς ὑπὸ σχέσεις ὑπ’ έδειξεν ἀληθεῖς, τῶ τὴν ἐπιμελειαν αὐτῶ ἐγκεχειρισμένω. τῆς γὰρ θείας χάριτος ἀπὸ λαύοντες. ὤφθησαν ἀμείνου πολλῶ τῶν τῆς βασιλικῆς ἀπολαυόντων τραπέζης· καὶ ἐγένετο ἀμελασαρ. ἀναιρούμενος τὸν δείπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν. καὶ ἐδίδου αὐτοῖς σπέρματα· καὶ διπλοῦν ἐκαρπώσατο κέρδος: πρῶτον μὲν γὰρ μεμαθήκαμεν ὡς δυνατὸν. καὶ νηστεία χρώμενον σωματικὴν ῥώμην καὶ εὐπρέπειαν κτήσασθαι. ἔπειτα δὲ καὶ τὸν ἐκείνοις χορηγουμένην. αὐτὸς λαμβάνων τροφὴν. προθυμότερον αὐτοῖς ἐχορήγει. τὰ ποθούμενα σπέρματα· ἐπειδὴ περὶ αὐτοῦ μόνου. διεξηλθεν ὁ δανιὴλ, ἀναγκαίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ· καὶ φησίν· καὶ τοῖς παιδαρίοις τοῖς τέσσαρσιν. ἔδωκεν αὐτοῖς ὁ θεὸς θς σύνεσιν καὶ φρόνησιν ἐν πάση γραμματικὴ καὶ σοφία. οὐ γὰρ ἡ χαλδαίων φησὶν παιδεία συνετοὺς αὐτοὺς ἀπέφηνεν καὶ σοφίας ἁπάσης ἐνέπλησεν. ἀλλ ἐκ θείας χάριτος καὶ συνέσεως· καὶ σοφίας. καὶ πάσης ἐπιστήμης ἀξιωθέντες, κρεῖττους ἁπάντων ἀνεδείχθησαν: καὶ δανιὴλ φη σιν συνῆκεν ἐν πάση ὁράσει καὶ ἐνυπνίοις: παιδόθεν γὰρ, θείας ἀποκαλύψεις ἑώρα. οὐκ’ ὄναρ μόνον, ἀλλὰ καὶ ὑπαρ. καὶ ἑρμηνεύειν τε ἠδύνατο. τὰ τοῖς ἄλλοις ἀπὸ καλυπτόμενα· τὸ γὰρ συνῆκεν. τοῦτο παραδηλοῖ· διδασκόμεθα δὲ, καὶ ἐντεῦθεν. ὡς οὐκ’ οἶδεν ἡλικίας διαφορὰν ὁ τῶν ὅλων θεὸς θς . ἀλλ’ εὐσέβείαν μόνην καὶ φιλοθεΐαν ζητεῖ. κ’ ἂν εὕρη ταύτην ἐν νέω πολλῶν τοῦτον προτίθησιν πρεσβυτέραν· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ ἐστιν αὐτὸν εὑρεῖν πεποιηκότα. καὶ ἐπι σαμουὴλ τοῦ προφήτου· παιδίω γὰρ ὄντι κομιδῆ νέω καὶ ἐπιφανῆ, καὶ τὰς κατα τοῦ πρεσβυτέρου τιμωρίας, πρὸ ἀγορεύειν ἐκέλευσεν. εἰς κατηγορίαν μὲν τοῦ γεγηρακότος. ἀπόδειξιν δὲ τῆς ἐπανθούσης. τῶ μειρακίω χάριτος:- καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν. εἶπεν ὁ βασιλεὺς εἰς ἀγαγεῖν αὐτοὺς· καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον τοῦ ναβουχοδονόσωρ· καὶ ἐλάλησεν μετ’ αὐτῶν ὁ βασιλεὺς. καὶ οὐχ’ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι· δανιὴλ καὶ ἀνανία· καὶ ἀζαρία· καὶ μισαήλ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπὶ στήμης· ὑπερ ῶν ἐζήτησεν παρ αὐτῶν ὁ βασιλεὺς· εὗρεν αὐτοὺς δεκαπλασίωνα ὑπὲρ πάντας τοὺς ἐπαοίδους καὶ μάγους τοὺς ὄντας ἐν τῆ βασιλεία αὐτοῦ: ἀλλ’ ὁ μὲν ἀμελασαρ ἤδει τὴν τῶν ἐδεσμάτων διὰ φορὰν. καὶ ἔμαθεν πάντως τῆς θείας χάριτος τὴν ἰσχύν· ὁ δὲ βασιλεὺς τέως ἐγνώκει τούτων οὐδὲν. πῶς γὰρ ἂν ἔμαθεν· τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτὰ χορηγουμένης, ὑπὸ δε τοῦ ἀμελασαρ ἁλισκομένης, ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὗτος ὠφελειαν ἐδέξατο. πάντων αὐτοὺς τῶν ἐξ ετέρων ἐθνῶν ἐκλεγέντων. ἀμείνους εὑρὼν. κάλλει μὲν καὶ μεγέθει σώματος. σοφία δὲ καὶ συνέσει ψυχῆς. ῥυθμῶ τὲ λόγω. καὶ πάση λογικῆ ἐπιστήμη· τὰς δὲ συγκρίσεις, οὐχ’ ἁπλῶς ἐποιήσατο. ἀλλ’ ἐρωτήσεις τινὰς προσενεγκὼν. τὴν πεῖραν ἔλαβεν τῆς ἀληθείας διδάσκαλον καὶ εὗρεν αὐτοὺς οὐχ’ ἁπλῶς ὑπερκειμένους. ἀλλὰ δὲ καὶ μοίρας ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμαθήκαμεν. ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι· ταῦτα εἰρηκὼς ἐπήγαγεν: καὶ ἐγένετο δανιὴλ ἕως τοῦ ἑνὸς κύρου τοῦ βασιλέως οὐχ’ ἁπλῶς δὲ τοῦτο πρὸς τέθεικεν. ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας· τούτου χάριν καὶ τὴν ἀρχὴν, ἡμᾶς τῆς προφητείας ἐδίδαξεν. καὶ τὸ τέλος προστέθηκεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη μάθωμεν ἅπαντα. τῆς προφητείας τὸν χρόνον· πρὸς δε τούτοις ἡμᾶς διδάσκει ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κυρον καὶ ἐν τῶ παρόντι βίω παρὰ ψυχῆς ἀπήλαυσεν τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών· ἐν αὐτῶ γὰρ τῶ πρώτω ἔτει τῆς βασιλείας ὁ κύρος ἐπανελθεῖν εἰς τὴν ἰουδαίαν. τοὺς βουλομένους τῶν ἰουδαίων προσετάξεν. καὶ τὸν θεῖον ἀνεγεῖραι νεὼν παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαΐου τοῦ προφήτου πρόρρησιν διδαχθεὶς. ἐκεῖνος γὰρ διαρρήδην ἐβόα λέγων· ἱερουσαλὴμ ιημ οἰκοδομηθήσει. καὶ ταῖς πόλεσιν τῆς ἰουδαίας κατοικηθήσεσθε ὁ λέγων κύ ρω φρονεῖν. καὶ πάντα τὰ θελήματά μου ποιήσεις. τάδε λέγει κύριος κς τῶ χριστῴ μου κύρω οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ πόλεις οὐ συγ κλισθήσονται. ἐγὼ προπορευσομαι πρὸ προ σώπου σου καὶ ὄρη ὁμαλιῶ· πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλά σω· θησαυροὺς σκοτινοὺς ἀοράτους ἀ ποκρύφους ἀνοίξω σοι· ταῦτα μαθῶν ὁ κῦρος· τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρήσατο· καὶ ἡ βίβλος δὲ τῶν παραλιπομένων τὸν χρόνον ἡμᾶς διδάσκει· ἔτους γὰρ φησὶν πρώτου κύρου τοῦ βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου κυ διὰ στόματος ἱερεμίου ἐξήγειρεν κύριος κσ · τὸ πνεῦμα πνα κύρου τοῦ βασιλεως περσῶν. καὶ παρήγγειλεν κῦ ρος κηρύξαι ἐν πάση τῆ βασιλεία αὐτοῦ ἐν λόγοις γραφῆς λέγων· τάδε λέγει κῦρος βασιλεὺς περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς. ἔδωκεν μοι κύριος κς ὁ θεὸς θς τοῦ οὐρανοῦ οὐνου · καὶ αὐτὸς ἐνετείλατό μοι. οἰκοδομῆσαι αὐτῶ οἶκον ἐν ἱερουσαλὴμ τῆ ἐν τῆ ἰουδαία τίς ἐν ὑμῖν ἐκ παντος τοῦ λαοῦ αὐτοῦ κύριος κς ὁ θεὸς θς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω· τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον ἐντέθεικεν τοῖς οἰκείοις συγγράμμασιν. τό ἐγένετο δανιὴλ. ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διὰ ναπαύσαντες, τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν τὸν πατάσσοντα καὶ ἰώμενον μαστιγοῦντα καὶ ἰατρεύοντα· τιμωρία καὶ φιλ ανθρωπία ανια χρώμενον· αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν :--

ὄρασις α λόγος β

ἐν τῶ ἔτει τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ· ἐνυπνιάσθη ναβουχοδονόσωρ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ· καὶ ὁ ὕπνος αὐτοῦ ἀπεγένετο ἀπαυτου: ἐντεῦθεν μανθάνομεν. ὡς εὐθὺ καὶ παρὰ χρῆμα τῆς βασιλείας ἀρξάμενος, ἐπεστράτευσεν τῆ ἰουδαία ἐν τῶ τρίτω ἔτει τῆς βασιλείας ἰωακὶμ· καὶ τὸν μὲν ἐκέλευσεν φέρειν δασμον· τοὺς δὲ λαβὼν αἰχμαλώτους, εἰς τὴν τῶν ἀσσυρίων ἀπήγαγε χώραν· μαρτυρεῖ δὲ καὶ ἱερεμίας ὁ προφήτης τοῖς χρόνοις οὕτως λέγων· ὁ λόγος ὁ γενόμενος πρὸς ἱερεμίαν. πρὸς πάντα τὸν λαὸν ἰούδα ἐν τῶ ἔτει τῶ τετάρτω τοῦ ἰωακὶμ υἱοῦ ἰωσίου βασιλέως ἰουδα αὐτὸς ἐνιαυτὸς πρῶτος τῶ ναβουχοδο νόσωρ βασιλέως βαβυλῶνος· εὑρίσκομεν τοίνυν ἐνταῦθα ὡς τρίτου ἔτους τῆς βασιλείας πληρουμένου τῶ ἰακιμί βασιλεύσας ὁ ναβουχοδονόσωρ τὴν κατὰ τῶν ἰουδαίων στρατείαν ἐποιήσατο· ἐν ἀρχῆ δὲ τοῦ τετάρτου ἔτους ὁ προφήτης ἱερεμίας παραίνεσιν τῶ λαῶ προσφέρων ἔφη· πρῶτον μὲν εἶναι τοῦτον τὸν ἐνιαυτὸν τῶ βασιλεῖ ναβουχοδονόσωρ. καὶ ὁ μακάριος δὲ δανιὴλ τὴν πρώτην αἰχμαλωσίαν εἰρηκὼς γεγενῆσθαι. ἐν ἔτει τρίτω τῆς βασιλείας ἰωακὶμ βασιλέως ἴούδα ἐπήγαγεν νῦν· ἐν τῶ ἔτει τῶ δευτερω τῆς βασιλείας ναβουχοδονόσωρ ἐνυπνιάσθη ἐνύπνιον· ταῦτα δὲ οὐχ ἁπλῶς προστέθεικα, ἀλλ’ ἵνα καὶ τὸν χρόνον ἀκριβῶς καταμάθωμεν· τούτου γὰρ χάριν. καὶ οἱ θεῖοι προφῆται μεμνημένοι τῶν βασιλέων καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀναγράφουσιν:– ἐν τῶ ἔτει τοίνυν τῶ δευτέρω τῆς βασιλείας ναβουχοδονόσωρ ἐνυπνιάσθη ἐνύπνιον καὶ ἐξέστη τὸ πνεῦμα πνα αὐτοῦ. καὶ ὁ ὕπνος ἀπέστη ἀπ’ αὐτοῦ· καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοίδους καὶ τοὺς μάγους καὶ τοὺς φαρμάκους καὶ τοὺς χαλδαίους τοῦ ἀναγγεῖλαι τῶ βασιλεῖ τὸ ἐνύπνιον αὐτοῦ: ἡ μὲν τοῦ θεοῦ θυ οἰκονομία τοῖς ἐχέφροσι δηλη· γνώριμον γὰρ αὐτοῦ ποιῆσαι βουλόμενος τὸν οἰκεῖον προφήτην. ἵνα τὰς ἀγαθὰς καὶ σωτηρίους σριους ἐντεῦθεν δέξηται παραινέσεις· δεδίττεται μὲν αὐτὸν τῶ ἐνυπνίω, ἀφαιρεῖται δὲ τοῦ ἐνυπνίου τὴν μνήμην· ἀλλ’ ὥσπερ δήλη τοῦ θεοῦ θυ , τῶν ὅλων ἡ προμηθεία, οὕτως γνώριμον πᾶσι τοῖς εὐσεβέσιν καὶ ἡ τοῦ βασιλέως παροινία· πῶς γὰρ οὐκ ακρας παραπληξίας τὸ παρ ετέρων ζητεῖν τοῦ ἐνυπνίου τὴν μνήμην. ἀλλ’ ὅμως κληθέντες φησιν ἦλθον:– καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς. ἐνυπνιάσθην ἐνύπνιον. καὶ ἐξέστη τὸ πνεῦμά πνα μου τοῦ γνῶναι τὸ ἐνύπνιον καὶ ἐλάλησαν οἱ χαλδαῖοι τῶ βασιλεῖ συριστῆ· καὶ εἶπαν βασιλεῦ εἰς τοὺς αἰῶνας ζηθι· σὺ εἰπε τὸ ἐνύπνιον τοῖς παισίν σου· καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν· καὶ τὴν μὲν αἴτησιν τῶ ὄντι ἀκό λουθον ἐποιήσαντο. ἀλαζονικὴν δὲ τὴν υπόσχεσιν, οὔτε γὰρ ἀνθρωπίνης ἦν διανοίας θείας ἑρμηνεύειν ἀπὸ καλύψεις δίχα τῆς ἄνωθεν ἐνεργειας· συριστὴ δὲ τὴν διάλεξιν οἱ χαλδαῖοι πεποιηνται. τοὺς ἐκ διαφόρων συνειλεγμένους ἐθνῶν. καὶ ἰδίαν μὲν γλῶτταν ἕκαστον ἐχόντων. κοινῆ δὲ πάντων τη σύρων χρωμένων διδάξαι βουλόμενος τὸ τῆς ἀποκρίσεως ἀκόλουθον. ἀλλ οὐδὲ οὕτως ἔπεισαν τὸν ἀλαζόνα βασιλέα. μὴ ἀπαιτεῖν παρὰ ἀνθρώπων ἀνων τὰ παρὰ τῆς φύσεως· ἀπεκρίθη γὰρ φησὶν ὁ βασιλεὺς καὶ εἰπεν τοῖς χαλδαίοις· ὁ λόγος ἀπέστη μου· ἐὰν δὲ μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ εἰς ἀπώλειαν ἔσεσθαι καὶ οἱ οἴκοι ὑμῶν διαρπαγήσονται· ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν γνωρίσητέ μοι· δώματα καὶ δωρεας καὶ τιμὴν πολλὴν λήψεσθαι παρ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγειλατέ μοι· ταῦτα δὲ οὐ μόνον αὐτοῦ τὸ θρασὺ καὶ θηριῶδες. ἀλλὰ καὶ τὸ λίαν ἀνόητον ὑπὸδείκνυσιν· ἀνοίας γὰρ ἐσχάτης τὸ νομισαι ἠ τῆ ἀπειλῆ τῶν κακῶν ἠ τῆ ὑποσχέσει τῶν ἀγαθῶν πλείονα τοῖς χαλδαίοις ἐνγενήσεσθαι γνῶσιν· αὐτῖκα τοίνυν ἐκεῖνοι πάλιν πρὸς αὐτὸν ἔφασαν· εἰπὲ τὸ ἐνύπνιόν σου τοῖς παισίν σου. καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελοῦμεν. τὴν μὲν γὰρ δουλείαν φησὶν ὁμολογοῦμεν, ἀλλὰ καὶ τὴν φύσιν γινώσκομεν καὶ ἑρμηνεῦσαι μὲν ἐμάθοιμεν. τὸ ἐνύπνιον δυνησόμεθα· εὑρεῖν δὲ αὐτὸ σοὶ μεν γνωρισθὲν. εἶτα, λήθη παραδοθὲν. οὐ δυνάμεθα, ἀλλ’ οὐδ’ ἓν ἧττον ὁ ματαιος ἐπεκειτο τοῦ ἐνυπνίου. ζητῶν τὴν ἀνάμνησιν: ἀπεκρίθη γὰρ φησὶν ὁ βασιλεὺς καὶ εἶπεν: ἐπαληθείας ἐγὼ οἶδα ὅτι και ρὸν ὑμεῖς ἐξαγοράζεσθε καθότι οἴδατε ὅτι ἀπέστη ἀπ ἐμοῦ τὸ ῥῆμα· ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀπαγγειλατέ μοι ἓν ἐστιν τὸ δόγμα ὑμῶν· καὶ οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου ἕως οὗ ὁ καιρὸς παρέλθη τὸ ἐνύπνιόν μου εἰπατέ μοι· καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγελεῖταί μου· τούτων δὲ τῶν λόγων, ἡ μὲν ἀπαίτησις αὐδαδης καὶ μανικη. ἡ δε κατηγορία λίαν ἀληθης βούλεσθε, γάρ φησι μαθεῖν τὸ ἐνύπνιον. ἵνα κοινη τινὰ πλασάμενοι ἑρμηνείαν ψευδῆ φαινακίσηταί μου συνηθως συνεργον λαμβάνοντες τοῦ χρόνου τὸ μῆκος. καὶ τῆς ἐκβάσεως τὸν καιρὸν ἀνα μένοντες· τούτων ἀκούσαντες οἱ χαλ δαῖοι· ὡς γὰρ ἕοικεν οὗτοι πλείονα τῶν ἄλλων εἶχον παρ αὐτῶ παρρησίαν. ἀπὸφαντικῶς διὰλέγονται. καὶ παντελῶς ἀπαγορεύουσι τοῦ ἐνυπνίου τὴν ἀνάμνησιν: οὐκ ἔστιν γὰρ ἔλεγον ἄνθρωπος ἀνος ἐπὶ τῆς ξηρᾶς ὅστις δύναται γνωρίσαι τὸ ῥῆμα τῶ βασιλεῖ. καθ’ ὅτι πὰς βασιλεὺς μέγας καὶ ἄρχων. ῥῆμα τοιοῦτον οὐκ επερωτα πάντα μάγον· χαλδαίον. ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐρωτὰ βαρὺς· καὶ ἕτερος οὐκ έστιν ὃς ἀναγγελεῖ αὐτον ἐνώπιον τοῦ βασιλέως· ἀλλ’ ὴ θεοὶ ὧν οὐκ έστιν ἡ κατοικία αὐτῶν μετὰ πάσης σαρκός: ὅθεν οὐκ…

λόγος τρίτος

ἔτους…

λόγος τέταρτος

ναβ…

The complete text is available when the reading interface loads.